macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οἷόν τι^ λέγω. | οἷόν τι λέγω. |
ὁ ἰσαὰκ ὤρυξε φρέαρ· | ὁ ἰσαὰκ ὤρυξε φρέαρ· |
οἱ φιλιστιαῖοι ἐλθόντες ἐμαχήσαντο περὶ^ τοῦ φρέατος καὶ εἰς ἑαυτοὺς περι^εποιήσα^ντο φρέαρ, ἀ^λλοτρί^ους καρπούμενοι πόνους. | οἱ φιλιστιαῖοι ἐλθόντες ἐμαχήσαντο περὶ τοῦ φρέατος καὶ εἰς ἑαυτοὺς περιεποιήσαντο φρέαρ, ἀλλοτρίους καρπούμενοι πόνους. |
τί οὖν ὁ ἰσαάκ; | τί οὖν ὁ ἰσαάκ; |
ἐκάλεσε τὸ ὄνομα^ τοῦ λάκκου ἐχθρίαν. | ἐκάλεσε τὸ ὄνομα τοῦ λάκκου ἐχθρίαν. |
οὐχ ὁ λάκκος τὴν ἐχθρίαν εἰργά^σα^το, ἀλλ' ἡ ὑπόθεσι^ς ἡ περὶ^ αὐτοῦ ἐχθρίαν ἐποίησε. | οὐχ ὁ λάκκος τὴν ἐχθρίαν εἰργάσατο, ἀλλ' ἡ ὑπόθεσις ἡ περὶ αὐτοῦ ἐχθρίαν ἐποίησε. |
καὶ διὰ τοῦτο φρέαρ ἐγένετο ἐχθρία_ς. | καὶ διὰ τοῦτο φρέαρ ἐγένετο ἐχθρίας. |
ἐποίησεν ἄλλο φρέαρ καὶ ἀ^φῃρέθη καὶ τοῦτο. | ἐποίησεν ἄλλο φρέαρ καὶ ἀφῃρέθη καὶ τοῦτο. |
καὶ ἐκά^λεσεν αὐτὸ φρέαρ ἀ^δι^κί^α_ς, οὐχ ὅτι^ τὸ φρέαρ ἦν ἀ^δι^κί^α_ς, ἀλλ' ἐπειδὴ ἡ ἀ^δι^κί^α_ περὶ^ τὸ φρέαρ ἔσχε τὴν ὕ_λην. | καὶ ἐκάλεσεν αὐτὸ φρέαρ ἀδικίας, οὐχ ὅτι τὸ φρέαρ ἦν ἀδικίας, ἀλλ' ἐπειδὴ ἡ ἀδικία περὶ τὸ φρέαρ ἔσχε τὴν ὕλην. |
ὁμοίως καὶ οἱ ὑπηρέται τοῦ ἰωὰβ καὶ τοῦ ἀβεννὴρ περὶ^ τὴν κρήνην, ὡς ἴσα_σι^ν οἱ τὴν γραφὴν ἐπι^στά^μενοι, ἀλλήλους συγκροτούμενοι ἀλλήλοις ἐπεβούλευσα^ν καὶ ἐκλήθη ὁ τόπος μερὶς τῶν ἐπιβούλων. | ὁμοίως καὶ οἱ ὑπηρέται τοῦ ἰωὰβ καὶ τοῦ ἀβεννὴρ περὶ τὴν κρήνην, ὡς ἴσασιν οἱ τὴν γραφὴν ἐπιστάμενοι, ἀλλήλους συγκροτούμενοι ἀλλήλοις ἐπεβούλευσαν καὶ ἐκλήθη ὁ τόπος μερὶς τῶν ἐπιβούλων. |
πάλιν ἐνταῦθα οὐχ ὁ τόπος τὴν ἐπι^βουλὴν ἐγέννησεν, ἀλλ' ἡ ὑπόθεσι^ς ὄνομα^ τῷ τόπῳ δέδωκεν. | πάλιν ἐνταῦθα οὐχ ὁ τόπος τὴν ἐπιβουλὴν ἐγέννησεν, ἀλλ' ἡ ὑπόθεσις ὄνομα τῷ τόπῳ δέδωκεν. |
οὕτως οὖν καὶ ἐπὶ^ τὸν ἀδάμ. | οὕτως οὖν καὶ ἐπὶ τὸν ἀδάμ. |
