macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἰ γὰ^ρ σὺ δί^δως σημεῖα^, πῶς εἰς ἄλλον μετα^φέρεις τὴν ἔννοια^ν, λέγων·
εἰ γὰρ σὺ δίδως σημεῖα, πῶς εἰς ἄλλον μεταφέρεις τὴν ἔννοιαν, λέγων·
πρὶν ἐλθεῖν τὴν ἡμέρα_ν κυρίου τὴν μεγά^λην καὶ ἐπι^φα^νῆ;
πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ;
πρόσεχε.
πρόσεχε.
ἴσως ἐρεῖ τι^ς, τὸν προφήτην λέγειν ἐκ προσώπου ἰ^δί^ου·
ἴσως ἐρεῖ τις, τὸν προφήτην λέγειν ἐκ προσώπου ἰδίου·
πρὶ^ν ἐλθεῖν τὴν ἡμέρα_ν.
πρὶν ἐλθεῖν τὴν ἡμέραν.
ἀλλ' οὐκ ἦν εἰπεῖν τὸν προφήτην·
ἀλλ' οὐκ ἦν εἰπεῖν τὸν προφήτην·
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύματός μου, πρὶν ἐλθεῖν τὴν ἡμέρα_ν κυρίου τὴν μεγά^λην καὶ ἐπι^φα^νῆ.
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
καὶ ἔσται, πᾶς ὃς ἂ_ν ἐπι^καλέσηται τὸ ὄνομα^ κυρίου, σωθήσεται.
καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.
τοῦτο οὖν ὁ θεὸς ἐν τοῖς προφήταις λέγει.
τοῦτο οὖν ὁ θεὸς ἐν τοῖς προφήταις λέγει.
καὶ παῦλος αὐτῷ ἐπι^φέρει λέγων·
καὶ παῦλος αὐτῷ ἐπιφέρει λέγων·
ὁ δὲ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πά^ντα^ς τοὺς ἐπι^καλουμένους αὐτόν.
ὁ δὲ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
πᾶς γὰ^ρ ὃς ἂ_ν ἐπι^καλέσηται τὸ ὄνομα^ κυρίου, σωθήσεται.
πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.
εἶτα δεικνὺ_ς ὅτι^ εἰς χριστὸν εἴρηται, λέγει·
εἶτα δεικνὺς ὅτι εἰς χριστὸν εἴρηται, λέγει·
πῶς οὖν ἐπι^καλέσονται, εἰς ὃν οὐκ ἐπί^στευσα^ν;
πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν;
πῶς δὲ πι^στεύσουσι^ν, οὗ οὐκ ἤκουσα^ν;
πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν;
πῶς δὲ ἀ^κούσονται, χωρὶ^ς κηρύσσοντος;
πῶς δὲ ἀκούσονται, χωρὶς κηρύσσοντος;
πῶς δὲ κηρύ^ξουσι^ν, ἐὰ^ν μὴ ἀποστα^λῶσι^ν;
πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν;
κα^θὼς γέγραπται·
καθὼς γέγραπται·
ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ^ ἀ^γα^θά^, τῶν εὐαγγελιζομένων εἰρήνην.
ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην.
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.
παρήγγειλε, φησί^ν, αὐτοῖς ἀ^πὸ ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ^ περι^μένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσα^τέ μου, ὅτι^ ἰωάννης μὲν ἐβά^πτι^σεν ὕ^δα^τι^, ὑ_μεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ, οὐ μετὰ^ πολλὰ_ς ταύτα_ς ἡμέρα_ς.
παρήγγειλε, φησίν, αὐτοῖς ἀπὸ ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ μου, ὅτι ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
μετὰ^ γὰ^ρ τεσσα^ρά^κοντα^ ἡμέρα_ς, δέ^κα^ ἦσα^ν ἡμέραι ἕως τῆς πεντηκοστῆς, ἐν ᾗ ἐπέφανε τὸ πνεῦμα τὸ ἅ^γι^ον, καὶ ἐβά^πτι^σε τοὺς ἀ^ποστόλους, οὐχ ὕ^δα^τι^, ἀλλὰ^ πυρί^.
