macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
οὕτως ὅταν μέλλῃ ὁ χριστὸς ἐν τῇ βα^σι^λείᾳ τῆς δόξης αὐτοῦ ἐπιδημεῖν, οὐ μί^α^ ἐστὶ^ νεφέλη βα^στά^ζουσα^ αὐτόν, ἀλλὰ^ πολλαὶ πα^ρέπονται.
οὕτως ὅταν μέλλῃ ὁ χριστὸς ἐν τῇ βασιλείᾳ τῆς δόξης αὐτοῦ ἐπιδημεῖν, οὐ μία ἐστὶ νεφέλη βαστάζουσα αὐτόν, ἀλλὰ πολλαὶ παρέπονται.
ἐλεύσεται γὰ^ρ ἐπὶ^ τῶν νεφελῶν.
ἐλεύσεται γὰρ ἐπὶ τῶν νεφελῶν.
ὅτε ἀνελαμβάνετο, μί^α^ ἤρκεσε, νεφέλη γὰ^ρ αὐτὸν ὑ^πέλα^βεν·
ὅτε ἀνελαμβάνετο, μία ἤρκεσε, νεφέλη γὰρ αὐτὸν ὑπέλαβεν·
ὅτε ἔρχεται, μετὰ πολλῶν νεφελῶν μέλλει ἔρχεσθαι.
ὅτε ἔρχεται, μετὰ πολλῶν νεφελῶν μέλλει ἔρχεσθαι.
εἰ μόνος ἔρχεται, τίς ἡ χρεία_ τῶν πολλῶν νεφελῶν;
εἰ μόνος ἔρχεται, τίς ἡ χρεία τῶν πολλῶν νεφελῶν;
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.
ἐνταῦθα ἀ^κολουθεῖ βα^σι^λέως ὄχημα^ οὐδὲν βαστάζον, ἀλλ' εἰς τι_μὴν τοῦ βα^σι^λέως μόνον·
ἐνταῦθα ἀκολουθεῖ βασιλέως ὄχημα οὐδὲν βαστάζον, ἀλλ' εἰς τιμὴν τοῦ βασιλέως μόνον·
τότε δὲ τῷ σωτῆρι ἀκολουθήσουσι^ νεφέλαι πολλαί, ἵ^να_ ἁρπα^γῶσι^ν οἱ ἅ^γι^οι ἀπὸ τῆς γῆς μετὰ τὴν ἀνάστασι^ν καὶ ἀναληφθῶσι^ν ἐν ταῖς νεφέλαις, ἵ^να_ κοινωνοὶ γένωνται καὶ τῆς ἀναλήψεως, καὶ ἀ^παντήσαντες τῷ βα^σι^λεῖ, μετ' αὐτοῦ ἔλθωσι^ν, οὐ βαδίζοντες ἀλλὰ^ κα^θήμενοι, οὐ δορυφοροῦντες ἀλλὰ^ καὶ αὐτοὶ ἐπὶ^ νεφελῶν β...
τότε δὲ τῷ σωτῆρι ἀκολουθήσουσι νεφέλαι πολλαί, ἵνα ἁρπαγῶσιν οἱ ἅγιοι ἀπὸ τῆς γῆς μετὰ τὴν ἀνάστασιν καὶ ἀναληφθῶσιν ἐν ταῖς νεφέλαις, ἵνα κοινωνοὶ γένωνται καὶ τῆς ἀναλήψεως, καὶ ἀπαντήσαντες τῷ βασιλεῖ, μετ' αὐτοῦ ἔλθωσιν, οὐ βαδίζοντες ἀλλὰ καθήμενοι, οὐ δορυφοροῦντες ἀλλὰ καὶ αὐτοὶ ἐπὶ νεφελῶν βασταζόμενοι.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
λέγει παῦλος·
λέγει παῦλος·
ὃτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι^, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι^ θεοῦ κα^τα^βήσεται ἀπ' οὐρα^νοῦ.
ὃτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ.
καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀ^να^στήσονται πρῶτοι·
καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀναστήσονται πρῶτοι·
ἔπειτα^ ἡμεῖς οἱ ζῶντες ἁρπα^γησόμεθα^ ἐν νεφέλαις εἰς ἀ^πάντησι^ν τοῦ κυρίου.
ἔπειτα ἡμεῖς οἱ ζῶντες ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου.
αἱ δὲ νεφέλαι διὰ τοὺς ἀ^ποστόλους, αὐτῷ γὰ^ρ ἤρκει μί^α^ διὰ τὴν σωμα^τι^κὴν ὄψι^ν.
αἱ δὲ νεφέλαι διὰ τοὺς ἀποστόλους, αὐτῷ γὰρ ἤρκει μία διὰ τὴν σωματικὴν ὄψιν.
ἁρπαγησόμεθα γὰ^ρ ἐν νεφέλαις εἰς ἀ^πάντησι^ν τοῦ κυρίου·
ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου·
ὡς ἀξιωμα^τι^κοὶ βα^σι^λεῖ ἀ^παντῶντες·
ὡς ἀξιωματικοὶ βασιλεῖ ἀπαντῶντες·
εἰς ἀ^πάντησι^ν τοῦ κυρίου εἰς ἀ_έρα^·
εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα·
καὶ οὕτως πάντοτε σὺ^ν κυρίῳ ἐσόμεθα^.
καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
λοιπὸν οἱ ἐν τῇ γῇ πα^ρα^μένοντες τεταπεινωμένοι, οἱ ἀ^νάξιοι τῆς δόξης, οἱ ὑ^πεύθυ_νοι τῆς τι_μωρί^α_ς διὰ τὴν ἀ^πιστίαν, ἄρχονται ὁρᾶν τὸν βα^σι^λέα^ καὶ τοὺς ἀ^παντῶντα^ς.
λοιπὸν οἱ ἐν τῇ γῇ παραμένοντες τεταπεινωμένοι, οἱ ἀνάξιοι τῆς δόξης, οἱ ὑπεύθυνοι τῆς τιμωρίας διὰ τὴν ἀπιστίαν, ἄρχονται ὁρᾶν τὸν βασιλέα καὶ τοὺς ἀπαντῶντας.
εὑρίσκονται δὲ καὶ οἱ ἅ^γι^οι ὥσπερ ἐπιδημοῦντες·
εὑρίσκονται δὲ καὶ οἱ ἅγιοι ὥσπερ ἐπιδημοῦντες·
ὁ γὰ^ρ ὑ^παντήσα_ς καὶ πά^λι^ν ὑποστρέψας, ὡς τῷ βα^σι^λεῖ συ^νερχόμενος εὑρίσκεται·
ὁ γὰρ ὑπαντήσας καὶ πάλιν ὑποστρέψας, ὡς τῷ βασιλεῖ συνερχόμενος εὑρίσκεται·
καὶ τοῦτο γί_νεται πληρουμένου τοῦ προφητι^κοῦ ῥητοῦ·
καὶ τοῦτο γίνεται πληρουμένου τοῦ προφητικοῦ ῥητοῦ·
ἥξει κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅ^γι^οι μετ' αὐτοῦ.
ἥξει κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ.
οὕτως ἔρχονται εἰς ἀ^πάντησι^ν τοῦ κυρίου ἐν νεφέλαις καὶ ἁρπα^γήσονται.
οὕτως ἔρχονται εἰς ἀπάντησιν τοῦ κυρίου ἐν νεφέλαις καὶ ἁρπαγήσονται.
οὗτος οὖν ὁ ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑ_μῶν, οὕτως ἐλεύσεται.
οὗτος οὖν ὁ ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται.
ὅρα_ ὅσα^ εἶπεν ἡ γρα^φή, ἵ^να_ διὰ πάντων ἡμᾶς ἀσφαλίσηται·
ὅρα ὅσα εἶπεν ἡ γραφή, ἵνα διὰ πάντων ἡμᾶς ἀσφαλίσηται·
βλεπόντων αὐτῶν ἐπήρθη·
βλεπόντων αὐτῶν ἐπήρθη·
δι^έστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο, καὶ νεφέλη ὑ^πέλα^βεν αὐτόν·
διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο, καὶ νεφέλη ὑπέλαβεν αὐτόν·
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρα^νὸν πορευομένου αὐτοῦ.
