Ericu950's picture
Upload folder using huggingface_hub
d7c95f5 verified
Raw
History Blame Contribute Delete
60 kB
Ἀλλ' ὅπως, ὦ γεννά^δα_,
μὴ πρὸς ὀργὴν ἀντι^λέξεις,
ἀλλὰ^ συστείλα_ς ἄ^κροισι^
χρώμενος τοῖς ἱστί^οις,
εἶτα^ μᾶλλον μᾶλλον ἄξεις
καὶ φυ^λάξεις,
ἡνί^κ' ἂν τὸ πνεῦμα^ λεῖον καὶ κα^θεστηκὸς λά^βῃς.
Μέγα^ τὸ πρᾶγμα^, πολὺ^ τὸ νεῖκος, ἁ^δρὸς ὁ πόλεμος ἔρχεται.
Χα^λεπὸν οὖν ἔργον δι^αιρεῖν, ὅτα^ν ὁ μὲν τείνῃ βι^αίως,
ὁ δ' ἐπα^ναστρέφειν δύ^νηται κἀ_περείδεσθαι τορῶς.
Ἀλλὰ^ μὴ 'ν ταὐτῷ κά^θησθον·
εἰσβολαὶ γά^ρ εἰσι^ πολλαὶ χἄ_τεραι σοφισμά^των.
Ὅ τι^ περ οὖν ἔχετον ἐρίζειν,
λέγετον, ἔπι^τον, ἀ^νὰ^ δὲ δέρετον
τά^ τε πα^λαιὰ^ καὶ τὰ^ καινά^, κἀ_ποκινδυ^νεύετον λεπτόν τι^ καὶ σοφὸν λέγειν
Εἰ δὲ τοῦτο κα^τα^φοβεῖσθον, μή τι^ς ἀ^μα^θί^α_ προσῇ
τοῖς θεωμένοισι^ν, ὡς τὰ^ λεπτὰ^ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθ'· ὡς οὐκέθ' οὕτω ταῦτ' ἔχει.
Ἐστρα^τευμένοι γά^ρ εἰσι^,
βιβλί^ον τ' ἔχων ἕκαστος μανθά^νει τὰ^ δεξι^ά_·
αἱ φύ^σεις τ' ἄλλως κρά^τισται,
νῦν δὲ καὶ πα^ρηκόνηνται.
Μηδὲν οὖν δείσητον, ἀλλὰ^ πάντ' ἐπέξι^τον, θεα_τῶν γ' οὕνεχ', ὡς ὄντων σοφῶν.
Μα^κά^ρι^ός γ' ἀ^νὴρ ἔχων
ξύ^νεσι^ν ἠκρι_βωμένην.
Πά^ρα^ δὲ πολλοῖσιν μα^θεῖν.
Ὅδε γὰ^ρ εὖ φρονεῖν δοκήσας
πά^λι^ν ἄ^πεισι^ν οἴκα^δ' αὖ,
ἐπ' ἀ^γα^θῷ μὲν τοῖς πολί_ταις,
ἐπ' ἀ^γα^θῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι^ τε καὶ φί^λοισι^,
δι^ὰ^ τὸ συ^νετὸς εἶναι.
Χα^ρί^εν οὖν μὴ Σωκρά^τει
πα^ρα^κα^θήμενον λα^λεῖν,
ἀ^ποβα^λόντα^ μουσι^κὴν
τά^ τε μέγιστα^ πα^ρα^λι^πόντα^
τῆς τρα^γῳδι^κῆς τέχνης.
Τὸ δ' ἐπὶ^ σεμνοῖσιν λόγοισι^
καὶ σκα^ρι_φησμοῖσι^ λήρων
δι^α^τρι^βὴν ἀργὸν ποεῖσθαι,
πα^ρα^φρονοῦντος ἀνδρός.
Πολλὰ^ γὰ^ρ ἀ^νεσχόμην
πράγμα^τά^ τε καὶ στι^βά^δα^ς ἃ_ς ἔλα^χε Φορμί^ων·
οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
ἀλλ' ἁ^πα^λὸν ἄν μ' ἴ^δοις καὶ πολὺ^ νεώτερον ἀ^παλλα^γέντα πραγμά^των.
Καὶ γὰ^ρ ἱ^κα^νὸν χρόνον ἀ^πολλύ^μεθα^ καὶ κα^τα^τετρίμμεθα^ πλα^νώμενοι
εἰς Λύ^κειον κἀκ Λυ^κείου σὺν δόρει σὺ^ν ἀσπί^δι^.
Ἀλλ' ὅ τι^ μά^λιστα^ χα^ρι^ούμεθα^ ποιοῦντες, ἄ^γε, φράζε· σὲ γὰ^ρ αὐτοκρά^τορ' εἵλετ' ἀ^γα^θή τι^ς ἡμῖν τύ^χη.
εἴ τι^ κεχα^ρισμένον
χοιρί^δι^ον οἶσθα^ πα^ρ' ἐμοῦ γε κα^τεδηδοκώς,
Οὐκ ἀ^κούεις οἷα^ θωπεύουσί^ σ', ὦναξ δέσποτα^;
Μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ὥστε τήνδε μὴ λα^βεῖν·
ἀλλὰ^ χά^ρι^σ', ὦ φι^λανθρωπότα^τε καὶ μεγα^λοδωρότα^τε δαιμόνων,
εἴ τι^ Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
Καί σε θυ^σί^αισι^ν ἱ^εραῖσι^ προσόδοις τε μεγά^λαισι^ δι^ὰ^ παντός, ὦ δέσποτ', ἀ^γα^λοῦμεν ἡμεῖς ἀ^εί.
σῷ γὰ^ρ ἐδά^μην πόθῳ,
δαιμόνι^α^ βουλόμενος εἰς ἀ^γρὸν ἀ^νερπύ^σαι.
Ἦσθα^ γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη,
πᾶσι^ν ὁπόσοι γεωργικὸν βίον ἐτρίβομεν· μόνη γὰ^ρ ἡμᾶς ὠφέλεις.
Πολλὰ^ γὰ^ρ ἐπάσχομεν πρίν ποτ' ἐπὶ^ σοῦ γλυ^κέα^ κἀ_δά^πα^να^ καὶ φί^λα_.
Τοῖς ἀ^γροίκοισιν γὰ^ρ ἦσθα^ χῖδρα^ καὶ σωτηρί^α_.
Ὥστε σὲ τά^ τ' ἀμπέλι^α^ καὶ τὰ^ νέα^ συ_κί^δι^α^ τἄλλα^ θ' ὁπόσ' ἐστὶ^ φυ^τὰ^ προσγελά^σεται λα^βόντ' ἄσμενα^.
ὢ εἶα^, ὢ εἶα^.
Οὐ ξυλλήψεσθ'; Οἷ' ὀγκύλλεσθ'· οἰμώξεσθ', οἱ Βοιωτοί.
ἄ^γε νῦν ξυ^να^νέλκετε καὶ σφώ.
Οὔκουν ἕλκω κἀξαρτῶμαι
κἀ_πεμπίπτω καὶ σπουδάζω;
Πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Μικρόν γε κι_νοῦμεν.
τοὺς μὲν τείνειν, τοὺς δ' ἀντισπᾶν; Πληγὰς λήψεσθ', Ἁργεῖοι.
κα^κόνοι τι^νές εἰσι^ν ἐν ἡμῖν.
Ὑ_μεῖς μὲν γοῦν οἱ κιττῶντες
τῆς εἰρήνης σπᾶτ' ἀνδρείως.
Ἀλλ' εἴσ' οἳ κωλύ_ουσιν.
μοῦσα^, σὺ^ μὲν πολέμους ἀ^πωσα^μένη μετ' ἐμοῦ
τοῦ φί^λου χόρευσον,
κλείουσα^ θεῶν τε γά^μους
ἀνδρῶν τε δαῖτας καὶ θα^λί^ας μα^κά^ρων·
σοὶ γὰρ τά^δ' ἐξ ἀρχῆς μέλει.
Ἢν δέ σε Καρκί^νος ἐλθὼν
ἀντι^βολῇ μετὰ^ τῶν παίδων χορεῦσαι, μήθ' ὑ^πά^κουε μήτ' ἔλθῃς συ^νέρι_θος αὐτοῖς, ἀλλὰ^ νόμιζε πάντας
ὄρτυ^γα^ς οἰκογενεῖς, γυ^λι^αύχενα^ς ὀρχηστὰς
να_νοφυ^εῖς, σφυ^ρά^δων ἀ^ποκνήσμα^τα^, μηχα^νοδί_φας.
Καὶ γὰ^ρ ἔφασχ' ὁ πα^τὴρ ὃ πα^ρ' ἐλπί^δας
εἶχε τὸ δρᾶμα^ γα^λῆν τῆς ἑσπέρας ἀ^πάγξαι.
Τοιά^δε χρὴ Χα^ρί^των δα_μώμα^τα^ καλλι^κόμων
τὸν σοφὸν ποητὴν
ὑμνεῖν, ὅτα^ν ἠρι^νὰ^ μὲν
φωνῇ χελι_δὼν ἑζομένη κελα^δῇ,
χορὸν δὲ μὴ 'χῃ Μόρσι^μος
μηδὲ Μελάνθι^ος, οὗ δὴ
πικροτά^την ὄπα^ γηρύ_σαντος ἤκουσ', ἡνί^κα^ τῶν τρα^γῳδῶν τὸν χορὸν εἶχον ἁ_δελφός τε καὶ αὐτός, ἄμφω
Γοργόνες ὀψοφά^γοι, βα^τι^δοσκόποι Ἅρπυιαι,
γρα_οσόβαι μι^α^ροί, τρα^γομάσχα^λοι ἰχθυ^ολῦμαι·
ὧν κα^τα^χρεμψα^μένη μέγα^ καὶ πλα^τὺ^
Μοῦσα^ θεὰ_ μετ' ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
Εὐδαιμονι^κῶς γ' ὁ πρεσβύ_της, ὅσα^ γ' ὧδ' ἰ^δεῖν, τὰ^ νῦν τά^δε πράττει.