μετὰ γὰρ τεσσαράκοντα ἡμέρας, δέκα ἦσαν ἡμέραι ἕως τῆς πεντηκοστῆς, ἐν ᾗ ἐπέφανε τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐβάπτισε τοὺς ἀποστόλους, οὐχ ὕδατι, ἀλλὰ πυρί.
ὧδε λύ_εται τὸ ζήτημα^ τὸ πα^ρὰ^ πολλῶν ζητούμενον.
ὧδε λύεται τὸ ζήτημα τὸ παρὰ πολλῶν ζητούμενον.
ἐζήτησαν γὰ^ρ πολλοί, εἰ πρὸ τοῦ πά^θους τοῦ σωτῆρος βεβαπτισμένοι ἦσα^ν οἱ ἀ^πόστολοι τῷ βαπτίσμα^τι^ τῷ εὐαγγελι^κῷ.
ἐζήτησαν γὰρ πολλοί, εἰ πρὸ τοῦ πάθους τοῦ σωτῆρος βεβαπτισμένοι ἦσαν οἱ ἀπόστολοι τῷ βαπτίσματι τῷ εὐαγγελικῷ.
ἡμεῖς δὲ οὔ τε ἀποφαινόμεθα^, οὔ τε λογισμοῖς ἐγχειρίζομεν ἀ^νθρωπί^νοις τοσαύτην δικαιολογίαν, ἀλλὰ^ τοῖς γεγραμμένοις στοιχοῦμεν.
ἡμεῖς δὲ οὔ τε ἀποφαινόμεθα, οὔ τε λογισμοῖς ἐγχειρίζομεν ἀνθρωπίνοις τοσαύτην δικαιολογίαν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν.
εὑρίσκομεν τοὺς ἀ^ποστόλους λα^βόντα^ς βάπτισμα^ πρὸ τοῦ πά^θους τοῦ χριστοῦ, τὸ ἰωάννου τοῦ βαπτιστοῦ.
εὑρίσκομεν τοὺς ἀποστόλους λαβόντας βάπτισμα πρὸ τοῦ πάθους τοῦ χριστοῦ, τὸ ἰωάννου τοῦ βαπτιστοῦ.
ὁ σωτὴρ δὲ πρὸ τοῦ πά^θους οὐ δί^δωσι^ βάπτισμα^ ἄλλο, ἵ^να_ μὴ λύ_σῃ τὸ ἰωάννου κήρυγμα^, καὶ δώσῃ ἀ^φορμὴν τοῖς ἀντιλέγουσι^ν ἰουδαίοις, ὅτι^ πρὸς ὕβρι^ν τοῦ βαπτιστοῦ ἰωάννου, ἐπεισήγαγεν ἄλλο ἴ^δι^ον βάπτισμα^·
ὁ σωτὴρ δὲ πρὸ τοῦ πάθους οὐ δίδωσι βάπτισμα ἄλλο, ἵνα μὴ λύσῃ τὸ ἰωάννου κήρυγμα, καὶ δώσῃ ἀφορμὴν τοῖς ἀντιλέγουσιν ἰουδαίοις, ὅτι πρὸς ὕβριν τοῦ βαπτιστοῦ ἰωάννου, ἐπεισήγαγεν ἄλλο ἴδιον βάπτισμα·
ἀλλ' ἐᾷ αὐτοὺς ἔχειν τὸν ἀρραβῶνα^ τοῦ ὕ^δα^τος, τηρῶν αὐτοῖς τὴν χά^ρι^ν τοῦ πνεύματος.
ἀλλ' ἐᾷ αὐτοὺς ἔχειν τὸν ἀρραβῶνα τοῦ ὕδατος, τηρῶν αὐτοῖς τὴν χάριν τοῦ πνεύματος.
δι^ὰ^ τοῦτο ὡς μηδέπω λα^βοῦσι^ πνεῦμα λέγει·
διὰ τοῦτο ὡς μηδέπω λαβοῦσι πνεῦμα λέγει·
λάβετε πνεῦμα ἅ^γι^ον.
λάβετε πνεῦμα ἅγιον.