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ.
ἀνελήφθη, ἐπήρθη, ἀνεφέρετο, εἰσῆλθεν·
ἀνελήφθη, ἐπήρθη, ἀνεφέρετο, εἰσῆλθεν·
οὐ γὰ^ρ εἰς χειροποίητα^ ἅγι^α^ εἰσῆλθεν ὁ ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρα^νόν, ἐμφανισθῆναι τῷ θεῷ.
οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ θεῷ.
οὐ μόνον εἰσῆλθεν, ἀλλὰ^ καὶ δι^ῆλθεν.
οὐ μόνον εἰσῆλθεν, ἀλλὰ καὶ διῆλθεν.
ἔχοντες γὰ^ρ, φησὶ^ν ὁ παῦλος, ἀρχιερέα^ μέγα^ν δι^εληλυθότα^ τοὺς οὐρανούς, ἰησοῦν.
ἔχοντες γὰρ, φησὶν ὁ παῦλος, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, ἰησοῦν.
ἀνῆλθεν, ἀ^νέβη, ἀνελήφθη, ἐπορεύετο, δι^ῆλθε.
ἀνῆλθεν, ἀνέβη, ἀνελήφθη, ἐπορεύετο, διῆλθε.
πρόσεχε.
πρόσεχε.
ἀνέβη ὡς ἐξουσίαν ἔχων, ἵ^να_ πληρωθῇ τὸ τοῦ προφήτου λόγι^ον·
ἀνέβη ὡς ἐξουσίαν ἔχων, ἵνα πληρωθῇ τὸ τοῦ προφήτου λόγιον·
ἀνέβη ὁ θεὸς ἐν ἀλα^λαγμῷ.
ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ.
ἐνταῦθα ὁ προφήτης γυμνὴν φέρει φωνήν.
ἐνταῦθα ὁ προφήτης γυμνὴν φέρει φωνήν.
ἀνέβη ὁ θεὸς ἐν ἀλα^λαγμῷ.
ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ.
ἄρατε πύ^λα_ς, οἱ ἄρχοντες, ὑ_μῶν, καὶ ἐπάρθητε πύ^λαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
εἰσελεύσεται·
εἰσελεύσεται·
οὐ γὰ^ρ εἰς χειροποίητα^ ἅγι^α^ εἰσῆλθεν ὁ ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρα^νόν, εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
δύο λοιπὸν ἐγένετο·
δύο λοιπὸν ἐγένετο·
ὥσπερ ἐξενίσθη ἡ γῆ θεα_σα^μένη περι^βεβλημένον σῶ^μα^ τὸν σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴ^δωμεν ξένον πρόσωπον, λέγομεν·
ὥσπερ ἐξενίσθη ἡ γῆ θεασαμένη περιβεβλημένον σῶμα τὸν σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴδωμεν ξένον πρόσωπον, λέγομεν·
τίς ἐστι^ν οὗτος;
τίς ἐστιν οὗτος;
οὐδεὶς γὰ^ρ περὶ γνωρί^μου ἐρωτᾷ·
οὐδεὶς γὰρ περὶ γνωρίμου ἐρωτᾷ·
οὕτως ἡ γῆ θεα_σα^μένη τὸν σωτῆρα, δύ^να^μι^ν θεϊ^κὴν ἔχοντα^, καὶ ἐπι^τάσσοντα^ τοῖς ἀ^νέμοις καὶ τῇ θα^λά^σσῃ, λέγει·
οὕτως ἡ γῆ θεασαμένη τὸν σωτῆρα, δύναμιν θεϊκὴν ἔχοντα, καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, λέγει·
τίς ἐστι^ν οὗτος, ὅτι^ ἡ θά^λασσα^ καὶ οἱ ἄ^νεμοι ὑ^πακού ουσιν αὐτῷ;
τίς ἐστιν οὗτος, ὅτι ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακού ουσιν αὐτῷ;
ὥσπερ οὖν ἡ γῆ ξενιζομένη ἐβόα_, τίς ἐστι^ν οὗτος;
ὥσπερ οὖν ἡ γῆ ξενιζομένη ἐβόα, τίς ἐστιν οὗτος;
οὕτως ὁ οὐρα^νὸς ξενιζόμενος ἐν σαρκὶ^ βλέπων τὴν θεότητα^, λέγει·
οὕτως ὁ οὐρανὸς ξενιζόμενος ἐν σαρκὶ βλέπων τὴν θεότητα, λέγει·
τίς ἐστι^ν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ὁ σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅ^γι^ον πνεῦμα·
ὁ σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅγιον πνεῦμα·
ἀ^νελθὼν ἀ^νήνεγκε σῶ^μα^ ἅ^γι^ον, ἵ^να_ δῷ τῷ κόσμῳ ἐνέχυ^ρον σωτηρί^α_ς, πνεύματος ἁ^γί^ου.
