| -----Title----- | |
| τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μεθοδίου ἐπισκόπου Πατάρων τοῦ μάρτυρος λόγος ἠκριβωμένος περὶ τῆς βασιλείας τῶν ἐθνῶν καὶ εἰς τοὺς ἐσχάτους καιροὺς ἀκριβὴς ἀπόδειξις ἀρχόμενος ἀπὸ Ἀδὰμ ἕως συντελείας κόσμου. | |
| -----1----- | |
| ᾽Ιστέον ὅτι ἐξελθόντες ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα ἐκ τοῦ παραδείσου παρθένοι ἐτύγχανον. ᾽Eν δὲ τῷ τριακοστῷ χρόνῳ τῆς ἐξόδου αὐτῶν ἐκ τοῦ παραδείσου <Αδὰμ ἔγνω(κεν) Εὔαντὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσa> τέτοκεν Κάϊν τὸν | |
| πρωτότοκον καὶ τὴν ἀδελφὴν᾽ αὐτοῦ Καλμάναν. καὶ μετὰ τριακοστὸν ἕτερον ἔτος ἐγέννησε τὸν Ἄβελ σὺν τῇ Δεβόρᾳ τῇ ἀδελφῇ αὐτοῦ. | |
| Tῷ δὲ ἑκατοστῷ τριακοστῷ χρόνῳ τῆς ζωῆς τοῦ Ἀδὰμ ἀπέκτεινεν ὁ Κάϊν Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐποίησαν κοπετὸν ἐπ᾽ αὐτὸν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα ἐπὶ χρόνους ἑκατόν. | |
| τῷ δὲ διακοσιοστῷ τριακοστῷ ἔτει τῆς πρώτης χιλιάδος, ὅ ἐστιν ὁ πρῶτος αἰών, ἐγεννήθη ὁ Σὴθ ἀνὴρ γίγας ἐν ὁμοιώματι τοῦ Ἀδάμ. Τῷ δὲ τεντακοσιοστῷ χρόνῳ τῆς πρώτης χιλιάδος οἱ υἱοὶ τοῦ Κάϊν κατεπόρνευον τὰς γυναῖκας τῶν ἀδελφῶν αὐτῶν. | |
| Γνοὺς οὖν ταῦτα ὁ Ἀδὰμ ἐλυπήθη σφόδρα. Ἔν δὲ τῷ ἑξακοσιοστῷ χρόνῳ τῆς αὐτῆς «πρώτης χιλιάδος οἴστρῳ ἔρωτος πορνείας αἱ τούτων κατεσχέθησαν γυναῖκες καῖ εἰς μανίαν ἐτράπησαν καὶ | |
| τοῖς ἰδίοις ἄνδρασιν ὡς γυναιξὶν ἐκέχρηντο, καὶ γεγόνασιν ἀληθῶς προῦπτος αἰσχύνη τοῖς ὁρῶσι, καταπορνεύσασαι τὴν αἰδὼ. | |
| Τῷ δὲ ὀκτακοσιοστῷ χρόνῳ τῆς ζωῆς τοῦ Ἀδὰμ κατ ἐπλάτυνε ἐν τῇ γῇ τὸ μύσος τῆς πορνείας ὑπὸ τῶν υἱῶν τοῦ ἀδελφοκτόνου Κάϊν. | |
| Ἐτελεύτησε δὲ ὁ Ἀδὰμ τῷ ἐνακοσιοστῷ τριακοστῷ χρόνῳ τῆς πρώτης χιλιάδος. καὶ τηνικαῦτα ἐχωρίσθησαν ἀπ᾽ ἀλλήλων ἡ τοῦ Σὴθ γενεὰ ἐκ τῆς τοῦ Κάϊν συγγενείας, καὶ ἀνήνεγκε Σὴθ τὴν αὐτοῦ γενεὰν ἄνω ἐν ὄρει τινὶ | |
| παραπλησίῳ ὄντι τοῦ παραδείσου. Καὶ κατῴκουν ὅ τε Κάϊν καὶ ἡ τούτου συγγένεια ἐν τῷ πεδίῳ, ἐν ᾧ τὴν θεήλατον ἀδελφοκτονίαν εἰργάσατο. Τῷ δὲ τεσσαρακοστῷ χρόνῳ τοῦ Ἰάρεδ ἐπληρώθη ἡ πρώτη χιλιὰς ἤγουν ὁ πρῶτος αἰών. | |
| -----2----- | |
| Τῷ δὲ τριακοσιοστῷ τεσσαρακοστῷ χρόνῳ τοῦ Ἰάρεδ, ἤγουν τῆς δευτέρας χιλιάὰδος, ἐπανέστησαν κακότεχνοι ἄνδρες, πονηροὶ καὶ παράνομοι, πάσης ἀνομίας πλήρεις, ἐκ τῶν υἱῶν τοῦ Κάϊν, Ἰουβὴθ καὶ Θουλουκήλ, τέκνα τοῦ | |
| Λαμὲχ τοῦ τυφλοῦ, τοῦ καὶ τὸν Κάϊν ἀποκτείναντος: ὧν καὶ κυριεύσας ὁ διάβολος ἐτροπώσατο αὐτους ἅπαν εἶδος μουσικῶν κατασκευάσαι. | |
| Τῷ δὲ πεντακοσιοστῷ χρόνῳ τῆς δευτέρας χιλιὰδος ἔτι μειζόνως ἐξεκαύθησαν ἐπὶ τῇ ἀθέσμῳ πορνείᾳ πάντες οἱ ἄνθρωποι ἐν τῇ παρεμβολῇ Κάϊν τῆς προτέρας χείρονες γενομένοι γενεᾶς, οἱ καὶ δίκην ἀλόγων ζῴων ἀλλήλοις | |
| ἐπέβαινον, ἐπὶ μὲν τοὺς ἄρρενας τὸ θῆλυ, ἐπὶ δὲ θήλυ τὸ ἄρρεν. | |
| Τῷ δὲ ἑπτακοσιοστῷ ἔτει τῆς τοῦ Ἰάρεδ ζώης ἤτοι ἐν τῇ δευτέρᾳ χιλιάδι προσέθετο ὁ πονηρὸς καὶ ὀλέθριος διάβολος πόλεμον πορνείας προσάψαι τοῖς υἱοῖς Σὴθ εἰς τὰς θυγατέρας τοῦ Κάϊν καὶ ἐξωθήσας ἔρριψε τοὺς γίγαντας | |
| τοῦ Σὴθ ἐν βόθρῳ τῆς ἁμαρτίας. Καὶ ὀργισθεὶς κύριος ὁ θεὸς ἐν τῷ τέλει τῆς δευτέρας χιλιάδος ἐγένετο ὁ κατακλυσμὸς τῶν ὑδάτων καὶ ἠφανίσθη πᾶσα ἡ πρώτη δημιουργία καὶ διάπλασις. | |
| -----3----- | |
| Καὶ τῷ δὲ ἑξακοσιοστῷ δωδεκάτῳ ἔτει τῆς ζωῆς Νῶε ἐν χρόνῳ δωδεκάτῳ! τῆς τρίτης χιλιάδος μετὰ τὸ ἐξελθεῖν Νῶε τῆς κιβωτοῦ, ἔκτισαν οἱ υἱοὶ Νῶε νέον κτίσμα ἐν τῇ | |
| ἐξωτέρᾳ γῇ καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ χωρίου Θαμνὼν ἐπὶ τῷ ὀνόματι τοῦ ἀριθμοῦ τῶν ἐξελθουσῶν ὀκτὼ ψυχῶν ἐκ τῆς κιβωτοῦ. | |
| τῷ δὲ ἑκατοστῷ χρόνῳ τῆς τρίτης χιλιάδος ἐγεννήθη τῷ ΝΥῆῶε υἱὸς ἐν ὁμοιώματι αὐτοῦ καὶ ἐπωνόμασεν αὐτὸν Ἰώνητον. τῷ δὲ τριακοσιοστῷ χρόνῳ τῆς τρίτης χιλιάδος | |
| ἔδωκε Νῶε χαρίσματα <Ἰωνήτῳ> τῷ υἱῷ αὐτοῦ καὶ ἀπέστειλεν αὐτὸν ἐν τῇ γῇ τῆς ἑῴας. | |
| Καὶ μετὰ τὴν τοῦ ΝΝῶε τελευτὴν τῷ ἑξακοσιοστῷ ἐνενηκοστῷ ἔτει τῆς τρίτης χιλιάδος ἀνῆλθον οἱ υἱοὶ Νῶε ἐκ τῆς ἑῴας γῆς καὶ ἔκτισαν ἑαυτοῖς πύργον ἐν γῇ Σεναάρ. κἀκεῖ | |
| ἐφύρθησαν αἱ γλῶσσαι καὶ διεμερίσθησαν ἐπὶ προσώπου πάσης τῆς γῆς. | |
| Ἰώνητος δὲ ὁ τοῦ Νῶε υἱὸς εἰσῆλθεν εἰς τὴν ἑῴαν μέχρι τῆς θαλάσσης τῆς ἐπιλεγομένης ἡλίου χώρας, ἔνθα ἡ ἀνατολὴ γίνεται τοῦ ἡλίου, καὶ κατῴκησεν ἐκεῖ. | |
| Oὗτος δὲ ὁ Ἰώνητος ἔλαβε παρὰ θεοῦ χάρισμα σοφίας,ὃς πρῶτος ἀστρονομίας τὴν τέχνην ἐφεύρατο. ΠΙρὸς τοῦτον δὲ κατελθὼν ὁ Νεβρὼδ ὁ γίγας καὶ παιδευθεὶς εἴληφε παρ᾽ αὐτοῦ τὴν βουλὴν ἐφ᾽ ᾧ βασιλεῦσαι αὐτόν. Νεβρὼδ | |
| δὲ οὗτος τῶν ἡρώων ἐτύγχανεν τῶν τέκνων τοῦ Σὴμ καὶ αὐτὸς πρῶτος ἐβασίλευσεν ἐπὶ τῆς γῆς. | |
| τῷ δὲ ἑπτακοσιοστῷ ἐνενηκοστῷ ἔτει τῆς τρίτης χιλιάδος ἐκτίσθη ἡ Βαβυλὼν ἡ μεγάλη καὶ ἐβασίλευσεν ἐν αὐτῇ ὁ Νεβρώδ, καὶ μετὰ ταῦτα ἐποίησαν ἑαυτοῖς υἱοὶ Χὰμ βασιλέα ἐξ αὐτῶν, οὗ τὸ ὄνομα Πόντιπος. Καὶ τῷ ἑπτα- | |
| κοσιοστῷ ἐνενηκοστῷ ἐνάτῳ χρόνῳ τῆς τρίτης χιλιάδος, τῷ τρίτῳ ἔτει τῆς βασιλείας Νεβρὼδ, ἔπεμψαν ἄνδρας δυνατοὺς ἐκ τῶν τέκνων τοῦ Ἰάφεθ, σοφοὺς πάνυ τεχνίτας καὶ ἀρχιτέκτονας, καὶ κατῆλθον εἰς τὴν ἑῴαν γῆν πρὸς | |
| Ἰώνητον τὸν υἱὸν Νῶε καὶ φκοδόμησαν αὐτῷ πόλιν καὶ ἐπωνόμασαν αὐτὴν Ἰώνητον κατὰ τὴν προσηγορίαν αὖτοῦ. | |
| Καὶ εἰρήνη πολλὴ γέγονεν ἐπὶ τῆς βασιλείας Ἰωνήτου καὶ Νεβρὼδ ἄχρι τῆς ἄρτι. Ἐπὶ δὲ τῆς βασιλείας Νεβρὼδ υἱοῦ Σὴμ καὶ Ποντίπου υἱοῦ Χὰμ οὐκ ἦν εἰρήνη. ἐν γὰρ ταῖς ἡμέραις Νεβρὼδ οὗ υἱοὶ Χὰμ καὶ Ἰάφεθ κατ᾽ ἀλλήλων | |
| ὡπλίζοντο. | |
| ᾿'Εγρραγψε δὲ Ἰώνητος ἐπιστολὴν πρὸς Νεβρὼδ οὕτως ὅτι ἡ βασιλεία <τῶν υἱῶν> τοῦ Ἰάφεθ, αὕτη μέλλει ἐξαλείφειν τὴν βασιλείαν τῶν τέκνων τοῦ Χάμ. Αὗται γὰρ πρῶται | |
| βασιλεῖαι ἀνεδείχθησαν ἐπὶ τῆς γῆς καὶ μετὰ ταῦτα ἔμαθον πάντα τὰ ἔθνη καθιστᾶν ἑαυτοῖς βασιλεῖς. | |
| -----4----- | |
| μετὰ δὲ τὴν βασιλείαν ΝΝεβρώδ, τελεσθείσθης ἤδη τῆς τρίτης χιλιάδος, τῷ ἑβδομηκοστῷ τετάρτῳ ἔτει, τουτέστι τῷ τριακοστῷ ἑβδόμῳ ἔτει τῆς τετάρτης χιλιάδος, ἀεὶ ἐπολέμησαν μετ᾽ ἀλλήλων ἀμφότεραι αἱ βασιλεῖαι. | |
