macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πα^ρὰ^ δὲ τῶν δι^καίων ἐπαγγέλλεται καὶ τόκους ἀ^παιτεῖν·
παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν·
δι^ὰ^ τί^ γὰ^ρ οὐκ ἐδώκα^τε τὸ ἀργύ^ρι^όν μου τοῖς τραπεζίταις·
διὰ τί γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις·
κ ἀγὼ ἐλθὼν σὺ^ν τόκοις ἀ^πῄτησα^;
κ ἀγὼ ἐλθὼν σὺν τόκοις ἀπῄτησα;
ταῦτα^ λέγω, οὐχ ὡς τοῦ θεοῦ πρὸς τοὺς δι^καίους ἀπεχθῶς διακειμένου·
ταῦτα λέγω, οὐχ ὡς τοῦ θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου·
οὐδὲν γὰ^ρ τῷ θεῷ τοῦ δι^καίου ποθεινότερον·
οὐδὲν γὰρ τῷ θεῷ τοῦ δικαίου ποθεινότερον·
ἀλλ', ὡς ἔφθην εἰπών, παραμυθεῖται τὸν ἁμαρτωλόν, ἵ^να_ δι^εγείρῃ·
ἀλλ', ὡς ἔφθην εἰπών, παραμυθεῖται τὸν ἁμαρτωλόν, ἵνα διεγείρῃ·
φοβεῖ καὶ τὸν δί^καιον, ἵ^να_ στηρίξῃ·
φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ·
καὶ τοῖς μὲν τὰ^ πολλὰ^ συγχωρεῖ πλημμελήμα^τα^ ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ^ τῶν τυ^χόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα^.
καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα.
ὃ γά^ρ ἐστι^ν ἐν τῷ κόσμῳ τούτῳ πλούσι^ος, τοῦτο τῷ θεῷ δί^καιος·
ὃ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ θεῷ δίκαιος·
καὶ ὅ ἐστι^ν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ θεῷ ἁμαρτωλός·
καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ θεῷ ἁμαρτωλός·
οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσι^ώτερον τοῦ δικαιοπραγοῦντος.
οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος.
δι^ὰ^ τοῦτο περὶ^ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ δι^αγόντων εὐχαριστῶ τῷ θεῷ, ὅτι^ ἐν παντὶ^ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ^ λόγῳ καὶ πά^σῃ γνώσει.
διὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.
ἴσως πτωχοί εἰσι^, δι^ὰ^ τοῦτο οὐκ ἠδύναντο ἀ^κούειν λόγον κυ_ρί^ου.
ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον κυρίου.
ὁρᾷς ὅπως πτωχοὺς κα^λεῖ τοὺς ἀπεσχοινισμένους τῆς εὐσεβεία_ς.
ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς εὐσεβείας.
ὡς πτωχοὺς τοίνυ^ν τοὺς ἁμαρτάνοντα^ς ἐλεεῖ, καὶ ὡς πλουσί^ους τοὺς δικαιοπραγοῦντα^ς ἀ^παιτεῖ, τοῖς μὲν δι^ὰ^ τὴν πενίαν χα^ρι^ζόμενος, τοῖς δὲ δι^ὰ^ τὸν τῆς εὐσεβεία_ς πλοῦτον μετὰ^ πολλῆς ἀκρι_βεία_ς τοὺς λόγους εἰσπραττόμενος.
ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τῆς εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος.
ὃ δὲ ποιεῖ ἐπὶ^ δι^καίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ^ πλουσί^ων καὶ πενήτων·
ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων·
καὶ ὥσπερ τὸν ἁμαρτάνοντα^ ἐγείρει δι^ὰ^ φιλανθρωπίαν, τὸν δὲ δί^καιον φοβεῖ δι^ὰ^ τῆς ἀποτομία_ς·
καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας·
οὕτω καὶ ἐν τοῖς κοσμι^κοῖς πρά_γμα^σι^ν διατίθησι^ τὴν ἑαυτοῦ οἰκονομίαν.
οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν.
ἐὰ^ν ἴ^δῃ δυ^νά^στα_ς ἀξι^ώμα^σι^ν ὑπερλάμποντα^ς, βα^σι^λεῖς, ἄ^ρχοντα^ς, πά^ντα^ς τοὺς ἐν πλούτῳ διαπρέποντα^ς, τούτοις δι^α^λέγεται μετὰ^ φόβου, καὶ ἐπι^τί^θησι^ χρησί^μως τῇ δυ^να^στείᾳ τὸν φόβον·
ἐὰν ἴδῃ δυνάστας ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας, τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον·
καὶ νῦν, βα^σι^λεῖς, σύ^νετε, παιδεύθητε πάντες οἱ κρί_νοντες τὴν γῆν·
καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν·
δουλεύσατε τῷ κυ_ρί^ῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, ὅτι^ βα^σι^λεύς ἐστι^ τῶν βα^σι^λευόντων, καὶ κύ_ρι^ος τῶν κυριευόντων.
δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, ὅτι βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόντων.
ὅπου ἀρχὴ δυ^να^στεία_ς, ἐπι^τί^θησι^ τὸν φόβον τῆς αὐτοῦ βα^σι^λεία_ς·
ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας·
ὅπου τα^πείνωσι^ς εὐτελεία_ς, προσφέρει τὸ φάρμα^κον τῆς ἑαυτοῦ φιλανθρωπία_ς.
ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας.
ὁ γὰ^ρ θεὸς οὗτος μέγα^ς βα^σι^λεὺς τῶν βα^σι^λευόντων, καὶ κύ_ρι^ος τῶν κυριευόντων.
ὁ γὰρ θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόντων.
οὗτος αὐτός, πά^λι^ν ὑ^ποβαίνων τῆς ἑαυτοῦ ἀ^ξί^α_ς, εὑρίσκεται κα^τὰ^ τὴν ἁγί^α_ν γραφὴν πα^τὴρ ὀρφα^νῶν καὶ κρι^τὴς τῶν χηρῶν, βα^σι^λέων βασιλεύς, ἀρχόντων ἄρχων, κυριευόντων κύ_ρι^ος.
οὗτος αὐτός, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεύς, ἀρχόντων ἄρχων, κυριευόντων κύριος.
ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπία_ς;
ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας;
ὁρᾷς χρήσι^μον τὸν φόβον τῆς εὐσεβεία_ς καὶ τῆς ἐξουσί^α_ς;
ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας;
ὅπου μὲν γὰ^ρ εἶδεν ἀρκοῦσα^ν τὴν ἐξουσί^α_ν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλεια^ν·
ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν·
ὅπου δὲ εἶδε πα^ραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρεία_ς, προσήγα^γε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν.
ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν.
ἐγὼ πα^τὴρ τῶν ὀρφα^νῶν.
ἐγὼ πατὴρ τῶν ὀρφανῶν.
δύ^ο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυ_σι^, καὶ τὴν δυναστείαν κολάζει.
δύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει.
καλεῖ ἑαυτὸν πα^τέρα^ τῶν ὀρφα^νῶν, ἵ^να_ καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυ^να^στείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφα^νοῖς τε καὶ χήραις·
καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις·
ἐπειδὴ ὁ θά^να^τος ἐγύμνωσε τὸν μὲν τοῦ πατρός, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρός, καὶ οὓς δι^έφθειρεν ὁ τῆς φύ^σεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπία_ς ὅρος·
ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρός, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρός, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος·
καὶ ἡ αὐτὴ χά^ρι^ς τῇ μὲν ἔδωκε τὸν κριτήν, τῷ δὲ ὀρφα^νῷ πα^τέρα^, τὸν βα^σι^λέα^ τῶν ἁ^γί^ων.
καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτήν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων.
ὥστε, φησί^ν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν πα^ροξύ_νεις·
ὥστε, φησίν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις·
ἐὰν ὀρφα^νοὺς ἀδι^κῇς, υἱοὺς ἀδι^κεῖς θεοῦ.
ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς θεοῦ.
ἐγώ εἰμι^ ὁ πα^τὴρ τῶν ὀρφα^νῶν καὶ κρι^τὴς τῶν χηρῶν.
ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν.
τί^ς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβεια^ν, ὥστε υἱοὺς ἀ^δι^κεῖν θεοῦ, καὶ ταῖς ὑ^πὸ τοῦ θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν;
τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν;
ὁρᾷς πῶς χρησί^μως κα^τα^σκευά^ζει τὰ^ φάρμα^κα^ τῆς εὐσεβεία_ς, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰ_ς γνώμα_ς τῶν ἀνθρώπων ἁρμοζόμενος;
ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος;
προσά^γωμεν τοίνυ^ν ἑαυτοῖς, ἀ^δελφοί, φάρμα^κον εἰς σωτηρί^α_ν τὴν μετάνοια^ν·
προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν·
μᾶλλον δὲ δεξώμεθα^ πα^ρὰ^ τοῦ θεοῦ τὴν μετάνοια^ν ἰατρεύουσα^ν ἡμᾶς.
μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς.
οὐ γὰ^ρ ἡμεῖς αὐτῷ ταύτην προσά^γομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν.
οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν.
ὁρᾷς αὐτοῦ τὴν ἀκρίβεια^ν τὴν ἐν τῷ νόμῳ;
ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ;
ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι^;
ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι;
ὅτα^ν δὲ εἴπω τὴν ἀκρίβεια^ν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρί^σιν, ὅταν δὲ εἴπω τὴν ἀκρίβεια^ν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρί^σιν, ἀλλὰ^ τῆς εὐαγγελικῆς χά^ρι^τος κηρύττω τὴν φιλανθρωπίαν·
ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν·
ὅτι^ ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντα^ς, ἡ δὲ χά^ρι^ς μετὰ^ πολλῆς μα^κροθυ_μία_ς ὑπερτίθεται τὴν τι_μωρί^α_ν, ἵ^να_ ἐπα^γά^γῃ τὴν δι^όρθωσι^ν.
ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν.
δεξώμεθα^ τοίνυ^ν μετάνοια^ν, ἀ^δελφοί, φάρμα^κον εἰς σωτηρί^α_ν, δεξώμεθα φάρμα^κον ἐξαλεῖφον ἡμῶν τὰ^ πταίσμα^τα^.
δεξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν τὰ πταίσματα.
μετάνοια^ δέ ἐστι^ν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πρά_γμα^σι^ βεβαιουμένη·
μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη·
μετάνοια^ ἡ ἐξ αὐτῆς τῆς κα^ρδί^α_ς ἐξαλείφουσα^ τὸν ῥύ^πον τῆς ἀ^σεβεία_ς.
μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας.
λούσασθε γά^ρ φησι^ κα^θα^ροὶ γί_νεσθε·
λούσασθε γάρ φησι καθαροὶ γίνεσθε·
ἀ^φέλετε τὰ_ς πονηρία_ς ἀ^πὸ τῶν κα^ρδι^ῶν ὑ_μῶν, ἀ^πέναντι^ τῶν ὀφθαλμῶν μου.
ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.
τί^ βούλεται τὸ περιττὸν τῆς λέξεως;
τί βούλεται τὸ περιττὸν τῆς λέξεως;
τὸ γὰ^ρ ἀφέλετε τὰ_ς πονηρία_ς ἀ^πὸ τῶν κα^ρδι^ῶν ὑ_μῶν, οὐχ ἱ^κα^νὸν μηνῦσαι τὸ πᾶν;
τὸ γὰρ ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν;
δι^ὰ^ τί^ οὖν ἀ^πέναντι^ τῶν ὀφθαλμῶν μου;
διὰ τί οὖν ἀπέναντι τῶν ὀφθαλμῶν μου;
ἐπειδὴ ἄλλως ὁρῶσι^ν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ θεοῦ·
ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ θεοῦ·
ἄνθρωπος γὰ^ρ εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδί^α_ν.
ἄνθρωπος γὰρ εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν.
μὴ σχήμα^σι^, φησί^, νοθεύσητε τὴν μετάνοια^ν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ^ κρυπτὰ^ ἐρευνώντων, δείξα^τε τοὺς καρποὺς τῆς μετα^νοία_ς.
μὴ σχήμασι, φησί, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.
δεῖ δὲ ἡμᾶς κα^θαιρομένους ἀ^πὸ τῶν ἁμαρτι^ῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ^ τὰ^ ἁ^μα^ρτήμα^τα^·
δεῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα·
κ ἂ_ν ὁ θεὸς δι^ὰ^ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁ^μαρτί^α_ν, ἀλλὰ^ σὺ^ πρὸς τὴν ἀσφάλεια^ν τῆς ἑαυτοῦ ψυ_χῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁ^μαρτί^α_ν.
κ ἂν ὁ θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν.
ἡ γὰ^ρ μνήμη τῶν προλαβόντων ἐποχὴ γί_νεται τῶν μελλόντων·
ἡ γὰρ μνήμη τῶν προλαβόντων ἐποχὴ γίνεται τῶν μελλόντων·
καὶ ὁ ἐπὶ^ τοῖς προτέροις δακνόμενος, περὶ^ τὰ^ δεύτερα^ ἀσφα^λεστέρα_ν τὴν γνώμην δείκνυ_σι^.
καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι.
