macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οὐκ εἶ ἀπί^στου χείρων; | οὐκ εἶ ἀπίστου χείρων; |
εἰ πλευρὰν ἐρευνήσα_ς ὁ μα^κά^ριος θωμᾶς ἤκουσε· | εἰ πλευρὰν ἐρευνήσας ὁ μακάριος θωμᾶς ἤκουσε· |
μὴ γί_νου ἄπι^στος· | μὴ γίνου ἄπιστος· |
σὺ^ ἐρευνῶν τὴν ἀσώμα^τον φύ^σι^ν, τὴν ἀ^κα^τά^ληπτον δύ^να^μι^ν, μὴ γί_νου ἄπι^στος, ἀλλὰ^ πιστός. | σὺ ἐρευνῶν τὴν ἀσώματον φύσιν, τὴν ἀκατάληπτον δύναμιν, μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. |
ὅμως εὐχα^ρι^στοῦμεν τῇ τοῦ θεοῦ ἀνεξι^κα^κίᾳ, ὅτι^ ὁ τοῦ θωμᾶ δά^κτυ^λος ἐγένετο κά^λα^μος εὐσεβεία_ς, ἀνα^τρέπων τὰ^ αἱρετικὰ^ δίκτυα^, καὶ ἐμφράττων αὐτῶν τὰ^ στόμα^τα^ τῶν τολμώντων λέγειν, ὅτι^ σχήμα^τι^ ἐνεδύ_σα^το σῶ^μα^, καὶ σχήμα^τι^ ἀ^πέθα^νεν. | ὅμως εὐχαριστοῦμεν τῇ τοῦ θεοῦ ἀνεξικακίᾳ, ὅτι ὁ τοῦ θωμᾶ δάκτυλος ἐγένετο κάλαμος εὐσεβείας, ἀνατρέπων τὰ αἱρετικὰ δίκτυα, καὶ ἐμφράττων αὐτῶν τὰ στόματα τῶν τολμώντων λέγειν, ὅτι σχήματι ἐνεδύσατο σῶμα, καὶ σχήματι ἀπέθανεν. |
ὁ δὲ δά^κτυ^λος ὁ τοῦ θωμᾶ οὕτω δι^έλυ_σε τῶν αἱρετι^κῶν τὴν ἀμφιβολίαν, ὡς ἐκεῖνος ὁ δά^κτυ^λος, πρὸς ὃν οὐκ ἤρκεσα^ν οἱ μά^γοι τῶν αἰγυπτίων λέγοντες· | ὁ δὲ δάκτυλος ὁ τοῦ θωμᾶ οὕτω διέλυσε τῶν αἱρετικῶν τὴν ἀμφιβολίαν, ὡς ἐκεῖνος ὁ δάκτυλος, πρὸς ὃν οὐκ ἤρκεσαν οἱ μάγοι τῶν αἰγυπτίων λέγοντες· |
δάκτυλος θεοῦ ἐστι^ν οὗτος. | δάκτυλος θεοῦ ἐστιν οὗτος. |
ἔπρεπε τότε καὶ τῷ ἁ^γί^ῳ θωμᾷ μετὰ^ τὴν πληροφορίαν, εἰπεῖν τὸ τοῦ δαυῒδ· | ἔπρεπε τότε καὶ τῷ ἁγίῳ θωμᾷ μετὰ τὴν πληροφορίαν, εἰπεῖν τὸ τοῦ δαυῒδ· |
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα^, καὶ ἐπειδὴ χερσὶ^ν ἠρεύνα, εἰπεῖν τὸ ἐπα^γόμενον· | ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, καὶ ἐπειδὴ χερσὶν ἠρεύνα, εἰπεῖν τὸ ἐπαγόμενον· |
ταῖς χερσί^ μου, νυκτός, ἐνα^ντί^ον αὐτοῦ, καὶ οὐκ ἠπα^τήθην. | ταῖς χερσί μου, νυκτός, ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. |
μὴ γί_νου ἄπι^στος, ἀλλὰ^ πιστός. | μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. |
ἐκεῖνος καὶ ἀ^πὸ τοῦ τύ^που θεα_σά^μενος τὸν πα^θόντα^, καὶ ἀ^πὸ τῆς προγνώσεως θεὸν λέγει· | ἐκεῖνος καὶ ἀπὸ τοῦ τύπου θεασάμενος τὸν παθόντα, καὶ ἀπὸ τῆς προγνώσεως θεὸν λέγει· |