ἐπειδὴ ἐκ τῆς γενέσεως ἔμελλε λοιπὸν τὴν πεῖρα^ν λα^μβά^νειν, ὅτι^ καλὸν τὸ ὑ^πα^κοῦσαι, κα^κὸν δὲ τὸ πα^ρακοῦσαι, ἔλαβε τὸ δένδρον ἐκ τῆς ὑ^ποθέσεως τὴν προσηγορίαν. | ἐπειδὴ ἐκ τῆς γενέσεως ἔμελλε λοιπὸν τὴν πεῖραν λαμβάνειν, ὅτι καλὸν τὸ ὑπακοῦσαι, κακὸν δὲ τὸ παρακοῦσαι, ἔλαβε τὸ δένδρον ἐκ τῆς ὑποθέσεως τὴν προσηγορίαν. |
ἀλλὰ ταῦτα^ μὲν εἰς τοσοῦτον. | ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. |
γένοιτο δὲ ἡμᾶς ἀ^πὸ τοῦ ξύ^λου ἐκείνου φυ^γεῖν καὶ προσδραμεῖν τῷ ξύλῳ τῆς ζωῆς, τῷ φυτῷ τοῦ σταυροῦ, τῷ ἀνθήσαντι^ καρποὺς δι^καιοσύ^νης, τῷ παρθενίαν βλαστήσαντι^ καὶ ἁγιωσύνην πηγάσαντι^, καὶ καρποὺς δι^α^φόρους ἀποτίσαντι^, πολλοῖς καὶ δι^α^φόροις κομῶντα^ς τοῖς πλεονεκτήμα^σι^, τῷ ἐν ταύτῃ τῇ πήξει τῇ αἰσθητῇ τοῦ... | γένοιτο δὲ ἡμᾶς ἀπὸ τοῦ ξύλου ἐκείνου φυγεῖν καὶ προσδραμεῖν τῷ ξύλῳ τῆς ζωῆς, τῷ φυτῷ τοῦ σταυροῦ, τῷ ἀνθήσαντι καρποὺς δικαιοσύνης, τῷ παρθενίαν βλαστήσαντι καὶ ἁγιωσύνην πηγάσαντι, καὶ καρποὺς διαφόρους ἀποτίσαντι, πολλοῖς καὶ διαφόροις κομῶντας τοῖς πλεονεκτήμασι, τῷ ἐν ταύτῃ τῇ πήξει τῇ αἰσθητῇ τοῦ ξύλου τὴν μεγίσ... |
ἐπειδὴ γὰ^ρ ὁ ἀδὰμ διὰ ξύ^λου ἐξωρίσθη τοῦ παραδείσου δί^καιος εἶ κύ_ρι^ε καὶ εὐθεῖς αἱ κρί^σεις σου · | ἐπειδὴ γὰρ ὁ ἀδὰμ διὰ ξύλου ἐξωρίσθη τοῦ παραδείσου δίκαιος εἶ κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου · |
ὅτι διὰ μί^α^ν ἁ^μαρτί^α_ν ὁ ἀδὰμ ἐξορίζεται καὶ διὰ μί^α^ν πιστὴν ὁμολογίαν εἰσάγεται ὁ λῃστὴς εἰς τὸν πα^ρά^δεισον, σταυροῦσαι μετὰ^ πα^ρα^νόμων καὶ σώζεις πα^ρα^νόμους. | ὅτι διὰ μίαν ἁμαρτίαν ὁ ἀδὰμ ἐξορίζεται καὶ διὰ μίαν πιστὴν ὁμολογίαν εἰσάγεται ὁ λῃστὴς εἰς τὸν παράδεισον, σταυροῦσαι μετὰ παρανόμων καὶ σώζεις παρανόμους. |
λέγει πρὸς αὐτὸν ὁ λῃστής· | λέγει πρὸς αὐτὸν ὁ λῃστής· |
κύ_ρι^ε, μνήσθητι^ μου, ὅταν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | κύριε, μνήσθητι μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