| καὶ ἧττήθη ἡ τῶν Αἰγυπτίων βασιλεία ὑπὸ τῆς Νεβρὼδ βασιλείας. Καὶ περικρατὴς γέγονεν ἡ βασιλεία Βαβυλῶνος ἐν τῷ σπέρματι Νεβρὼδ ἕως τοῦ Χουζιμιζδῆ. οὗτος ἔλαβεν ἑαυτῷ γυναῖκα ἐκ τῶν τέκνων τοῦ Χάμ. | |
| Τελευτήσαντος δὲ τοῦ Χουζιμιζδῇ ἔλαβεν Ἰζδὴ ὁ τούτου ἀπόγονος τὴν ἑαυτοῦ μητέρα εἰς γυναῖκα καὶ ἐγέννησεν ἑαυτῷ τὸν Ἐρεσδή. Οὗτος συνήγαγεν ἑαυτῷ δυνάμεις πολλὰς καὶ ἐπανέστη κατὰ τῆς βασιλείας τῶν τέκνων τοῦ | |
| Χὰμ καὶ αἰχμαλώτευσεν αὐτοὺς καὶ κατέφλεξε πάσας τὰς χώρας τῆς δύσεως πυρί. | |
| Τῷ δὲ δευτέρῳ ἔτει τῆς βασιλείας Χοσδρῶ, υἱοῦ τοῦ Ἐρεσδῆ, συνηθροίσθησαν οἱ υἱοὶ Χὰμ καὶ κατῆλθον ἐπὶ τὴν ἑῴαν τοῦ πολεμῆσαι μετὰ τοῦ βασιλέως Χοσδρῶ. Ἦσαν δὲ τριακόσιαι εἴκοσι χιλιάδες πεζῶν ῥάβδους μόνον | |
| κατέχοντες ἐν ταῖς χερσὶν αὐτῶν. | |
| Ἀκούσας δὲ Χοσδρῶ περὶ τούτων ἐμειδίασε καὶ παρείασεν αὐτοὺς ἄχρις ἂν παρῆλθον τὸν Τίγριν ποταμόν. Κἀκεῖ ἐξαπέστειλεν κατ᾽ αὐτῶν τὸν ἴδιον στρατὸν ἐπιβάντας ἐπὶ ἐλεφάντων καὶ ἀπέκτεινεν ἅπαντας, | |
| καὶ οὐχ ὑπἐλείφθη ἀπ᾽ αὐτῶν οὐδὲ εἷς, καὶ οὐ προσέθηκαν ἔτι πολεμῆσαι υἱοὶ Χάμ. Ἔκτοτε παροξύνθησαν αἱ βασιλεῖαι κατ᾽ ἀλλήλων. | |
| -----5----- | |
| Καὶ ἐν τῷ τέλει τῆς τετάρτης χιλιάδος, ἤτοι τῷ εἰκοστῷ πέμπτῳ χρόνῳ τοῦ Χοσδρώ, τῷ πέμπτῳ χρόνῳ τῆς πέμπτης χιλιάδος, κατῆλθε Σαμψισανὼ ἐκ τῆς ἑῴας, ὅς ἐστιν ἐκ τῆς | |
| συγγενείας Ἰωνήτου τοῦ υἱοῦ Νῶε, καὶ ἠρήμωσεν ἀπὸ τοῦ Εὐφράτου ἕως τοῦ Ἐδροηγάν, τουτέστιν ἐξήκοντα ἑπτὰ πόλεις καὶ τὰς χώρας αὐτῶν | |
| καὶ ἐπέβη ἐπὶ τὰς τρεῖς βασιλείας τῶν Ἰνδῶν καὶ κατέκαυσε πυρὶ καὶ ἠρήμωσε καὶ ἐξῆλθεν ἐπὶ τῆν ἔρημον Σαβὰ καὶ κατέκοψε τὴν παρεμβολὴν τῶν τέκνων τοῦ Ἰσμαὴλ τοῦ υἱοῦ τῆς Ἄγαρ τῆς Αἰγυπτίας, παιδίσκης | |
| Σάρρας γυναικὸς Ἀβραάμ. Καὶ ἀπέδρασαν ἅπαντες καὶ ἀπέφυγον ἐκ τῆς ἐρήμου Αἰθρίβων καὶ εἰσῆλθον εἰς τὴν οἰκουμένην γῆν καὶ ἐπολέμησαν μετὰ τῶν βασιλέων τῶν ἐθνῶν καὶ ἠρήμωσαν καὶ αἰχμαλώτευσαν καὶ κατεκυρίευσαν | |
| τὰς βασιλείας τῶν ἐθνῶν τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας. | |
| καὶ ἐπλήσθη ἡ γῆ ἐξ αὐτῶν καὶ ἐκ τῆς παρεμβολῆς αὐτῶν. ἦσαν γὰρ ὡς ἀκρίδες καὶ ἐπορεύοντο γυμνοὶ καὶ ἤσθιον κρέαι<ς>. καμήλων κατεσκευασμένον ἐν +βαφίοις+ καὶ ἔπινον αἷμα κτηνῶν καὶ γάλα. | |
| ῾Ὅτε οὖν κατεκράτησαν οἱ υἱοὶ Ἰσμαὴλ πάσης τῆς γῆς καὶ ἠρήμωσαν πόλεις καὶ χώρας αὐτῶν καὶ κατεδυνάστευσαν ἐν ὅλαις ταῖς νήσοις, τὸ τηνικαῦτα κατεσκεύαζον ἑαυτοῖς ναῦς καὶ δίκην πετεινῶν ταύταις κεχρημένοι ἵπταντο | |
| ἐπὶ τῶν ὑδάτων «τῆς θαλάσσης" καὶ ἀνῆλθον εἰς τὰς χώρας τῆς δύσεως μέχρι τῆς μεγάλης Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοῦ +Γιγήτου+ καὶ Θεσσαλονίκης καὶ Σαρδανίας | |
| τῆς μεγάλης καὶ ἐπέκεινα Ῥώμης. Καὶ κατεκυρίευσαν τῆς γῆς ἐπὶ χρόνους ἑξήκοντα καὶ ἐποίησαν ἐν αὐτῇ ὅσα ἠθέλησαν. | |
| Μετὰ δὲ ἑβδομάδας ὀκτὼ καὶ ἥμισυ τῆς αὐτῶν δυναστείας, δι῾ ἧς κατεκράτησαν πάσας τὰς βασιλείας τῶν ἐθνῶν, ὑπερυψώθη αὐτῶν ἡ καρδία ἐν τῷ θεάσασθαι αὐτοὺς κυριεύσαντας | |
| καὶ κατακρατήσαντας ἅπαντας. | |
| 'Εν δὲ τῷ καιρῷ ἐκείνῳ γεγόνασιν ἐν αὐτοῖς τύραννοι ἀρχιστράτηγοι τέσσαροι υἱοὶ τυχχάνοντες Οὐμαίας τῆς οὕτω παρ᾽ αὐτοῖς ὀνομαζομένης, ὧν τὰ ὀνόματα Ὀρὴβ καὶ Ζὴβ καὶ Ζεβαιὲ καὶ Σαλμανά. οὗτοι ἐπολέμησαν μετὰ | |
| τῶν Ἰσραηλιτῶν, καὶ καθ᾽ ὃν τρόπον ἐποίησεν αὐτοῖς ὁ θεὸς λύτρωσιν ἐκ τῶν χειρῶν τῶν Αἰγυπτίων διὰ Μωσέως τοῦ θεράποντος αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ τότε | |
| καιρῷ ἐποίησεν μετ᾽ αὐτῶν ἔλεος καὶ ἐλυτρώσατο αὐτοὺς ἐξ αὐτῶν διὰ τοῦ Γεδεὼν καὶ ἠλευθερώθη ὁ Ἰσραὴλ ἐκ τῆς δουλείας τῶν τέκνων τοῦ Ἰσμαήλ. | |
| Oὗτος γὰρ ὁ Γεδεὼν κατέκοψε τὰς παρεμβολὰς αὐτῶν καὶ ἐκδιώξας ἐξήνεγκεν αὐτοὺς ἐκ τῆς οἰκουμένης γῆς εἰς τὴν ἔρημον Ἐθρίβ, ἐξ ἧς ἐτύγχανον. | |
| Καὶ οἱ ὑπολειφθέντες δέδωκαν συνθήκας εἰρήνης τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐξῆλθον ἐπὶ τὴν ἔρημον τὴν ἐξωτέραν ἐννέα φυλαί: μέλλουσι δὲ ἐξιέναι ἄλλο ἅπαξ καὶ ἐρημῶσαι τὴν γῆν καὶ κατακρατῆσαι τὴν οἰκουμένην καὶ τὰς χώρας | |
| ἐν εἰσόδῳ εἰρήνης ἀπὸ τῆς Αἰγύπτου ἕως Αἰθιοπίας καὶ ἀπὸ τοῦ Εὐφράτου μέχρι Ἰνδίας καὶ ἀπὸ τοῦ Τίγριδος ἕως τῆς εἰσόδου ΝΝνὼδ βασιλείας Ἰωνήτου υἱοῦ Νῶε καὶ ἀπὸ Βορρᾶ ἕως Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ καὶ Γιγήτου καὶ Θεσσαλονίκης καὶ Ὀβοίας" | |
| καὶ ἕως τῆς θαλάσσης τοῦ Πόντου, καὶ ἐν διπλότητι ἔσται ὁ ζυγὸς αὐτῶν ἐπὶ τραχήλου πάντων τῶν ἐθνῶν. | |
| Καὶ οὐκ ἔσται ἔθνος ἢ βασιλεία ὑπὸ τὸν οὐρανὸν οἵ ἰσχύσουσι πολεμῆσαι αὐτοὺς ἄχρι ἀριθμοῦ χρόνων ἑβδομάδων ἑπτά. Καὶ μετὰ ταῦτα ἡττηθήσονται ὑπὸ τῆς βασιλείας τῶν Ῥωμαίων καὶ ὑποταγήσονται αὐτῇ᾽ καὶ γὰρ | |
| αὐτὴ μεγαλυνθήσεται ὑπὲρ πάσας τὰς βασιλείας τῶν ἐθνῶν καὶ οὐ μὴ ἐξαλειφθῇ ὑπ᾽ οὐδεμιᾶς αὐτῶν εἰς τὸν αἰῶνα: ἔχει γὰρ ὅπλον «ανίκητον», δι’ οὗ πάντες αὐτῇ ἡττηθήσονται. | |
| -----6----- | |
| 'Απ' ἐντεῦθεν οὖν κατανοήσατε ἐκ τῶν κυκλικῶν χρόνων τῶν βασιλέων καὶ αὐτὴ ἡ ἀλήθεια τῶν πραγμάτων δείκνυσιν ἑαυτὴν φανεράν, ἄνευ πλάνης ἢ ἀπάτης τινός. | |
| Ἀπὸ Νεβρὼδ γὰρ τοῦ ἥρωος μέχρι τοῦ Περουσδὲκ ἡ βασιλεία τῶν γιγάντων κατεκράτει τῆς γῆς Βαβυλῶνος καὶ ἀπὸ τοῦ Περουσδὲκ ἕως Σῆς τοῦ γέροντος ἐκ τῆς Ἰδρουηγὰν ἐβασίλευον Πέρσαι καὶ ἐκ τοῦ Σῆς ἕως Περουσδὲκ | |
| ἐβασίλευον οὗ ἐκ τῆς «ὡ.ὗλὲκ καὶ Κτησφοῦν, καὶ ἐκ τῆς Περουσδῆ ἕως Σενερὴβ οἱ ἐκ Βαβυλῶνος ἐβασίλεῦον. | |
| Καὶ ἔλαβεν Σενερὴβ γυναῖκαν τὴν Ἱεκνὰδ ἐκ τῆς Ἀραρὰτ καὶ ἐγέννησεν αὐτῷ Ἀρδεμέλεχ καὶ Τζαρατζὰρ καὶ οὗτοι ἀπέκτειναν τὸν ἑαυτῶν πατέρα καὶ ἔφυγον εἰς τὴν γῆν Ἀραρὰτ. | |
| Καὶ ἐβασίλευσεν ἐκεῖ Σαραδὼν εἰς Βαβυλῶνα ἀντὶ τοῦ πατρὸς αὐτοῦ Σενερήβ, καὶ Ναβουχοδονόσορ ὁ ἐκ πατρὸς γενόμενος Λουζία καὶ ἐκ μητρὸς βασιλίσσης Σαβᾶ. | |
| Ἡνίκα οὖν εἰσῆλθε Σενερὴβ τοῦ πολεμῆσαι μετὰ τοῦ βασιλέως Ἰνδίας καὶ ἕως Σαβᾶ καὶ ἐρήμωσε πολλὰς χώρας, συνεξῆλθεν αὐτῷ Ναβουχοδονόσορ, ἐκείνου δηλονότι συνεξαγαγόντος αὐτὸν μεθ᾽ ἑαυτοῦ, καὶ κατέστησεν αὐτὸν | |
| ἀρχιστράτηγον αὐτοῦ, καὶ διὰ τὴν ἐν αὐτῷ σοφίαν καὶ δυναστείαν ἐδόθη αὐτῷ ἡ βασιλεία Βαβυλῶνος. | |
| Καὶ ἔλαβεν ἑαυτῷ γυναῖκα ἐκ τῶν Μήδων τὴν Ἔρουσδούμ, καὶ μετὰ τὴν τελευτὴν Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ ἐβασίλευσεν Δαρεῖος ὁ Μῆδος ὁ ἀπέγγονος τῆς Ἐρουσδούμ. Δαρεῖος δὲ ἔγημεν τὴν Δωροὺμ | |