ὁ κύριός μου καὶ ὁ θεός μου. | ὁ κύριός μου καὶ ὁ θεός μου. |
ἀκουέτωσαν οἱ αἱρετι^κοί. | ἀκουέτωσαν οἱ αἱρετικοί. |
εἰ ἀ^ληθῶς πα^ραιτεῖται καὶ οὐκ ἔστι^ν ὁμότι_μος τοῦ πατρός, τί^νος ἕνεκεν οὐκ ἀ^ποπέμπεται τὴν ὑπερβαίνουσα^ν αὐτῷ τιμήν; | εἰ ἀληθῶς παραιτεῖται καὶ οὐκ ἔστιν ὁμότιμος τοῦ πατρός, τίνος ἕνεκεν οὐκ ἀποπέμπεται τὴν ὑπερβαίνουσαν αὐτῷ τιμήν; |
ἤκουσεν οὖν πα^ρά^ τι^νος, διδάσκαλε ἀ^γα^θέ, καὶ λέγει· | ἤκουσεν οὖν παρά τινος, διδάσκαλε ἀγαθέ, καὶ λέγει· |
τί^ με λέγεις ἀ^γα^θόν; | τί με λέγεις ἀγαθόν; |
οὐδεὶς ἀ^γα^θός, εἰ μὴ εἷς ὁ θεός. | οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός. |
καίτοι τὸ ἀ^γα^θόν, ὄνομα^ καὶ ἐν ἡμῖν πολι_τεύεται. | καίτοι τὸ ἀγαθόν, ὄνομα καὶ ἐν ἡμῖν πολιτεύεται. |
ἀγαθὸς ἀ^κοῦσαι κα^τὰ^ τὴν σὴν ὑπόνοια^ν πα^ρῃτήσα^το· | ἀγαθὸς ἀκοῦσαι κατὰ τὴν σὴν ὑπόνοιαν παρῃτήσατο· |
θεὸς καὶ κύριος ἀ^κοῦσαι οὐ πολλῷ μᾶλλον ὤφειλε πα^ραιτήσα^σθαι; | θεὸς καὶ κύριος ἀκοῦσαι οὐ πολλῷ μᾶλλον ὤφειλε παραιτήσασθαι; |
διδάσκαλε ἀ^γα^θέ, καὶ λέγει· | διδάσκαλε ἀγαθέ, καὶ λέγει· |
τί^ με λέγεις ἀ^γα^θόν; | τί με λέγεις ἀγαθόν; |
ὧδε, ὁ κύριός μου καὶ ὁ θεός μου, καὶ οὐκ εἶπε· | ὧδε, ὁ κύριός μου καὶ ὁ θεός μου, καὶ οὐκ εἶπε· |
τί^ με λέγεις κύριον καὶ θεόν; | τί με λέγεις κύριον καὶ θεόν; |
ἀλλ' ἐκεῖ, ἐπειδὴ ἀ^νάξιος αὐτοῦ ἦν ἡ φωνὴ· | ἀλλ' ἐκεῖ, ἐπειδὴ ἀνάξιος αὐτοῦ ἦν ἡ φωνὴ· |
οὐ γὰ^ρ εἶπε, κύριε ἀ^γα^θέ, ἀλλά^, διδάσκαλε ἀ^γα^θέ· | οὐ γὰρ εἶπε, κύριε ἀγαθέ, ἀλλά, διδάσκαλε ἀγαθέ· |
τὸ εὐτελὲς ἀ^πεπέμψα^το, καὶ τὸ ἔνδοξον ἀπεδέξα^το. | τὸ εὐτελὲς ἀπεπέμψατο, καὶ τὸ ἔνδοξον ἀπεδέξατο. |
ἐκεῖ ἐμέμψα^το, ἀλλὰ^ καὶ ἐκ τῶν ἐνα^ντί^ων ἐμέμψα^το, ὅτι^ βράδιον εἶπεν. | ἐκεῖ ἐμέμψατο, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων ἐμέμψατο, ὅτι βράδιον εἶπεν. |
ἐμέμψατο αὐτόν, οὐχ ὅτι^ εἶπεν, ὁ κύριός μου, ἀλλ' ὅτι^ βράδιον λέγει. | ἐμέμψατο αὐτόν, οὐχ ὅτι εἶπεν, ὁ κύριός μου, ἀλλ' ὅτι βράδιον λέγει. |
ἐπεὶ τοίνυ^ν εἶδες καὶ ἐπί^στευσα^ς, μα^κά^ριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. | ἐπεὶ τοίνυν εἶδες καὶ ἐπίστευσας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. |
εἷς ἐνεκλήθη, καὶ ἡμεῖς πάντες ἐμακαρίσθημεν· | εἷς ἐνεκλήθη, καὶ ἡμεῖς πάντες ἐμακαρίσθημεν· |