καὶ ὁ μὲν λῃστὴς οὗτος οὐκ ἐπαύσα^το λῃστεύειν, ἕως μετὰ^ τῶν ἄλλων καὶ αὐτὴν τὴν βα^σι^λεία_ν ἐσύ_λησεν. | καὶ ὁ μὲν λῃστὴς οὗτος οὐκ ἐπαύσατο λῃστεύειν, ἕως μετὰ τῶν ἄλλων καὶ αὐτὴν τὴν βασιλείαν ἐσύλησεν. |
ἀλλ' ὁ ἕτερος λῃστὴς ὀνειδίζει τῷ κυ_ρί^ῳ· | ἀλλ' ὁ ἕτερος λῃστὴς ὀνειδίζει τῷ κυρίῳ· |
εἰ υἱὸς εἶ τοῦ θεοῦ, καὶ σεαυτὸν σῶσον καὶ ἡμᾶς. | εἰ υἱὸς εἶ τοῦ θεοῦ, καὶ σεαυτὸν σῶσον καὶ ἡμᾶς. |
τὰ^ ῥήμα^τα^ τοῦ λῃστοῦ ἀδελφά^ εἰσι^ν τῶν ἰουδαϊκῶν. | τὰ ῥήματα τοῦ λῃστοῦ ἀδελφά εἰσιν τῶν ἰουδαϊκῶν. |
καὶ γὰ^ρ ἐκεῖνοι ἔλεγον· | καὶ γὰρ ἐκεῖνοι ἔλεγον· |
εἰ υἱὸς εἰ τοῦ θεοῦ, κα^τά^βηθι^ ἀ^πὸ τοῦ σταυροῦ, καὶ πιστεύομέν σοι. | εἰ υἱὸς εἰ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομέν σοι. |
ὁρᾷς τὰ^ τέκνα^ τοῦ δι^α^βόλου πῶς σύμφωνον ἔχει τὴν μάθησι^ν τῆς ἀ^σεβεία_ς; | ὁρᾷς τὰ τέκνα τοῦ διαβόλου πῶς σύμφωνον ἔχει τὴν μάθησιν τῆς ἀσεβείας; |
σῶσόν φησι^ σαυτὸν καὶ ἡμᾶς. | σῶσόν φησι σαυτὸν καὶ ἡμᾶς. |
τί οὖν ὁ μα^κά^ριος λῃστής; | τί οὖν ὁ μακάριος λῃστής; |
συνηγορεῖ τῷ κυ_ρί^ῳ καὶ λα^μβά^νει τάξι^ν κριτοῦ ὁ κα^τάκρι^τος καὶ ἄρχεται δι^κά^ζειν τῇ ἀ^ληθείᾳ· | συνηγορεῖ τῷ κυρίῳ καὶ λαμβάνει τάξιν κριτοῦ ὁ κατάκριτος καὶ ἄρχεται δικάζειν τῇ ἀληθείᾳ· |
οὐδὲ φοβῇ σὺ^ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίμα^τί^ ἐσμεν· | οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν· |
καὶ ἡμεῖς μὲν δι^καίως· | καὶ ἡμεῖς μὲν δικαίως· |
ἄ^ξι^α^ γὰ^ρ ὧν ἐπρά_ξα^μεν, ἀπολα^μβά^νομεν· | ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· |
οὗτος δὲ τί ἐποίησεν; | οὗτος δὲ τί ἐποίησεν; |
εἰπέ μοι, ὦ λῃστά^, ἐπὶ^ πιλάτου διὰ τί μὴ συντόμως ὡμολόγησα^ς; | εἰπέ μοι, ὦ λῃστά, ἐπὶ πιλάτου διὰ τί μὴ συντόμως ὡμολόγησας; |