| Πέρσισσαν οὖσαν, ἐξ ἧς τίκτεται Χώρης ὁ Πέρσης. | |
| -----7---- | |
| 'Ακουε τοίνυν πῶς συνήφθησαν οἱ βασιλεῖς οὗτοι ἀλλήλοις, οἱ μὲν τῆς Βαβυλῶνος τοῖς Μήδοις, Πέρσαις δὲ Μῆδοι, καὶ περικρατεῖς γεγόνασιν οἱ ἐκ Βαβυλῶνος τῆς τε Αἰθιοπίας καὶ Σαβᾶ καὶ τῶν βασιλέων τῶν ἐθνῶν ἀπὸ | |
| θαλάσσης ἕως τοῦ Εὐφράτου ποταμοῦ, ἔτι δὲ καὶ τῆς βασιλείας τοῦ Δαβὶδ διὰ τοῦ Ναβουχοδονόσορ, ἔτι δὲ καὶ τῶν Ἀρράβων καὶ τῶν Αἰγυπτίων. | |
| Δαρεῖος δὲ ὁ Μῆδος κατεκυρίευσε τῆς τε βασιλείας τῶν Ἰνδῶν καὶ Λιβύων, Χώρης δὲ ὁ Πέρσης κατεκράτησε Θράκης καὶ ἀπελυτρώσατο τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας προστάξας ἀνοικοδομῆσαι | |
| τὸν ναὸν τοῦ θεοῦ τὸν ὑπὸ Ναβουχοδονόσορ καταπτωθέντα καὶ διὰ τοῦτο γέγονεν κατὰ τὴν διάταξιν τοῦ βασιλέως Χώρου. | |
| -----8----- | |
| 'Ακουε τοίνυν αὖθις σὺν ἀκριβείᾳ, πῶς αἱ τέσσαρες βασιλεῖαι ἀλλήλαις συνήφθησαν, οἱ Αἰθίοπες Μακεδόσι, Ῥωμαίοις καὶ Ἕλληνες: αὗταί εἰσιν οἱ τέσσαρες ἄνεμοι τῆς ὑπ᾽ οὐρανόν, οὗς ἐθεάσατο ὁ Δανιὴλ συσσείοντας τὴν μεγάλην θάλασσαν. | |
| φιίλιππος γὰρ ὁ Ἀλεξάνδρου πατὴρ Μακεδὼν ἦν καὶ ἔγημε τὴν Χουσὴθ θυγατέρα τοῦ βασιλέως Φὸλ τῆς Αἰθιοπίας, ἐξ ἧς οὗτος Ἀλέξανδρος τίκτεται Ἑλλήνων τύρρᾶανος γεγονώς. | |
| Οὗτος κτίζει Ἀλεξάνδρειαν τὴν μεγάλην καὶ βασιλεύει ἐν αὐτῇ χρόνους δέκα καὶ ἐννέα. οὗτος κατελθὼν εἰς τὴν ἑῴαν ἀπέκτεινε Δαρεῖον τὸν Μῆδον καὶ κατεκυρίευσε χωρῶν | |
| πολλῶν καὶ πολέων καὶ περιενόστησε τὴν γῆν καὶ κατήχθη ἕως τῆς <ἑῴας καὶ τῆς> θαλάσσης τῆς ἐπονομαζομένης ἡλίου χώρας, ἔνθα καὶ ἑώρακεν ἔθνη ἀκάθαρτα καὶ δυσειδῇ. | |
| Εἰσὶ δὲ ἐκ τῶν υἱῶν Ἰαφὲθ ἀπόγονοι, ὧν τὴν ἀκαθαρσίαν θεασάμενος ἐμυσάχθη: ἤσθιον γὰρ ἅπαντες αὐτῶν κανθαροειδῶς μυσαρά τε καὶ κίβδηλα: κύνας, μύας, κάτας, ὄφεις, | |
| νεκρῶν σάρκας, ἀμβλώματα, ἐκτρώματα, ἔμβρυα μήπω τελείως ἀπαρτισθέντα ἤ τινα τῆς διαπλάσεως ἀποσῴζοντα χαρακτῆρα καὶ ταῦτα κτηνῶν, οὐ μὴν ἀλλὰ καὶ ἅπαν εἶδος | |
| θηρίων ἀκαθάρτων, τοὺς δὲ νεκροὺς οὐκ ἔθαπτον, ἀλλ᾽ ἤσθιον αὐτοὺς. | |
| Ταῦτα ὁ Ἀλέξανδρος ἰδὼν γινόμενα ὑπ᾽ αὐτῶν τά τε μυσαρὰ καὶ ἀθέμιτα, δεδιὼς μήποτε μιάνωσι πᾶσαν τὴν γῆν ἐδεήθη τοῦ θεοῦ περὶ αὐτῶν καὶ προστάξας συνήγαγεν ἅπαντας αὐτούς τε καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πάσας τὰς παρεμβολὰς αὐτῶν. | |
| Ταῦτα δὲ πάντα θεασάμενος ὁ Ἀλέξανδρος ὑπ᾽ αὐτῶν ἐναγῶς καὶ μυσαρῶς γενόμενα," δεδοικὼς μήπως ἀφίκνοιτο ἐν τῇ ἁγίᾳ γῇ καὶ μιάνωσιν αὐτὴν ἐκ τῶν μιαρῶν αὐτῶν ἐπιτηδευμάτων, ἐδεήθη τοῦ θεοῦ ἐκτενῶς καὶ προστάξας | |
| συνήγαγεν αὐτοὺς ἅπαντας καὶ «τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ ἁπαξαπλῶς πάσας τὰς παρεμβολὰς αὐτῶν. | |
| Καὶ ἐξαγαγὼν αὐτοὺς ἐκ τῆς ἑῴας γῆς κατεδίωξεν ὀπίσω αὐτῶν, ἕως οὗ εἰσήχθησαν ἐν τοῖς πέρασιν τοῦ Βορρᾶ, καὶ οὐκ ἔστιν εἴσοδος οὔτε ἔξοδος ἀπὸ ἀνατολῶν μεχρὶ δυσμῶν, δι᾽ ἧς τις πρὸς αὐτοὺς περάσαι ἢ εἰσελθεῖν | |
| οὐκ εἶχεν. | |
| Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς ἑῴας γῆς καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, ἕως οὗ εἰσήχθησαν ἐν τοῖς πέρασι τοῦ Βορρᾶ, καὶ οὐκ ἔστιν οὔτε εἴσοδος οὔτε ἔξοδος αὐτῶν ἀπὸ ἀνατολῶν μεχρὶ δυσμῶν, δι᾽ ἧς τις πρὸς αὐτοὺς ἢ εἰσέλθῃ ἢ ἐξέλθῃ. | |
| Εὐθὺς οὖν παρακαλέσας τὸν θεὸν ὁ Ἀλέξανδρος, καὶ ἐπήκουσεν αὐτοῦ τῆς δεήσεως καὶ προσέταξε Κύριος ὁ Θεὸς τοῖς δύο ὄρεσιν, οἷς ἐστι προσηγορία οἱ Μαζοὶ τοῦ Βορρᾶ, καὶ ἐπλησίασαν ἀλλήλοις ἄχρι πηχῶν δυοκαίδεκα. | |
| Καὶ κατεσκεύασε πυλὰς χαλκᾶς καὶ ἐπέχρισεν αὐτὰς ἀσυγκίτῃ, ἵνα εἰ καὶ βούλοιντο ἀνοῖξαι αὐτὰς ἐν σιδήρῳ μὴ δύνανται ἢ διαλῦσαι αὐτὰς πυρὶ μὴ ἰσχύσουσιν, ἀλλ’ | |
| αὐτίκα τὸ πῦρ ὑπαντῶν σβέννυται. τοιαύτη γὰρ ἡ φύσις τοῦ ἀσυγκίτου ἐστίν, ὅτι οὔτε σιδήρου ὑφίσταται τὴν κατάκλασιν οὔτε πυρὸς τὴν διάλυσιν. πάσας γάρ τὰς περινοίας τῶν δαιμόνων καὶ ἐπινοίας ἑώλους τε καὶ κενὰς ἀπεργάζεται. | |
| Ταῦτα τοίνυν τὰ ἐναγῆ τε καὶ κίβδηλα καὶ μυσαρώτατα ἔθνη πάσαις ταῖς μαγικαῖς κακοτεχνίαις κέχρηνται, καὶ ἐν τούτοις αὐτῶν τὴν ῥυπαρὰν καὶ ἀπάνθρωπον, μᾶλλον δὲ | |
| λέγειν μισόθεον, κατήργησε γοητείαν, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε πυρὶ μήτε σιδήρῳ ἢ τινι ἑτέρᾳ ἐπινοίᾳ τὰς τοιαύτας ἀναμοχλεῦσαι πύλας καὶ ἀποδρᾶσαι. | |
| Ἐν δὲ τοῖς ἐσχάτοις καιροῖς κατὰ τὴν τοῦ Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν: ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας τοῦ κοσμοῦ ἐξελεύσεται Γὼγ καὶ Μαγὼγ εἰς τὴν γῆν τοῦ | |
| Ἰσραήλ, οἵ εἰσιν ἔθνη καὶ βασιλεῖς οὗς καθεῖρξεν Ἀλέξανδρος ἐν τοῖς πέρασι τοῦ Βορρᾶ’ Γὼγ καὶ Μαγὼγ καὶ Ἀνοὺγ καὶ Ἀγὴγ καὶ Ἀχενὰζ καὶ Δηφὰρ καὶ Φωτιναῖοι καὶ Λίβιοι | |
| καὶ Εὔνιοι καὶ Φαριζαῖοι καὶ Δεκλημοὶ καὶ Ζαρματαὶ καὶ Θηβλαῖοι καὶ Ζαρματιανοὶ καὶ Χαχώνιοι καὶ Ἀμαζάρθαι καὶ Γαρμίαρδοι καὶ ἀνθρωποφάγοι οἱ λεγόμενοι Κυνοκέφαλοι | |
| καὶ Θάρβιοι καὶ Ἄλανες καὶ Φισολονίκιοι καὶ Ἄρκναιοι καὶ Ἀσαλτήριοι. Οὗτοι οἱ εἴκοσι καὶ δύο βασιλεῖς καθεστήκασιν ἐμφρούριοι ἔνδον τῶν πυλῶν, ὧν ὁ Ἀλέξανδρος ἔπηξεν. | |
| -----9----- | |
| Τελευτήσαντος τοιγαροῦν Ἀλεξάνδρου τοῦ <πρώτου> βασιλέως Ἑλλήνων ἐβασίλευσαν ἀντ᾽ αὐτοῦ οἱ τέσσαρες παῖδες αὐτοῦ: οὐ γὰρ ἔγημε ποτέ. Χουσὴθ δὲ ἡ μήτηρ αὐτοῦ ἀνέλυσεν ἐν τῇ οἰκείᾳ πατρίδι εἰς τὴν Αἰθιοπίαν. | |
| Βύζας οὖν ὁ κτίσας τὸ Βυζάντιον ἀπέστειλεν ἐν τῇ θαλάσσῃ πρὸς τὸν Φὸλ βασιλέα τῆς Αἰθιοπίας Γερμανικὸν τὸν αὐτοῦ στρατηγὸν καὶ εἰρήνευσε μετ᾽ αὐτοῦ, γράψας | |
| αὐτῷ περὶ Χουσὴθ τῆς μητρὸς Ἀλεξάνδρου, ὅπως ἂν αὐτὴν λάβῃ ἑαυτῷ εἰς γυναῖκα καὶ βασιλεύσῃ αὐτήν. | |
| Δεξάμενος οὖν Φὸλ ὁ βασιλεὺς τὰ γράμματα παρὰ τοῦ Γερμανικοῦ καὶ ἑωρακὼς τὰς παρ᾽ αὐτοῦ φιλοτιμίας καὶ δεξάμενος ἄγαν εὐφράνθη: ἀνέστη οὖν καὶ αὐτὸς καὶ συναγαγὼν | |
| ἐξ ὅλων τῶν εἰδῶν Αἰθιοπίας, λαβὼν δὲ ἅμα καὶ τὴν θυγατέρα αὐτοῦ Χουσὴθ ἐπορεύθη εἰς Βύζαν ἔχων μεθ᾽ ἑαυτοῦ τριάκοντα χιλιάδας Αἰθιόπων. Καὶ ἐδεξιώθη ὑπὸ τοῦ Βύζα ἔξω <πέραν> τῆς θαλάσσης ἐν Χαλκηδόνι | |