μετὰ^ τὴν ἀνάστασι^ν καί φησι^ν·
μετὰ τὴν ἀνάστασιν καί φησιν·
ἀπέλθετε εἰς ἱεροσόλυμα, καὶ ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσα^τέ μου, ὅτι^ ἰωάννης μὲν ἐβά^πτι^σεν ὕ^δα^τι^, ὑ_μεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ, οὐ μετὰ^ πολλὰ_ς ταύτα_ς ἡμέρα_ς·
ἀπέλθετε εἰς ἱεροσόλυμα, καὶ ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ μου, ὅτι ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας·
οὐκέτι^ ὕ^δα^τι^, ἔλα^βον γά^ρ, ἀλλὰ^ πνεύματι ἁ^γί^ῳ.
οὐκέτι ὕδατι, ἔλαβον γάρ, ἀλλὰ πνεύματι ἁγίῳ.
οὐκ ἐπεισά^γει ὕ^δωρ τῷ ὕ^δα^τι^, ἀλλ' ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.
οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλ' ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.
ὑ_μεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ, οὐ μετὰ^ πολλὰ_ς ταύτα_ς ἡμέρα_ς·
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας·
ἀντὶ^ τοῦ, μετὰ^ δέ^κα^.
ἀντὶ τοῦ, μετὰ δέκα.
τί^ς οὖν χρεία_ τῶν δι^α^λειμμά^των;
τίς οὖν χρεία τῶν διαλειμμάτων;
τί^ς;
τίς;
αἱ δέ^κα^ ἡμέραι αἱ μετα^ξύ^.
αἱ δέκα ἡμέραι αἱ μεταξύ.
ἐγγυμνάζων τὴν πίστι^ν τῶν ἀ^ποστόλων.
ἐγγυμνάζων τὴν πίστιν τῶν ἀποστόλων.
ἡσυχαζούσης γὰ^ρ τῆς χά^ρι^τος, καὶ μηδενὸς φαινομένου, ἐγυμνάζετο αὐτῶν ἡ πί^στι_ς, εἰ ἐκδέχονται ὡς ἀψευδῆ τὸν ἐπαγγειλάμενον.
ἡσυχαζούσης γὰρ τῆς χάριτος, καὶ μηδενὸς φαινομένου, ἐγυμνάζετο αὐτῶν ἡ πίστις, εἰ ἐκδέχονται ὡς ἀψευδῆ τὸν ἐπαγγειλάμενον.
ἐπηγγείλατο καὶ εἶπεν·
ἐπηγγείλατο καὶ εἶπεν·
οὐ μετὰ^ πολλὰ_ς ἡμέρα_ς.
οὐ μετὰ πολλὰς ἡμέρας.
οὐ μὴν ὡρί^σα^το τὰ_ς ἡμέρα_ς, ἀλλ' oὐ μετὰ^ πολλὰ_ς ἡμέρα_ς.
οὐ μὴν ὡρίσατο τὰς ἡμέρας, ἀλλ' oὐ μετὰ πολλὰς ἡμέρας.
οὐ πά^ντα^ ἐπιτρέπει ἡμῖν εἰδέναι, ἀλλὰ^ δείκνυ_σι^ν ἔχειν μέτρα^ δεσποτικῆς τάξεως.
οὐ πάντα ἐπιτρέπει ἡμῖν εἰδέναι, ἀλλὰ δείκνυσιν ἔχειν μέτρα δεσποτικῆς τάξεως.
ἃ^ ἀ^κούεις, δι^δά^σκου·
ἃ ἀκούεις, διδάσκου·
ἃ μὴ μα^νθά^νῃς, μὴ περι^εργά^ζου.
ἃ μὴ μανθάνῃς, μὴ περιεργάζου.
ὑ_μεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ.
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
ὅτε οὖν τὸ πνεῦμα τὸ ἅ^γι^ον ἐπεφοίτησεν αὐτοῖς τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσα^ν, ἵ^να_ τῷ πνεύματι ὦσι^ν βεβαπτισμένοι, ὡς ἐν ὕ^δα^τι^.