διὰ τί μετὰ^ μυ_ρί^α_ς βασά^νους τότε οὐκ εἶπα^ς ἃ^ ἐποίησα^ς; | διὰ τί μετὰ μυρίας βασάνους τότε οὐκ εἶπας ἃ ἐποίησας; |
ἄλλο ἦν ἄνθρωπος δι^καστής· | ἄλλο ἦν ἄνθρωπος δικαστής· |
ἄλλο θεὸς δι^καστής. | ἄλλο θεὸς δικαστής. |
ἐκείνῳ ἐπειρώμην κρύπτειν τῷ μὴ εἰδότι^ τὰ^ ἐγκάρδια^· | ἐκείνῳ ἐπειρώμην κρύπτειν τῷ μὴ εἰδότι τὰ ἐγκάρδια· |
τούτῳ οὐ κρύπτω ἐμβατεύοντι^ ταῖς κα^ρδί^αις. | τούτῳ οὐ κρύπτω ἐμβατεύοντι ταῖς καρδίαις. |
διὰ τί οὐχ ὡμολόγησα^ς ἐπὶ^ πιλάτου συντόμως; | διὰ τί οὐχ ὡμολόγησας ἐπὶ πιλάτου συντόμως; |
ὅτι ἐκεῖ τῇ ὁμολογίᾳ εἵπετο ἡ τι_μωρί^α_· | ὅτι ἐκεῖ τῇ ὁμολογίᾳ εἵπετο ἡ τιμωρία· |
ἐνταῦθα δὲ τῇ ὁμολογίᾳ ἕπεται ἡ σωτηρί^α_· | ἐνταῦθα δὲ τῇ ὁμολογίᾳ ἕπεται ἡ σωτηρία· |
λέγε γὰ^ρ σὺ^ τὰ_ς ἀνομία_ς σου πρῶτος, ἵνα δι^καιωθῇς. | λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. |
ἦν οὖν ἰ^δεῖν τὸν σωτῆρα^ ἐν μέσῳ τῶν λῃστῶν ζυ^γὸν δι^καιοσύ^νης. | ἦν οὖν ἰδεῖν τὸν σωτῆρα ἐν μέσῳ τῶν λῃστῶν ζυγὸν δικαιοσύνης. |
ἦν οὖν ἰ^δεῖν ταλαντεύοντα^ πίστι^ν καὶ ἀ^πιστίαν καὶ δι^καιοσύ^νην καὶ ἀδικίαν. | ἦν οὖν ἰδεῖν ταλαντεύοντα πίστιν καὶ ἀπιστίαν καὶ δικαιοσύνην καὶ ἀδικίαν. |
εἵλκυσε μέσον τὸ τῆς δι^καιοσύ^νης κρι^τήριον· | εἵλκυσε μέσον τὸ τῆς δικαιοσύνης κριτήριον· |
καὶ ὁ μὲν τῇ ἀ^πι^στί^ᾳ ἐμβαρυνόμενος κα^θείλκετο· | καὶ ὁ μὲν τῇ ἀπιστίᾳ ἐμβαρυνόμενος καθείλκετο· |
ὁ δὲ τῇ πίστει μετεωριζόμενος ἀ^νήγετο. | ὁ δὲ τῇ πίστει μετεωριζόμενος ἀνήγετο. |
ἡμεῖς δή φησι^ν ἄ^ξι^α^ ὧν ἐποιήσα^μεν ἀπολα^μβά^νομεν· | ἡμεῖς δή φησιν ἄξια ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν· |
οὗτος δὲ τί;. | οὗτος δὲ τί;. |
καὶ νῦν βλέπω φησὶ^ν ἀδικίαν καὶ ξένην· | καὶ νῦν βλέπω φησὶν ἀδικίαν καὶ ξένην· |
δί^καιον μετὰ^ ἀδί^κων σταυρούμενον καὶ τὴν εὐνομίαν μετὰ^ τῆς πα^ρα^νομί^α_ς κολαζομένην. | δίκαιον μετὰ ἀδίκων σταυρούμενον καὶ τὴν εὐνομίαν μετὰ τῆς παρανομίας κολαζομένην. |