ὁ γὰ^ρ μα^κα^ρισμὸς οὗτος, ἐπὶ^ πά^ντα^ς ἡμᾶς καὶ τοὺς μεθ' ἡμᾶς δι^α^βαίνει, ὅτι^ μὴ πα^ρα^λα^βόντες ὄψει τὰ^ θαύμα^τα^, ἀλλὰ^ πίστει δεχόμενοι, κοινωνοὶ γι_νόμεθα^ τοῦ μεγά^λου τούτου καὶ ἐνδόξου μακαρισμοῦ. | ὁ γὰρ μακαρισμὸς οὗτος, ἐπὶ πάντας ἡμᾶς καὶ τοὺς μεθ' ἡμᾶς διαβαίνει, ὅτι μὴ παραλαβόντες ὄψει τὰ θαύματα, ἀλλὰ πίστει δεχόμενοι, κοινωνοὶ γινόμεθα τοῦ μεγάλου τούτου καὶ ἐνδόξου μακαρισμοῦ. |
ἀλλ' ἀ^πὸ τῆς ἱ^στορί^α_ς, ἣν ἐπιτόμως διεδράμομεν, μετα^βαίνωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὸ πλῆθος τῶν εἰρημένων, εἰς ἄλλην προφητι^κὴν φωνήν· | ἀλλ' ἀπὸ τῆς ἱστορίας, ἣν ἐπιτόμως διεδράμομεν, μεταβαίνωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὸ πλῆθος τῶν εἰρημένων, εἰς ἄλλην προφητικὴν φωνήν· |
δεῦτε, ἀ^να^βῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου. | δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου. |
ἀ^πὸ γὰ^ρ τοῦ ὄρους τῶν ἐλαιῶν ἀνελήφθη ὁ σωτήρ. | ἀπὸ γὰρ τοῦ ὄρους τῶν ἐλαιῶν ἀνελήφθη ὁ σωτήρ. |
δεῦτε, ἀ^να^βῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ἰακώβ. | δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ἰακώβ. |
ἐτίμησε δὲ ὁ θεὸς καὶ τὴν ἡμετέρα_ν πόλι^ν τῇ ὁμωνυ^μίᾳ τοῦ ὄρους· | ἐτίμησε δὲ ὁ θεὸς καὶ τὴν ἡμετέραν πόλιν τῇ ὁμωνυμίᾳ τοῦ ὄρους· |
καὶ γὰ^ρ ἐκεῖ ἐξ ὄρους τοῦ λεγομένου ἐλαιῶνος ἀνελήφθη ὁ σωτήρ, καὶ ὧδε ὁμονύμως ἡ λεγομένη ἐλαία_ πεφύ^τευται, καὶ τῇ ἐγγύτητι^ καὶ τῇ ὁμωνυ^μίᾳ πιστουμένη τὴν ἀρχαία_ν ἱστορίαν. | καὶ γὰρ ἐκεῖ ἐξ ὄρους τοῦ λεγομένου ἐλαιῶνος ἀνελήφθη ὁ σωτήρ, καὶ ὧδε ὁμονύμως ἡ λεγομένη ἐλαία πεφύτευται, καὶ τῇ ἐγγύτητι καὶ τῇ ὁμωνυμίᾳ πιστουμένη τὴν ἀρχαίαν ἱστορίαν. |
καὶ γὰ^ρ ἀ^νήγα^γεν ὁ σωτὴρ τοὺς μα^θητὰ_ς εἰς τὸ ὄρος τῶν ἐλαιῶν. | καὶ γὰρ ἀνήγαγεν ὁ σωτὴρ τοὺς μαθητὰς εἰς τὸ ὄρος τῶν ἐλαιῶν. |
ἦν δὲ τὸ ὄρος τῶν ἐλαιῶν ἀ^πέναντι^ ἰερουσαλήμ. | ἦν δὲ τὸ ὄρος τῶν ἐλαιῶν ἀπέναντι ἰερουσαλήμ. |
κἀκείνῃ καὶ ταύτῃ πρόσεχε τοίνυ^ν. | κἀκείνῃ καὶ ταύτῃ πρόσεχε τοίνυν. |
δεῦτε, ἀ^να^βῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου· | δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου· |