ἀνελθὼν ἀνήνεγκε σῶμα ἅγιον, ἵνα δῷ τῷ κόσμῳ ἐνέχυρον σωτηρίας, πνεύματος ἁγίου.
πάλιν τῷ αὐτῷ κόσμῳ, ἀρραβῶνα^ σωτηρί^α_ς, τὸ σῶ^μα^ τὸ ἅ^γι^ον λεγέτω ὁ χριστιανός.
πάλιν τῷ αὐτῷ κόσμῳ, ἀρραβῶνα σωτηρίας, τὸ σῶμα τὸ ἅγιον λεγέτω ὁ χριστιανός.
ὅταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον χριστιανοῦ.
ὅταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον χριστιανοῦ.
ἐγὼ χριστιανός εἰμι^·
ἐγὼ χριστιανός εἰμι·
τοῦ θεοῦ εἰμι^.
τοῦ θεοῦ εἰμι.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
πνεῦμα ἅ^γι^ον ἔχω τὸ ἐξ οὐρα^νοῦ.
πνεῦμα ἅγιον ἔχω τὸ ἐξ οὐρανοῦ.
θέλεις καὶ ἄλλην ἀ^πόδειξι^ν;
θέλεις καὶ ἄλλην ἀπόδειξιν;
ἔλαβον πνεῦμα ἐξ οὐρα^νοῦ τὸ τοῦ θεοῦ·
ἔλαβον πνεῦμα ἐξ οὐρανοῦ τὸ τοῦ θεοῦ·
ἔχω μου τὸν ἀρραβῶνα^.
ἔχω μου τὸν ἀρραβῶνα.
ἄ^νω τὸ σῶ^μα^ αὐτοῦ, κά^τω τὸ πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς.
ἄνω τὸ σῶμα αὐτοῦ, κάτω τὸ πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς.
ἀμφιβάλλεις ὅτι^ τοῦ θεοῦ ἐσμεν;
ἀμφιβάλλεις ὅτι τοῦ θεοῦ ἐσμεν;
γένος ἐγένετο ἕν, θεοῦ καὶ ἀνθρώπων.
γένος ἐγένετο ἕν, θεοῦ καὶ ἀνθρώπων.
ὥσπερ γὰ^ρ τὰ^ δι^εστῶτα^ μέρη συ^νάπτει ἐπι^γαμβρία, καὶ ὁ μὴ εἰδώς τι^να^ πόθεν ἐστί^, μιᾶ_ς συ^ναπτομένης καὶ ἑνός, δύο γένη ὅλα_ συ^νάπτει, ὁ μὲν ὡς ἀνεψιός, ὁ δὲ ὡς θεῖος·
ὥσπερ γὰρ τὰ διεστῶτα μέρη συνάπτει ἐπιγαμβρία, καὶ ὁ μὴ εἰδώς τινα πόθεν ἐστί, μιᾶς συναπτομένης καὶ ἑνός, δύο γένη ὅλα συνάπτει, ὁ μὲν ὡς ἀνεψιός, ὁ δὲ ὡς θεῖος·
οὕτως ἀναλαβόντος σάρκα^ χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα^ ἡ ἐκκλησία συγγενὴς χριστοῦ·
οὕτως ἀναλαβόντος σάρκα χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα ἡ ἐκκλησία συγγενὴς χριστοῦ·
παῦλος χριστοῦ συγγενής, πέτρος, πᾶς πιστός, πάντες ἡμεῖς, πᾶς εὐσεβής.