ὅτε οὖν τὸ πνεῦμα τὸ ἅγιον ἐπεφοίτησεν αὐτοῖς τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν, ἵνα τῷ πνεύματι ὦσιν βεβαπτισμένοι, ὡς ἐν ὕδατι.
συμπλέκει δὲ τῇ ἀορά^τῳ ὄψει τὴν ὁρωμένην, τὴν τῶν γλωσσῶν.
συμπλέκει δὲ τῇ ἀοράτῳ ὄψει τὴν ὁρωμένην, τὴν τῶν γλωσσῶν.
ἐβαπτί σθησαν οὖν ἐν πνεύματι.
ἐβαπτί σθησαν οὖν ἐν πνεύματι.
καὶ ὅτι^ αὐτὸ τοῦτο τὸ βαπτισθῆναι ἦν πνεῦμα ἅ^γι^ον λα^βεῖν, μα^ρτυ^ρεῖ ἄλλη ἱ^στορί^α_.
καὶ ὅτι αὐτὸ τοῦτο τὸ βαπτισθῆναι ἦν πνεῦμα ἅγιον λαβεῖν, μαρτυρεῖ ἄλλη ἱστορία.
ἐγκαλουμένου γὰ^ρ πέτρου πα^ρὰ^ τῶν μα^θητῶν·
ἐγκαλουμένου γὰρ πέτρου παρὰ τῶν μαθητῶν·
δι^ὰ^ τί^ εἰσῆλθες πρὸς ἄ^νδρα^ς ἕλληνας καὶ κα^τήχησα^ς αὐτούς, καὶ βαπτίσμα^τος καὶ μυ^στηρί^ων μετέδωκα^ς;
διὰ τί εἰσῆλθες πρὸς ἄνδρας ἕλληνας καὶ κατήχησας αὐτούς, καὶ βαπτίσματος καὶ μυστηρίων μετέδωκας;
λέγει·
λέγει·
ἐγὼ ἤμην ἐν ἰόππῃ τῇ πόλει, κορνήλιος δέ τι^ς ἑκα^τοντάρχης ἀπέστειλε πρός με·
ἐγὼ ἤμην ἐν ἰόππῃ τῇ πόλει, κορνήλιος δέ τις ἑκατοντάρχης ἀπέστειλε πρός με·
καὶ ἀ^πελθὼν ἐδί^δα^σκον τὸν λόγον·
καὶ ἀπελθὼν ἐδίδασκον τὸν λόγον·
ἐγένετο δὲ ἐν τῷ λα^λεῖν με, ἐπέπεσεν ἐπ' αὐτοὺς τὸ πνεῦμα τὸ ἅ^γι^ον, ὡς καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ.
ἐγένετο δὲ ἐν τῷ λαλεῖν με, ἐπέπεσεν ἐπ' αὐτοὺς τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ.
καὶ ἵ^να_ δείξῃ ὁ πέτρος, ὅτι^ τὸ λα^βεῖν τοὺς περὶ^ κορνήλιον τὸ πνεῦμα, βάπτισμα^ ἦν, λέγει εὐθέως·
καὶ ἵνα δείξῃ ὁ πέτρος, ὅτι τὸ λαβεῖν τοὺς περὶ κορνήλιον τὸ πνεῦμα, βάπτισμα ἦν, λέγει εὐθέως·
ἐμνήσθην τῶν ῥημά^των τοῦ κυρίου, ὡς ἔλεγεν, ὅτι^ ἰωάννης μὲν ἐβά^πτι^σεν ὕ^δα^τι^, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ.
ἐμνήσθην τῶν ῥημάτων τοῦ κυρίου, ὡς ἔλεγεν, ὅτι ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
ἦσα^ν οὖν βεβαπτισμένοι πρὸ τοῦ πά^θους οἱ ἀ^πόστολοι ὕ^δα^τι^, καὶ λελουμένοι·
ἦσαν οὖν βεβαπτισμένοι πρὸ τοῦ πάθους οἱ ἀπόστολοι ὕδατι, καὶ λελουμένοι·
ἦν δὲ τὸ λουτρὸν ἐκεῖνο εἰς ἄφεσι^ν ἁμαρτι^ῶν, ἀλλ' οὐ μετοχὴ πνεύματος ἁ^γί^ου.