ἡμεῖς μὲν ἄ^ξι^α^ ὧν ἐποιήσα^μεν ἀπολα^μβά^νομεν· | ἡμεῖς μὲν ἄξια ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν· |
οὗτος δὲ τί ἐποίησεν; | οὗτος δὲ τί ἐποίησεν; |
ἡμεῖς ἐποιήσα^μεν φόνους καὶ ζῶντα^ς ἐνεκρώσαμεν, οὗτος νεκροὺς ἐζωοποίησε καὶ θα^νά^του βίαν πα^ρέλυ_σεν. | ἡμεῖς ἐποιήσαμεν φόνους καὶ ζῶντας ἐνεκρώσαμεν, οὗτος νεκροὺς ἐζωοποίησε καὶ θανάτου βίαν παρέλυσεν. |
ἡμεῖς ἀ^λλότρι^α^ ἐσυ_λήσα^μεν· | ἡμεῖς ἀλλότρια ἐσυλήσαμεν· |
οὗτος καὶ τὰ^ ἴ^δι^α^ δι^δόναι παρακελεύεται. | οὗτος καὶ τὰ ἴδια διδόναι παρακελεύεται. |
ἡμεῖς τοὺς οὐδὲν ἀδικήσαντα^ς ἀπεκτεί ναμεν· | ἡμεῖς τοὺς οὐδὲν ἀδικήσαντας ἀπεκτεί ναμεν· |
οὗτος καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν ἐδί^δα^ξεν. | οὗτος καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν ἐδίδαξεν. |
ἄδικος ἡ κρί^σι^ς. | ἄδικος ἡ κρίσις. |
εἶτα ἔργα^ τούτου κολάσεως ἄ^ξι^α^, τὰ^ ἡμέτερα^ ἀφέσεως ἄ^ξι^α^; | εἶτα ἔργα τούτου κολάσεως ἄξια, τὰ ἡμέτερα ἀφέσεως ἄξια; |
κρίνατε τὴν ἀ^λήθεια^ν. | κρίνατε τὴν ἀλήθειαν. |
ἡ κα^κί^α_ φευγέτω· | ἡ κακία φευγέτω· |
ἡ δι^καιοσύ^νη τι_μά_σθω. | ἡ δικαιοσύνη τιμάσθω. |
ἀλλ' ἐγενετο μὲν ταῦτα^ πονηρίᾳ ἰουδαϊκῇ· | ἀλλ' ἐγενετο μὲν ταῦτα πονηρίᾳ ἰουδαϊκῇ· |
ἐπληροῦτο δὲ μυστα^γωγία προφητι^κὴ δι^αρρήδην περὶ^ τοῦ σωτῆρος φά^σκουσα^· | ἐπληροῦτο δὲ μυσταγωγία προφητικὴ διαρρήδην περὶ τοῦ σωτῆρος φάσκουσα· |
καὶ μετὰ^ ἀνόμων ἐλογίσθη ὁ δί^καιος. | καὶ μετὰ ἀνόμων ἐλογίσθη ὁ δίκαιος. |
ἀλλ' ὁ μὲν μα^κά^ριος λῃστὴς οὕτως ἐφι^λοσόφει· | ἀλλ' ὁ μὲν μακάριος λῃστὴς οὕτως ἐφιλοσόφει· |
οὕτω τοὺς πα^ρόντα^ς ἐπαίδευε, δι' ὧν τὸν ἕτερον ὠνείδιζεν. | οὕτω τοὺς παρόντας ἐπαίδευε, δι' ὧν τὸν ἕτερον ὠνείδιζεν. |
ὡς δὲ εἶδε νεκρὰ_ν τῶν πα^ρόντων τὴν ἀκοήν, στρέφεται λοιπὸν ἐπὶ τὸν εἰδότα^ τὰ^ ἐγκάρδια^ καί φησι^ πρὸς τὸν κύ_ρι^ον· | ὡς δὲ εἶδε νεκρὰν τῶν παρόντων τὴν ἀκοήν, στρέφεται λοιπὸν ἐπὶ τὸν εἰδότα τὰ ἐγκάρδια καί φησι πρὸς τὸν κύριον· |