καὶ ἡ ἁμαρτία μου φησὶ^ν ἐνώπι^όν μού ἐστι^ δι^ὰ^ παντός, ἵ^να_ πρὸ ὀφθαλμῶν ἔχων τὰ^ προλαβόντα^, μὴ περι^πέσῃ τοῖς μέλλουσι^ν.
καὶ ἡ ἁμαρτία μου φησὶν ἐνώπιόν μού ἐστι διὰ παντός, ἵνα πρὸ ὀφθαλμῶν ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν.
ὅτι^ δὲ ταύτην παρ' ἡμῶν ὁ θεὸς ἀ^παιτεῖ τὴν κατάστασι^ν, ἄ^κουσον αὐτοῦ λέγοντος·
ὅτι δὲ ταύτην παρ' ἡμῶν ὁ θεὸς ἀπαιτεῖ τὴν κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος·
ἐγώ εἰμι^ ὁ ἐξαλείφων τὰ_ς ἁ^μαρτί^α_ς σου, καὶ οὐ μὴ μνησθήσομαι·
ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι·
σὺ^ δὲ μνήσθητι^, καὶ κρι^θῶμεν, λέγει κύ_ρι^ος·
σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει κύριος·
λέγε σὺ^ πρῶτον τὰ_ς ἁ^μαρτί^α_ς σου, ἵ^να_ δι^καιωθῇς.
λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.
οὐκ ἀναμένει ὁ θεὸς χρόνον τὸν ἀ^πὸ τῆς μετα^νοία_ς·
οὐκ ἀναμένει ὁ θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας·
εἶπες τὴν ἁ^μαρτί^α_ν σου, ἐδι^καιώθης·
εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης·
μετενόησα^ς, ἠλεήθης.
μετενόησας, ἠλεήθης.
οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετα^νοοῦντος τὴν ἁ^μαρτί^α_ν σβέννυ_σι^ν·
οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν·
ἔστι^ καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα^ μὴ τυ^χεῖν σωτηρί^α_ς, καὶ ἐν ὀλί^γῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύ_σα^σθαι τὴν ἁ^μαρτί^α_ν.
ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν.
πολὺν ἀνάλωσε χρόνον ὁ μα^κά^ριος σαμουὴλ ἀ^ξι^ῶν περὶ^ τοῦ σαούλ, καὶ πολλὰ_ς νύκτας δι^ήνυ^σεν ἀγρυπνῶν περὶ^ τῆς τοῦ ἁμαρτήσαντος σωτηρί^α_ς·
πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος σαμουὴλ ἀξιῶν περὶ τοῦ σαούλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν περὶ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας·
ὁ δὲ θεὸς τὸν χρόνον πα^ρα^πεμπόμενος οὐ γὰ^ρ συ^νέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια^ τοῦ ἁμαρτήσαντος.
ὁ δὲ θεὸς τὸν χρόνον παραπεμπόμενος οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια τοῦ ἁμαρτήσαντος.
λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην·
λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην·
ἕως πότε σὺ^ πενθεῖς περὶ^ σαοὺλ κ ἀγὼ ἀ^πῶσμαι αὐτόν;
ἕως πότε σὺ πενθεῖς περὶ σαοὺλ κ ἀγὼ ἀπῶσμαι αὐτόν;
τὸ ἕως πότε τὸν χρόνον δείκνυ_σι^ καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος·
τὸ ἕως πότε τὸν χρόνον δείκνυσι καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος·
καὶ ἀ^πεπέμψα^το ὁ θεὸς τὸν χρόνον τῆς ἱκεσία_ς τοῦ προφήτου·
καὶ ἀπεπέμψατο ὁ θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου·
οὐ γὰ^ρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δι^καίου ἡ μετάνοια^ τοῦ βα^σι^λέως.
οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως.
τῷ δέ γε μακαρί^ῳ δαυίδ, δεξα^μένῳ τὸν ἔλεγχον τῆς ἁ^μαρτί^α_ς δι^ὰ^ τοῦ ἁ^γί^ου ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀ^πειλὴν ἐπι^δειξαμένῳ τὴν γνησίαν ἐπιστροφήν, καὶ εἰπόντι^ ἥμαρτον τῷ κυ_ρί^ῳ, εὐθέως ῥῆμα^ ἓν ἐν μι^ᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετα^νοήσαντι^ τὴν σωτηρί^α_ν.
τῷ δέ γε μακαρίῳ δαυίδ, δεξαμένῳ τὸν ἔλεγχον τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀπειλὴν ἐπιδειξαμένῳ τὴν γνησίαν ἐπιστροφήν, καὶ εἰπόντι ἥμαρτον τῷ κυρίῳ, εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν.