παῦλος χριστοῦ συγγενής, πέτρος, πᾶς πιστός, πάντες ἡμεῖς, πᾶς εὐσεβής.
διὰ τοῦτο λέγει παῦλος·
διὰ τοῦτο λέγει παῦλος·
γένος οὖν θεοῦ ὑ^πά^ρχοντες.
γένος οὖν θεοῦ ὑπάρχοντες.
ἀλλ' οἶδα^ τὴν ἔννοια^ν καθ' ἣν εἴρηται·
ἀλλ' οἶδα τὴν ἔννοιαν καθ' ἣν εἴρηται·
οὐ σκοπός μοί ἐστι^ν ὅλην ἱστορῆσαι τὴν θεωρί^α_ν, ἀλλ' ὅτι βεβαιοῖ παῦλος τὸ γένος.
οὐ σκοπός μοί ἐστιν ὅλην ἱστορῆσαι τὴν θεωρίαν, ἀλλ' ὅτι βεβαιοῖ παῦλος τὸ γένος.
καὶ ἀλλαχοῦ πάλιν·
καὶ ἀλλαχοῦ πάλιν·
ἡμεῖς ἐσμεν σῶ^μα^ χριστοῦ, καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ.
ἡμεῖς ἐσμεν σῶμα χριστοῦ, καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ.
ἀντὶ τοῦ·
ἀντὶ τοῦ·
διὰ τὴν σάρκα^ ἣν ἀ^νέλα^βε, συγγενεῖς αὐτοῦ ἐσμεν.
διὰ τὴν σάρκα ἣν ἀνέλαβε, συγγενεῖς αὐτοῦ ἐσμεν.
ἔχομεν οὖν τὸ ἐνέχυ^ρον ἄ^νω καὶ τὸ πνεῦμα τὸ ἅ^γι^ον μεθ' ἡμῶν.
ἔχομεν οὖν τὸ ἐνέχυρον ἄνω καὶ τὸ πνεῦμα τὸ ἅγιον μεθ' ἡμῶν.
καὶ ὅρα τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
οὐ λέγω ὅτι τὸ πνεῦμα κα^τέβη ἐξ οὐρα^νοῦ, καὶ οὐκέτι^ ἐστὶ^ν ἐν οὐρα^νῷ·
οὐ λέγω ὅτι τὸ πνεῦμα κατέβη ἐξ οὐρανοῦ, καὶ οὐκέτι ἐστὶν ἐν οὐρανῷ·
καὶ ἀντηλλάξατο τὸ μὲν σῶ^μα^ τὸν οὐρα^νόν, τὸ δὲ πνεῦμα τὴν γῆν·
καὶ ἀντηλλάξατο τὸ μὲν σῶμα τὸν οὐρανόν, τὸ δὲ πνεῦμα τὴν γῆν·
ἀλλὰ καὶ μεθ' ἡμῶν τὸ πνεῦμα, καὶ παντα^χοῦ, καὶ ἄ^νω·
ἀλλὰ καὶ μεθ' ἡμῶν τὸ πνεῦμα, καὶ πανταχοῦ, καὶ ἄνω·
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου;
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου;
καὶ τί θαυμάζεις εἰ τὸ πνεῦμα καὶ μεθ' ἡμῶν καὶ ἄ^νω, καὶ τὸ σῶ^μα^ χριστοῦ καὶ ἄνω καὶ μεθ' ἡμῶν;
καὶ τί θαυμάζεις εἰ τὸ πνεῦμα καὶ μεθ' ἡμῶν καὶ ἄνω, καὶ τὸ σῶμα χριστοῦ καὶ ἄνω καὶ μεθ' ἡμῶν;
ἔσχεν ὁ οὐρα^νὸς τὸ ἅ^γι^ον σῶ^μα^, ἐδέξα^το δὲ ἡ γῆ τὸ ἅ^γι^ον πνεῦμα·
ἔσχεν ὁ οὐρανὸς τὸ ἅγιον σῶμα, ἐδέξατο δὲ ἡ γῆ τὸ ἅγιον πνεῦμα·
ἦλθεν ὁ χριστὸς καὶ ἤνεγκε τὸ ἅ^γι^ον πνεῦμα, ἀ^νῆλθε καὶ ἀ^νήνεγκε τὸ ἡμέτερον σῶ^μα^.