κύ_ρι^ε, μνήσθητι^ μου ἐν τῇ βα^σι^λείᾳ σου. | κύριε, μνήσθητι μου ἐν τῇ βασιλείᾳ σου. |
σταυρούμενον βλέπεις καὶ κύ_ρι^ον ὁμολογεῖς; | σταυρούμενον βλέπεις καὶ κύριον ὁμολογεῖς; |
κα^ταδί^κου σχῆμα^ ὁρᾷς καὶ βα^σι^λέως ἀ^ξί^α_ν κηρύττεις; | καταδίκου σχῆμα ὁρᾷς καὶ βασιλέως ἀξίαν κηρύττεις; |
καὶ τί θαυμάζομεν, ἀ^δελφοί, εἰ εἰ γὰ^ρ ἔγνωσα^ν, οὐκ ἂ^ν τὸν κύ_ρι^ον τῆς δόξης ἐσταύρωσα^ν; | καὶ τί θαυμάζομεν, ἀδελφοί, εἰ εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; |
τοῦτο κηρύττει ὁ παῦλος μετὰ^ τοσαύτην μυσταγωγίαν, μετὰ^ τὰ θαύμα^τα^, μετὰ^ τὰ σημεῖα^, μετὰ^ μυ_ρί^α_ς ἐνεργεία_ς, μετὰ^ τὴν ἀνάστασι^ν, μετὰ^ τὴν ἀνάληψι^ν. | τοῦτο κηρύττει ὁ παῦλος μετὰ τοσαύτην μυσταγωγίαν, μετὰ τὰ θαύματα, μετὰ τὰ σημεῖα, μετὰ μυρίας ἐνεργείας, μετὰ τὴν ἀνάστασιν, μετὰ τὴν ἀνάληψιν. |
ὁ δὲ λῃστὴς ἀκμαζούσης τῆς φαινομένης ὕβρεως σταυροῦ πεπηγμένου. | ὁ δὲ λῃστὴς ἀκμαζούσης τῆς φαινομένης ὕβρεως σταυροῦ πεπηγμένου. |
κύ_ρι^ον κα^λεῖ τὸν ἐσταυρωμένον καί φησι^ πρὸς αὐτόν· | κύριον καλεῖ τὸν ἐσταυρωμένον καί φησι πρὸς αὐτόν· |
κύριε, μνήσθητί^ μου, ὅταν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
τί ἐποίησα^ς ἄ^ξι^ον μνήμης; | τί ἐποίησας ἄξιον μνήμης; |
τί δὲ οὐκ ἐποίησα^ς ἄ^ξι^ον τι_μωρί^α_ς; | τί δὲ οὐκ ἐποίησας ἄξιον τιμωρίας; |
οὐκ ἐφόνευσα^ς; | οὐκ ἐφόνευσας; |
οὐκ ἔκλεψα^ς; | οὐκ ἔκλεψας; |
οὐκ ἐλῄστευσας; | οὐκ ἐλῄστευσας; |
μυρίοις κα^κοῖς ἐμπεφυρμένος ἀ^ξι^οῖς μνησθῆναί σου τῆς ἀ^δι^κί^α_ς τὴν πηγὴν τῆς δι^καιοσύ^νης; | μυρίοις κακοῖς ἐμπεφυρμένος ἀξιοῖς μνησθῆναί σου τῆς ἀδικίας τὴν πηγὴν τῆς δικαιοσύνης; |
ναί, κύριε, δίκαιος εἶ καὶ εὐθεῖς αἱ κρί^σεις σου. | ναί, κύριε, δίκαιος εἶ καὶ εὐθεῖς αἱ κρίσεις σου. |