Τί^ δῆτ', ἐπειδὰν νυμφί^ον μ' ὁρᾶτε λαμπρὸν ὄντα_;
Ζηλωτὸς ἔσει γέρων
αὖθις νέος ὢν πά^λιν, μύ^ρῳ κα^τά^λειπτος.
Οἶμαι. Τί^ δῆθ', ὅταν ξυ^νὼν τῶν τιτθί^ων ἔχωμαι;
Εὐδαιμονέστερος φα^νεῖ τῶν Καρκί^νου στροβί_λων.
Οὔκουν δι^καίως; ὅστι^ς εἰς ὄχημα^ κανθά^ρου 'πι^βὰς
ἔσωσα^ τοὺς Ἕλληνα^ς, ὥστ' ἐν τοῖς ἀ^γροῖς
ἅ^παντα^ς ὄντα^ς ἀσφα^λῶς κι^νεῖν τε καὶ κα^θεύδειν.
Ἦ χρηστὸς ἀ^νὴρ πολί_της ἐστὶ^ν ἅ^πα_σι^ν ὅς τις γ' ἐστὶ^ τοιοῦτος.
Ὅταν τρυ^γᾶτ', εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι_.
Καὶ νῦν σύ^ γε δῆλος εἶ·
σωτὴρ γὰ^ρ ἅ^πα_σι^ν ἀνθρώποις γεγένησαι.
Φήσεις γ', ἐπειδὰ^ν ἐκπί^ῃς οἴνου νέου λεπαστήν.
Καὶ πλήν γε τῶν θεῶν ἀ^εί σ' ἡγησόμεσθα^ πρῶτον.
Πολλῶν γὰ^ρ ὑ_μῖν ἄ_ξι^ος Τρυ^γαῖος Ἁθμονεὺς ἐγώ,
δεινῶν ἀ^παλλάξας πόνων τὸν δημότην ὅμιλον,
καὶ τὸν γεωργι^κὸν λεὼν Ὑ^πέρβολόν τε παύσας.
Χωρεῖ κα^τὰ^ νοῦν, ἕτερον δ' ἑτέρῳ
τούτων κα^τὰ^ καιρὸν ἀ^παντᾷ.
Ὡς ταῦτα^ δῆλά^ γ' ἔσθ'· ὁ γὰρ βωμὸς θύ^ρα_σι^ καὶ δή.
Ἄγ' ἐπείγετέ νυ_ν ἐν ὅσῳ σοβα^ρὰ_
θεόθεν κα^τέχει πολέμου μετά^τροπος αὔρα_· νῦν γὰρ δαίμων φα^νερῶς
εἰς ἀ^γα^θὰ^ μετα^βι^βάζει.
Τὸ κα^νοῦν πά^ρεστ' ὀλὰ_ς ἔχον καὶ στέμμα^ καὶ μά^χαιραν,
καὶ πῦρ γε τουτί^, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβα^τον ὑ_μᾶς.
Οὔκουν ἁ^μιλλήσεσθον; ὡς
φυ_σῶντι^ καὶ πονουμένῳ
προσδώσετε δήπου.
σχίζας δευρὶ_ τι^θέναι τα^χέως
τά^ τε πρόσφορα^ πάντ' ἐπὶ^ τούτοις.
Οὔκουν δοκῶ σοι μαντι^κῶς τὸ φρύ_γα^νον τί^θεσθαι;
Πῶς δ' οὐχί^; Τί^ γάρ σε πέφευγ' ὅσα^ χρὴ
σοφὸν ἄνδρα^; Τί^ δ' οὐ σὺ^ φρονεῖς ὁπόσα^ χρεών ἐστιν τόν γε σοφῇ δόκι^μον
φρενὶ^ πορί^μῳ τε τόλμῃ;
Ἡ σχίζα^ γοῦν ἐνημμένη τὸν Στιλβί^δην πι^έζει.
Καὶ τὴν τρά^πεζα^ν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
Τί^ς οὖν ἂ^ν οὐκ ἐπαινέσειεν ἄνδρα τοιοῦτον, ὅς-
ὥστ' οὐχὶ^ μὴ παύσει ποτ' ὢν
ζηλωτὸς ἅ^πα_σιν.
Ἥδομαί γ' ἥδομαι
κρά^νους ἀ^πηλλαγμένος
τυ_ροῦ τε καὶ κρομμύ^ων.
Οὐ γὰρ φι^ληδῶ μά^χαις,
ἀλλὰ^ πρὸς πῦρ δι^έλκων μετ' ἀνδρῶν ἑταί ρων φί^λων,
ἐκκέας, τῶν ξύ^λων ἅττ' ἂ^ν ᾖ δα_νότα^τα^ τοῦ θέρους
ἐκπεπρεμνισμένα_
κἀνθρα^κίζων τοὐρεβίνθου τήν τε φηγὸν ἐμπυ^ρεύων,
χἄ_μα^ τὴν Θρᾷτταν κυ^νῶν
τῆς γυ^ναικὸς λουμένης.
Ἡνί^κ' ἂν δ' ἀ_χέτας
ᾄδῃ τὸν ἡδὺν νόμον,
δι^ασκοπῶν ἥδομαι
τὰς Λημνί^ας ἀμπέλους,
εἰ πεπαίνουσι^ν ἤδη—τὸ γὰρ φῖτυ^ πρῷον φύ^σει—
τόν τε φή ληχ' ὁρῶν οἰδά^νοντ'· εἶθ' ὁπότα^ν ᾖ πέπων,
ἐσθί^ω κἀ_πέχω
χἄ_μα^ φήμ'· «Ὧραι φί^λαι·» καὶ τοῦ θύ^μου τρί^βων κυ^κῶμαι·
κᾆτα^ γίγνομαι πα^χὺς
τηνι^καῦτα^ τοῦ θέρους
πᾶσα^ μὲν γῆ πλέα_, πᾶσα^ δ' ἐκκλησί^α_,
καὶ τέλη καὶ γρα^φαὶ καὶ δι^καστήρι^', ὦ βορβοροτά^ραξι^ καὶ τὴν πόλι^ν ἅ^πα_σα^ν ἡμῶν ἀ^να^τετυρβα^κώς,
ὅστι^ς ἡμῶν τὰ_ς Ἀ^θήνα_ς ἐκκεκώφωκας βοῶν
κἀ_πὸ τῶν πετρῶν ἄ^νωθεν τοὺς φόρους θυννοσκοπῶν.
ἐν πόλει τῶν ἀ^ναιδῶν ἀ^ναιδέστεροι·
καὶ τὸ πρᾶγμ' ἦν ἄ^ρ' οὐ φαῦλον ὧδ'-u- ἄλλ' ἔπι^θι^ καὶ στρόβει, μηδὲν ὀλί^γον πόει· νῦν γὰ^ρ ἔχεται μέσος.
Ὡς ἐὰν νυ_νὶ_ μα^λάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίστα^μαι.
Ἆρα^ δῆτ' οὐκ ἀ^π' ἀρχῆς ἐδήλους ἀ^ναίδεια^ν, ἥπερ μόνη
προστα^τεῖ ῥητόρων;
ᾗ σὺ^ πιστεύων ἀ^μέλγει τῶν ξένων τοὺς καρπί^μους,
πρῶτος ὤν· ὁ δ' Ἱπποδά_μου λείβεται θεώμενος.
Ἀλλ' ἐφά^νη γὰ^ρ ἀ^νὴρ ἕτερος πολὺ^
σοῦ μι^α^ρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πά^ρεισι^, δῆλός ἐστι^ν, αὐτόθεν
πα^νουργί^ᾳ τε καὶ θρά^σει
Ἀλλ' ὦ τρα^φεὶς ὅθενπέρ εἰσι^ν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τρα^φῆναι.
Ὡς δὲ πρὸς πᾶν ἀ^ναιδεύεται κοὐ μεθίστησι^ τοῦ χρώμα^τος
τοῦ πα^ρεστηκότος.
Εἴ σε μὴ μι_σῶ, γενοίμην ἐν Κρα^τί_νου κῴδι^ον
καὶ δι^δασκοίμην προσᾴδειν Μορσί^μου τρα^γῳδί^ᾳ.
Ὦ περὶ^ πάντ' ἐπὶ^ πᾶσί^ τε πρά_γμα^σι^
δωροδόκοισι^ν ἐπ' ἄνθεσι^ν ἵζων,
εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβά^λοις τὴν ἔνθεσιν.
ᾄσαιμι^ γὰρ τότ' ἂν μόνον·
Τὸν Οὐλί^ου τ' ἂ^ν οἴομαι, γέροντα^ πυ_ροπί_πην,
ἡσθέντ' ἰ^ηπαιωνί^σαι καὶ βακχέβακχον ᾆσαι.
Ἵππι^' ἄ^ναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύ^πος καὶ χρεμετισμὸς ἁνδά^νει καὶ κυ^α^νέμβολοι θοαὶ μισθοφόροι τρι^ήρεις,
μειρα^κί^ων θ' ἅ^μιλλα^ λαμπρυ_νομένων ἐν ἅρμα^σιν
καὶ βα^ρυ^δαιμονούντων,
δεῦρ' ἔλθ' εἰς χορόν, ὦ χρυ_σοτρί^αιν', ὦδελφί_νων μεδέων Σουνι^ά^ρα_τε,
ὦ Γεραίστι^ε παῖ Κρόνου, Φορμί^ωνί^ τε φίλτα^τ' ἐκ τῶν ἄλλων τε θεῶν Ἀ^θηναίοις πρὸς τὸ πα^ρεστός.
Ὦ πολι^οῦχε Παλλά^ς, ὦ τῆς ἱ^ερωτά^της ἁ^πα_σῶν πολέμῳ τε καὶ ποηταῖς δυ^νά^μει θ' ὑ^περφερούσης μεδέουσα^ χώρας,
δεῦρ' ἀ^φι^κοῦ λα^βοῦσα^ τὴν ἐν στρα^τι^αῖς τε καὶ μά^χαις
ἡμετέραν ξυ^νεργὸν
Νί_κην, ἣ χορι^κῶν ἐστι^ν ἑταίρα_ τοῖς τ' ἐχθροῖσι^ μεθ' ἡμῶν στα^σι^άζει.