ἦλθεν ὁ χριστὸς καὶ ἤνεγκε τὸ ἅγιον πνεῦμα, ἀνῆλθε καὶ ἀνήνεγκε τὸ ἡμέτερον σῶμα.
καὶ ἦν ἰ^δεῖν τὴν εἰκόνα^ τοῦ ἀδὰμ τὴν ἐν τά^φοις κεχωσμένην, οὐκέτι μετ' ἀγγέλων φαινομένην, ἀλλ' ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ θεῷ, ἵ^να_ ἡμᾶς συγκαθίσῃ.
καὶ ἦν ἰδεῖν τὴν εἰκόνα τοῦ ἀδὰμ τὴν ἐν τάφοις κεχωσμένην, οὐκέτι μετ' ἀγγέλων φαινομένην, ἀλλ' ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ θεῷ, ἵνα ἡμᾶς συγκαθίσῃ.
ὤ τῆς ξένης οἰκονομί^α_ς.
ὤ τῆς ξένης οἰκονομίας.
ὤ τοῦ μεγά^λου βα^σι^λέως, ταῦτα πά^ντα^ τοῦ μεγά^λου, τοῦ ὄντως μεγά^λου καὶ θαυμαστοῦ.
ὤ τοῦ μεγάλου βασιλέως, ταῦτα πάντα τοῦ μεγάλου, τοῦ ὄντως μεγάλου καὶ θαυμαστοῦ.
καὶ ὡς εἶπεν ὁ προφήτης·
καὶ ὡς εἶπεν ὁ προφήτης·
κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά^ σου ἐν πά^σῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγα^λοπρέπειά^ σου ὑπεράνω τῶν οὐρα^νῶν!
κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν!
ἐπήρθη ἡ θεότης;
ἐπήρθη ἡ θεότης;
οὐχί!
οὐχί!
θεὸς γὰ^ρ οὐκ ἀναλαμβάνεται, ὁ ὧν ἐν τῷ οὐρα^νῷ καὶ ἐν τῇ γῇ·
θεὸς γὰρ οὐκ ἀναλαμβάνεται, ὁ ὧν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·
ἀλλ' ἡ σάρξ ἡ ἐμή, ἡ τοῦ δούλου μορφή·
ἀλλ' ἡ σάρξ ἡ ἐμή, ἡ τοῦ δούλου μορφή·
οὐχ ἡ τοῦ θεοῦ εἰκών.
οὐχ ἡ τοῦ θεοῦ εἰκών.
αὐτολεξεὶ κεῖται·
αὐτολεξεὶ κεῖται·
βλεπόντων αὐτῶν ἐπήρθη.
βλεπόντων αὐτῶν ἐπήρθη.
ὁ τὰ^ πά^ντα^ μέγα^ς, μέγα^ς ὁ θεός, μέγα^ς ὁ κύριος·
ὁ τὰ πάντα μέγας, μέγας ὁ θεός, μέγας ὁ κύριος·
μέγα^ς κύριος καὶ αἰνετὸς σφόδρα^.
μέγας κύριος καὶ αἰνετὸς σφόδρα.