text stringlengths 8 177 |
|---|
Ἀλλ' ὅπως, ὦ γεννά^δα_, |
μὴ πρὸς ὀργὴν ἀντι^λέξεις, |
ἀλλὰ^ συστείλα_ς ἄ^κροισι^ |
χρώμενος τοῖς ἱστί^οις, |
εἶτα^ μᾶλλον μᾶλλον ἄξεις |
καὶ φυ^λάξεις, |
ἡνί^κ' ἂν τὸ πνεῦμα^ λεῖον καὶ κα^θεστηκὸς λά^βῃς. |
Μέγα^ τὸ πρᾶγμα^, πολὺ^ τὸ νεῖκος, ἁ^δρὸς ὁ πόλεμος ἔρχεται. |
Χα^λεπὸν οὖν ἔργον δι^αιρεῖν, ὅτα^ν ὁ μὲν τείνῃ βι^αίως, |
ὁ δ' ἐπα^ναστρέφειν δύ^νηται κἀ_περείδεσθαι τορῶς. |
Ἀλλὰ^ μὴ 'ν ταὐτῷ κά^θησθον· |
εἰσβολαὶ γά^ρ εἰσι^ πολλαὶ χἄ_τεραι σοφισμά^των. |
Ὅ τι^ περ οὖν ἔχετον ἐρίζειν, |
λέγετον, ἔπι^τον, ἀ^νὰ^ δὲ δέρετον |
τά^ τε πα^λαιὰ^ καὶ τὰ^ καινά^, κἀ_ποκινδυ^νεύετον λεπτόν τι^ καὶ σοφὸν λέγειν |
Εἰ δὲ τοῦτο κα^τα^φοβεῖσθον, μή τι^ς ἀ^μα^θί^α_ προσῇ |
τοῖς θεωμένοισι^ν, ὡς τὰ^ λεπτὰ^ μὴ γνῶναι λεγόντοιν, |
μηδὲν ὀρρωδεῖτε τοῦθ'· ὡς οὐκέθ' οὕτω ταῦτ' ἔχει. |
Ἐστρα^τευμένοι γά^ρ εἰσι^, |
βιβλί^ον τ' ἔχων ἕκαστος μανθά^νει τὰ^ δεξι^ά_· |
αἱ φύ^σεις τ' ἄλλως κρά^τισται, |
νῦν δὲ καὶ πα^ρηκόνηνται. |
Μηδὲν οὖν δείσητον, ἀλλὰ^ πάντ' ἐπέξι^τον, θεα_τῶν γ' οὕνεχ', ὡς ὄντων σοφῶν. |
Μα^κά^ρι^ός γ' ἀ^νὴρ ἔχων |
ξύ^νεσι^ν ἠκρι_βωμένην. |
Πά^ρα^ δὲ πολλοῖσιν μα^θεῖν. |
Ὅδε γὰ^ρ εὖ φρονεῖν δοκήσας |
πά^λι^ν ἄ^πεισι^ν οἴκα^δ' αὖ, |
ἐπ' ἀ^γα^θῷ μὲν τοῖς πολί_ταις, |
ἐπ' ἀ^γα^θῷ δὲ τοῖς ἑαυτοῦ |
ξυγγενέσι^ τε καὶ φί^λοισι^, |
δι^ὰ^ τὸ συ^νετὸς εἶναι. |
Χα^ρί^εν οὖν μὴ Σωκρά^τει |
πα^ρα^κα^θήμενον λα^λεῖν, |
ἀ^ποβα^λόντα^ μουσι^κὴν |
τά^ τε μέγιστα^ πα^ρα^λι^πόντα^ |
τῆς τρα^γῳδι^κῆς τέχνης. |
Τὸ δ' ἐπὶ^ σεμνοῖσιν λόγοισι^ |
καὶ σκα^ρι_φησμοῖσι^ λήρων |
δι^α^τρι^βὴν ἀργὸν ποεῖσθαι, |
πα^ρα^φρονοῦντος ἀνδρός. |
Πολλὰ^ γὰ^ρ ἀ^νεσχόμην |
πράγμα^τά^ τε καὶ στι^βά^δα^ς ἃ_ς ἔλα^χε Φορμί^ων· |
οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ, |
ἀλλ' ἁ^πα^λὸν ἄν μ' ἴ^δοις καὶ πολὺ^ νεώτερον ἀ^παλλα^γέντα πραγμά^των. |
Καὶ γὰ^ρ ἱ^κα^νὸν χρόνον ἀ^πολλύ^μεθα^ καὶ κα^τα^τετρίμμεθα^ πλα^νώμενοι |
εἰς Λύ^κειον κἀκ Λυ^κείου σὺν δόρει σὺ^ν ἀσπί^δι^. |
Ἀλλ' ὅ τι^ μά^λιστα^ χα^ρι^ούμεθα^ ποιοῦντες, ἄ^γε, φράζε· σὲ γὰ^ρ αὐτοκρά^τορ' εἵλετ' ἀ^γα^θή τι^ς ἡμῖν τύ^χη. |
εἴ τι^ κεχα^ρισμένον |
χοιρί^δι^ον οἶσθα^ πα^ρ' ἐμοῦ γε κα^τεδηδοκώς, |
Οὐκ ἀ^κούεις οἷα^ θωπεύουσί^ σ', ὦναξ δέσποτα^; |
Μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ὥστε τήνδε μὴ λα^βεῖν· |
ἀλλὰ^ χά^ρι^σ', ὦ φι^λανθρωπότα^τε καὶ μεγα^λοδωρότα^τε δαιμόνων, |