συ^νανέλθωμεν τῷ πόθῳ καὶ τῷ λόγῷ· | συνανέλθωμεν τῷ πόθῳ καὶ τῷ λόγῷ· |
καὶ ἴ^δωμεν τί^να^ ἡμῖν ἐπραγματεύσατο ἡ σωτήριος ἀνάληψι^ς. | καὶ ἴδωμεν τίνα ἡμῖν ἐπραγματεύσατο ἡ σωτήριος ἀνάληψις. |
βούλομαι οὖν αὐτὴν κα^τὰ^ μέρος ἐκ τῶν προοιμί^ων ἐξιχνιάσαι, ἵ^να_ μεθ' ὑ_μῶν ἀντλήσω τὰ^ θεῖα^ νά_μα^τα^, καὶ ἐρευνήσωμεν κοινῇ τοὺς θησαυρούς, ὡς ἔμποροι τῆς ἀ^ληθεία_ς, καὶ ὡς σπεύδοντες πλουτεῖν ἐν εὐσεβείᾳ.. | βούλομαι οὖν αὐτὴν κατὰ μέρος ἐκ τῶν προοιμίων ἐξιχνιάσαι, ἵνα μεθ' ὑμῶν ἀντλήσω τὰ θεῖα νάματα, καὶ ἐρευνήσωμεν κοινῇ τοὺς θησαυρούς, ὡς ἔμποροι τῆς ἀληθείας, καὶ ὡς σπεύδοντες πλουτεῖν ἐν εὐσεβείᾳ.. |
καὶ αὕτη ἡ ἐπι^γραφὴ πᾶσα^ν ἐμφαίνει τῶν πρα_γμά^των τὴν δύ^να^μι^ν, καὶ ἔστι^ τὸ προοίμιον, ὅλης τῆς πρα_γμα^τεία_ς τὸ ἐπάγγελμα^. | καὶ αὕτη ἡ ἐπιγραφὴ πᾶσαν ἐμφαίνει τῶν πραγμάτων τὴν δύναμιν, καὶ ἔστι τὸ προοίμιον, ὅλης τῆς πραγματείας τὸ ἐπάγγελμα. |
οὐδὲ γὰ^ρ πάντων τῶν ἀ^ποστόλων ἐμφέρονται τῇ βίβλῳ αἱ πράξεις· | οὐδὲ γὰρ πάντων τῶν ἀποστόλων ἐμφέρονται τῇ βίβλῳ αἱ πράξεις· |
ἀλλ' εἴ τι^ς ἀ^κρι_βῶς ζητήσειε, τὰ^ μὲν πρῶτα^ τῆς βίβλου, πέτρου ἐκφαίνει θαύμα^τα^ καὶ δι^δασκαλί^α_ν, ὀλί^γην δὲ τῶν ἀ^ποστόλων· | ἀλλ' εἴ τις ἀκριβῶς ζητήσειε, τὰ μὲν πρῶτα τῆς βίβλου, πέτρου ἐκφαίνει θαύματα καὶ διδασκαλίαν, ὀλίγην δὲ τῶν ἀποστόλων· |
καὶ μετὰ^ ταῦτα^, εἰς παῦλον κενοῦται πᾶσα^ ἡ πρα_γμα^τεία_. | καὶ μετὰ ταῦτα, εἰς παῦλον κενοῦται πᾶσα ἡ πραγματεία. |
πέτρος μνημονεύεται καὶ παῦλος, καὶ πῶς πάντων τῶν ἀ^ποστόλων αἱ πράξεις; | πέτρος μνημονεύεται καὶ παῦλος, καὶ πῶς πάντων τῶν ἀποστόλων αἱ πράξεις; |
ἀλλ' ἐπειδὴ κα^τὰ^ τὸν μα^κά^ριον παῦλον, δοξαζομένου μέλους ἑνὸς συνδοξάζεται πά^ντα^ τὰ^ μέλη, οὐκ ἐπέγραψεν ὁ ἱστοριογρά^φος, πράξεις πέτρου καὶ παύλου, ἀλλὰ^ τῶν ἀ^ποστόλων· | ἀλλ' ἐπειδὴ κατὰ τὸν μακάριον παῦλον, δοξαζομένου μέλους ἑνὸς συνδοξάζεται πάντα τὰ μέλη, οὐκ ἐπέγραψεν ὁ ἱστοριογράφος, πράξεις πέτρου καὶ παύλου, ἀλλὰ τῶν ἀποστόλων· |
κοινὸν γὰ^ρ τὸ ἐγκώμιον, κοινὸν καὶ τὸ ἐπάγγελμα^. | κοινὸν γὰρ τὸ ἐγκώμιον, κοινὸν καὶ τὸ ἐπάγγελμα. |
ζητοῦμεν οὖν τί^ς ὁ συ^ντά^ξα_ς ταύτην τὴν βίβλον τῶν πράξεων· | ζητοῦμεν οὖν τίς ὁ συντάξας ταύτην τὴν βίβλον τῶν πράξεων· |