Νῦν οὖν δεῦρο φά^νηθι^· δεῖ γὰρ τοῖς ἀνδρά^σι^ τοῖσδε πά_σῃ τέχνῃ πορί^σαι σε νί_κην εἴπερ ποτὲ καὶ νῦν.
Νῦν ἄ^ρ' ἄξι^όν γε πᾶσί^ν ἐστι^ν ἐπὀλολῦξαι.
Ὦ κα^λὰ^ λέγων, πολὺ^ δ' ἀ^μείνον' ἔτι^ τῶν λόγων
ἐργα^σά^μεν' εἴθ' ἐπέλθοις ἅ^παντά^ μοι σα^φῶς·
ὡς ἐγώ μοι δοκῶ
κἂν μα^κρὰ_ν ὁδὸν δι^ελθεῖν ὥστ' ἀ^κοῦσαι. Πρὸς τά^δ', ὦ βέλτιστε, θαρρήσας λέγ', ὡς ἅ^ παντες ἡδόμεσθά^ σοι.
Πάντα^ τοι πέπρα_γα^ς οἷα^ χρὴ τὸν εὐτυ^χοῦντα^·
ηὗρε δ' ὁ πα^νοῦργος ἕτερον πολὺ^ πα^νουργί^αις
μείζοσι^ κεκασμένον καὶ δόλοισι^ ποικί^λοις
ῥήμα^σίν θ' αἱμύ^λοις.
Ἀλλ' ὅπως ἀ^γωνι^εῖ φρόν τιζε τἀ_πί^λοιπ' ἄ^ριστα^· συμμά^χους δ' ἡμᾶς ἔχων εὔνους ἐπίστα^σαι πά^λαι.
Νῦν δή σε πάντα^ δεῖ κά^λων ἐξι_έναι σεαυτοῦ,
καὶ λῆμα^ θούρι^ον φορεῖν καὶ λόγους ἀ^φύκτους,
ὅτοισι^ τόνδ' ὑ^περβα^λεῖ. Ποικί^λος γὰρ ἁ_νὴρ
κἀκ τῶν ἀ^μηχά^νων πόρους εὐμήχα^νος πορίζειν.
Πρὸς ταῦθ' ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα_.
Ὦ πᾶσι^ν ἀνθρώποις φα^νεὶς μέγιστον ὠφέλημα_,
ζηλῶ σε τῆς εὐγλωττί^α_ς. Εἰ γὰ^ρ ὧδ' ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος κα^θέξεις
τἀν τῇ πόλει τῶν συμμά^χων τ' ἄρξεις ἔχων τρί^αιναν,
ᾗ πολλὰ^ χρήμα^τ' ἐργά^σει σείων τε καὶ τα^ράττων.
Καίτοι πρεσβυ^τέρων τι^νῶν οἵων ἀργα^λεωτά^των ἐν τῷ δείγμα^τι^ τῶν δι^κῶν ἤκουσ' ἀντι^λεγόντων,
ὡς εἰ μὴ 'γένεθ' οὗτος ἐν τῇ πόλει μέγα^ς, οὐκ ἂ^ν ἤστην σκεύει δύ^ο χρησί^μω, δοῖδυξ οὐδὲ τορύ_νη.
τὴν Δωριστὶ^ μόνην ἂ^ν ἁρμόττεσθαι θα^μὰ^ τὴν λύ^ρα_ν, ἄλλην δ' οὐκ ἐθέλειν μα^θεῖν· κᾆτα^ τὸν κι^θα^ριστὴν
ὀργισθέντ' ἀ^πά^γειν κελεύειν, ὡς ἁρμονί^α_ν ὁ παῖς οὗτος οὐ δύ^να^ται μα^θεῖν ἢν μὴ Δωροδοκιστί^.
Ὦ Δῆμε, κα^λήν γ' ἔχεις
ἀρχήν, ὅτε πάντες ἄνθρωποι δεδί^α_σί^ σ' ὥσπερ ἄνδρα^ τύ^ραννον.
Ἀλλ' εὐπα^ρά^γωγος εἶ, θωπευόμενός τε χαίρεις κἀξα^πα^τώμενος, πρὸς τόν τε λέγοντ' ἀ^εὶ
κέχηνα^ς· ὁ νοῦς δέ σου
πα^ρὼν ἀ^ποδημεῖ.
Νοῦς οὐκ ἔνι^ ταῖς κόμαις
ὑ_μῶν, ὅτε μ' οὐ φρονεῖν νομίζετ'· ἐγὼ δ' ἑκὼν ταῦτ' ἠλι^θι^ά_ζω.
Αὐτός τε γὰ^ρ ἥδομαι βρύλλων τὸ κα^θ' ἡμέραν, κλέπτοντά^ τε βούλομαι τρέφειν ἕνα^ προστά^την·
τοῦτον δ', ὅτα^ν ᾖ πλέως,
ἄ_ρα_ς ἐπά^ταξα^.
Οὕτω μὲν ἂ^ν εὖ ποιοῖς,
εἴ σοι πυ^κνότης ἔνεστ' ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πά^νυ^ πολλή,
εἰ τούσδ' ἐπί^τηδες ὥσπερ δημοσί^ους τρέφεις ἐν τῇ πυ^κνί^, κᾆθ' ὅταν μή σοι τύ^χῃ ὄψον ὄν,
τούτων ὃς ἂ^ν ᾖ πα^χύς,
θύ_σα_ς ἐπι^δειπνεῖς.
Σκέψασθε δέ μ', εἰ σοφῶς
αὐτοὺς περι^έρχομαι τοὺς οἰομένους φρονεῖν κἄ_μ' ἐξα^πα^τύλλειν.
Τηρῶ γὰ^ρ ἑκάστοτ' αὐτοὺς οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντα^ς· ἔπειτ' ἀ^ναγκάζω πά^λι^ν ἐξεμεῖν
ἅττ' ἂν κεκλόφωσί^ μου,
κημὸν κα^τα^μηλῶν.
Τί^ κάλλι^ον ἀρχομένοισι^ν ἢ κα^τα^παυομένοισιν
ἢ θοᾶν ἵππων ἐλα^τῆρα^ς ἀ^είδειν
μηδὲν εἰς Λυ_σίστρα^τον,
μηδὲ Θούμαντιν τὸν ἀ^νέστι^ον αὖ
λυ_πεῖν ἑκούσῃ καρδί^ᾳ;
Καὶ γὰ^ρ οὗτος, ὦ φί^λ' Ἄ^πολλον, ἀ^εὶ
πεινῇ, θα^λεροῖς δα^κρύ^οις
σᾶς ἁπτόμενος φα^ρέτρας
Πυ_θῶνι^ δί_ᾳ μὴ κα^κῶς πένεσθαι.
Ἦ πολλά^κι^ς ἐννυ^χί^αισι^ φροντί^σι^ συγγεγένημαι,
καὶ δι^εζήτηχ' ὁπόθεν ποτὲ φαύλως
ἐσθί^ει Κλεώνυ^μος.
Φα_σὶ^ μὲν γάρ αὐτὸν ἐρεπτόμενον
τὰ^ τῶν ἐχόντων ἀ_νέρων
οὐκ ἂ^ν ἐξελθεῖν ἀ^πὸ τῆς σι^πύ^ης·
τοὺς δ' ἀντι^βολεῖν ἂ^ν ὁμῶς·
Ἴθ', ὦ ἄ^να^, πρὸς γονά^των,
ἔξελθε καὶ σύγγνωθι^ τῇ τρα^πέζῃ.
Τῇδε πᾶς ἕπου, δί^ωκε καὶ τὸν ἄνδρα^ πυνθά^νου
τῶν ὁδοιπόρων ἁ^πάντων· τῇ πόλει γὰρ ἄξι^ον
ξυλλα^βεῖν τὸν ἄνδρα^ τοῦτον. Ἀλλά^ μοι μηνύ_σα^τε,
εἴ τις οἶδ' ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
Ἐκπέφευγ', οἴχεται
φροῦδος. Οἴμοι τά^λας τῶν ἐτῶν τῶν ἐμῶν·
οὐκ ἂν ἐπ' ἐμῆς γε νεότητος, ὅτ' ἐγὼ φέρων
ἀνθρά^κων φορτί^ον
ἠκολούθουν Φα^ΰλλῳ τρέχων, ὧδε φαύλως ἂ^ νὁ σπονδοφόρος οὗτος ὑ^π' ἐμοῦ τότε δι^ωκόμενος ἐξέφυ^γεν οὐδ' ἂν ἐλα^φρῶς ἂ^ν ἀ^πεπλίξα^το.
Νῦν δ' ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμι^ον
καὶ πα^λαιῷ Λακρα^τείδῃ τὸ σκέλος βα^ρύ_νεται,
οἴχεται. Δι_ωκτέος δέ· μὴ γὰ^ρ ἐγχά^νοι ποτὲ
μηδέ περ γέροντα^ς ὄντα^ς ἐκφυ^γὼν Ἀ^χαρνέας,
ὅστι^ς, ὦ Ζεῦ πά^τερ
καὶ θεοί, τοῖσι^ν ἐχθροῖσιν ἐσπείσα^το,
οἷσι^ παρ' ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται
τῶν ἐμῶν χωρί^ων·
κοὐκ ἀ^νήσω πρὶ^ν ἂν σχοῖνος αὐτοῖσι^ν ἀντεμπα^γῶ καὶ σκόλοψ ὀξύ^ς, ὀδυ^νηρός, ἐπί^κωπος, ἵ^να^ μήποτε πα^τῶσι^ν ἔτι^ τὰ_ς ἐμὰ_ς ἀμπέλους.
Ἡρά^κλεις τουτὶ_ τί^ ἐστι^; τὴν χύ^τραν συντρίψετε.
Σὲ μὲν οὖν κα^τα^λεύσομεν, ὦ μι^α^ρὰ_ κεφα^λή.
Ἀντὶ^ ποίας αἰτί^ας, ὦχαρνέων γεραίτα^τοι;
σπεισά^μενος εἶτα^ δύ^να^σαι πρὸς ἔμ' ἀ^ποβλέπειν.