εὐθὺς γὰ^ρ ἡ δι^όρθωσι^ς κα^τέλα^βε τὴν ἀ^πόφα^σι^ν.
εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν.
φησὶ^ γοῦν πρὸς αὐτὸν ὁ ναθᾶν·
φησὶ γοῦν πρὸς αὐτὸν ὁ ναθᾶν·
καὶ κύ_ρι^ος ἀ^φῆκε τὴν ἁ^μαρτί^α_ν σου.
καὶ κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου.
ὅρα_ δέ μοι τὸν θεὸν βρα^δὺ^ν εἰς τι_μωρί^α_ν καὶ τα^χὺ^ν εἰς σωτηρί^α_ν·
ὅρα δέ μοι τὸν θεὸν βραδὺν εἰς τιμωρίαν καὶ ταχὺν εἰς σωτηρίαν·
καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φι^λάνθρωπος μετὰ^ πολλοὺς προσήγα^γε χρόνους.
καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους.
ἥμαρτεν ὁ δαυίδ, ἐκυοφόρησεν ἡ γυ^νὴ καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ πα^ρηκολούθησεν, ἀλλὰ^ μετὰ^ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁ^μαρτί^α_ς ἀποστέλλεται ὁ ἰ_α_τρὸς τῆς ἁ^μαρτί^α_ς.
ἥμαρτεν ὁ δαυίδ, ἐκυοφόρησεν ἡ γυνὴ καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας.
δι^ὰ^ τί^ δὲ ἁμαρτήσαντα^ εὐθέως οὐ δι^ωρθώσατο;
διὰ τί δὲ ἁμαρτήσαντα εὐθέως οὐ διωρθώσατο;
ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁ^μα^ρτημά^των τυφλώττουσα^ν τὴν ψυ_χὴν τῶν ἁ^μα^ρτα^νόντων, δι^ό^τι^ ἐκκεκώφωται τὰ^ ὦτα^ τῶν βεβαπτισμένων ἐν τῷ βά^θει τῆς ἁ^μαρτί^α_ς.
ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας.
ὑπερτίθεται οὖν φλεγμαίνοντι^ τῷ πά^θει προσά^γειν τὴν βοήθεια^ν, καὶ μετὰ^ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται·
ὑπερτίθεται οὖν φλεγμαίνοντι τῷ πάθει προσάγειν τὴν βοήθειαν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται·
καὶ ἐν μι^ᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια^ καὶ ἡ ἄφεσις.
καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια καὶ ἡ ἄφεσις.
καὶ κύ_ρι^ος ἀ^φῆκε τὴν ἁ^μαρτί^α_ν σου.
καὶ κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου.
ὢ τῆς οἰκονομί^α_ς τοῦ ἀ^πειλήσα^ντος.
ὢ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος.
ὁρᾷς ὅτι^ ὀξὺ^ς εἰς σωτηρί^α_ν;
ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν;
τοῦτο καὶ ἐπὶ^ τῶν ἄλλων ποιεῖ, βρα^δύ^νων μὲν πρὸς κα^θαίρεσι^ν, ταχύνων δὲ πρὸς ἀντίληψι^ν.
τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν.
οἷόν τι^ λέγω·
οἷόν τι λέγω·
ἐφ' ἡμῶν τῶν ἀνθρώπων δι^ὰ^ πολλῶν χρόνων τὰ^ κτί^σμα^τα^ κα^τα^σκευά^ζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον·
ἐφ' ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον·
καὶ τῆς μὲν οἰκοδομῆς πολὺ^ς ὁ χρόνος, τῆς δὲ κα^θαιρέσεως ὀλί^γος.
καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος.
ἐπὶ^ δὲ τοῦ θεοῦ τὸ ἀ^νά^πα^λι^ν·
ἐπὶ δὲ τοῦ θεοῦ τὸ ἀνάπαλιν·
ὅταν κτίζῃ, τα^χέως κτίζει·
ὅταν κτίζῃ, ταχέως κτίζει·
ὅταν κα^ταστρέφῃ, βρα^δέως κα^ταστρέφει.
ὅταν καταστρέφῃ, βραδέως καταστρέφει.
τα^χὺ^ς ὁ θεὸς κτίζων, βρα^δὺ^ς κα^ταστρέφων·
ταχὺς ὁ θεὸς κτίζων, βραδὺς καταστρέφων·