ἀντίδος μοι κα^τὰ^ τὴν δι^καιοσύ^νην σου. | ἀντίδος μοι κατὰ τὴν δικαιοσύνην σου. |
ἐγὼ εἶδόν σου τὴν φαινομένην ὕβρι^ν καὶ τὸν σταυρὸν καὶ τὸ ὄνειδος τῶν πα^ρα^νόμων· | ἐγὼ εἶδόν σου τὴν φαινομένην ὕβριν καὶ τὸν σταυρὸν καὶ τὸ ὄνειδος τῶν παρανόμων· |
καὶ οὐ βλέπω τὴν φαινομένην ὕβρι^ν, ἀλλὰ τὴν κρυπτομένην βα^σι^λεία_ν. | καὶ οὐ βλέπω τὴν φαινομένην ὕβριν, ἀλλὰ τὴν κρυπτομένην βασιλείαν. |
ἐγὼ ἃ^ ὁρῶ πα^ρορῶ· | ἐγὼ ἃ ὁρῶ παρορῶ· |
σὺ^ οὐ πα^ρορᾷς μου τὰ φαινόμενα^ πταίσμα^τα^ καὶ ἀποδέχῃ τὴν πίστι^ν τῆς δι^α^νοία_ς; | σὺ οὐ παρορᾷς μου τὰ φαινόμενα πταίσματα καὶ ἀποδέχῃ τὴν πίστιν τῆς διανοίας; |
μνήσθητί μου, κύριε. | μνήσθητί μου, κύριε. |
ὢ τῆς δι^καία_ς κρί^σεως. | ὢ τῆς δικαίας κρίσεως. |
μνήσθητί μου ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. |
οὐκ ἔστι^ δί^καιον, κύριε, τὸν μὲν δι^ά^βολον ἕνα^ τῶν μα^θητῶν ποιῆσαι προδότην· | οὐκ ἔστι δίκαιον, κύριε, τὸν μὲν διάβολον ἕνα τῶν μαθητῶν ποιῆσαι προδότην· |
ἀπὸ δὲ τῶν μα^θητῶν τοῦ δι^α^βόλου σε μὴ μετα^βα^λεῖν εἰς εὐαγγελιστήν. | ἀπὸ δὲ τῶν μαθητῶν τοῦ διαβόλου σε μὴ μεταβαλεῖν εἰς εὐαγγελιστήν. |
τὸν μαθητὴν τῆς ἀ^ληθεία_ς ἥρπα^σεν ἡ ἀ^δι^κί^α_· | τὸν μαθητὴν τῆς ἀληθείας ἥρπασεν ἡ ἀδικία· |
τὸν μαθητὴν τῆς ἀδικίας οὐ μετα^βα^λεῖ ἡ ἀ^λήθεια^; | τὸν μαθητὴν τῆς ἀδικίας οὐ μεταβαλεῖ ἡ ἀλήθεια; |
ὅτι σὺ^ εἶ, δέσποτα^, ὁ μετα^βά^λλων τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ^ εἰς εὐθεῖα^ν, μετά^βα^λε καὶ τὸν λῃστὴν εἰς εὐαγγελιστήν· | ὅτι σὺ εἶ, δέσποτα, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, μετάβαλε καὶ τὸν λῃστὴν εἰς εὐαγγελιστήν· |
νί_κησον ἀγαθότητι^ τὴν πονηρίαν· | νίκησον ἀγαθότητι τὴν πονηρίαν· |
σβέσον τῇ δι^καιοσύ^νῃ τὴν ἀδικίαν· | σβέσον τῇ δικαιοσύνῃ τὴν ἀδικίαν· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.