πολλοὶ γὰ^ρ εἰς πολλὰ_ς καὶ δι^α^φόρους ἐμερί^σθησα^ν ἐννοία_ς, οἱ μὲν εἰπόντες ὅτι^ κλήμης ὁ ῥωμαῖος συ^νέτα^ξεν αὐτά_ς, ἄλλοι δὲ λέγουσι^, βαρνάβας, ἄλλοι δὲ ὅτι^ λουκᾶς ὁ εὐαγγελιστής. | πολλοὶ γὰρ εἰς πολλὰς καὶ διαφόρους ἐμερίσθησαν ἐννοίας, οἱ μὲν εἰπόντες ὅτι κλήμης ὁ ῥωμαῖος συνέταξεν αὐτάς, ἄλλοι δὲ λέγουσι, βαρνάβας, ἄλλοι δὲ ὅτι λουκᾶς ὁ εὐαγγελιστής. |
ἐπεὶ οὖν εἰς δι^α^φόρους ἐννοία_ς μερίζεται τὰ^ τῶν λογισμῶν αὐτῶν, ἑρμηνέα^ λά^βωμεν τὸν συγγραφέα^, τί^ς ἐστι^ καὶ τί πραγματεύεται, καὶ εἰ εἰς ἑαυτὸν σημαίνει τὸν λόγον. | ἐπεὶ οὖν εἰς διαφόρους ἐννοίας μερίζεται τὰ τῶν λογισμῶν αὐτῶν, ἑρμηνέα λάβωμεν τὸν συγγραφέα, τίς ἐστι καὶ τί πραγματεύεται, καὶ εἰ εἰς ἑαυτὸν σημαίνει τὸν λόγον. |
λέγει τοίνυ^ν· | λέγει τοίνυν· |
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε. | τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε. |
εἰπών, πρῶτον, πέμπει ἡμῶν τὰ_ς ἐννοία_ς ζητῆσαι ποῖον πρῶτον λέγει λόγον. | εἰπών, πρῶτον, πέμπει ἡμῶν τὰς ἐννοίας ζητῆσαι ποῖον πρῶτον λέγει λόγον. |
εἰ γὰ^ρ τοῦτον μόνον συ^νέτα^ξεν, οὐκ ἂ^ν εἶπε· | εἰ γὰρ τοῦτον μόνον συνέταξεν, οὐκ ἂν εἶπε· |
τὸν μὲν πρῶτον ὅτι^ ἐποιησά^μην. | τὸν μὲν πρῶτον ὅτι ἐποιησάμην. |
ἰ^δοὺ οὖν εὑρίσκεται οὗτος ὁ λόγος δεύτερος· | ἰδοὺ οὖν εὑρίσκεται οὗτος ὁ λόγος δεύτερος· |
τὸν γὰ^ρ πρῶτον ἤδη πεποίημαι· | τὸν γὰρ πρῶτον ἤδη πεποίημαι· |
ποῖον δὲ πρῶτον ἐποίησεν, αὐτὸς λέγει· | ποῖον δὲ πρῶτον ἐποίησεν, αὐτὸς λέγει· |
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε, ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν. | τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. |
οὐ πράξεις συ^νέτα^ξεν ἐν τῷ πρώτῳ λόγῳ, ἀλλ' εὐαγ γέλιον· | οὐ πράξεις συνέταξεν ἐν τῷ πρώτῳ λόγῳ, ἀλλ' εὐαγ γέλιον· |
οὐχ ὧν ἐποίησε πέτρος καὶ παῦλος, ἀλλ' ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν. | οὐχ ὧν ἐποίησε πέτρος καὶ παῦλος, ἀλλ' ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. |
δῆλον οὖν ὅτι^ ὁ τὸ εὐαγγέλιον συ^ντά^ξα_ς λουκᾶς, αὐτὸς καὶ τὰ_ς πράξεις συ^νέθηκεν. | δῆλον οὖν ὅτι ὁ τὸ εὐαγγέλιον συντάξας λουκᾶς, αὐτὸς καὶ τὰς πράξεις συνέθηκεν. |
ἀλλὰ^ πρόσχες, ἴ^δωμεν εἰ αὐτός ἐστι^. | ἀλλὰ πρόσχες, ἴδωμεν εἰ αὐτός ἐστι. |