ἦν δὲ τὸ λουτρὸν ἐκεῖνο εἰς ἄφεσιν ἁμαρτιῶν, ἀλλ' οὐ μετοχὴ πνεύματος ἁγίου.
ἦλθε γά^ρ, φησί^ν, ἰωάννης κηρύττων ἐν τῇ ἐρήμῳ, βάπτισμα^ μετα^νοία_ς εἰς ἄφεσι^ν ἁμαρτι^ῶν.
ἦλθε γάρ, φησίν, ἰωάννης κηρύττων ἐν τῇ ἐρήμῳ, βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
καὶ ὅτι^ τοῦτο εἶχον οἱ ἀ^πόστολοι, πόθεν εἰσόμεθα^;
καὶ ὅτι τοῦτο εἶχον οἱ ἀπόστολοι, πόθεν εἰσόμεθα;
δείξωμεν τοῦτο.
δείξωμεν τοῦτο.
οὐδὲ γὰ^ρ εἶπεν ὅτι^ ἰωάννης ἐβά^πτι^σεν ὑ_μᾶς ὕ^δα^τι^, ἀλλ' ἐβά^πτι^σεν.
οὐδὲ γὰρ εἶπεν ὅτι ἰωάννης ἐβάπτισεν ὑμᾶς ὕδατι, ἀλλ' ἐβάπτισεν.
οὔπω δῆλον εἰ τοὺς ἀ^ποστόλους ἐβά^πτι^σε.
οὔπω δῆλον εἰ τοὺς ἀποστόλους ἐβάπτισε.
πόθεν οὖν τοῦτο δῆλον;
πόθεν οὖν τοῦτο δῆλον;
ὅτε ἀντέλεγε πέτρος λέγων·
ὅτε ἀντέλεγε πέτρος λέγων·
κύριε, οὐ μή μου νίψῃς τοὺς πόδα^ς εἰς τὸν αἰῶνα^·
κύριε, οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα·
ὁ σωτὴρ ἔλεγεν·
ὁ σωτὴρ ἔλεγεν·
ἐὰ^ν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἀπεκρίθη ὁ πέτρος·
ἀπεκρίθη ὁ πέτρος·
κύριε, μὴ μόνον τοὺς πόδα^ς, ἀλλὰ^ καὶ τὰ_ς χεῖρα^ς καὶ τὴν κεφαλήν.
κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
ἀπεκρίθη ὁ σωτήρ·
ἀπεκρίθη ὁ σωτήρ·
ὁ λελουμένος οὐ χρεία_ν ἔχει νίψασθαι ἢ τοὺς πόδα^ς μόνον.
ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον.
ὁρᾷς πῶς ἐκύ_ρωσε τὸ λουτρόν;
ὁρᾷς πῶς ἐκύρωσε τὸ λουτρόν;
ὅπου μὲν γὰ^ρ οὐκ ὠνομάσθη πατὴρ καὶ υἱὸς καὶ ἅ^γι^ον πνεῦμα, βάπτισμα^ μετα^νοία_ς μόνον ἐστί^ν·
ὅπου μὲν γὰρ οὐκ ὠνομάσθη πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, βάπτισμα μετανοίας μόνον ἐστίν·
ὅπου δὲ ὠνομάσθη, βάπτισμα^ υἱοθεσία_ς.
ὅπου δὲ ὠνομάσθη, βάπτισμα υἱοθεσίας.
ὁ σωτὴρ οὐκ ἠθέτησε τὸ τῆς μετα^νοία_ς, ἀλλ' ἀνεπλήρωσε, καὶ προσέθηκε τὸ τοῦ ἁ^γί^ου πνεύματος τῷ ἐν τριάδι.
ὁ σωτὴρ οὐκ ἠθέτησε τὸ τῆς μετανοίας, ἀλλ' ἀνεπλήρωσε, καὶ προσέθηκε τὸ τοῦ ἁγίου πνεύματος τῷ ἐν τριάδι.