Ἀντὶ^ δ' ὧν ἐσπεισά^μην ἠκούσα^τ'; Ἀλλ' ἀ^κούσα^τε.
Σοῦ γ' ἀ^κούσωμεν; Ἀ^πολεῖ· κα^τά^ σε χώσομεν τοῖς λί^θοις.
Μηδα^μῶς πρὶ^ν ἄν γ' ἀ^κούσητ'· ἀλλ' ἀ^νάσχεσθ', ὦγα^θοί.
Οὐκ ἀ^νασχήσομαι· μηδὲ λέγε μοι σὺ^ λόγον·
Ὡς ἀ^ποκτενῶ· κέκραχθ'· ἐγὼ γὰ^ρ οὐκ ἀ^κούσομαι.
Ἀ^πολεῖς ἄ^ρ' ὁμήλι^κα^ τόνδε φι^λανθρα^κέα_;
Οὐδ' ἐμοῦ λέγοντος ὑ_μεῖς ἀρτί^ως ἠκούσα^τε.
ὡς τόδε τὸ λαρκί^δι^ον οὐ προδώσω ποτέ.
Τοὺς λί^θους νύν μοι χα^μᾶζε πρῶτον ἐξερά_σα^τε.
Οὑτοιί_ σοι χα^μαί, καὶ σὺ^ κα^τά^θου πά^λιν τὸ ξί^φος.
Ἀλλ' ὅπως μὴ 'ν τοῖς τρί^βωσι^ν ἐγκά^θηνταί που λί^θοι.
Ἐκσέσεισται χα^μᾶζ'. Οὐχ ὁρᾷς σειόμενον;
Τί^ οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύ^ραζ', ὅ τι^ ποτ', ὦ σχέτλι^ε, τὸ μέγα^ τοῦτ' ἔχεις;
Πά^νυ^ γὰ^ρ ἐμέ γε πόθος ὅ τι^ φρονεῖς ἔχει.
Ἀλλ' ᾗπερ αὐτὸς τὴν δί^κην δι^ωρί^σω,
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
Τί^ ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζει τρι^βάς; Λα^βὲ δ' ἐμοῦ γ' ἕνεκα^ πα^ρ' Ἱ^ερωνύ^μου
σκοτοδα^συ^πυ^κνότρι^χά^ τι^ν' Ἄ^ι^δος κυ^νῆν,
εἶτ' ἐξά^νοιγε μηχα^νὰς τὰς Σι_σύ^φου·
ὡς σκῆψι^ν ἁ_γὼν οὗτος οὐκ εἰσδέξεται.
δεῦρο Μοῦσ' ἐλθὲ φλεγυ^ρὰ_ πυ^ρὸς ἔχουσα^ μένος,
ἔντονος Ἀ^χαρνι^κή.
οἷον ἐξ ἀνθρά^κων πρι_νί^νων φέψα^λος ἀ^νήλα^τ' ἐρεθιζόμενος οὐρί^ᾳ ῥι_πί^δι^,
ἡνί^κ' ἂ^ν ἐπανθρα^κί^δες ὦσι^ πα^ρα^κείμεναι,
οἱ δὲ Θα^σί^αν ἀ^να^κυ^κῶσι^ λι^πα^ράμπυ^κα^,
οἱ δὲ μάττωσι^ν, οὕτω σοβα^ρὸν ἐλθὲ μέλος
εὔτονον, ἀ^γροικότονον,
ὡς ἐμὲ λα^βοῦσα^ τὸν δημότην.
Ταῦτα^ πῶς εἰκότα^, γέροντ' ἀ^πολέσαι πολι^ὸν
ἄνδρα^ περὶ^ κλεψύ^δρ(α)ν,
πολλὰ^ δὴ ξυμπονήσαντα^ καὶ θερμὸν ἀ^πομορξά^μενον ἀνδρι^κὸν ἱ^δρῶτα^ δὴ καὶ πολύν,
ἄνδρ' ἀ^γα^θὸν ὄντα^ Μα^ρα^θῶνι^ περὶ^ τὴν πόλιν;
Εἶτα^ Μα^ρα^θῶνι^ μὲν ὅτ' ἦμεν, ἐδι^ώκομεν,
νῦν δ' ὑ^π' ἀνδρῶν πονηρῶν σφόδρα^ δι^ωκόμεθα^,
κᾆτα^ πρὸς ἁ^λισκόμεθα^;
Πρὸς τά^δε τί^ς ἀντερεῖ Μαρψί^ας;
εὐδαιμονεῖ γ' ἅνθρωπος. οὐκ ἤκουσα^ς οἷ προβαίνει
κἂ_ν εἰσί^ῃ τις Κτησί^ας
ἢ συ_κοφάντης ἄλλος, οἰμώζων κα^θεδεῖται·
οὐδ' ἄλλος ἀνθρώπων ὑ^ποψωνῶν σε πημα^νεῖ τι^,
χλαῖναν δ' ἔχων φα^νὴν δί^ει
κοὐ ξυντυ^χών σ' Ὑ^πέρβολος δι^κῶν ἀ^να^πλήσει·
οὐδ' ἐντυ^χὼν ἐν τἀ_γορᾷ πρόσεισί^ σοι βα^δίζων
ὁ τα^χὺ^ς ἄ^γαν τὴν μουσι^κήν,
ὄζων κα^κὸν τῶν μασχα^λῶν πα^τρὸς Τρα^γα^σαίου·
οὐδ' αὖθι^ς αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
ῥι_γῶν τε καὶ πεινῶν ἀ^εὶ
πλεῖν ἢ τρι^ά_κονθ' ἡμέρας τοῦ μηνὸς ἑκάστου.
Ἔνδησον, ὦ βέλτιστε, τῷ ξένῳ κα^λῶς τὴν ἐμπολὴν
οὕτως ὅπως ἂν μὴ φέρων κα^τάξῃ.
Ἐμοὶ μελήσει ταῦτ', ἐπεί τοι καὶ ψοφεῖ λά^λον τι^ καὶ πυ^ρορρα^γὲς κἄλλως θεοῖσι^ν ἐχθρόν.
Τί^ χρήσεταί ποτ' αὐτῷ;
Πάγχρηστον ἄγγος ἔσται,
κρα_τὴρ κα^κῶν, τριπτὴρ δι^κῶν, φαίνειν ὑ^πευθύ_νους λυ^χνοῦχος καὶ κύ^λιξ τὰ^ πρά_γμα^τ' ἐγκυ^κᾶσθαι.
Πῶς δ' ἂν πεποιθοίη τις ἀγγείῳ τοιούτῳ χρώμενος
κα^τ' οἰκί^αν τοσόνδ' ἀ^εὶ ψοφοῦντι^;
Ἰσχυ_ρόν ἐστι^ν, ὦγά^θ', ὥστ' οὐκ ἂν κα^τα_γείη ποτ', εἴ περ ἐκ ποδῶν κα^τωκά^ρα_ κρέμαιτο.
Ἤδη κα^λῶς ἔχει σοι.
Μέλλω γά^ τοι θερίδδειν.
Ἀλλ', ὦ ξένων βέλτιστε, συνθέριζε καὶ πρόσβαλλ' ὅποι βούλει φέρων πρὸς πάντα^ συ_κοφάντην.
Εἶδες, ὦ πᾶσα^ πόλι^, τὸν φρόνι^μον ἄνδρα^, τὸν ὑ^πέρσοφον,
οἷ' ἔχει σπεισά^μενος ἐμπορι^κὰ^ χρήμα^τα^ δι^εμπολᾶν,
ὧν τὰ^ μὲν ἐν οἰκί^ᾳ χρήσι^μα^, τὰ^ δ' αὖ πρέπει χλι_α^ρὰ^ κα^τεσθί^ειν.
Αὐτόμα^τα^ πάντ' ἀ^γα^θὰ^ τῷδέ γε πορίζεται.
Οὐδέποτ' ἐγὼ Πόλεμον οἴκα^δ' ὑ^ποδέξομαι,
οὐδὲ πα^ρ' ἐμοί ποτε τὸν Ἁρμόδι^ον ᾄσεται
ξυγκα^τα^κλι^νείς, ὅτι^ πά^ροινος ἁ_νὴρ ἔφυ_,
ὅστι^ς ἐπὶ^ πάντ' ἀ^γά^θ' ἔχοντα^ς ἐπι^κωμά^σας
ἠργά^σα^το πάντα^ κα^κά^, κἀ_νέτρεπε κἀξέχει
κἀ_μά^χετο καὶ προσέτι^ πολλὰ^ προκα^λουμένου·
«Πῖνε, κα^τά^κεισο, λα^βὲ τήνδε φι^λοτησί^αν,»
τὰς χά^ρα^κα^ς ἧπτε πολὺ^ μᾶλλον ἔτι^ τῷ πυ^ρί^,
ἐξέχει θ' ἡμῶν βί^ᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
Ἐπτέρωταί τ' ἐπὶ^ τὸ δεῖπνον ἅ^μα^ καὶ μεγά^λα^ δὴ φρονεῖ,
τοῦ βί^ου δ' ἐξέβα^λε δεῖγμα^ τά^δε τὰ πτερὰ^ πρὸ τῶν θυ^ρῶν.
Ὦ Κύ^πρι^δι^ τῇ κα^λῇ καὶ Χά^ρι^σι^ ταῖς φί^λαις ξύντροφε Δι^αλλα^γή,
ὡς κα^λὸν ἔχουσα^ τὸ πρόσωπον ἄ^ρ' ἐλάνθα^νες.
Πῶς ἂ^ν ἐμὲ καὶ σέ τι^ς Ἔρως ξυ^να^γά^γοι λα^βών
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφα^νον ἀνθέμων;
Ἢ πά^νυ^ γερόντι^ον ἴ^σως νενόμι^κάς με σύ^;
Ἀλλά^ σε λα^βὼν τρί^α^ δοκῶ γ' ἂ^ν ἔτι^ προσβα^λεῖν·
πρῶτα^ μὲν ἂ^ν ἀμπελί^δος ὄρχον ἐλά^σαι μα^κρόν,
εἶτα^ πα^ρὰ^ τόνδε νέα^ μοσχί^δι^α^ συκί^δων,
καὶ τὸ τρί^τον ἡμερί^δος ὄσχον, ὁ γέρων ὁδί_,
καὶ περὶ^ τὸ χωρί^ον ἐλᾷδα^ς ἅ^πα^ν ἐν κύ^κλῳ,
ὥστ' ἀ^λείφεσθαι σ' ἀ^π' αὐτῶν κἀ_μὲ ταῖς νουμηνί^αις.