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε, ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν, ἄ^χρι^ ἧς ἡμέρα_ς ἐντειλά^μενος τοῖς ἀ^ποστόλοις δι^ὰ^ πνεύματος ἁ^γί^ου, οὓς ἐξελέξα^το, ἀνελήφθη· | τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· |
ἀντὶ^ τοῦ, εἶπον τὰ_ς πράξεις τοῦ σωτῆρος καὶ τὰ_ς δι^δα^σκα^λί^α_ς, ἕως τῆς ἀναλήψεως. | ἀντὶ τοῦ, εἶπον τὰς πράξεις τοῦ σωτῆρος καὶ τὰς διδασκαλίας, ἕως τῆς ἀναλήψεως. |
πρόσεχε πα^ρα^κα^λῶ. | πρόσεχε παρακαλῶ. |
τὸ μὲν πρῶτόν μου, φησί^ν, σύνταγμα^, περι^έχει τὰ^ ἔργα^ τοῦ κυρίου καὶ τὰ_ς δι^δα^σκα^λί^α_ς, καὶ ἔφθα^σε μου ὁ πρῶτος λόγος ἕως τῆς ἀναλήψεως. | τὸ μὲν πρῶτόν μου, φησίν, σύνταγμα, περιέχει τὰ ἔργα τοῦ κυρίου καὶ τὰς διδασκαλίας, καὶ ἔφθασε μου ὁ πρῶτος λόγος ἕως τῆς ἀναλήψεως. |
εὑρίσκεις τοίνυ^ν μή τε ματθαῖον ὅλως, μή τε μάρκον εἰ μὴ ἐν μέρει, μή τε ἰωάννην πληρώσα^ντα^ς τὸ εὐαγγέλιον ἕως τῆς ἀναλήψεως, ἀλλὰ^ μόνον λουκᾶν. | εὑρίσκεις τοίνυν μή τε ματθαῖον ὅλως, μή τε μάρκον εἰ μὴ ἐν μέρει, μή τε ἰωάννην πληρώσαντας τὸ εὐαγγέλιον ἕως τῆς ἀναλήψεως, ἀλλὰ μόνον λουκᾶν. |
ματθαῖος μὲν γὰ^ρ τέλος ἔχει τοῦ εὐαγγελίου τοῦτο· | ματθαῖος μὲν γὰρ τέλος ἔχει τοῦ εὐαγγελίου τοῦτο· |
οἱ δὲ ἕνδεκα^ μα^θηταὶ ἐπορεύθησα^ν εἰς τὸ ὄρος τῆς γαλιλαίας, ὅπου συ^νετά^ξα^το αὐτοῖς ὁ ἰησοῦς. | οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος τῆς γαλιλαίας, ὅπου συνετάξατο αὐτοῖς ὁ ἰησοῦς. |
ὤφθη δὲ αὐτοῖς καὶ προσεκύνησα^ν αὐτῷ· | ὤφθη δὲ αὐτοῖς καὶ προσεκύνησαν αὐτῷ· |
καὶ εἶπε· | καὶ εἶπε· |
πορευθέντες μα^θητεύσα^τε πά^ντα^ τὰ^ ἔθνη. | πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. |
καὶ ἰ^δοὺ ἐγὼ μεθ' ὑ_μῶν εἰμι^ ἕως τῆς συ^ντελεία_ς τοῦ αἰῶνος. | καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. |
καὶ τοῦτο τέλος τοῦ εὐαγγελίου, τὸ δὲ πῶς ἀνελήφθη, οὐκ εἶπε. | καὶ τοῦτο τέλος τοῦ εὐαγγελίου, τὸ δὲ πῶς ἀνελήφθη, οὐκ εἶπε. |
μάρκος ὁμοίως λέγει· | μάρκος ὁμοίως λέγει· |
καὶ ἐξῆλθον αἱ γυ^ναῖκες ἐκ τοῦ μνημείου, καὶ οὐδενὶ^ ἀ^πήγγειλα^ν οὐδέν· | καὶ ἐξῆλθον αἱ γυναῖκες ἐκ τοῦ μνημείου, καὶ οὐδενὶ ἀπήγγειλαν οὐδέν· |
ἐφοβοῦντο γά^ρ. | ἐφοβοῦντο γάρ. |