οἱ δὲ αἱρετι^κοὶ βάπτισμα^ τριάδι κυ_ρωθὲν ἠθέτησα^ν, ὅσον τὸ παρ' αὐτοῖς.
οἱ δὲ αἱρετικοὶ βάπτισμα τριάδι κυρωθὲν ἠθέτησαν, ὅσον τὸ παρ' αὐτοῖς.
οὐκ ᾐδέσθησα^ν τὴν δεσποτικὴν φωνήν·
οὐκ ᾐδέσθησαν τὴν δεσποτικὴν φωνήν·
ὁ λελουμένος οὐ χρεία_ν ἔχει νίψασθαι ἢ τοὺς πόδα^ς μόνον.
ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον.
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁ^γί^ῳ, οὐ μετὰ^ πολλὰ_ς ταύτα_ς ἡμέρα_ς.
ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
εἶτα λοιπὸν τὸ λίχνον τῆς ἀ^νθρωπί^νης φύ^σεως καὶ πολυπραγμόσυνον·
εἶτα λοιπὸν τὸ λίχνον τῆς ἀνθρωπίνης φύσεως καὶ πολυπραγμόσυνον·
ἐπειδὴ ἴ^δι^ον τῶν ἀνθρώπων ἐρωτᾷν·
ἐπειδὴ ἴδιον τῶν ἀνθρώπων ἐρωτᾷν·
πότε ἡ συντέλεια^;
πότε ἡ συντέλεια;
πότε ἔρχεται ὁ χριστός;
πότε ἔρχεται ὁ χριστός;
μετὰ^ πόσα_ ἔτη τὸ τέλος;
μετὰ πόσα ἔτη τὸ τέλος;
πότε ἡ βα^σι^λεία_ αὐτοῦ φαίνεται;
πότε ἡ βασιλεία αὐτοῦ φαίνεται;
οἱ ἀ^πόστολοι τὸ ἀ^νθρώπι^νον πά^θος γυμνά^ζουσι^, καὶ ἄρχονται ζητεῖν πα^ρὰ^ τοῦ σωτῆρος·
οἱ ἀπόστολοι τὸ ἀνθρώπινον πάθος γυμνάζουσι, καὶ ἄρχονται ζητεῖν παρὰ τοῦ σωτῆρος·
οἱ μὲν οὖν συ^νελθόντες ἐπηρώτων αὐτόν, λέγοντες·
οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτόν, λέγοντες·
κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστά^νεις τὴν βα^σι^λεία_ν τῷ ἰσραήλ;
κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ἰσραήλ;
ἐπειδὴ ἔλεγεν αὐτοῖς·
ἐπειδὴ ἔλεγεν αὐτοῖς·
ὅτα^ν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, λέγουσι^ν·
ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, λέγουσιν·
εἰ ἐν τῷ χρόνῳ τούτῳ;
εἰ ἐν τῷ χρόνῳ τούτῳ;
ἐβούλοντο μα^θεῖν εἰ τότε ἐγγύ^ς ἐστι^ν ἡ προσδοκί^α_, εἰ βρα^δύ^νει ἡ σωτηρί^α_.
ἐβούλοντο μαθεῖν εἰ τότε ἐγγύς ἐστιν ἡ προσδοκία, εἰ βραδύνει ἡ σωτηρία.
εἶτα ὁ σωτήρ·
εἶτα ὁ σωτήρ·
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰ^δί^ᾳ ἐξουσί^ᾳ.
οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
τοῖς ἀ^ποστόλοις οὐ δὲ χρόνοι ἐπετράπησα^ν εἰς ἔρευνα^ν, καὶ αἱρετι^κοῖς ἐπετράπη τὴν οὐσί^α_ν τὴν ὑπερχρόνιον, τὴν φύ^σι^ν τὴν αἰώνι^ον ἐρευνᾷν;
τοῖς ἀποστόλοις οὐ δὲ χρόνοι ἐπετράπησαν εἰς ἔρευναν, καὶ αἱρετικοῖς ἐπετράπη τὴν οὐσίαν τὴν ὑπερχρόνιον, τὴν φύσιν τὴν αἰώνιον ἐρευνᾷν;