Ζηλῶ σε τῆς εὐβουλί^ας, μᾶλλον δὲ τῆς εὐωχί^α_ς, ἄνθρωπε, τῆς πα^ρούσης.
Τί^ δῆτ', ἐπειδὰν τὰς κί^χλας
ὀπτωμένα_ς ἴ^δητε;
Οἶμαί σε καὶ τοῦτ' εὖ λέγειν.
Τὸ πῦρ ὑ^ποσκά^λευε.
Ἤκουσα^ς ὡς μα^γειρι^κῶς κομψῶς τε καὶ δειπνητι^κῶς αὑτῷ δι^α_κονεῖται;
Ἁ_νὴρ ἀ^νηύρηκέν τι^ ταῖς σπονδαῖσι^ν ἡδύ^, κοὐκ ἔοικεν οὐδενὶ^ μετα^δώσειν.
Κα^τά^χει σὺ^ τῆς χορδῆς τὸ μέλι^·
τὰς σηπί^ας στά^θευε.
Ἤκουσα^ς ὀρθι^ασμά^των;
Ὀπτᾶτε τἀγχέλεια^.
Ἀ^ποκτενεῖς λι^μῷ 'μὲ καὶ τοὺς γείτονας κνί_σῃ τε καὶ φωνῇ τοιαῦτα^ λάσκων.
Ἀντί^μα^χον τὸν Ψα^κά^δος, ξυγγρα^φέα_, τὸν μελέων ποιητήν,
ὡς μὲν ἁ^πλῷ λόγῳ κα^κῶς ἐξολέσειεν ὁ Ζεύς·
ὅς γ' ἐμὲ τὸν τλήμονα^ Λήναια^ χορηγῶν ἀ^πέλυ_σ' ἄ^δειπνον.
Ὃν ἔτ' ἐπί^δοιμι^ τευθί^δος
δεόμενον, ἡ δ' ὠπτημένη
σίζουσα^ πά^ρα^λος ἐπὶ^ τρα^πέζῃ κειμένη
ὀκέλλοι· κᾆτα^ μέλλοντος λα^βεῖν
αὐτοῦ κύ^ων ἁρπά^σα_σα^ φεύγοι.
Τοῦτο μὲν αὐτῷ κα^κὸν ἕν, κᾆθ' ἕτερον νυκτερι^νὸν γένοιτο.
Ἠπι^α^λῶν γὰ^ρ οἴκα^δ' ἐξ ἱππα^σί^ας βα^δίζων,
εἶτα^ πα^τάξειέ τι^ς αὐτοῦ μεθύ^ων τὴν κεφα^λὴν Ὀρέστης
μαινόμενος· ὁ δὲ λί^θον λα^βεῖν
βουλόμενος ἐν σκότῳ λά^βοι
τῇ χειρὶ^ πέλεθον ἀρτί^ως κεχεσμένον·
ἐπᾴξειεν δ' ἔχων τὸν μάρμα^ρον,
κἄ_πειθ' ἁ^μαρτὼν βά^λοι Κρα^τῖνον.
Ἔα_ ἔα_·
προδεδόμεθ' ἀ^νόσι^ά^ τ' ἐπά^θομεν·
ὃς γὰρ φί^λος ἦν ὁμότροφά^ θ' ἡμῖν
ἐνέμετο πεδί^α^ πα^ρ' ἡμῖν,
πα^ρέβη μὲν θεσμοὺς ἀρχαίους,
πα^ρέβη δ' ὅρκους ὀρνί_θων.
Ἰ^ὼ ἰ^ώ·
ἔπα^γ' ἔπι^θ' ἐπί^φερε πολέμι^ον
ὁρμὰν φονί^αν, πτέρυ^γά^ τε παντᾷ
περί^βα^λε περί^ τε κύ^κλωσαι·
ὡς δεῖ τώδ' οἰμώζειν ἄμφω
καὶ δοῦναι ῥύγχει φορβάν.
Δολερὸν μὲν ἀ^εὶ κα^τὰ^ πάντα^ δὴ τρόπον
πέφυ_κεν ἄνθρωπος· σὺ^ δ' ὅμως λέγε μοι. τά^χα^ γὰρ
τύ^χοις ἂν χρηστὸν ἐξειπὼν ὅ τι^ μοι πα^ρορᾷς, ἢ δύ^να^μίν τι^να^ μείζω
πα^ρα^λειπομένην ὑ^π' ἐμῆς φρενὸς ἀξυ^νέτου·
σὺ^ δὲ τοῦθ' οὑρᾷς λέγ' εἰς κοινόν.
Ὃ γὰ^ρ ἂν σὺ^ τύ^χῃς μοι
Πολὺ^ δὴ πολὺ^ δὴ χα^λεπωτά^τους λόγους
ἤνεγκα^ς, ἄνθρωφ'· ὡς ἐδά^κρυ_σά^ γ' ἐμῶν πα^τέρων
κά^κην, οἳ τάσδε τὰς τι_μὰς προγόνων πα^ρα^δόντων ἐπ' ἐμοὶ κα^τέλυ_σαν.
Σὺ^ δέ μοι κα^τὰ^ δαίμονα^ καί τι^να^ συν τυ^χί^αν
ἀ^γα^θὴν ἥκεις ἐμοὶ σωτήρ.
Ἀ^να^θεὶς γὰ^ρ ἐγώ σοι
Μοῦσα^ λοχμαία_,
ποικί^λη, μεθ' ἧς ἐγὼ νά^παισί^ τε καὶ κορυ^φαῖς ἐν ὀρείαις,
ἱζόμενος μελί^α_ς ἔπι^ φυλλοκόμου,
δι^' ἐμῆς γένυ^ος ξουθῆς μελέων
Πα_νὶ^ νόμους ἱ^εροὺς ἀ^να^φαίνω
σεμνά^ τε Μητρὶ^ χορεύμα^τ' ὀρείᾳ,
ἔνθεν ὡσπερεὶ μέλιττα^
Φρύ_νι^χος ἀμβροσί^ων μελέων ἀ^πεβόσκετο καρπὸν ἀ^εὶ
φέρων γλυ^κεῖα^ν ᾠδάν,
Τοιά^δε κύ_κνοι,
συμμι^γῆ βοὴν ὁμοῦ πτεροῖσι^ κρέκοντες ἴ^ακχον Ἀ^πόλλω,
ὄχθῳ ἐφεζόμενοι πα^ρ' Ἕβρον ποτα^μόν,
δι^ὰ^ δ' αἰθέρι^ον νέφος ἦλθε βοά_·
πτῆξε δὲ φῦλά^ τε ποικί^λα^ θηρῶν,
κύ_μα^τά^ τ' ἔσβεσε νήνεμος αἴθρη,
πᾶς δ' ἐπεκτύ^πησ' Ὄλυμπος·
εἷλε δὲ θάμβος ἄ^νακτα^ς· Ὀλυμπι^ά^δες δὲ μέλος Χά^ρι^τες
Μοῦσαί τ' ἐπωλόλυξαν,
Ὁμορροθῶ, συνθέλω,
συμπα^ραινέσα_ς ἔχω
προσόδι^α^ μεγά^λα^ σεμνὰ^ προσι^έναι θεοῖσι^ν, ἅ^μα^ δὲ προσέτι^ χά^ρι^τος ἕνεκα^ προβά^τι^όν τι^ θύ_ειν.
Ἴ^τω ἴ^τω ἴ^τω δὲ Πυ_θι^ὰς βοά_, συ^ναυλείτω δὲ Χαῖρι^ς ᾠδᾷ.
Εἶτ' αὖθι^ς αὖ τἄ_ρα^ σοι
δεῖ με δεύτερον μέλος
χέρνι^βι^ θεοσεβὲς ὅσι^ον ἐπι^βοᾶν, κα^λεῖν δὲ μά^κα^ρα^ς, ἕνα^ τι^νὰ^ μόνον, εἴπερ ἱ^κα^νὸν ἕξετ' ὄψον.
Τὰ^ γὰρ πα^ρόντα^ θύ_μα^τ' οὐδὲν ἄλλο πλὴν γένειόν τ' ἐστὶ^ καὶ κέρα_τα^.
Πόλεμος αἴρεται, πόλεμος οὐ φα^τὸς
πρὸς ἐμὲ καὶ θεούς. Ἀλλὰ^ φύ^λαττε πᾶς
μή σε λά^θῃ θεῶν τις ταύτῃ περῶν.
Ἀ^ποκεκλῄκα^μεν δι^ογενεῖς θεοὺς
μηκέτι^ τὴν ἐμὴν δι^α^περᾶν πόλιν,
τῇδε βροτῶν θεοῖσι^ πέμπειν κα^πνόν.
Τά^χα^ δὴ πολυ^ά_νορα^ τάνδε πόλιν
κα^λεῖ τι^ς ἀνθρώπων·
τύ^χη μόνον προσείη.
Κα^τέχουσι^ δ' ἔρωτες ἐμᾶς πόλεως.
Θᾶττον φέρειν κελεύω.
Τί^ γὰ^ρ οὐκ ἔνι^ ταύτῃ
κα^λὸν ἀνδρὶ^ μετοικεῖν;
Σοφί^α_, Πόθος, ἀμβρόσι^αι Χά^ρι^τες τό τε τῆς ἀ^γα^νόφρονος Ἡσυ^χί^ας
εὐήμερον πρόσωπον.
Φερέτω κά^λα^θον τα^χύ^ τις πτερύ^γων.
Σὺ^ δ' αὖθι^ς ἐξόρμα_
τύπτων γε τοῦτον ὡδί_.
Πά^νυ^ γὰρ βρα^δύ^ς ἐστί^ τι^ς ὥσπερ ὄνος.