καὶ μεθ' ἕτερα^ λέγει περὶ^ τῆς ἀναλήψεως ἐν συντόμῳ οὕτως· | καὶ μεθ' ἕτερα λέγει περὶ τῆς ἀναλήψεως ἐν συντόμῳ οὕτως· |
ὁ μὲν οὖν κύριος, μετὰ^ τὸ λα^λῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρα^νὸν καὶ ἐκάθισεν ἐκ δεξι^ῶν τοῦ θεοῦ. | ὁ μὲν οὖν κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. |
ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυ^ξα^ν παντα^χοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος δι^ὰ^ τῶν ἐπακολουθούντων σημείων. | ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. |
ἀμήν. | ἀμήν. |
τοῦτο τὸ τέλος τοῦ εὐαγγελίου. | τοῦτο τὸ τέλος τοῦ εὐαγγελίου. |
οὐκ ἐγένετο δὲ ἀναλήψεως μνήμη κα^τὰ^ πλά^τος ἐν μάρκῳ. | οὐκ ἐγένετο δὲ ἀναλήψεως μνήμη κατὰ πλάτος ἐν μάρκῳ. |
ἰωάννης τὴν ἐπὶ^ τῆς λίμνης τῆς τιβεριάδος ἐπι^φά^νεια^ν τοῦ σωτῆρος εἶπεν, ὅτε λέγει τῷ πέτρῳ· | ἰωάννης τὴν ἐπὶ τῆς λίμνης τῆς τιβεριάδος ἐπιφάνειαν τοῦ σωτῆρος εἶπεν, ὅτε λέγει τῷ πέτρῳ· |
πέτρε, φι^λεῖς με; | πέτρε, φιλεῖς με; |
καὶ ἐπλήρωσε τὴν δι^άλεξι^ν. | καὶ ἐπλήρωσε τὴν διάλεξιν. |
ἀπέστη ἰωάννης δέ, καὶ οὐκ ἐμνημόνευσεν ἀναλήψεως· | ἀπέστη ἰωάννης δέ, καὶ οὐκ ἐμνημόνευσεν ἀναλήψεως· |
ἀλλὰ^ λέγει· | ἀλλὰ λέγει· |
πολλὰ μὲν οὖν καὶ ἄλλα^ σημεῖα^ ἐποίησεν ὁ ἰησοῦς, ἅ^τι^να^ ἐὰ^ν γρά^φηται καθ' ἓν, οὐ δὲ αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ^ γρα^φόμενα^ βι^βλί^α^. | πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐ δὲ αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία. |
οὔτε οὖν ἰωάννης ὅλως, οὔ τε ματθαῖος ὅλως, οὔ τε μάρκος κα^τὰ^ πλά^τος, ἐμνημόνευσα^ν ἀναλήψεως. | οὔτε οὖν ἰωάννης ὅλως, οὔ τε ματθαῖος ὅλως, οὔ τε μάρκος κατὰ πλάτος, ἐμνημόνευσαν ἀναλήψεως. |
αὐτὸς μέντοι ὁ λουκᾶς, ἕως τῆς ἀναλήψεως διέδραμε τὸν λόγον. | αὐτὸς μέντοι ὁ λουκᾶς, ἕως τῆς ἀναλήψεως διέδραμε τὸν λόγον. |
διά τοῦτο λέγει· | διά τοῦτο λέγει· |
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε, ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν, ἄ^χρι^ ἧς ἡμέρα_ς ἐντειλά^μενος τοῖς ἀ^ποστόλοις, οὓς ἐξελέξα^το, ἀνελήφθη. | τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο, ἀνελήφθη. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.