| μετὰ πλείστης θυμηδίας. Δέδωκε δὲ καὶ δωρήματα πάμπολλα τοῖς συνοῦσιν αὐτῷ, καὶ εἰσῆλθε Φὸλ εἰς Βύζαν καὶ δέδωκε καὶ αὐτὸς φιλοτιμίας μεγάλας καὶ δωρεὰς μεγίστας κατὰ βασιλικὴν μεγαλοψυχίαν. | |
| Καϊ ἔλαβεν Βύζας ὁ βασιλεὺς τὴν Χουσὴθ τὴν θυγατέρα Φὸλ βασιλέως Αἰθιοπίας, ἐξ ἧς ἐτέχθη αὐτῷ θυγάτηρ, ἣν καὶ ὠνόμασεν ἐπ᾽ ὀνόματι τῆς πολέως Βυζαντίαν, ἣν καὶ | |
| ἔγημε Ῥωμύλος Ἀρμέλαος βασιλεὺς Ῥώμης. καὶ διὰ τὴν ὑπερβάλλουσαν αὐτῆς ὡραιότητα ἠγάπησεν αὐτὴν σφόδρα. Ἢν δὲ καὶ αὐτὸς ἄγαν ἁπλοῦς καὶ μεγαλόδωρος, ὅθεν καὶ ἐν τοῖς προικῴοις αὐτοῦ ἐδωρήσατο αὐτῇ τὴν | |
| Ῥώμην. ἀκούσαντες δὲ οἱ μεγιστᾶνες αὐτοῦ ἠγανάκτησαν κατ᾽ αὐτοῦ. | |
| τέτοκεν οὖν αὐτῷ ἡ Βυζαντία τρεῖς υἱούς, ὧν τὸν μὲν ἕνα ἐπωνόμασε κατὰ τὴν τοῦ πατρὸς προσηγορίαν Ἀρμέλαον, τὸν δὲ ἕτερον Οὐρβανόν, τὸν δὲ ἄλλον Κλαύδιον. | |
| Ἔβασίλευσαν οὖν ἑκάτεροι, ὁ μὲν Ἀρμέλαος εἰς Ῥώμην ἀντὶ Ἀρμελάου τοῦ πατρὸς αὐτοῦ, Οὐρβανὸς δὲ εἰς Βύζαν πόλιν τῆς μητρὸς αὐτοῦ, Κλαύδιος δὲ ἐν Ἀλεξανδρείᾳ. | |
| Κατεκράτησεν οὖν τὸ σπέρμα τῆς Χουσὴθ θυγατρὸς Φὸλ βασιλέως Αἰθιοπίας τήν τε τῶν Μακεδόνων καὶ τῶν Ῥωμαίων καὶ Ἕλληνων ἕως αἰῶνος: τοίνυν ἡ βασιλεία τῶν | |
| Ἑλλήνων, ἥτις ἐστι τῶν Ῥωμαίων, ἐκ σπέρματος τῶν Αἰθιόπων κατάγεται. αὕτη “προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ" ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ κατὰ τὴν προφητικὴν ἐκφαντορίαν. | |
| Προθεωρήσας γὰρ ὁ μακάριος Δαβὶδ ἐν τοῖς τοῦ πνεύματος | |
| ὄμμασι καὶ προειδὼς ὅτι Χουσὴθ Φὸλ θυγάτηρ βασιλέως Αἰθιοπίας μέλλει ἐξαναστήσεσθαι τὴν βασιλείαν τῶν Ῥωμαίων, προεφήτευσε λέγων. “Αἰθιοπία προφθάσει χεῖρα | |
| αὐτῆς τῷ θεῷ.“ Τινὲς οὖν διενοήθησαν ὅτι διὰ τὴν τῶν Αἰθιόπων βασιλείαν αἰνιττόμενος ὁ ἅγιος Δαβὶδ ταῦτα εἴρηκεν, ἀλλ᾽ ἐψεύσθησαν τῆς ἀληθείας οἱ ταῦτα νοήσαντες. | |
| ἡ γὰρ ἐκ σπέρματος Αἰθιοπίσσης συνισταμένη βασιλεία αὕτη κέκτηται τὸ μέγα τε καὶ σεβάσμιον ξύλον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τοῦ ἐν τῷ μέσῳ τῆς γῆς προσπαγέντος, [οὗ ἐκρεμάσθη τὸ κυριακὸν καὶ ἄχραντον | |
| σῶμα διὰ τὰς ἁμαρτίας ἡμῶν] ὅθεν εἰκότως αὐτὸς ὁ θεοπάτωρ Δαβὶδ ἀπεφήνατο. “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ" οὐκ ἔστι γὰρ ἔθνος ἢ βασιλεία ὑπὸ τὸν | |
| οὐρανὸν δυνάμενον καταδυναστεῦσαι τῆς βασιλείας τῶν χριστιανῶν. | |
| «ἕως» - ὅ γὰρ εἰπόντες ἔφαμεν ἄνω τὸ ἐν μέσῳ τῆς γῆς ἐμπαγέντα- τῷ ζωοποιῷ ὀχύρωται σταυρῷ, ὑφ᾽ οὗ καὶ τὰ τῆς οἰκουμένης πέρατα λίαν πανσόφως περιγράφονται | |
| κατά τε πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος. Ποία γὰρ ἰσχὺς ἢ τίς δυναστεία ἐξισχύσει πώμοτε τὴν τοῦ σταυροῦ περιδράξασθαι δύναμιν, οὗ τῷ κράτει καὶ τῷ σεβάσματι ἡ | |
| τῶν Ῥωμαίων τεθωράκισται βασιλεία διὰ τοῦ ἐν αὐτῷ προσπαγέντος δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ; | |
| -----10----- | |
| Ακούσωμεν οὖν τί Παῦλος ὁ θεσπέσιος προηγόρευσεν περὶ τῆς ἐσχάτης ἡμέρας καὶ τῆς τῶν Ῥωμαίων βασιλείας. Φησὶ γὰρ ἐν τῇ δευτέρᾳ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ. “ἐρωτῶμεν ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου | |
| ἡμῶν Ἰσοῦ Χριστοῦ καὶ ὑμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροηθέντας μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐφέστηκεν ἡ παρουσία τοῦ | |
| κυρίου. μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον. Ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωποςτῆς ἀνομίας," δὁυϊὸςτῆς ἀπωλείας, ὁ ἀντικείμενος | |
| καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός,"καὶ μετὰ ῥραχέα: “μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος." | |
| Τίς οὖν ἐστιν ὁ ἐκ μέσου εἰ μὴ ἡ τῶν Ῥωμαίων βασιλεία; Πᾶσα γὰρ ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου καταργηθήσεται ἄνευ ταύτης. | |
| καὶ γὰρ αὐτὴ πολεμεῖται καὶ οὐχ ἡττᾶται καὶ πάντα τὰ ἔθνη τὰ συγκρούοντα μετ᾽ αὐτῆς ἀναλωθήσονται ὑπ᾽ αὐτῆς καὶ αὐτὴ κατακρατήσει, ἕως οὗ φθάσει ἡ ἐσχάτη ὥρα καὶ τότε “προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ" | |
| καὶ κατὰ τὸν ἀπόστολον τὸν λέγοντα: “ὅταν καταργηθῇ πᾶσα ἀρχὴ καὶ πᾶσα ἐξουσία,"τότε καὶ αὐτὸς ὁ υἱὸς “παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί." Ποίαν βασιλείαν; Δηλονότι τῶν χριστιανῶν. | |
| Ποῦ γὰρ ἐστιν ἢ ἔσται βασιλεία ἢ ἑτέρα δυναστεία ταύτης ὑπερφανεῖσα; εἰ βούλει γὰρ σποπῆσαι τὸ ἀκριβές, λάβε μοι τὸν Μωσέως λαὸν τὸν τοσούτοις σημείοις καὶ τέρασι καὶ βυθῷ θαλάσσης τοὺς Αἰγυπτίους ἐκτίλαντα, | |
| ἴδε μοι καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ὑφ᾽ οὗ καὶ ὁ ἥλιος κατὰ Γαβαὼ ἵσταται καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ», καὶ ἄλλα τινὰ ἐξαίσια θαύματα γίνεται, καὶ ἁπλῶς ἅπαν τὸ τῶν Ἑβραίων νόησον κράτος πῶς ὑπὸ τῆς τῶν Ῥωμαίων | |
| ἐξήλειπτει βασιλείας: οὐ Τίτος καὶ Οὐεσπασιανὸς κατέκοψαν ἅπαντας; οὐκ ἀρότρῳ τὸν ναὸν ἐκπορθήσας Ἀδριανὸς ἠροτρίασεν τίς οὖν ἀρα γέγονεν ἢ γενήσεται κατ᾽ αὐτὴν ἑτέρα βασιλεία; ἀλλ᾽ οὐδεμίαν εὑρήσομεν, εἴπερ τῆς ἀλήθείας φροντίζομεν. | |
| Οὐ χίλια ἔτη ἐβασίλευσαν οἱ Ἑβραῖοι; Καὶ ἐξεκόπη ἡ βασιλεία αὐτῶν! Αἰγύπτιοι τρισχίλια: καὶ αὐτοὶ ὡσαύτως ἀπώλοντο. Βαβυλώνιοι τετρακισχίλια ἐβασίλευσαν, ἀλλὰ | |
| καὶ αὐτοὶ ἐκόπησαν. Ἐκκοπείσης τοιγαροῦν τῆς τῶν Μακεδόνων βασιλείας, ἤτοι τῶν Αἰγυπτίων, καθοπλισθεῖσα κατὰ τῆς τῶν Ῥωμαίων βασιλείας ἡ τῶν βαρβάρων βασιλεία, τουτέστι Τοῦρκοι καὶ Ἄβαρεις, Καὶ οὗτοι κατεπόθησαν ὑπ᾽ αὐτῆς. | |
| Εἶτα ἀναλωθείσης τῆς βασιλείας τῶν Περσῶν ἐπαναστήσονται ἀντ᾽ αὐτῆς κατὰ τῶν Ῥωμαίων οἱ υἱοὶ τοῦ Ἰσμαὴλ υἱοῦ τῆς Ἄγαρ, ὃν ἡ Γραφὴ “βραχίονα τοῦ νότου; ἐκάλεσεν, ἤγουν ὁ Δανιήλ, καὶ ἀντιτάξονται τῇ βασιλείᾳ | |
| τῶν Ῥωμαίων ἐπ᾽ ἀριθμῷ κυκλουμένων ἑβδοματικῶν ἑβδόμῳ χρόνῳ, διότι ἤγγικεν ἡ συντέλεια καὶ οὐκ ἔσται μῆκος χρόνων ἔτι. | |
| -----11----- | |
| 'Εν γὰρ τῇ ἐσχάτῃ χιλιάδι, ἤτοι τῇ ἑβδόμῃ, ἐν αὐτῇ ἐκριζοῦται ἡ τῶν Περσῶν βασιλεία, καὶ ἐν αὐτῇ ἐξελεύσεται τὸ σπέρμα τοῦ Ἰσμαὴλ ἐκ τοῦ ἐρήμου τοῦ Ἐθρίβου καὶ ἐξιόντες συναχθήσονται ὁμοθυμαδὸν εἰς Γαβαὼθ τὴν μεγάλην. | |