Μα_νῆς γά^ρ ἐστι^ δειλός.
Σὺ^ δὲ τὰ πτερὰ^ πρῶτον
δι^ά^θες τά^δε κόσμῳ·
τά^ τε μουσί^χ' ὁμοῦ τά^ τε μαντι^κὰ^ καὶ τὰ^ θα^λάττι^'. Ἔπειτα^ δ' ὅπως φρονί^μως
πρὸς ἄνδρ' ὁρῶν πτερώσεις.
Πολλὰ^ δὴ καὶ καινὰ^ καὶ θαυμάστ' ἐπεπτόμεσθα^ καὶ δεινὰ^ πράγμα^τ' εἴδομεν.
Ἔστι^ γὰρ δένδρον πεφυ_κὸς ἔκτοπόν τι^, Καρδί^α_ς ἀ^πωτέρω, Κλεώνυ^μος,
χρήσι^μον μὲν οὐδέν, ἄλλως δὲ δειλὸν καὶ μέγα^.
Τοῦτο τοῦ μὲν ἦρος ἀ_εὶ
βλαστά^νει καὶ συ_κοφαντεῖ,
τοῦ δὲ χειμῶνος πά^λιν τὰ_ς ἀσπί^δας φυλλορροεῖ.
Ἔστι^ δ' αὖ χώρα_ πρὸς αὐτῷ τῷ σκότῳ πόρρω τι^ς ἐν τῇ λύ^χνων ἐρημί^ᾳ,
ἔνθα^ τοῖς ἥρωσι^ν ἄνθρωποι ξυ^να_ριστῶσι^ καὶ ξύ^νεισι^ πλὴν τῆς ἑσπέρας.
Τηνι^καῦτα^ δ' οὐκέτ' ἦν ἀσφα^λὲς ξυντυγχά^νειν.
Εἰ γὰ^ρ ἐντύ^χοι τι^ς ἥρῳ
τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
γυμνὸς ἦν πληγεὶς ὑ^π' αὐτοῦ πάντα^ τἀ_πὶ^ δεξι^ά_.
Πρὸς δὲ τοῖς Σκι^ά_ποσιν λίμνη τι^ς ἔστ', ἄ^λουτος οὗ ψυ_χα^γωγεῖ Σωκρά^της.
Ἔνθα^ καὶ Πείσανδρος ἦλθε δεόμενος ψυ_χὴν ἰ^δεῖν ἣ ζῶντ' ἐκεῖνον προὔλι^πε,
σφά^γι^' ἔχων κά^μηλον ἀμνόν τι^ν', ἧς λαιμοὺς τεμὼν ὥσπερ ποθ' Οὑδυσσεὺς ἀ^πῆλθε, κᾆτ' ἀ^νῆλθ' αὐτῷ κά^τωθεν
πρὸς τὸ λαιμᾶν τῆς κα^μήλου Χαιρεφῶν ἡ νυκτερίς.
Ἔστι^ δ' ἐν Φα^ναῖσι^ πρὸς τῇ Κλεψύ^δρᾳ πα^νοῦργον ἐγγλωττογαστόρων γένος,
οἳ θερίζουσίν τε καὶ σπείρουσι^ καὶ τρυ_γῶσι^ ταῖς γλώτταισι^ συ_κά^ζουσί^ τε·
βάρβα^ροι δ' εἰσὶν γένους, Γοργί^αι τε καὶ Φί^λιπποι. Κἀ_πὸ τῶν ἐγγλωττογαστόρων ἐκείνων τῶν Φι^λίππων
παντα^χοῦ τῆς Ἀττι^κῆς ἡ γλῶττα^ χωρὶς τέμνεται.
Ἥρᾳ ποτ' Ὀλυμπί^ᾳ
τὸν ἠλι^βά^των θρόνων
ἄρχοντα^ θεαὶ μέγαν
Μοῖραι ξυ^νεκοίμι^σαν
ἐν τοιῷδ' ὑ^μεναίῳ.
Ὁ δ' ἀμφι^θα^λὴς Ἔρως
χρυ_σόπτερος ἡνί^ας
ηὔθυ_νε πα^λιντόνους,
Ζηνὸς πά^ροχος γά^μων
τῆς τ' εὐδαίμονος Ἥρας.
Οὔπω ταύτης ἤκουσα^
πολυ^πλοκωτέρας γυ^ναικὸς
οὐδὲ δεινότερον λεγούσης.
Πάντα^ γὰρ λέγει δί^καια^·
ποικί^λους λόγους ἀ^νηῦρεν
εὖ δι^εζητημένους.
Ὥστ' ἂ^ν εἰ λέγοι πα^ρ' αὐτὴν
Ξενοκλέης ὁ Καρκί^νου, δοκεῖν ἂ^ν αὐτόν,
ὡς ἐγᾦμαι, πᾶσι^ν ὑ_μῖν
ἄντι^κρυς μηδὲν λέγειν.
Τουτὶ_ μέντοι θαυμαστόν,
ὁπόθεν ηὑρέθη τὸ χρῆμα^,
χἤτι^ς ἐξέθρεψε χώρα_
τήνδε τὴν θρα^σεῖα^ν οὕτω.
οὐκ ἂ^ν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτ' ἄν.
Ἀλλὰ^ πᾶν γένοιτ' ἂ^ν ἤδη.
Τὴν πα^ροιμί^αν δ' ἐπαινῶ τὴν πα^λαιάν·
ὑ^πὸ λί^θῳ γὰρ παντί^ που χρὴ
μὴ δά^κῃ ῥήτωρ ἀ^θρεῖν.
Ἅ^μα^ δὲ καὶ γένος Ὀλυμπί^ων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα^ χορομα^νεῖ τρόπῳ.
εἰ δέ τις προσδοκᾷ κα^κῶς ἐρεῖν
ἐν ἱ^ερῷ γυ^ναῖκά^ μ' οὖσα^ν ἄνδρα^ς, οὐκ ὀρθῶς φρονεῖ.
Πρόβαινε ποσὶ^ τὸν Εὐλύ^ραν
μέλπουσα^ καὶ τὴν τοξοφόρον
Ἄρτεμι^ν, ἄ^νασσα^ν ἁγνήν.
Χαῖρ', ὦ Ἑκά^εργε,
ὄπαζε δὲ νί_κην.
Ἥραν τε τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
ἣ πᾶσι^ τοῖς χοροῖσι^ συμπαίζει τε καὶ κλῇδας γά^μου φυ^λάττει.
Ἑρμῆν τε νόμι^ον ἄντομαι
καὶ Πᾶνα^ καὶ Νύμφας φί^λας
ἐπι^γελά^σαι προθύ_μως
ταῖς ἡμετέραισι^
χα^ρέντα^ χορείαις.
Ἔξαρχε δὴ προθύ_μως
δι^πλῆν, χά^ριν χορείας.
Παίσωμεν, ὦ γυ^ναῖκες, οἷά^περ νόμος· νηστεύομεν δὲ πάντως.
Βρόμι^ε, καὶ Σεμέλας παῖ,
χοροῖς τερπόμενος
κα^τ' ὄρεα^ Νυμφᾶν ἐρα^τοῖσι^ν ὕμνοις,
Κι^θαιρώνι^ος ἠχώ,
μελάμφυλλά^ τ' ὄρη
δάσκι^α^ πετρώδεις τε νά^παι βρέμονται·
ἀ_ένα^οι Νεφέλαι,
ἀρθῶμεν φα^νεραὶ δροσερὰν φύ^σι^ν εὐά_γητον
πατρὸς ἀ^π' Ὠκεα^νοῦ βα^ρυ^α_χέος
ὑψηλῶν ὀρέων κορυ^φὰ_ς ἔπι^ δενδροκόμους, ἵ^να^ τηλεφα^νεῖς σκοπι^ὰς ἀ^φορώμεθα^
καρπούς τ' ἀρδομένα_ν ἱ^ερὰν χθόνα^
καὶ ποτα^μῶν ζα^θέων κελα^δήμα^τα^
καὶ πόντον κελά^δοντα^ βα^ρύβρομον·
ὄμμα^ γὰ^ρ αἰθέρος ἀ_κά^μα^τον σελα^γεῖται
μαρμα^ρέαισι^ν αὐγαῖς.
ἀλλ' ἀ^ποσεισά^μεναι νέφος ὄμβρι^ον
ἀ_θα^νά^τα_ς ἰ^δέα_ς ἐπι^δώμεθα^
τηλεσκόπῳ ὄμμα^τι^ γαῖαν.
παρθένοι ὀμβροφόροι,
ἔλθωμεν λι^πα^ρὰν χθόνα^ Παλλά^δος, εὔανδρον γᾶν
Κέκροπος ὀψόμεναι πολυ^ήρα^τον·
οὗ σέβα^ς ἀρρήτων ἱ^ερῶν, ἵ^να^ μυστοδόκος δόμος ἐν τελεταῖς ἁ^γί^αις ἀ^να^δείκνυ^ται·
οὐρα^νί^οις τε θεοῖς δωρήμα^τα^,
να_οί θ' ὑψερεφεῖς καὶ ἀ^γάλμα^τα^,
καὶ πρόσοδοι μα^κά^ρων ἱ^ερώτα^ται
εὐστέφα^νοί τε θεῶν θυ^σί^αι θα^λί^αι τε
παντοδα^παῖσι^ν ὥραις,
ἦρί^ τ' ἐπερχομένῳ Βρομί^α_ χά^ρις
εὐκελά^δων τε χορῶν ἐρεθίσμα^τα^
καὶ μοῦσα^ βα^ρύβρομος αὐλῶν.
ὑψι^μέδοντα^ μὲν θεῶν
Ζῆνα^ τύ^ραννον εἰς χορὸν
πρῶτα^ μέγαν κι^κλήσκω·
τόν τε μεγασθενῆ τρι^αίνης τα^μί^αν, γῆς τε καὶ ἁλμυ^ρᾶς θα^λάσσης ἄ^γρι^ον μοχλευτήν·
καὶ μεγα^λώνυ^μον ἡμέτερον πα^τέρ' Αἰθέρα^ σεμνότα^τον, βι^οθρέμμονα^ πάντων·
τόν θ' ἱππονώμα_ν, ὃς ὑ^περλάμπροις ἀκτῖσιν κα^τέχει
γῆς πέδον, μέγα^ς ἐν θεοῖς
ἐν θνητοῖσί^ τε δαίμων.