εἴ τι^ Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς. |
Καί σε θυ^σί^αισι^ν ἱ^εραῖσι^ προσόδοις τε μεγά^λαισι^ δι^ὰ^ παντός, ὦ δέσποτ', ἀ^γα^λοῦμεν ἡμεῖς ἀ^εί. |
σῷ γὰ^ρ ἐδά^μην πόθῳ, |
δαιμόνι^α^ βουλόμενος εἰς ἀ^γρὸν ἀ^νερπύ^σαι. |
Ἦσθα^ γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη, |
πᾶσι^ν ὁπόσοι γεωργικὸν βίον ἐτρίβομεν· μόνη γὰ^ρ ἡμᾶς ὠφέλεις. |
Πολλὰ^ γὰ^ρ ἐπάσχομεν πρίν ποτ' ἐπὶ^ σοῦ γλυ^κέα^ κἀ_δά^πα^να^ καὶ φί^λα_. |
Τοῖς ἀ^γροίκοισιν γὰ^ρ ἦσθα^ χῖδρα^ καὶ σωτηρί^α_. |
Ὥστε σὲ τά^ τ' ἀμπέλι^α^ καὶ τὰ^ νέα^ συ_κί^δι^α^ τἄλλα^ θ' ὁπόσ' ἐστὶ^ φυ^τὰ^ προσγελά^σεται λα^βόντ' ἄσμενα^. |
ὢ εἶα^, ὢ εἶα^. |
Οὐ ξυλλήψεσθ'; Οἷ' ὀγκύλλεσθ'· οἰμώξεσθ', οἱ Βοιωτοί. |
ἄ^γε νῦν ξυ^να^νέλκετε καὶ σφώ. |
Οὔκουν ἕλκω κἀξαρτῶμαι |
κἀ_πεμπίπτω καὶ σπουδάζω; |
Πῶς οὖν οὐ χωρεῖ τοὔργον; |
Μικρόν γε κι_νοῦμεν. |
τοὺς μὲν τείνειν, τοὺς δ' ἀντισπᾶν; Πληγὰς λήψεσθ', Ἁργεῖοι. |
κα^κόνοι τι^νές εἰσι^ν ἐν ἡμῖν. |
Ὑ_μεῖς μὲν γοῦν οἱ κιττῶντες |
τῆς εἰρήνης σπᾶτ' ἀνδρείως. |
Ἀλλ' εἴσ' οἳ κωλύ_ουσιν. |
μοῦσα^, σὺ^ μὲν πολέμους ἀ^πωσα^μένη μετ' ἐμοῦ |
τοῦ φί^λου χόρευσον, |
κλείουσα^ θεῶν τε γά^μους |
ἀνδρῶν τε δαῖτας καὶ θα^λί^ας μα^κά^ρων· |
σοὶ γὰρ τά^δ' ἐξ ἀρχῆς μέλει. |
Ἢν δέ σε Καρκί^νος ἐλθὼν |
ἀντι^βολῇ μετὰ^ τῶν παίδων χορεῦσαι, μήθ' ὑ^πά^κουε μήτ' ἔλθῃς συ^νέρι_θος αὐτοῖς, ἀλλὰ^ νόμιζε πάντας |
ὄρτυ^γα^ς οἰκογενεῖς, γυ^λι^αύχενα^ς ὀρχηστὰς |
να_νοφυ^εῖς, σφυ^ρά^δων ἀ^ποκνήσμα^τα^, μηχα^νοδί_φας. |
Καὶ γὰ^ρ ἔφασχ' ὁ πα^τὴρ ὃ πα^ρ' ἐλπί^δας |
εἶχε τὸ δρᾶμα^ γα^λῆν τῆς ἑσπέρας ἀ^πάγξαι. |
Τοιά^δε χρὴ Χα^ρί^των δα_μώμα^τα^ καλλι^κόμων |
τὸν σοφὸν ποητὴν |
ὑμνεῖν, ὅτα^ν ἠρι^νὰ^ μὲν |
φωνῇ χελι_δὼν ἑζομένη κελα^δῇ, |
χορὸν δὲ μὴ 'χῃ Μόρσι^μος |
μηδὲ Μελάνθι^ος, οὗ δὴ |
πικροτά^την ὄπα^ γηρύ_σαντος ἤκουσ', ἡνί^κα^ τῶν τρα^γῳδῶν τὸν χορὸν εἶχον ἁ_δελφός τε καὶ αὐτός, ἄμφω |
Γοργόνες ὀψοφά^γοι, βα^τι^δοσκόποι Ἅρπυιαι, |
γρα_οσόβαι μι^α^ροί, τρα^γομάσχα^λοι ἰχθυ^ολῦμαι· |
ὧν κα^τα^χρεμψα^μένη μέγα^ καὶ πλα^τὺ^ |
Μοῦσα^ θεὰ_ μετ' ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. |
Εὐδαιμονι^κῶς γ' ὁ πρεσβύ_της, ὅσα^ γ' ὧδ' ἰ^δεῖν, τὰ^ νῦν τά^δε πράττει. |
Τί^ δῆτ', ἐπειδὰν νυμφί^ον μ' ὁρᾶτε λαμπρὸν ὄντα_; |
Ζηλωτὸς ἔσει γέρων |
αὖθις νέος ὢν πά^λιν, μύ^ρῳ κα^τά^λειπτος. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.