| Κἀκεῖ πληρωθήσεται τὸ λεχθὲν διὰ τοῦ προφήτου Ἰεζεκιήλ “υἱὲ ἀνθρώπου, κάλεσον τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ πρότρεψον αὐτὰ λέγων. “συναθροίσθητε καὶ δεῦτε, διότι θυσίαν μεγάλην θύσω ὑμῖν. | |
| φάγετε σάρκας δυναστῶν καὶ πίετε αἷμα γιγάντων. | |
| Ἐν ταύτῃ τοίνυν τῇ Γαβαὼθ πεσοῦνται ἐν στόματι μαχαίρας πάντες οἱ δυνάσται τῶν Ἑλλήνων, τουτέστι τῶν Ῥωμαίων. καθὼς γὰρ καὶ αὐτοὶ ἀπέκτειναν τοὺς δυνάστας τῶν Ἑβραίων καὶ τῶν Περσῶν, οὕτω καὶ αὐτοὶ πεσοῦνται | |
| ἐν στόματι μαχαίρας ὑπὸ τοῦ σπέρματος Ἰσμαήλ, ὃς ἐπικέκληται ὄναγρος, διότι ἐν θυμῷ καὶ ὀργῇ ἀποσταλήσονται ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐπὶ τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ τὰ θηρία καὶ ἐπὶ τὰ ἄλση καὶ τὰ φυτὰ καὶ | |
| ἐπὶ τὰς λόχμας καὶ ἐπὶ πᾶν εἶδος κάρπιμον. | |
| Καὶ ἔσται ἡ παρουσία αὐτῶν παιδεία ἀνίλεως. καὶ προπορεύσονται αὐτῶν ἐπὶ τὴν γῆν τέσσαρες πληγαί. ὄλεθρος καὶ ἀπώλεια, φθορὰ καὶ ἐρήμωσις. | |
| Λέγει γὰρ ὁ θεὸς τῷ Ἰσραὴλ διὰ Μωσέως. “οὐχ ὅτι ἀγαπᾷ ὑμᾶς Κύριος ὁ θεὸς εἰσάγει ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας τοῦ κληρονομῆσαι αὐτήν, ἀλλὰ διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ." Οὕτω καὶ τοὺς | |
| υἱοὺς Ἰσμαήλ: οὐχ ὅτι ἀγαπᾷ αὐτοὺς Κύριος ὁ θεὸς δίδωσιν αὐτοῖς δυναστείαν κρατῆσαι τῆς γῆς τῶν χριστιανῶν, ἀλλὰ διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν τὴν ὑπ᾽ αὐτῶν γινομένην. | |
| ὁμοία γὰρ αὐτῶν οὔτε ἐγένετο οὐδ᾽ οὐ μὴ γενήσεται ἐν ὅλαις ταῖς γενεαῖς. | |
| Τί γάρ; Ἐνεδιδύσκοντο οἱ ἄνδρες ἐκ τῶν μοιχαλίδων γυναικῶν καὶ προϊσταμένων ἐσθῆτας καὶ καθάπερ γυναῖκες ἑαυτοὺς ἐξωράϊζον καὶ ἵσταντο ἐν ταῖς πλατείαις καὶ ἀγοραῖς τῶν πόλεων φανερῶς καὶ “μετήλλατον τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, καθὼς φησιν ὁ ἱερὸς | |
| ἀπόστολος. Ὡσαύτως καὶ αἱ γυναῖκες ταῦτα ἅπερ καὶ οἱ ἄνδρες ἔπραττον. | |
| Συνεγίνοντο οὖν μιᾷ γυναικὶ πατὴρ ἅμα τῷ υἱῷ αὐτοῦ καὶ ἀδελφῷ καὶ παντὶ τῷ τῆς συγγενείας προσψαύοντι. ἠγνοοῦντο γὰρ ὑπὸ τῶν ἑταιρίδων. Διὸ ὁ σοφώτατος Παῦλος πρὸ χρόνων εἰκότως ἀνέκραξεν. “διὰ τοῦτο γάρ“ | |
| φησιν, “παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας. αἱ γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν’ ὁμοίως καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν | |
| χρῆσιν τῆς θελείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντας." | |
| Διὰ τοῦτο τοίνυν παραδίδωσιν αὐτοὺς ὁ θεὸς εἰς χεῖρας βαρβάρων, ὑφ᾽ ὧν πεσοῦνται εἰς ἀκαθαρσίαν καὶ δυσωδίαν, καὶ μιανθῶσιν αὐτῶν αἱ γυναῖκες ὑπὸ τῶν μεμιασμένων. Καὶ ἐπιθήσουσι κλήρους οἱ υἱοὶ Ἰσμαὴλ | |
| Καὶ παραδοθήσεται ἡ γῆ Περσίδος εἰς φθορὰν καὶ ἀπώλειαν καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ εἰς αἰχμαλωσίαν καὶ εἰς σφαγὴν ἀχθήσονται. Ἀρμενία καὶ οἱ κοικοῦντες ἐν αὐτῇ ἐν αἰχμαλωσίᾳ καὶ μαχαίρᾳ παραδοθήσονται.Καππαδοκία | |
| εἰς φθορὰν καὶ ἐρήμωσιν, καὶ οἱ ταύτης οἰκήτορες ἐν αἰχμαλωσίᾳ καὶ σφαγῇ καταποθήσονται. | |
| Σικελία ἔσται εἰς ἐρήμωσιν καὶ οἱ ἐν αὐτῇ οἰκοῦντες εἰς σφαγὴν καὶ αἰχμαλωσίαν παραδοθήσονται. Ἢ γῆ Συρίας ἔσται ἔρημος καὶ διεφθαρμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ ἀπολοῦνται μαχαίρᾳ. Κιλικία ἐρημωθήσεται καὶ οἱ | |
| κατοικοῦντες ἐν αὐτῇ ἀπολοῦνται ἐν μαχαίρᾳ καὶ εἰς αἰχμαλωσίαν ἔσονται. | |
| Ἑλλὰς εἰς διαφθοράν, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ εἰς αἰχμαλωσίαν καὶ εἰς μάχαιραν ἔσονται. Ῥωμανία εἰς φθορὰν <καὶ εἰς σφαγὴν ἔσταν> καὶ <οἱ κατοικοῦντες ἐν αὐτῇ> εἰς φυγὴν τραπήσονται, | |
| αὶ αἱ νῆσοι τής θαλάσσης εἰς ἐρήμωσιν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς ἀπολοῦνται μαχαίρᾳ καὶ αἰχμαλωσίᾳ. | |
| Αἴγυπτος ἑῴα τε καὶ Συρία ὑπὸ ζυγὸν καὶ «εἰς» θλῖψιν ἄμετρον ἀχθήσονται καὶ ἀγγαρευθήσονται ἀφειδῶς καὶ ἀπαιτηθήσονται ὑπὲρ τῶν ψυχῶν αὐτῶν χρυσίου ὁλκὴν ὑπὲρ τὴν ἰσχὺν αὐτῶν, καὶ ἔσονται οἱ κατοικοῦντες Αἴγυπτον | |
| καὶ Συρίαν ἐν στενοχωρίᾳ καὶ θλίψει ἑπταπλασίονι τῶν ἐν αἰχμαλωσίᾳ. | |
| Καὶ πλησθήσεται ἡ γῆ τῆς ἐπαγγελίας ἀνθρώπων ἐκ τῶν τεσσάρων ἀνέμων τῶν ὑπὸ τὸν οὐρανὸν καὶ ἔσονται “ὡς ἀκρὶς τὸ πλῆθος," ἥτις συναθροίζεται ὑπὸ ἀνέμου, καὶ ἔσται ἐν αὐταῖς λιμὸς καὶ λοιμὸς καὶ ὑψωθήσεται ἡ καρδία | |
| αὐτῶν τῶν ὀλοθρευτῶν καὶ εἰς ὑπερηφανίαν ἀρθήσεται. καὶ λαλήσουσιν ὑπέρογκα ἕως καιροῦ τοῦ τεταγμένου αὐτοῖς καὶ κατακρατήσουσιν τήν τε εἴσοδον καὶ ἔξοδον τοῦ βορρᾶ καὶ τῆς ἑῴας καὶ δυσμῶν τῆς θαλάσσης καὶ | |
| ἔσονται πάντα ὑπὸ τὸν ζυγὸν αὐτῶν: ἄνθρωποι, κτήνη, πετείνά. Καὶ τὰ ὕδατα τῆς θαλάσσης ὑπακούσωσιν αὖτοῖς. | |
| Καὶ αἱ ἔρημοι πόλεις αἱ χηρωθεῖσαιδ τῶν οἰκητόρων αὐτῶν, ἔσονται αὐτοῖς: καὶ ἀπογράψονται τὰ ὄρη ἑαυτοῖς καὶ τὰς ἐρήμους: καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ ξύλα τοῦ δρυμοῦ καὶ ὁ χοῦς τῆς γῆς καὶ οἱ λίθοι καὶ ἡ εὐφορία | |
| τῆς γῆς ἔσται ἐν ταῖς εἰσόδοις αὐτῶν. καὶ οἱ πόνοι καὶ οἱ ἱδρῶτες τῶν γεωργῶν τῆς γῆς καὶ ἡ κληρονομία τῶν πλουσίων καὶ τὰ προσφερόμενα τοῖς ἁγίοις, κἄν τε χρυσὸς κἄν τε ἄργυρος κἄν τε λίθοι τίμιοι ἢ χαλκὸς ἢ σίδηρος, τὰ | |
| τε ἐνδύματα ἱερά τε καὶ ἔνδοξα, καὶ τὰ βρώματα πάντα καὶ πᾶν ὅ,τι τίμιον αὐτοῖς ἔσονται. Καὶ ὑπεραρθήσεται αὐτῶν ἡ καρδία ἕως ἂν ἀπαιτήσωσι καὶ αὐτοὺς τοὺς νεκροὺς | |
| κατ᾽ ἰσότητα τῶν ζώντων. 'Ωσαύτως ἔκ τε τῶν χηρῶν καὶ ὀρφανῶν καὶ ἐκ τῶν ἁγίων | |
| Kαὶ οὐκ ἐλεήσουσι πένητα καὶ πτωχόν: ἀτιμάσουσιν δὲ πᾶσαν γερουσίαν καὶ ἐκθλίψουσι τοὺς πένητας καὶ οὐ μὴ σπλαγχνισθήσονται οὔτε ἐπὶ τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις, | |
| ἀλλ᾽ ἐμπαίξουσι καὶ διαγελάσουσι τοῖς τε ἐν σοφίᾳ λάμπουσιν καὶ τοῖς ἐν πολιτικοῖς καὶ δημοσίοις διαπρέπουσι πράγμασι. Καὶ κατασχεθήσονται ἅπαντες σιγῇ καὶ φόβῳ, | |
| μὴ ἰσχύοντες ἐλέγξαι ἢ ἀποφθέγξασθαι “τί τοῦτο"; ἢ “τί ἐκεῖνο" καὶ ἔσονται ἔκθαμβοι «καὶ ἔμφοβοι» πάντες οἱ κατοικοῦντες τὴν γῆν’ καὶ ἔσται ἡ σοφία αὐτῶν καὶ ἡ παίδευσις αὐτοφυὴς αὐτοῖς μὴ αὐξανομένη μήτε κατ᾽ ἐπίδοσιν | |
| αὐτοῖς προστιθεμένη καὶ οὐκ ἔσται ὁ δυνάμενος ἀλλοιῶσαι ἢ ἐπιμέμψασθαιβ αὐτῶν τοὺς λόγους. | |