ἀμφί^ μοι αὖτε Φοῖβ' ἄ^ναξ
Δήλι^ε, Κυνθί^αν ἔχων
ὑψι^κέρα_τα^ πέτραν·
ἥ τ' Ἐφέσου μά^καιρα^ πάγχρυ_σον ἔχεις οἶκον, ἐν ᾧ κόραι σε Λυ_δῶν μεγά^λως σέβουσιν·
ἥ τ' ἐπι^χώρι^ος ἡμετέρα_ θεὸς αἰγί^δος ἡνί^οχος, πολι^οῦχος Ἀ^θά_να_·
Παρνασσί^αν θ' ὃς κα^τέχων πέτραν σὺν πεύκαις σελα^γεῖ
Βάκχαις Δελφί^σι^ν ἐμπρέπων
κωμαστὴς Δι^όνυ_σος.
φρόντιζε δὴ καὶ δι^ά^θρει πάντα^ τρόπον τε σαυτὸν
στρόβει πυ^κνώσας. τα^χὺς δ', ὅτα^ν εἰς ἄ^πορον πέσῃς, ἐπ' ἄλλο πήδα_
νόημα^ φρενός· ὕπνος δ' ἀ^πέστω γλυ^κύ^θυ_μος ὀμμά^των.
ἆρ' αἰσθά^νει πλεῖστα^ δι^' ἡμᾶς ἀ^γά^θ' αὐτί^χ' ἕξων
μόνας θεῶν; ὡς ἕτοιμος ὅδ' ἐστὶ^ν ἅ^παντα^ δρᾶν ὅσ' ἂν κελεύῃς.
σὺ^ δ' ἀνδρὸς ἐκπεπληγμένου καὶ φα^νερῶς ἐπηρμένου
νῦν δείξετον τὼ πι^σύ^νω
τοῖς περι^δεξί^οισιν
λόγοισι^ καὶ φροντί^σι^ καὶ γνωμοτύ^ποις μερίμναις
ἐνθά^δε κίνδυ_νος ἀ^νεῖται σοφί^ας,
ἧς πέρι^ τοῖς ἐμοῖς φί^λοις ἐστὶ^ν ἀ^γὼν μέγιστος.
ὦ καλλί^πυργον σοφί^αν
κλεινοτά^την ἐπασκῶν,
ὡς ἡδύ^ σου τοῖσι^ λόγοις σῶφρον ἔπεστι^ν ἄνθος.
πρὸς τά^δε σ', ὦ κομψοπρεπῆ μοῦσα^ν ἔχων,
δεῖ σε λέγειν τι^ καινόν, ὡς ηὐδοκί^μηκεν ἁ_νήρ.
οἷον τὸ πραγμά^των ἐρᾶν φλαύρων· ὁ γὰρ γέρων ὅδ' ἐρασθεὶς
ἀ^ποστερῆσαι βούλεται
τὰ^ χρήμα^θ' ἁ_δα^νείσα^το.
κοὐκ ἔσθ' ὅπως οὐ τήμερον λήψεταί τι^ πρᾶγμ' ὃ τοῦ-
οἶμαι γὰ^ρ αὐτὸν αὐτί^χ' εὑρήσειν ὅπερ πά^λαι ποτ' ἐπῄτει,
εἶναι τὸν υἱὸν δεινόν οἱ
γνώμα_ς ἐναντί^ας λέγειν
τοῖσιν δι^καίοις, ὥστε νι_κᾶν ἅ^παντα^ς, οἵσπερ ἂν
σὸν ἔργον, ὦ πρεσβῦτα^, φροντίζειν ὅπῃ
τὸν ἄνδρα^ κρα^τήσεις,
ὡς οὗτος, εἰ μή τῳ 'πεποίθειν, οὐκ ἂ^ν ἦν
οὕτως ἀ^κόλαστος.
οἶμαί γε τῶν νεωτέρων τὰς καρδί^ας
πηδᾶν ὅτι^ λέξει.
εἰ γὰρ τοιαῦτά^ γ' οὗτος ἐξειργασμένος
λα^λῶν ἀ^να^πείσει,
Καὶ μὴν ἐγὼ βουλήσομαι—θρεττα^νελο—τὸν Κύ^κλωπα^
μι_μούμενος καὶ τοῖν ποδοῖν ὡδὶ_ πα^ρενσα^λεύων
ὑ_μᾶς ἄ^γειν. Ἀλλ' εἶα^, τέκεα^, θα^μί^ν' ἐπα^να^βοῶντες
βληχώμενοί τε προβα^τί^ων
αἰγῶν τε κι^να^βρώντων μέλη
ἕπεσθ' ἀ^πεψωλημένοι· τρά^γοι δ' ἀ^κρα_τι^εῖσθε.
Ἡμεῖς δέ γ' αὖ ζητήσομεν—θρεττα^νελο—τὸν Κύ^κλωπα^
βληχώμενοι σὲ τουτονὶ_ πεινῶντα^ κα^τα^λα^βόντες,
πήρα_ν ἔχοντα^ λά^χα^νά^ τ' ἄ^γρι^α^ δροσερά^, κραιπα^λῶντα^
ἡγούμενον τοῖς προβα^τί^οις,
εἰκῇ δὲ κα^τα^δαρθόντα^ που
μέγαν λα^βόντες ἡμμένον σφηκίσκον ἐκτυ^φλῶσαι.
ἣ τοὺς ἑταίρους τοῦ—Φι^λωνί^δου ποτ' ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κά^πρους
μεμαγμένον σκῶρ ἐσθί^ειν, αὐτὴ δ' ἔματτεν αὐτοῖς,
μι_μήσομαι πάντας τρόπους·
ὑ_μεῖς δὲ γρυ_λίζοντες ὑ^πὸ φι^ληδί^ας
καὶ μαγγα^νεύουσαν μολύ_νουσάν τε τοὺς ἑταίρους
λα^βόντες ὑ^πὸ φι^ληδί^ας
τὸν Λαρτί^ου μι_μούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θ' ὥσπερ τρά^γου
τὴν ῥῖνα^· σὺ^ δ' Ἀ^ρίστυλλος ὑ^ποχάσκων ἐρεῖς·
τί^ ποτ' οὐ πρὸ θυ^ρῶν φαίνετ' ἄ^ρ' ἡμῖν ὁ γέρων οὐδ' ὑ^πα^κούει;
τῷ σκότῳ τὸν δάκτυ^λόν που,
τὸ σφυ^ρὸν γέροντος ὄντος;
καὶ τά^χ' ἂν βουβωνι^ῴη.
ἦ μὴν πολὺ^ δρι_μύ^τα^τός γ' ἦν τῶν πα^ρ' ἡμῖν,
καὶ μόνος οὐκ ἀ^νεπείθετ', ἀλλ' ὁπότ' ἀντι^βολοίη τις, κά^τω κύπτων ἂ^ν οὕτω
"λί^θον ἕψεις" ἔλεγεν.
τά^χα^ δ' ἂν δι^ὰ^ τὸνχθιζι^νὸν ἄνθρωπον, ὃς ἡμᾶς δι^έδυ_ πως
τἀν Σά^μῳ πρῶτος κα^τείποι,
εἶτ' ἴ^σως κεῖται πυ^ρέττων.
ἔστι^ γὰρ τοιοῦτος ἁ_νήρ.
ἀλλ', ὦ 'γά^θ', ἀ^νίστα^σο, μηδ' οὕτω σεαυτὸν
ἔσθι^ε, μηδ' ἀ^γα^νάκτει. καὶ γὰ^ρ ἀ^νὴρ πα^χὺ^ς ἥκει τῶν προδόντων τἀ_πὶ^ Θρᾴκης·
ὃν ὅπως ἐγχυ^τρι^εῖς.
ἐθελήσεις τί^ μοι οὖν, ὦ πά^τερ, ἤν σού τι^ δεηθῶ;
πά^νυ^ γ', ὦ παιδί^ον. ἀλλ' εἰπέ, τί^ βούλει με πρί^ασθαι κα^λόν; οἶμαι δέ σ' ἐρεῖν ἀστρα^γά^λους δήπουθεν, ὦ παῖ.
μὰ^ Δί^', ἀλλ' ἰσχά^δα^ς, ὦ πα_πί^α^· ἥδι^ον γά^ρ— οὐκ ἂν μὰ^ Δί^', εἰ κρέμαισθέ γ' ὑ_μεῖς.
μὰ^ Δί^' οὔ τἄ_ρα^ προπέμψω σε τὸ λοιπόν.
ἀ^πὸ γὰρ τοῦδέ με τοῦ μισθα^ρί^ου
τρί^τον αὐτὸν ἔχειν ἄλφι^τα^ δεῖ καὶ ξύ^λα^ κὤψον·
σὺ^ δὲ σῦκά^ μ' αἰτεῖς.
ἄ^γε νυ_ν, ὦ πά^τερ, ἢν μὴ τὸ δι^καστήρι^ον ἅρχων
κα^θί^σῃ νῦν, πόθεν ὠνησόμεθ' ἄ_ριστον; ἔχεις ἐλπί^δα^ χρηστήν τι^να^ νῷν ἢ πόρον Ἕλλας ἱερόν;
ἀ^πα^παῖ φεῦ, ἀ^πα^παῖ φεῦ, μὰ^ Δί^' οὐκ ἔγωγε νῷν οἶδ' ὁπόθεν γε δεῖπνον ἔσται.
τί^ με δῆτ', ὦ μελέα_ μῆτερ, ἔτικτες;
ἵ^ν' ἐμοὶ πράγμα^τα^ βόσκειν πα^ρέχῃς.
ἀ^νόνητον ἄ^ρ', ὦ θυ_λά^κι^ον, σ' εἶχον ἄ^γαλμα^.
πά^ρα^ νῷν στενάζειν.