| Καὶ ἔσται ἡ ὁδὸς αὐτῶν ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν καὶ ἀπὸ βορρᾶ ἕως τῆς ἐρήμου τής Ἐθρίβου. Καὶ κληθήσεται ἡ ὁδὸς αὐτῶν ὁδὸς στενοχωρίας καὶ ὁδεύσωσιν ἐν αὐτῇ πρεσβῦται καὶ πρεσβύτιδες, | |
| πτωχοί τε καὶ πλούσιοι, πεινῶντες καὶ διψῶντες, δέσμιοι, καὶ μακαρίσουσι τοὺς νεκρούς. | |
| Ἡ γὰρ ὑπὸ τοῦ ἀποστόλου λεχθεῖσα παιδεῖα- ἤτοι ἀποστασία-- αὕτη ἐστί. φησὶ γὰρ ὅτι “ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας." ἡ γὰρ ἀποστασία παιδεία | |
| ἐστὶ καὶ παιδευθήσονται πάντες οἱ κατοικοῦντες τὴν γῆν. Καὶ ἐπειδὴ ὄνον ἄγριον ἐκάλεσεν ὁ θεὸς τὸν Ἰσμαὴλ τὸν πατέρα αὐτῶν, διὰ τοῦτο οἱ ἄγριοι ὄνοι καὶ αἱ δορκάδες | |
| τής ἐρήμου καὶ ἅπαν εἶδος θηρίων ἀτιθάσων τε καὶ ἡμέρωνδ λιμώξουσι καὶ ὀλιγωθήσονται, καὶ ἐκδιωχθήσονται οἱ ἄνθρωποι καὶ τὰ θηρία ἀναλωθήσονται, καὶ κόψουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ τὸ κάλλος τῶν ὀρέων | |
| ἀφανισθήσεται. καὶ ἐρημωθήσονται αἱ πόλεις καὶ ἔσονται αἱ χῶραι ἄβατοι διὰ τὸ ὀλιγωθῆναι τὴν ἀνθρωπότητα καὶ μιανθήσεται ἡ γῆ ἐν αἵματι καὶ ἀποκρατήσει τοὺς καρποὺς | |
| αὐτῆς: οὐ γὰρ εἰσιν [οἱ] ἄνθρωποι οἱ τυραννικῶς κρατοῦντες βάρβαροι, ἀλλὰ τέκνα τῆς ἐρήμου εἰσὶ καὶ εἰς ἐρήμωσιν ἥξουσιν. ἐφθαρμένοι εἰσὶ καὶ εἰς φθορὰν ἀποσταλήσονται. | |
| ἐβδελυγμένοι εἰσὶν καὶ τὸ μύσος ἀσπάζονται. Καὶ ἐν τῇ ἀρχῇ τοῦ καιροῦ τῆς ἐξόδου αὐτῶν τῆς ἐξ ἐρήμου γενομένης ῥομφαιᾳ τὰς ἐν γαστρὶ ἐχούσας κεντήσωσι καὶ τὰ βρέφη ἐκ τῶν μητρικῶν ἀγκαλῶν ἁρπάζοντες πατάξωσι, | |
| καὶ ἔσονται τοῖς θηρίοις εἰς βρῶσιν. | |
| τοὺς δὲ ἱερεῖς ἔνδον τῶν ἁγίων μολύνοντες κατασφάἕουσι καὶ συγκοιτασθῶσιν ταῖς γυναῖξιν ἐν τοῖς σεπτοῖς καὶ ἱεροῖς τόποις, ἐν οἷς ἡ μυστικὴ καὶ ἀναίμακτος θυσία ἐκτελεῖται καὶ τὰς ἱερὰς στολὰς ἐπενδύσονται αἱ γυναῖκες | |
| αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες αὐτῶν: καὶ ἐπιθήσουσιν αὐτὰς ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐν ταῖς κλίναις ἐφαπλώσουσιν, καὶ τὰ κτήνη αὐτῶν ἐν ταῖς λάρναξι τῶν ἁγίων | |
| δεσμήσουσι, καὶ ἔσονται φονεῖς διεφθαρμένοι, ὅτι πῦρ δοκιμασίας ἐστὶ τῷ γένει τῶν χριστιανῶν. | |
| -----12----- | |
| Φηδὶ γὰρ ὁ ἱερὸς ἀπόστολος: “οὐχὶ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ’ οὐκοῦν οὐ πάντες ὅσοι χριστιανοὶ λέγονται χριστιανοὶ τυγχάνουσιν. “Ἑπτὰ γὰρ," καθὼς φησιν ἡ Γραφὴ, “χιλιάδες ἐσώθησαν τῶν υἱῶν Ἰσραὴλ, οἵτινες οὐκ | |
| ἔκαμψαν γόνυ τῇ Βάαλ," καὶ ἅπας ὁ λαὸς τοῦ Ἰσραὴλ δι᾽ αὐτῶν ἐσώθη. | |
| Οὕτω καὶ τότε ἐν τῷ καιρῷ τῆς τε ἀποστασίας καὶ τῆς παιδείας τῶν υἱῶν Ἰσμαὴλ ὀλίγοι εὑρεθήσονται χριστιανοὶ ἀληθεῖς, καθάπερ ὁ σωτὴρ ἡμῶν ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἔλεγεν. | |
| “ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει πίστιν ἐπὶ τῆς γῆς"; Ὀλιγωθήσεται δὲ ἐν τῷ καιρῷ ἐκείνῳ τὸ πνεῦμα τῶν τελείων. | |
| Καὶ πολλοὶ ἀπαρνήσονται τὴν ἀληθῆ πίστιν τόν τε ζωοποιὸν σταυρὸν καὶ τὰ ἅγια μυστήρια, καὶ χωρὶς βίας καὶ κολάσεως ἢ αἰκισμῶν ἀπαρνήσονται τὸν Χριστὸν καὶ ἀκολουθήσωσι τοῖς ἀποστάταις. | |
| προλαβὼν γὰρ ὁ θεῖος ἀπόστολος ἐκήρυξεν εἰπών, ὅτι “ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις τῶν δαιμόνων ἐν ὑποκρίσει ψευδολόγων κεκαυστηριασμένων τὴν | |
| ἰδίαν συνείδησιν." | |
| Καὶ αὖθις ὁ αὐτός. “ἐν ταῖς ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἄχρηστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, | |
| ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι." | |
| Καὶ πάντες οἱ ἀσθενεῖς τῇ πίστει ἐν τῇ παιδείᾳ ἐκείνῃ φανερωθήσονται καὶ αὐτοὶ ἑαυτοὺς ἀφορίσουσι τῶν ἁγίων ἐκκλησιῶν ἰδίᾳ προαιρέσει: αὐτὸς γὰρ ὁ καιρὸς προσκαλεῖταιδ᾽ αὐτοὺς ἐπὶ τὴν πλάνην: ταπεινόφρονες δὲ | |
| καὶ ἥσυχοι, χρηστοὶ καὶ ἀληθινοί, ἐλεύθεροι καὶ ἐπίλεκτοι οὐ ζητηθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, | |
| ἀλλ' ἀντὶ τούτων ζητηθήσονται, οἵτινές εἰσι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, ἅρπαγες, πλεονέκται, μέθυσοι, ἀνελεήμονες, ἀποστάται, ἄσπονδαι, | |
| ἄστοργοι, ἀχάριστοι, ἀνόσιοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀτίθασοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, πόρνοι, μοιχοί, κλέπται, ἐπίορκοι, | |
| ψεῦσται, ἀνδραποδισταί, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. | |
| Οὗτοι ἔσονται ὑπηρέται τῶν ἡμερῶν ἐκείνων καὶ πάντα τὰ ὑπ᾽ αὐτῶν αὐτοῖς προσταττόμενα εὐχέρως ἐκτελέσωσι. Καὶ οἱ φοβούμενοι τὸν κύριον εἰς οὐδὲν λογισθήσονται ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν, ἀλλ᾽ ἐν ἀτιμίᾳ ἔσονται ὃν | |
| τρόπον καταπεπατημένη κόπρος. | |
| -----13----- | |
| Γενήσονται γὰρ οἱ ἄνθρωποι ἐν τῇ παιδείᾳ ἐκείνῃ τῶν υἱῶν Ἰσμαὴλ καὶ ἐλεύσονται ἐν ἀνάγκαις ἕως ἂν ἀπελπίσωσιν τὴν ζωὴν ἑαυτῶν. Καὶ ἀρθήσεται ἡ τιμὴ ἐκ τῶν ἱερέων | |
| καὶ ὑπείξειόό ἡ λειτουργία τοῦ θεοῦ καὶ παύσει πᾶσα θυσία ἀπὸ τῶν ἐκκλησιῶν, καὶ ἔσονται οἱ ἱερεῖς ὡς ὁ λαός. | |
| Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἤτοι τῷ ἑβδοματικῷ ἑβδόμῳ χρόνῳ, ἡνίκα πληροῦται ὁ ἀριθμὸς τῶν ἐτῶν τῆς δυναστείας αὐτῶν, <δι᾽> ἧς κατεκράτησαν τῆς γῆς, πληθυνθήσεται καὶ ἡ θλῖψις ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ | |
| ἔσται λιμὸς καὶ λοιμὸς καὶ φθαρήσονται καὶ ῥιφήσονται οἱ ἄνθρωποι ἐπὶ προσώπου τῆς γῆς ὥσπερ χοῦς καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐν τῷ καιρῷ ἐκείνῳ ἔτι μία πληγὴ προστεθήσεται τοῖς ἀνθρώποις. | |
| Καὶ κοιτάσει ὁ ἄνθρωπος τῇ ἑσπέρᾳ καὶ ἀναστήσεται τὸ πρωΐ καὶ εὑρήσει ἐπὶ τῆς φλιᾶς τῆς θύρας αὐτοῦ τοὺς ἀπαιτοῦντας αὐτὸν ὅλκην χρυσίου ἢ ἀργυρίου καὶ ἀγγαρεύοντας αὐτόν, καὶ ἐκδαπανηθήσεται πᾶσα δοσοληψία | |
| χρυσίου καὶ ἀργυρίου. Καὶ πωλήσει ἄνθρωπος πᾶσαν τὴν χρείαν αὐτοῦ καὶ τὰ ὀργανικὰ σίδηρα καὶ τὰ ἐντάφια αὐτοῦ. | |
| Καὶ ἐν αὐτῷ τῷ ἑβδοματικῷ χρόνῳ πωλήσωσιν οἱ ἄνθρωποι τὰ τέκνα αὐτῶν. Τίνος οὖν χάριν παρορᾷ ὁ θεὸς τοὺς πιστοὺς ὑπενεγκεῖν τὰς θλίψεις ταύτας, ἀλλ᾽ ἵνα δειχθῶσιν οἱ πιστοί τε καὶ ἄπιστοι καὶ ἀφορισθήσονται τὰ | |
| ζιζάνια ἀπὸ τοῦ σίτου, διότι πῦρ δοκιμασίας ἐστὶν ὁ καιρὸς ἐκεῖνος; | |