τίς γά^ρ ἐσθ' ὁ ταῦτά^ σ' εἵργων
κἀ_ποκλείων τῇ θύ^ρᾳ; λέξον· πρὸς εὔνους γὰρ φρά^σεις.
οὑμὸς υἱός. ἀλλὰ^ μὴ βοᾶτε· καὶ γὰρ τυγχά^νει
οὑτοσὶ_ πρόσθεν κα^θεύδων. ἀλλ' ὕ^φεσθε τοῦ τόνου.
τοῦ δ' ἔφεξι^ν, ὦ μά^ταιε, ταῦτα^ δρᾶν σε βούλεται;
τί^να^ πρόφα^σι^ν ἔχων;
οὐκ ἐᾷ μ', ὦ 'νδρες, δι^κάζειν οὐδὲ δρᾶν οὐδὲν κα^κόν·
ἀλλά^ μ' εὐωχεῖν ἕτοιμός ἐστ', ἐγὼ δ' οὐ βούλομαι.
τοῦτ' ἐτόλμησ' ὁ μι^α^ρὸς χα^νεῖν, ὁ Δημολογοκλέων ὅδ', ὅτι^ λέγεις σύ^ τι^ περὶ^ τῶν νεῶν ἀ^ληθές; οὐ γὰ^ρ ἄν ποθ' οὗτος ἁ_νὴρ τοῦτ' ἐτόλμησεν λέγειν, εἰ μὴ ξυ^νωμότης τι^ς ἦν.
ἀλλὰ^ καὶ νῦν ἐκπόριζε
μηχα^νὴν ὅπως τά^χισθ'· ἕως γά^ρ, ὦ μελίττι^ον.
δι^α^τρα^γεῖν τοίνυν κρά^τιστόν ἐστί^ μοι τὸ δίκτυ^ον.
ἡ δέ μοι Δίκτυννα^ συγγνώμην ἔχοι τοῦ δικτύ^ου.
ταῦτα^ μὲν πρὸς ἀνδρός ἐστ' ἄ^νοντος ἐς σωτηρί^αν.
ἀλλ' ἔπα^γε τὴν γνά^θον.
δι^α^τέτρωκται τοῦτό γ'. ἀλλὰ^ μὴ βοᾶτε μηδα^μῶς,
ἀλλὰ^ τηρώμεσθ' ὅπως μὴ Βδελυ^κλέων αἰσθήσεται.
μηδέν, ὦ τᾶν, δέδι^θι^, μηδέν· ὡς ἐγὼ τοῦτόν γ', ἐὰν γρύξῃ τι^, ποιήσω δα^κεῖν τὴν καρδί^αν καὶ τὸν περὶ ψυ_χῆς δρόμον δρα^μεῖν, ἵ^ν' εἰδῇ μὴ πα^τεῖν τὰ^ ταῖν θεαῖν ψηφίσμα^τα^.
νῦν δὴ τὸν ἐκ θἠμετέρου
γυμνα^σί^ου λέγειν τι^ δεῖ καινόν, ὅπως φα^νήσει—
ἐνεγκά^τω μοι δεῦρο τὴν κίστην τι^ς ὡς τά^χιστα^.
ἀ^τὰρ φα^νεῖ ποῖός τι^ς ὤν, ἢν ταῦτα^ πα^ρα^κελεύῃ;
—μὴ κα^τὰ^ τὸν νεα_νί^αν
τόνδε λέγειν. ὁρᾷς γὰρ ὥς σοι μέγα^ς ἐστὶ^ν ἁ_γὼν
καὶ περὶ^ τῶν ἁ^πάντων,
καὶ μὴν ὅσ' ἂν λέξῃ γ' ἁ^πλῶς μνημόσυ^να^ γράψομαι 'γώ.
τί^ γάρ φα^θ' ὑ_μεῖς, ἢν ὁδί_ με τῷ λόγῳ κρα^τήσῃ;
οὐκέτι^ πρεσβυ_τῶν ὄχλος
χρήσι^μος ἔστ' οὐδ' ἀ^κα^ρῆ·
σκωπτόμενοι δ' ἐν ταῖς ὁδοῖς θαλλοφόροι κα^λούμεθ', ἀντωμοσι^ῶν κελύ_φη.
οὐπώποθ' οὕτω κα^θα^ρῶς
οὐδενὸς ἠκούσα^μεν οὐδὲ ξυ^νετῶς λέγοντος.
οὔκ, ἀλλ' ἐρήμας ᾤεθ' οὕτω ῥᾳδί^ως τρυ^γήσειν·
κα^λῶς γὰ^ρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κρά^τιστός εἰμι_.
ὡς δ' ἐπὶ^ πάντ' ἐλήλυ^θεν
κοὐδὲν παρῆλθεν, ὥστ' ἔγωγ' ηὐξα^νόμην ἀ^κούων,
ἡδόμενος λέγοντι^.
ὥσθ' οὗτος ἤδη σκορδι^νᾶται κἄστι^ν οὐκ ἐν αὑτοῦ.
ἦ μὴν ἐγώ σε τήμερον σκύ^τη βλέπειν ποιήσω.
δεῖ δέ σε παντοίας πλέκειν
εἰς ἀ^πόφευξιν πα^λά^μας
τὴν γὰ^ρ ἐμὴν ὀργὴν πεπᾶναι χα^λεπὸν νεα_νί^ᾳ μὴ πρὸς ἐμοῦ λέγοντι^.
πι^θοῦ πι^θοῦ λόγοισι^, μηδ' ἄ^φρων γένῃ
μηδ' ἀ^τενὴς ἄ^γα_ν ἀ^τερά^μων τ' ἀ^νήρ.
εἴθ' ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τι^ς ὅστις τοιαῦτ' ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν πα^ρὼν ἐμφα^νὴς
ξυλλαμβά^νει τοῦ πράγμα^τος, καὶ δῆλός ἐστι^ν εὖ ποιῶν·
σὺ^ δὲ πα^ρὼν δέχου.
νενουθέτηκεν αὑτὸν ἐς τὰ^ πράγμα^θ', οἷς
τότ' ἐπεμαίνετ'. ἔγνωκε γὰ^ρ ἀρτί^ως,
λογίζεταί τ' ἐκεῖνα^ πάνθ' ἁ^μαρτί^ας
ἃ^ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ' ἴ^σως τοῖσι^ σοῖς λόγοις πείθεται,
καὶ σωφρονεῖ μέντοι μεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον
πειθόμενός τέ σοι.
εὐφημί^α_ μὲν πρῶτα^ νῦν ὑ^παρχέτω.
ὦ Φοῖβ' Ἄ^πολλον Πύ_θι^', ἐπ' ἀ^γα^θῇ τύ^χῃ
τὸ πρᾶγμ', ὃ μηχα^νᾶται
ἔμπροσθεν οὗτος τῶν θυ^ρῶν,
ἅ^πα_σι^ν ἡμῖν ἁρμόσαι
παυσα^μένοις πλά^νων.
ξυ^νευχόμεσθα^ ταῦτά^ σοι κἀ^πᾴδομεν
νέαισι^ν ἀρχαῖς ἕνεκα^ τῶν προλελεγμένων.
εὖνοι γά^ρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά^ σου
φι^λοῦντος ὡς οὐδεὶς ἀ^νὴρ
τῶν γε νεωτέρων.
ὢ πά^λαι ποτ' ὄντες ἡμεῖς ἄλκι^μοι μὲν ἐν χοροῖς,
ἄλκι^μοι δ' ἐν μά^χαις,
ώτεραι δὴ αἵδ' ἐπανθοῦσιν τρί^χες.
ἀλλὰ^ κἀκ τῶν λειψά^νων δεῖ τῶνδε ῥώμην
νεα^νι^κὴν σχεῖν· ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρα^ς εἶναι κρεῖττον ἢ πολλῶν κι^κίννους νεα^νι^ῶν καὶ σχῆμα^ κεὐρυ^πρωκτί^αν.
ἆρα^ δεινὸς ἦ τόθ', ὥστε πάντα^ μὴ δεδοικέναι,
καὶ κα^τεστρεψά^μην
μεν τότ' οὐδὲ συ_κοφαντήσειν τι^νὰ^
φροντί^ς, ἀλλ' ὅστι^ς ἐρέτης ἔσοιτ' ἄ^ριστος.
τοιγα^ροῦν πολλὰς πόλεις Μήδων ἑλόντες
αἰτι^ώτα^τοι φέρεσθαι τὸν φόρον δεῦρ' ἐσμέν, ὃν κλέπτουσι^ν οἱ νεώτεροι.
ζηλῶ γε τῆς εὐτυ^χί^ας
τὸν πρέσβυ^ν, οἷ μετέστη
ξηρῶν τρόπων καὶ βι^οτῆς. ἕτερα^ δὲ νῦν ἀντι^μα^θὼν
ἦ μέγα^ τι^ μετα^πεσεῖται
ἐπὶ^ τὸ τρυ^φῶν καὶ μα^λα^κόν.
τά^χα^ δ' ἂ^ν ἴ^σως οὐκ ἐθέλοι·
τὸ γὰ^ρ ἀ^ποστῆναι χα^λεπὸν
φύ^σεως, ἣν ἔχοι τι^ς, ἀ^εί.
καίτοι πολλοὶ ταῦτ' ἔπα^θον·
ξυ^νόντες γνώμαις ἑτέρων μετεβά^λοντο τοὺς τρόπους.
πολλοῦ δ' ἐπαίνου πα^ρ' ἐμοὶ
καὶ τοῖσι^ν εὖ φρονοῦσιν
τυ^χὼν ἄ^πεισιν δι^ὰ^ τὴν φι^λοπα^τρί^αν καὶ σοφί^αν
ὁ παῖς ὁ Φι^λοκλέωνος.
οὐδενὶ^ γὰ^ρ οὕτως ἀ^γα^νῷ
ξυ^νεγενόμην, οὐδὲ τρόποις
ἐπεμά^νην οὐδ' ἐξεχύ^θην.
τί^ γὰ^ρ ἐκεῖνος ἀντι^λέγων
οὐ κρείττων ἦν, βουλόμενος
τὸν φύ_σαντα^ σεμνοτέροις κα^τα^κοσμῆσαι πράγμα^σιν;