| Καὶ μακροθυμήσει ὁ θεὸς ἐπὶ ταῖς θλίψεσι τῶν δικαίων καὶ πιστῶν, ἵνα φανῶσιν οἱ ἐκλεκτοί: προεῖπε γὰρ ἡμῖν ὁ κύριος οὕτως. “μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ | |
| διώξουσυ! καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ἡμῶν," “ὁ δὲ ὑπομείνας εἰς τέλος, | |
| οὗτος σωθήσεται." | |
| Καὶ μετὰ τὴν θλῖψιν τὴν ὑπὸ τῶν Ἰσμαηλιτῶν γινομένην, ἡνίκα κινδυνεύσωσιν οἱ ἄνθρωποι θλιβόμενοι, μὴ ἔχοντες ἐλπίδα σωτηρίας ἢ ἀπολυτρώσεως ἐκ τῶν χειρῶν τῶν Ἰσμαηλιτῶν, διωκόμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν | |
| πείνῃ καὶ δίψῃ καὶ γυμνότητι, οἱ δὲ βάρβαροι οὗτοι ἔσονται τρώγοντες καὶ πίνοντες καὶ καυχώμενοι ἐν ταῖς νίκαις αὐτῶν καὶ ἐν ταῖς ἐρημώσεσιν αἷς ἐρήμωσαν Περσίδα τε καὶ Ῥωμανίαν, Κιλικίαν τε καὶ Συρίαν, Καππαδοκίαν τε | |
| καὶ Ἰσαυρίαν καὶ Ἀφρικὴν καὶ Σικελίαν καὶ τοὺς κατοικοῦντας πλησίον Ῥώμης καὶ τὰς νήσους, ἐνδιδυσκόμενοι καθάπερ νυμφίοι, καὶ βλασφημοῦντες λέγουσιν ὅτι “οὐκ ἔχουσιν ἀνάρρυσιν οἱ χριστιανοὶ ἐκ τῶν χειρῶν ἡμῶν," | |
| [τότε αἰφνίδιον ἐλεύσονται ἐν ἅρμασι καὶ ἐν ἵπποις μυριοπλασίως. ἐξελεύσεται γὰρ τῷ πρώτῳ μηνὶ τῆς ἐνάτης ἐπινεμήσεως καὶ συλλαβέτω τὰς πόλεις τῆς ἀνατολῆς κατακλύζων πάσας, μερισθήσεται δὲ εἰς ἀρχὰς τρεῖς. καὶ | |
| τὸ μὲν ἕν μέρος χειμάσει εἰς Ἔφεσον, τὸ δὲ ἕτερον εἰς Πέργαμον, καὶ τὸ τρίτον εἰς τὰ Μαλάγινα. | |
| Καὶ οὐαί σοι χῶρα Φρυγία καὶ Παμφυλία καὶ Βιθυνία: ὅταν γὰρ παχνίσῃ, ὁ Ἰσμαὴλ παραλαμβάνει σε. ἐλεύσεται γὰρ ὥσπερ πῦρ κατεσθίον ἅπαντας καὶ οἱ ναῦται αὐτοῦ ἑβδομήκοντα χιλιάδες, καὶ ἐρημώσουσιν τὰς νήσους καὶ | |
| τοὺς τὴν παραλίαν οἰκοῦντας. | |
| Οὐαί σοι, Βύζα, ὅτι ὁ Ἰσμαὴλ παραλαμβάνει σε. περάσει γὰρ πᾶς ἵππος Ἰσμαὴλ καὶ στήσει ὁ πρῶτος αὐτῶν τὴν σκηνὴν αὐτοῦ κατέναντί σου, Βύζα, καὶ ἄρξηται πολεμεῖν καὶ συντρίψει τὴν πύλην Ξυλοκέρκου καὶ εἰσελεύσεται | |
| ἕως τοῦ Βοός. τότε Βοῦς βοήσει σφόδρα καὶ Ξηρόλαφος κραυγάσει, συγκοπτόμενοι ὑπὸ τῶν Ἰσμαηλιτῶν. | |
| Τότε φωνὴ ἔλθῃ ἐκ τοῦ οὐρανοῦ λέγουσα. “ἀρκεῖ μοι ἡ ἐκδίκησις αὕτη," καὶ ἀρεῖ κύριος ὁ θεὸς τότε τὴν δειλίαν τῶν Ῥωμαίων καὶ βάλῃ εἰς τὰς καρδίας τῶν Ἰσμαηλιτῶν καὶ τὴν ἀνδρείαν τῶν Ἰσμαηλιτῶν βάλῃ εἰς τὰς καρδίας | |
| τῶν Ῥωμαίων καὶ στραφέντες ἐκδιώξουσιν αὐτοὺς ἐκ τῶν ἰδίων συγκόπτοντες ἀφειδῶς. Τότε πληρωθήσεται τὸ γεγραμμένον. “εἷς διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας." Τότε συντελεσθήσονται καὶ οἱ πλωτῆρες αὐτῶν | |
| καὶ εἰς ἀφανισμὸν γενήσονται.} | |
| τότε αἰφνίδιον ἐπελεύσονται ἐπ᾽ αὐτοὺς θλῖψις καὶ στενοχωρία, καὶ ἐξελεύσεται ἐπ᾽ αὐτοὺς βασιλεὺς Ἑλλήνων, ἤτοι Ῥωμαίων, μετὰ μεγάλου θυμοῦ καὶ ἐξυπνισθήσεται καθάπερ ἄνθρωπος ἀπὸ ὕμνου πιὼν οἶνον πολύν, ὃν | |
| ἐλογίζοντο οἱ ἄνθρωποι ὡσεὶ νεκρὸν ὄντα καὶ εἰς οὐδὲν χρησιμεύοντα. οὗτος ἐξελεύσεται ἐπ᾿ αὐτοὺς ἐκ τῆς θαλάσσης Αἰθιοπίας καὶ βάλῃ ῥομφαίαν καὶ ἐρήμωσιν εἰς τὴν Ἔθριβον, ἥτις ἐστὶ πατρὶς αὐτῶν, καὶ αἰχμαλωτεύσει | |
| τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν. Ἐπὶ δὲ τοὺς κατοικοῦντας τὴν γῆν τῆς ἐπαγγελίας κατέλθωσιν οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐν ῥομφαίᾳ ἐκκόψουσιν αὐτοὺς ἀπὸ τῆς γῆς. | |
| Καὶ ἐπιπέσῃ ἐπ᾿ αὐτοὺς φόβος πάντοθεν. καὶ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ αἱ τιθηνούμεναι τὰ βρέφη αὐτῶν καὶ πᾶσαι αἱ παρεμβολαὶ αὐτῶν αἱ οὖσαι ἐν τῇ γῇ τῶν πατέρων αὐτῶν εἰς τὰς χεῖρας τοῦ βασιλέως | |
| τῶν Ῥωμαίων παραδοθήσονται ἐν ῥομφαίᾳ καὶ αἰχμαλωσίᾳ καὶ θανάτῳ καὶ φθορᾷ. | |
| Καὶ ἔσται ὁ ζυγὸς τοῦ βασιλέως τῶν Ῥωμαίων ἐπ᾽ αὐτοὺς ἑπταπλασίων οὗ ἦν ὁ ζυγὸς αὐτῶν ἐπ᾽ αὐτοὺς. Καὶ καταλάβῃ αὐτοὺς στενοχωρία μεγάλη. πεῖνα καὶ δίψα καὶ θλῖψις. Καὶ ἔσονται δοῦλοι αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν | |
| καὶ τὰ τέκνα αὐτῶν καὶ δουλεύσουσι τοῖς δουλεύσασιν αὐτοῖς καὶ ἔσται ἡ δουλεία αὐτῶν πικροτέρα τε καὶ ὀδυνηροτέρα ἑκατονταπλασίονα. | |
| Καὶ εἰρηνεύσει ἡ γῆ ἡ ὑπ᾽ αὐτῶν ἐρημωθεῖσα, καὶ ἐπανέλθῃ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν τῶν πατέρων αὐτοῦ-- Ἀρμενία, Κιλικία, Ἰσαυρία, Ἀφρική, Ἑλλάς, Σικελία -καὶ πᾶς ὁ ὑπολιμπασθεὶς ἐκ τῆς αἰχμαλωσίας | |
| ἐπανελεύσεται εἰς τὰ ἴδια καὶ τὰ πατρικὰ αὐτοῦ. | |
| Καὶ πληθυνθήσονται οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς τῆς ἐρημωθείσης ὡσεὶ ἀκρίς. ἡ Αἴγυπτος ἐρημωθήσεται, Ἀραβία ἐν πυρὶ καυθήσεται, ἡ γῆ τοῦ Ἁβρανοῦς ἐρημωθήσεται καὶ ἡ παράλιος εἰρηνεύσει. Καὶ πᾶς ὁ θυμὸς καὶ ἡ ὀργὴ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐπὶ | |
| τοὺς ἀρνησαμένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκκαυθήσεται καὶ εἰρηνεύσει ἡ γῆ: καὶ ἔσται εἰρήνη καὶ γαλήνη ἐπὶ τῆς γῆςμεγάλη, οἵα οὐ γέγονεν οὐδὲ μὴ γενήσεται καθὼς ὅτι ἐσχάτη ἐστὶ καὶ ἐν τῷ τέλει τῶν αἰώνων. | |
| Ἔσται δὲ εὐφροσύνη ἐπὶ τῆς γῆς καὶ κατοικήσουσιν οἱ ἄνθρωποι ἐν εἰρήνῃ καὶ ἀνοικοδομήσουσιν τὰς πόλεις καὶ ἐλευθερωθήσονται οἱ ἱερεῖς ἐκ τῶν ἀναγκῶν αὐτῶν καὶ ᾿ἀναπαύσονται οἱ ἄνθρωποι ἐν τῷ καιρῷ ἐκείνῳ τῶν θλίψεων αὐτῶν. | |
| Καὶ αὕτη ἐστὶν ἡ εἰρήνη, ἣν ὁ θεῖος ἀπόστολος διηγόρευσεν ὅτι “ὅταν εἴπωσιν: εἰρήνη καὶ ἀσφάλεια, τότε ἐπιπεσεῖται ἐπ᾿ αὐτοὺς αἰφνίδιος ὄλεθρος," καὶ αὖθις ὁ κύριος ἐν τοῖς εὐαγγελίοις, οὕτως φάσκων. | |
| “ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν οἱ ἄνθρωποι τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, οὕτως ἔσται καὶ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ." | |
| Εῃ ταύτῃ τοιγαροῦν τῇ εἰρήνῃ καθίσουσιν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς μετὰ χαρᾶς καὶ εὐφροσύνης τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, σκιρτῶντες καὶ ἀγαλλιώμενοι, καὶ οἰκοδομήσουσιν οἰκοδομὰς καὶ οὐκ | |
| ἔσται ἐν τῇ καρδίᾳ αὐτῶν φόβος ἢ μέριμνα. | |
| Τότε ἀνοιχθήσονται αἱπύλαιτοῦ βορρᾶ καὶ ἐξελεύσονται αἱ δυνάμεις τῶν ἐθνῶν, αἵ εἰσιν καθειργμέναι ἔσωθεν, καὶ σαλευθήσεται πᾶσα ἡ γῆ ἀπὸ προσώπου αὐτῶν καὶ θροηθήσονται οἱ ἄνθρωποι καὶ φύγωσιν καὶ κρύψουσιν ἑαυτοὺς ἐπὶ τὰ ὄρη | |
| καὶ ἐπὶ τὰ σπήλαια καὶ ἐν τοῖς μνημείοις. Καὶ νεκρωθήσονται φόβῳ καὶ φθαρήσονται πολλοὶ καὶ οὐκ ἔσται ὁ θάπτων τὰ σώματα. | |
| Τὰ γὰρ ἔθνη τά ἐρχόμενα ἀπὸ βορρᾶ ἐσθίουσι σάρκας ἀνθρώπων καὶ πίνουσιν αἵματα θηρίων ὥσπερ ὕδωρ καὶ ἐσθίουσι τὰ ἀκάθαρτα καὶ τοὺς ὄφεις καὶ σκορπίους καὶ πάντα τὰ μυσαρὰ καὶ βδελυκτὰ θηρία καὶ τὰ ἑρπετὰ τὰ | |
| ἕρποντα ἐπὶ τὴν γῆν τά τε κτηνώδη καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ἐκτρώματα τῶν γυναικῶν. Καὶ σφάξουσι νήπια καὶ παράσχωνται ταῖς μητράσιν αὐτῶν καὶ ἑψήσουσι τὰ κρέα αὐτῶν καὶ κατέδονται αὐτὰ καὶ φθεροῦσι τὴν γῆν καὶ | |
| μιάνωσιν αὐτὴν καὶ ἀφανίσωσιν αὐτὴν καὶ οὐδεὶς ἔσται ὁ δυνάμενος στῆναι ἐναντίον αὐτῶν. | |
| Μετὰ οὖν ἑβδομάδα χρόνων, ἡνίκα καταλάβωσι τὴν πόλιν Ἰόππην, ἀποστελεῖ κύριος ὁ θεὸς ἕνα τῶν ἀρχιστρατήγων αὐτοῦ καὶ πατάξει αὐτοὺς ἐν μίᾳ ῥοπῇ καιροῦ. Καὶ μετὰ ταῦτα καταβήσεται ὁ βασιλεὺς τῶν Ῥωμαίων καὶ | |
| κατοικήσει ἐν Ἱερουσαλὴμ ἑβδομάδα χρόνων καὶ ἥμισυ καὶ ἐντῷ πληρώματι τῶν δέκα καὶ ἥμισυ χρόνων φανήσεται ὁ υἱὸς τῆς ἀπωλείας. | |
| -----14----- | |
| Οὖτος γεννᾶται εἰς Χωραζὶν καὶ ἀνατρέφεται εἰς Βηθσαϊδὰ καὶ βασιλεύσει εἰς Καπερναούμ. Καὶ εὐφρανθήσεται Χωραζὶν διότι ἐγεννήθη ἐν αὐτῇ, καὶ Βηθσαϊδὰ διότι ἀνετράφη ἐν αὐτῇ, καὶ Καπερναοὺμ διότι ἐβασίλευσεν ἐν | |
| αὐτῇ. Τούτου χάριν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος ἐκ τρίτου δέδωκε τὸ οὐαὶ εἰπών: “οὐαί σοι, Χωραζί, οὐαί σοι, Βηθσαϊδά. καὶ σύ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως τοῦ Ἅιδου καταβήσει." | |
| Καὶ ἐπὰν φανερωθῇ ὁ υἱὸς τῆς ἀπωλείας, ἀναβήσεται ὁ βασιλεὺς τῶν Ῥωμαίων ἄνω εἰς Γολγοθᾶ, ἔνθα ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ εἰς τὸν τόπον, ἐν ᾧ ὑπέμεινεν θάνατον Χριστὸς ὁ θεὸς ἡμῶν. | |
| Καὶ ἀρεῖ ὁ βασιλεὺς τῶν Ῥωμαίων τὸ στέμμα αὐτοῦ καὶ ἐπιθήσει αὐτὸ ἐν τῷ σταυρῷ καὶ ἐκπετάσει τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ παραδώσει τὴν βασιλείαν τῶν χριστιανῶν τῷ θεῷ καὶ πατρί. | |
| Καὶ ἀναληφθήσεται ὁ σταυρὸς εἰς τὸν οὐρανὸν ἅμα τῷ στέμματι τοῦ βασιλέως, διότι ὁ σταυρὸς, ἐν ᾧ ἐκρεμάσθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τὴν κοινὴν πάντων σωτηρίαν, αὐτὸς μέλλει φανήσεσθαι ἔμπροσθεν αὐτοῦ ἐν | |
| τῇ παρουσίᾳ αὐτοῦ εἰς ἔλεγχον τῶν ἀπίστων. | |
| Καὶ πληροῦται ἡ προφητεία τοῦ Δαβὶδ λέγουσα ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν. “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ," διότι ἐκ σπέρματος τῶν υἱῶν Χουσὴθ θυγατρὸς Φὸλ βασιλέως τῶν Αἰθιόπων αὐτοὶ ἐσχάτως προφθάσωσι | |
| χεῖρα αὐτῶν τῷ θεῷ. | |
| Καὶ ἅμα ὑψωθήσεται ὁ σταυρος εἰς τὸν οὐρανόν, καὶ παραδώσει τὸ πνεῦμα αὐτοῦ ὁ τῶν Ῥωμαίων βασιλεύς. τότε καταργηθήσεται πᾶσα ἀρχὴ καὶ ἐξουσία. Καὶ ὅτε ἐμφανῶς γένηται ὁ υἱὸς τῆς ἀπωλείας -ἔστι δὲ οὗτος ἐκ | |
| τῆς φύλης τοῦ Δὰν κατὰ τὴν προφητείαν τοῦ πατριάρχου Ἰακὼβ τὴν λέγουσαν: “Δάν, ὄφις ἐφ᾽ ὁδοῦ ἐγκαθήμενος, ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω περιμένων τὴν σωτηρίαν τοῦ κυρίου" | |
| ἵππος τοίνυν ἐστὶν ἡ ἀλήθεια καὶ ἡ εὐσέβεια τῶν δικαίων, πτέρνα δὲ ἡ ἐσχάτη ἡμέρα -καὶ οὗτοι οἱ ἅγιοι οἱ ἐν τῷ τότε χρόνῳ ἐπὶ τῷ ἵππῳ, ἤγουν ἐπὶ τῆς ἀληθοῦς ἐπιβεβηκότες πίστεως, δηχθήσονται ὑπὸ τοῦ ὄφεως, ἤτοι τοῦ υἱοῦ τῆς | |
| ἀπωλείας, ἐν τῇ πτέρνῃ, ἤγουν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, εἰς τὰς φαντασίας καὶ εἰς τὰ ψευδοποιὰ αὐτοῦ σημεῖα. | |
| Ποιήσει γὰρ τότε σημεῖα καὶ τέρατα πολλὰ ἐπὶ τῆς γῆς ἀδρανῆ καὶ ἐξίτηλα. τυφλοὶ γὰρ ἀναβλέψουσι, χωλοὶ περιπατήσωσι, κωφοὶ ἀκούσονται καὶ δαιμονιῶντες ἰαθήσονται. Μεταστρέψει τὸν ἥλιον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα καὶ ἐν | |
| τούτοις τοῖς ψευδοσημείοις καὶ φαντασιώδεσι τέρασι πλάνης πλανήσει, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς, καθὼς ὁ κύριος προηγόρεῦυσεν. | |
| Ἀτενίσας γὰρ ὁ πατριάρχης Ἰακὼβ τῷ τῆς διανοίας ὄμματι κατενόησεν τὴν μέλλουσαν ὑπὸ τοῦ ἀλιτηρίου ὄφεως, ἤτοι τοῦ υἱοῦ τῆς ἀπωλείας, γίνεσθαι ἐπὶ τοῖς ἀνθρώποις θλῖψιν τε καὶ στενοχωρίαν, καὶ προηγόρευσεν οὕτως ἐκ | |
| προσώπου τοῦ ἀνθρωπίνου γένους τὴν φωνὴν ποιησάμενος. “τὴν σωτηρίαν σου περιμένομεν, κύριε;" ὁ δὲ κύριος αὖθις προαπεφήνατο λέγων. “εἰ δυνατὸν πλανῆσαι καὶ τοὺς ἐκλεκτούς." | |
| Εἰσελεύσεται γὰρ οὗτος ὁ υἱὸς τῆς ἀπωλείας εἰς τὰ Ἱεροσόλυμα καὶ καθίσει εἰς τὸν ναὸν τοῦ θεοῦ ἴσα θεῷ ἄνθρωπος ὑπάρχων σάρκινος ἐκ σπέρματος ἀνδρος καὶ ἐκ μήτρας γυναικὸς ἐκ φυλῆς τυγχάνων τοῦ Δάν' [καὶ Ἰούδας | |
| γὰρ ὁ Ἰσκαριώτης ὁ καὶ προδοὺς τὸν κύριον ἐκ φυλῆς ἐστὶ καὶ αὐτὸς τοῦ Δάν.] | |
| Πληθυνομένης οὖν τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας οὐ φέρει τὸ θεῖον καθορᾶν τὴν ἀπώλειαν τοῦ γένους τῶν ἀνθρώπων, ὧν ἐξηγόρασεν τῷ οἰκείῳ αἵματι, καὶ ἐξαποστελεῖ οὖν εὐθὺς τοὺς ἰδίους αὐτοῦ | |
| καὶ γνησίους θεράποντας Ἔνώχ τε καὶ Ἠλίαν εἰς ἔλεγχον τοῦ ἀντικειμένου. Παρουσίᾳ οὖν πάντων τῶν ἐθνῶν ἐλέγξουσιν αὐτοῦ τὴν πλάνην καὶ ἀναδείξουσιν αὐτὸν ψεύστην ἐπὶ παντὸς ἀνθρώπου καὶ μηδὲν ὄντα καὶ ὅτι δι᾽ | |
| ἀπώλειαν καὶ πλάνην τῶν πολλῶν ἐξῆλθεν | |
| τὰ οὖν ἔθνη ὁρῶντα αὐτὸν αἰσχυνθέντα τήν τε πλάνην αὐτοῦ ἐλεγχθεῖσαν ὑπὸ τῶν τοῦ θεοῦ θεραπόντων ἐάσωσιν αὐτὸν καὶ φεύξονται ἀπ᾿ αὐτοῦ καὶ προσκολληθήσονται τοῖς δικαίοις ἐκείνοις. Ὁρῶν οὖν αὐτὸς ἑαυτὸν δεινῶς | |
| ἐλεγχόμενον καὶ ὑπὸ πάντων περιφρονούμενον θυμῷ καὶ ὀργῇ ὑπερζέσας ἀναιρεῖ τοὺς ἁγίους ἐκείνους. | |
| τότε φανήσεται τὸ σημεῖον τῆς παρουσίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ ἥξει ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης οὐρανίουϑ' καὶ “ἀνελεῖ αὐτὸν κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ," κατὰ τὴν ἀποστολικὴν ἐκφαντορίαν. | |
| Τότε λάμγουσιν οἱ δίκαιοι “ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες," οἱ δὲ ἀσεβεῖς ἐκδιωχθήσονται καὶ ἀποστραφήσονται εἰς τὸν Ἅιδην, ἐξ οὗ ῥυσθείημεν ἅπαντες | |
| οἱ θεὸν ζῶντα λατρεύοντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι τίμη, δόξα, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ | |
| ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | |