source
string
id
string
license
string
tier
string
orig_band
string
clean
float64
text
string
oga
tlg0005.tlg003.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Οὐδενὸς εὐνάτειρα Μακροπτολέμοιο δὲ μάτηρ μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν ὅν ποτε θρέψατο ταυροπάτωρ, ἀλλ᾽ ου πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομ Ὅλον, δίζων, ὃς τᾶς μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος, ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου, ὃς σβέσε...
oga
tlg0007.tlg147.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Κατὰ πετρῶν σπείρεις.Πλίνθον πλύνεις.Δικτύῳ ἄνεμον θηρᾷς.Εἰς πίθον ἀντλεῖς.Εἰς ὕδωρ γράφεις.Εἰς οὐρανὸν τοξεύεις.Αἰθίοπα σμήχεις.Κοσκίνῳ ὕδωρ ἀντλεῖς.Νεκρὸν μαστίζεις.Εἰς ψάμμον οἰκοδομεῖς.Εἰς ὕδωρ σπείρεις.Ἀκίνητα κίνεις.Ἀκίχητα διώκεις.Σίδηρον πλεῖν διδάσκεις.Δελφῖνα νήχεσθαι διδάσκεις.Ἡλίῳ φῶς δανείζεις.Κύματα μετρε...
oga
tlg0018.tlg005.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΤΟΥ Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον...
oga
tlg0018.tlg007.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΓΙΓΑΝΤΩΝ Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμ...
oga
tlg0045.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
α.Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. Πολλῶν ἐθνῶν ἄρξας, καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης, καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλ’ ἐπιεικῆ καὶ πρᾶον ἐμαυτὸν παρασχών, κ...
oga
tlg0046.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ἀθηναίοις.Τὰ μὲν πρότερον πραχθέντα, ὦ Ἀθηναῖοι, ἐν ἄλλαις πολλαῖς ἐπιστολαῖς ἴστε, νῦν δὲ καιρὸς οὐχ ἧσσον μαθόντας ὑμᾶς ἐν ᾧ ἐσμὲν βουλεύσασθαι. κρατησάντων γὰρ ἡμῶν μάχαις ταῖς πλείοσι Συρακοσίους, ἐφ’ οὓς ἐπέμφθημεν, καὶ τὰ τείχη οἰκοδομησαμένων ἐν οἷσπερ νῦν ἐσμὲν ἦλθε Γύλιππος Λακεδαιμόνιος στρατιὰν ἔχων ἔκ τε Πε...
oga
tlg0057.tlg003.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΟΤΙ ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ.Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν, ἐπιθυμοῦντες μὲν ὀλυμπιονῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτου τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν. ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην, καὶ πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δὲ αὐτοὺς ἐν ὁμοίοις ἐκεί...
oga
tlg0057.tlg012.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΣΤΩΝ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ.ΠΡΟΟΙΜΙΟΝ.Τῶν ὀστῶν ἕκαστον οἷόν τέ ἐστιν αὐτὸ καθ’ ἑαυτὸ καὶ ὡς ἔχει τῆς πρὸς ἄλληλα συντάξεως, ἐπίστασθαί φημι χρῆναι τὸν ἰατρὸν, εἴπερ γε ὀρθῶς μέλλει τά τε κατάγματα αὐτῶν καὶ τὰ ἐξαρθρήματα ἰᾶσθαι. δῆλον γὰρ δὴ, ὡς ἐν ἅπασι τοῖς ἐν ἰατρικῇ σκοπὸν ἔχειν δεῖ τὸ κατὰ φύσιν.ὅστις δ...
oga
tlg0057.tlg031.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ.Τίς ἡ χρεία τῶν σφυγμῶν; ἆρά γε ἥπερ καὶ τῆς ἀναπνοῆς, ὡς σχεδὸν ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις ἔδοξεν, ἤ τις ἑτέρα παρὰ ταύτην; οὐ γὰρ δὴ ἀβασανίστως πειστέον αὐτοῖς, ἐναντιοῦσθαι δοκούντων ἄλλων τέ τινων οὐκ ὀλίγων φαινομένων, καὶ τοῦ νῦν εἰρῆσθαι μέλλοντος οὐχ ἥκιστα.στερηθέντες...
oga
tlg0057.tlg040.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΕΞ ΕΝΥΠΝΙΩΝ ΔΙΑΓΝΩΣΕΩΣ.Τὸ ἐνύπνιον δὲ ἡμῖν ἐνδείκνυται διάθεσιν τοῦ σώματος.πυρκαϊὰν μέν τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ἐνοχλεῖται χολῆς· εἰ δὲ καπνὸν, ἢ ἀχλὺν, ἢ βαθὺ σκότος, ὑπὸ τῆς μελαίνης χολῆς· ὄμβρος δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται· χιὼν δὲ καὶ κρύσταλλος καὶ χάλαζα φλέγμα ψυχρόν. δεῖ δὲ...
oga
tlg0057.tlg043.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ ΔΙΑΦΟΡΑΣ ΒΙΒΛΙΟΝ.Τίνα μέν ἐστι καὶ πόσα τὰ σύμπαντα νοσήματα κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ σύνθετα, ὁπόσαι τε καθ’ ἕκαστον αὐτῶν αἰτίαι τῆς γενέσεως, ἐν ἑτέροις ὑπομνήμασι γέγραπται. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν συμπτωμάτων διελθεῖν, ἵν’ ᾖ τέλειος ὁ περὶ πασῶν τῶν παρὰ φύσιν...
oga
tlg0057.tlg058.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΣΦΥΓΜΩΝ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ.Ὅσα τοῖς εἰσαγομένοις, φίλτατε Τεῦθρα, χρήσιμον ἐπίστασθαι περὶ σφυγμῶν, ἐνταῦθα λεχθήσεται.τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν τέχνην ἑτέρωθι γεγραμμένην ἔχεις.πᾶσαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν ἀλλήλαις τε καὶ τῇ καρδίᾳ, ὥστ’ ἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσ...
oga
tlg0057.tlg102.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΥΩΝ ΑΝΑΤΟΜΗΣ.Μυῶν ἀνατομὴν ἀμέμπτως μὲν οὐδεὶς ἔγραψεν, ἀκριβέστερον δὲ μᾶλλον μὲν Μαρῖνος τῶν ἄλλων. ἀλλ’ ἐπειδὴ μήτε δι’ ἑνὸς βιβλίον μήθ’ ἑξῆς ὑπὲρ ἁπάντων διῆλθεν, εὐδοκίμησεν εἰκότως ἡ τοῦ Πέλοπος καὶ τοῦ Λύκου καὶ Αἰλιανοῦ τῶν μυῶν ἀνατομή. ὁ μὲν οὖν Πέλοψ ἐν τῇ τρίτῃ τῶν Ἱπποκρατείων εἰσαγωγικῶν ἅμ...
oga
tlg0057.tlg114.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΑΝΑΠΝΟΗΣ ΑΙΤΙΩΝ.Τὰ τῆς ἀναπνοῆς αἴτια ὁ προκείμενος ἀποδεῖξαι λόγος ἐπαγγέλλεται. οὔτε γὰρ βεβαιώσασθαι τὴν ὑπόθεσιν τῆς ἀναπνοῆς, οὔτε παραποδιζομένην ἢ καὶ τέλεον εἰργομένην ἐπανορθώσασθαι δυνατὸν τὰς αἰτίας αὐτῆς ἀγνοοῦντα. ὁ γὰρ τὸ ποιοῦν φωράσας πρὸς ἀλήθειαν, οὗτος εἰδήσει μόνος καὶ τῆς βλάβη...
oga
tlg0059.tlg037.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΟΡΟΙ Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον.Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι.Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές·...
oga
tlg0061.tlg004.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Τίς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν καὶ τῆς ἄκρας ἐκείνης; ὡς ἡδεῖα ταῖς ἀκοαῖς. τί ποτ’ ἄρ’ ἐστὶ τὸ φθεγγόμενον ζῷον; ἄφωνα γὰρ δὴ τά γε καθ’ ὕδατος διαιτώμενα.Θαλαττία τις, ὦ Χαιρεφῶν, ὄρνις ἀλκυὼν ὀνομαζομένη, πολύθρηνος καὶ πολύδακρυς, περὶ ἧς δὴ παλαιὸς ἀνθρώποις μεμύθευται λόγος· φασ...
oga
tlg0081.tlg007.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Διονύσιος ὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.γεγένηται δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως ῾ ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε’ καὶ τὰ ἑξῆς.τὸ προο...
oga
tlg0086.tlg008.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ ΚΑΙ ΤΗΣ ΚΑΘ’ ΥΠΝΟΝ ΜΑΝΤΙΚΗΣ.Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων, οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι. Τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λεγόμενον, καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μ...
oga
tlg0086.tlg018.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΝΕΟΤΗΤΟΣ ΚΑΙ ΓΗΡΩΣ. ΠΕΡΙ ΖΩΗΣ ΚΑΙ ΘΑΝΑΤΟΥ.Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν· ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν· ἐνίοις γὰρ τῶν ζῴων διὰ τοῦτο συμβαίνει τὸ ζῆν καὶ τὸ μὴ ζῆν. Ἐπεὶ δὲ περὶ ψυχῆς ἐν ἑτέροις διώρισται, καὶ δῆλον ὅτι οὐχ οἷόν τ’ εἶναι σῶμα τὴν οὐσί...
oga
tlg0086.tlg020.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥΒΙΟΤΗΤΟΣ.Περὶ δὲ τοῦ τὰ μὲν εἶναι μακρόβια τῶν ζῴων τὰ δὲ βραχύβια, καὶ περὶ ζωῆς ὅλως μήκους καὶ βραχύτητος ἐπισκεπτέον τὰς αἰτίας. Ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν. Οὐ γάρ ἐστι δῆλον πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι...
oga
tlg0086.tlg024.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ.Περὶ μὲν οῦν τῶν αἰσθητηρίων καὶ τῶν αἰσθητῶν τίνα τρόπον ἔχει καὶ κοινῇ καὶ καθ’ ἕκαστον αἰσθητήριον εἴρηται·τῶν δὲ λοιπῶν πρῶτον σκεπτέον περὶ μνήμης καὶ τοῦ μνημονεύειν, τί ἐστι, καὶ διὰ τίν’ αἰτίαν γίγνεται, καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι· οὐ...
oga
tlg0086.tlg037.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΑΝΑΠΝΟΗΣ.Περὶ γὰρ ἀναπνοῆς ὀλίγοι μέν τινες τῶν πρότερον φυσικῶν εἰρήκασιν· τίνος μέντοι χάριν ὑπάρχει τοῖς ζῴοις, οἱ μὲν οὐδὲν ἀπεφήναντο, οἱ δὲ εἰρήκασι μέν, οὐ καλῶς δ’ εἰρήκασιν ἀλλ’ ἀπειροτέρως τῶν συμβαινόντων. Ἔτι δὲ πάντα τὰ ζῷά φασιν ἀναπνεῖν· τοῦτο δ’ οὐκ ἔστιν ἀληθές.Ὥστ’ ἀναγκαῖον περὶ τούτων πρῶτον ἐπ...
oga
tlg0086.tlg042.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΥΠΝΟΥ ΚΑΙ ΕΓΡΗΓΟΡΣΕΩΣ.Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως σκεπτέον, τίνα τε τυγχάνει ὄντα, καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά, κἂν ᾖ κοινά, τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος· καὶ διὰ τίν’ αἰτίαν ὑπάρχει τοῖς ζῴοις· καὶ πότερον ἅπαντα κεκοινώνηκεν αὐτῶν ἀμφοτέρων, ἢ τὰ μὲν ὕπνου τὰ δὲ θατέρου μόνον, ἢ τὰ...
oga
tlg0086.tlg043.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΠΝΕΥΜΑΤΟΣ Τίς ἡ τοῦ ἐμφύτου πνεύματος διαμονή, καὶ τίς ἡ αὔξησις; ὁρῶμεν γὰρ ὅτι πλέον καὶ ἰσχυρότερον γίνεται καὶ καθ’ ἡλικίας μεταβολὴν καὶ κατὰ διάθεσιν σώματος. ἢ ὡς τἆλλα μέρη, προσγινομένου τινός; προσγίνεται δὲ τροφὴ τοῖς ἐμψύχοις, ὥστε ταύτην σκεπτέον ποία τε καὶ πόθεν.δύο δὴ τρόποι δι’ ὧν γίνεται...
oga
tlg0087.tlg014.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΕΙΣ ΤΟ ΠΕΡΙ ΓΕΝΩΝ ΑΠΟΛΛΩΝΙΟΥ ΥΠΟΜΝΗΜΑ Καρία: ὑπομνηματίζων τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ῑ μακροῦ . τὸ Κάϊρα φησιν ὁ Ἡρωδιανός.ἔστι γὰρ ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται, ὀΐομαι, ὄϊγον, ὄιδα παῤ Αἰολεῦσιν ἀντὶ τοῦ οἶδα. ἡ χρῆσις δὲ διά διφθόγγου κατὰ συνεκδρομὴν τοῦ σώτειρα, ὀλέτειρα.
oga
tlg0087.tlg015.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΜΟΝΟΒΙΒΛΟΝ ΠΕΡΙ ΤΟΥ ΥΔΩΡ.ἐν τῷ περὶ τοῦ ἡδὺ ὕδωρ μονοβίβλῳ, ὡς οὐ δεῖ διὰ τῶν δύο σς τὰς τοιαύτας δοτικὰς προφέρεσθαι, ἀλλὰ δι᾿ ἑνὸς οἷον χαρίεσι τιμήεσι ὥσπερ Πλάτωσι, Πάρισι, Δημοσθένεσι λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ αὐτοῦ, ὅτι τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά ἐστιν οἷον μῶμαρ σημαίνει δὲ τὸν μῶμον, βῶ...
oga
tlg0087.tlg016.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΤΟΥ ΖΩΣ λέγει ὁ τεχνικὸς ὅτι οὐδέν ἐστιν εἰς ως μονοσύλλαβον πλέον ἀρσενικόν, εἰ μὴ τοῦτο . σῶς, πρὸς ὃν ἔστιν εἰπεῖν, ὅτι σὺ ἐδίδαξας ἡμᾶς ἐν τῇ περὶ τοῦ ζώς μονοσυλλάβου βίβλῳ, ὅτι ἔστι τὸ ζώς καὶ τὸ Κῶς καὶ Γλῶς θοός: τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα φιλεῖ βαρύνεσθαι κόος, σόος, νόος, χνόος, γόος, π...
oga
tlg0087.tlg018.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΜΟΝΟΒΙΒΛΟΝ ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΝΤΑ ΤΑ ΡΗΜΑΤΑ ΚΛΙΝΕΣΘΑΙ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΧΡΟΝΟΥΣ.ἰστέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ εἰς μετοχὰς καὶ τὰς λοιπὰς ἐγκλίσεις, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφατον ὥσπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἤνεγκον τὸ προστακτικὸν ὡς τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετ...
oga
tlg0087.tlg019.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΜΕΤΟΧΩΝ.τὰ ἄλλα μέρη τοῦ λόγου σχεδὸν ὡς ἐπὶ πλεῖστον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι τῶν ῥημάτων τὴν κίνησιν ἔχουσιν, ὡς δείκνυται ἐν τῷ περὶ μετοχῶν.αἱ μετοχαὶ ἢ ἀπίαι εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καί εἰσιν ἁπλαῖ οἶον τύπτω τύπτων ἢ ἀπὸ συνθέτων ῥημάτων παρ...
oga
tlg0093.tlg010x08.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι τὴν παράλυσιν γίνεσθαι· καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος καταψυχομένου πνευματικὸν γὰρ τὸ πάθος οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος. Τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κίνησιν ὅλως ποιοῦν· ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγ...
oga
tlg0541.tlg042.1st1K-grc2
CC BY-SA 4.0
pristine
p100
1
ἀγαθὰ προθύμως καὶ λάλει καὶ μάνθανε .βούλου τὸ πρῶτον εὐσεβεῖν πρὸς τὸν θεόν .βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος .γονεῖς δὲ τίμα καὶ γέροντας αἰσχύνου γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία .διὰ πενίαν μηδενὸς καταφρόνει .δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας .ἄκουε πάντων, ἐκλέγου δ᾿ ἃ συμφέρει .γλώσσης μάλιστα παν...
oga
tlg0541.tlg042.1st1K-grc3
CC BY-SA 4.0
pristine
p100
1
ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.βίου τὸ κέρδος εὖ βιοῦν καθ᾿ ἡμέραν.γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα.δεινὸν πένεσθαι, χεῖρον δ᾿ εὐπορεῖν κακῶς.εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν.ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς.θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς.ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμη...
oga
tlg0627.tlg013.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΟΡΚΟΣ.Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι μετά...
oga
tlg0627.tlg014.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΝΟΜΟΣ Ἰητρικὴ τεχνέων μὲν πασέων ἐστὶν ἐπιφανεστάτη· διὰ δὲ ἀμαθίην τῶν τε χρεομένων αὐτῇ, καὶ τῶν εἰκῆ τοὺς τοιούσδε κρινόντων, πολύ τι πασέων ἤδη τῶν τεχνέων ἀπολείπεται. Ἡ δὲ τῶνδε ἁμαρτὰς τὰ μάλιστά μοι δοκέει ἔχειν αἰτίην τοιήνδε· πρόστιμον γὰρ ἰητρικῆς μούνης ἐν τῇσι πόλεσιν οὐδὲν ὥρισται, πλὴν ἀδοξίης·αὕτη δὲ οὐ...
oga
tlg0627.tlg019.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἐφήκει, τουτέῳ·μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν· οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτ’ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἐνεὸν ἐν τῷ ἀνθρώπῳ· ἀ...
oga
tlg0627.tlg024a.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΓΟΝΗΣ.ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ Νόμος μὲν πάντα κρατύνει· ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν·τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα. Ἔχει δὲ οὕτω· φλέβες...
oga
tlg0627.tlg029.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ Αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται· ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι· θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα ἐξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμ...
oga
tlg0627.tlg049.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΙΑΤΡΟΥ Ἰητροῦ μέν ἐστι προστασίη, ὁρῇν εὔχρως τε καὶ εὔσαρκος πρὸς τὴν ὑπάρχουσαν αὐτῷ φύσιν· ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως, οὐδ’ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς· ἔπειτα τὰ περὶ αὐτὸν καθαρίως ἔχειν, ἐσθῆτι χρηστῇ καὶ χρίσμασιν εὐόδμοις, ὀδμὴν ἔχουσιν ἀνυπόπτως· πρὸς ἅπαντα ταῦτα γὰ...
oga
tlg0627.tlg053.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ Μέγα μέρος ἡγέομαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς· ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην. Δεῖ δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων ἑκάστης· ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει...
oga
tlg0629.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
α.Τοῖς σοφοῖς.Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν, ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ’ ἐμὲ φοιτᾶν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμεν...
oga
tlg0632.tlg002.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
α.Πυθαγόρας Ἀναξιμένει.Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψετε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’ αὐτῇσι τὰ ἐ...
oga
tlg0732.tlg012.1st1K-grc2
CC BY-SA 4.0
pristine
p100
1
Περὶ χρώματός τινα.Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς ᾗ διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐ...
oga
tlg1402.tlg004.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΣΗΜΕΙΩΝ.Τὰ σημεῖα τὰ παρὰ τοῖς ποιηταῖς ἄλλως παρ’ ἄλλοις κεῖται· λέγω δέ, ὁποῖά ἐστιν ἥ τε παράγραφος καὶ ἡ κορωνὶς καὶ ἡ ἔξω νενευκυῖα διπλῆ καὶ ὁ ἀστερίσκος, καὶ εἴ τι ἄλλο τοιοῦτον.Παρὰ μὲν τοῖς λυρικοῖς, ἂν μὲν μονόστροφον τὸ ᾆσμα ᾖ, καθ’ ἑκάστην τίθεται στροφὴν ἡ παράγραφος, εἶτα ἐπὶ τέλους τοῦ ᾄσματος ἡ κορ...
oga
tlg1402.tlg005.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ὡς δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασί, χρόνων τάξις. χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον ἢ μέτρον τι κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος συνίσταται, ὅς ἐστιν εἶδος, οὕτως ἐκ συνθήκης καὶ ἀναπαύσεως γίνεται ὁ ῥυθμός, ἐκ μερῶν ὄντων ἐκείνων, αὐτὸς ὥσπερ εἶδος...
oga
tlg1447.tlg009.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Οὐδὲ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν· οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας. οἱ δὲ τεσσαράκοντα ὥρας ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν αὐτῶν συμμετροῦντες, ὁρίζουσι τὴν ἡ. αὐ. καὶ τοιαύτη μὲν ποικιλ...
oga
tlg1681.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
α.Περιάνδρῳ.Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις, ἐπιβουλεύσειε δ’ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὃ δὲ σοῦ καταγνοὺς οὐκ ἐσθ’ ὅ τι οὐκ ὀρρωδοῦντος. κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι,...
oga
tlg1699.tlg003.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΦΥΓΗΣ Μήποτε πρὸς μὲν τὸν οἰόμενον ἀλογιστοτέρους τὴν φυγὴν ποιεῖν ὀρθῶς ἂν παραβάλλοιτο τὰ ἐπὶ τῶν τεχνῶν, ὅτι ὃν τρόπον οὐδὲ αὐλεῖν οὐδὲ ὑποκρίνεσθαι χεῖρον ἔστιν ἐπὶ ξένης ὄντα, οὕτως οὐδὲ βουλεύεσθαι· πρὸς δὲ τὸν κατ’ ἄλλο τι ἡγούμενον τὴν φυγὴν βλα βερὸν εἶναι, μὴ οὐδὲν λέγηται παρὰ τὸ τοῦ Στίλπωνος, ...
oga
tlg1699.tlg005.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗ Ἡ πενία κωλύει πρὸς τὸ φιλοσοφεῖν, ὁ δὲ πλοῦτος εἰς ταῦτα χρήσιμον Οὐκ εὖ. πόσους γὰρ οἴει δι’ εὐπορίαν ἢ δι’ ἔνδειαν κωλυθῆναι σχολάζειν; ἢ οὐχ ὁρᾷς ὅτι ὡς ἐπὶ τὸ πολὺ οἱ πτωχότατοι φιλοσοφοῦσιν, οἱ δὲ πλούσιοι διὰ ταῦτ’ αὐτὰ ἐν τῇ πάσῃ ἀσχολίᾳ εἰσίν; οὐ κακῶς δὲ καὶ Θέογνις λέγει πολλῷ τοι πλεί...
oga
tlg1699.tlg006.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ ΤΕΛΟΣ ΗΔΟΝΗΝ Εἰ δὲ δεῖ τὸν εὐδαίμονα βίον ἐκ τῶν πλεοναζουσῶν ἡδονῶν συγκρῖναι, οὐδείς, φησὶν ὁ Κράτης, εὐδαίμων γεγονὼς ἂν εἴη. ἀλλ’ εἰ θέλει τις ἐκλογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, εὑρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας. πρῶτον μὲν γὰρ τοῦ παντὸς χρόνου ὁ ἥμισυς ἀδιάφορος, ἐν ᾧ...
oga
tlg1705.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
α.Φερεκύδει.Πυνθάνομαί σε πρῶτον Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φαίνειν. καὶ τάχα μὲν ἡ γνώμη του δικαίη ἐς τὸ ξυνὸν καταθέσθαι γραφὴν ἣ ἐφ’ ὁποιοισοῦν ἐπιτρέπειν χρῆμα ἐς οὐδὲν ὄφελος. εἰ δή τοι ἥδιον, ἐθέλω γενέσθαι λεσχηνευτὴς περὶ ὁτέων γράφεις, καὶ ἢν κελεύῃς, παρὰ σὲ ἀφίξομαι ἐς Σῦρο...
oga
tlg1749.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
συνηκμακέναι δ’ αὐτὸν οἱ μὲν Ὁμήρῳ φασίν, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διισχυρίζονται. καὶ οἱ μὲν προγενέστερον εἶναι τοῦτον Ὁμήρου διισχυριζόμενοι ἐν ἀρχαῖς εἶναί φασι τῆς Ἀρχίππου ἀρχῆς, Ὅμηρον δ’ ἐν τῷ τέλει. ὁ δ’ Ἄρχιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λε οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες ἐπ...
oga
tlg1805.tlg002.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Περιττὸν μὲν ἂν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τε ἦν γονέων καὶ πόθεν· ἐπεὶ μηδ’ αὐτὸς ἠξίωσεν εἰπεῖν περὶ αὑτοῦ, ἀλλ’ οὕτως ἐγκρατῶς ἔσχεν ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι. ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ πολυπειρία, πειρασόμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς πα...
oga
tlg1805.tlg007.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας· τροφὸν δὲ αὐτοῦ προφῆτίν τινα θυγατέρα Ὤρου ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαί ποτε εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι· χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρός, ἀηδόνο...
oga
tlg1805.tlg008.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ὁ Ὅμηρος ὁ πάνσοφος ἡ θάλασσα τῶν λόγων πλὴν γέμουσα τοῦ νέκταρος οὐχ ἁλμυρῶν ὑδάτων, ἑπτὰ πατρίδων λέγεται τυγχάνειν ἀμφιβόλων.ἑπτὰ πατέρων γέννημα καὶ τούτων ἀμφιβόλων.σὺ δὲ Σμυρναῖον γίνωσκε τὸν Ὅμηρον ὑπάρχειν, υἱὸν δὲ δὴ τοῦ Μέλητος ὄντα καὶ Κριθηίδος ἐῶ τὰ μυθωδέστερα γονῆς τῆς τούτου λέγειν.διδάσκαλον Ὁμήρου δὲ ...
oga
tlg1805.tlg009.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ὁμήρου δὲ γένος οὐδ’ αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν. εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας ὅστίς ποτε καὶ ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ...
oga
tlg1805.tlg010.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ὅμηρος ὁ ποιητὴς ἦν υἱὸς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος νύμφης ὥς φησι Καστρίκιος ὁ Νικαεύς, ὡς δ’ ἄλλοι φασὶν Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης, ὡς δὲ Χάραξ φησιν ὁ ἱστορικὸς Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός, κατὰ δ’ ἄλλους ἦν υἱὸς Τηλεμάχου τοῦ υἱοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. ἔστι δ’ ἡ τ...
oga
tlg2018.tlg008.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ συλλειτουργῷ Φλακίλλῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν.Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ’ ἡμῶν ἐν βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν· οὐ γὰρ δὴ πολλῶν ἔδει λόγων πρὸς ἀνατροπὴν τῶν αὐτόθεν καὶ τοῖς τυχοῦσιν κατεγνωσμένων. διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις μόνῃ τῇ παραθέσει τῶν τοῦ ἀν...
oga
tlg2039.tlg003.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ἐκ τῆς ἀριθμητικῆς Διοφάντου.Ἀπὸ δύο μεθόδων εὑρίσκεται παντὸς τετραγώνου ἀριθμοῦ πλευρὰ ἤτοι δυνάμεως. καὶ ἡ μὲν μία ἔχει οὕτως· ἀπόγραψαι τοιοῦτον ἀριθμὸν κατὰ τὴν τάξιν τῆς Ἰνδικῆς μεθόδου· εἶτα ἄρξαι ἀπὸ δεξιῶν ἐπὶ ἀριστερά, καθ’ ἕκαστον δὲ στοιχεῖον λέγε· γίνεται· οὐ γίνεται· γίνεται· οὐ γίνεται· ἕως ἂν τελειωθῶσι...
oga
tlg2042.tlg015.opp-grc1
CC BY-SA 4.0
pristine
p100
1
Διδάσκει καὶ διὰ ταύτης τῆς ᾠδῆς τὸν προσερχόμενον θεῷ εἰς αὐτὸν μόνον ἔχειν τὰς ἐλπίδας καὶ εἰς αὐτὸν καυχᾶσθαι, μὴ μεγαλαυχεῖν ἀλλὰ ταπεινοφρονεῖν.καθότι πάντων ὡς θεὸς ἔχει τὴν γνῶσιν, ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. αὐτὸς δὲ καὶ θανάτου καὶ ζωῆς δεσπόζει. παρακελεύεται δὲ γινώσκειν τὸν κύριον, δῆλον δ...
oga
tlg2042.tlg071.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΙΗΣΟΥΝ ΤΟΝ ΝΑΥΗ.ΚΕΦ. Γ.Στίχ. ιδ. Καὶ ἀπῆρε πᾶς λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν.Τουτέστιν, ὡς ἅλω πλήρωσις . Οὐ γὰρ μόνον ἐπήγνυτο, ὡς ἐν τῇ Ἐρυθρᾷ, ἀλλ’ ὡς θημὼν πυροῦ ἐσωρεύετο. Εἰς τύπον τῶν ἀποστόλων δηλονότι.ΚΕΦ ὁ.Στίχ. ιε, ις. Κεκράξατε· παρέδωκε γὰρ Κύριος ὑμῖν τὴν πόλιν. Διατί τὴν Ἰεριχὼ ἀναθε...
oga
tlg2189.tlg003.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Καλλινίκου εἰς τὰ πάτρια Ρώμης.Οὔτε ἡ καθ’ ὑμᾶς γῆ πρὸς ἕτερον οὐδὲν εὐαρμόστως εἶχε πλὴν βασιλείας οὔτε ἡ βασιλεία πρὸς ἄλλο χωρίον οὐδὲν πλὴν ταύτης ἐχώρησεν· ἡ δὲ τῶν φόρων σύνταξις οὔθ’ ὑμετέρα πλεονεξία γίγνεται οὔτε τῶν διδόντων ζημία, ἀλλ’ εἰς τὸ μάχιμον γένος δαπανωμένη δι’ ἐκείνων πάλιν εἰς τοὺς διδόντας ἐπάνε...
oga
tlg2200.tlg00408.opp-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ πενίας.Πλούσιον ἄνθρωπον ἄνθρωποι νομίζουσί τε καὶ ὀνομάζουσιν, ὅτῳ πολὺς μὲν χρυσός, πολὺς δὲ ἄργυρος καὶ γῆ καὶ ἀνδράποδα καὶ οἰκία καὶ συνοικίαι καὶ νῆες καὶ βοσκήματα. καὶ ὅτῳ γε μὴ πάντα ἔνι μὲν ταῦτα, ἒν δέ τι τούτων ὅτι πλεῖστον, καὶ τοῦτον οὕτω καλοῦσι, καὶ ἄλλον δὲ ἄλλου πλουσιώτερον καὶ ἕτερον ἦττον ἑτέρ...
oga
tlg2959.tlg010.opp-grc1
CC BY-SA 4.0
pristine
p100
1
Δικαιοσύνη ἐστὶν ἡ πασῶν τῶν ἐντολῶν πλήρωσις Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῷ λογισμῷ ἀμβλυώττουσα Ὡς ἔοικεν ἡ δικαιοσύνη τετράγωνός ἐστι πάντοθεν ἴση καὶ ὁμοία Ἡ τοῦ θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ...
oga
tlg2970.tlg001.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν· ὅτι ἀνάγκη, χρόνῳ διαστάσεως αὐτῶν γιγνομένης, ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη, ἐν χρόνῳ φύσει χω...
oga
tlg4170.tlg001b.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Πινδάρου γένος.Πίνδαρος τὸ μὲν γένος Θηβαῖος, υἱὸς Δαϊφάντου κατὰ τοὺς ἀληθεστέρους· οἱ δὲ Σκοπελίνου· οἱ δὲ τὸν αὐτὸν Σκοπελίνου φασίν. οἱ δὲ Παγώνδα καὶ Μυρτοῦς, ἀπὸ κώμης Κυνοκεφάλων. ἡ δὲ Μυρτὼ ἐγαμήθη Σκοπελίνῳ τῷ αὐλητῇ, ὃς τὴν αὐλητικὴν διδάσκων τὸν Πίνδαρον, ἐπεὶ εἶδε μείζονος ἕξεως ὄντα, παρέδωκε Λάσῳ τῷ Ἑρμιο...
oga
tlg4170.tlg001c.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Πινδάρου γένος δι᾿ ἐπῶν.Πίνδαρον ὑψαγόρην Καδμηίδος οὔδεϊ Θήβης Κλεοδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο ναιετάουσα Κυνὸς κεφαλῆς παρὰ χώρῳ, οὐκ οἶον· ἅμα τῷ καὶ Ἐρίτιμον εἰδότα θήρην, εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ᾿ ἀλεγεινήν.τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ εἰσέτι παιδνὸν ἐόντα, μέλισσά τις ...
oga
tlg0062.tlg002.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
Ἱππίας ἢ βαλανεῖον τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένοις μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρ...
oga
tlg0062.tlg005.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΠΕΡΙ ΤΟΥ ΗΛΕΚΤΡΟΥ Η ΤΩΝ ΚΥΚΝΩΝ ἠλέκτρου πέρι καὶ ὑμᾶς δηλαδὴ ὁ μῦθος πέπεικεν, αἰγείρους ἐπὶ τῷ Ἠριδανῷ ποταμῷ δακρύειν αὐτὸ θρηνούσας τὸν Φαέθοντα, καὶ ἀδελφάς γε εἶναι τὰς αἰγείρους ἐκείνας τοῦ Φαέθοντος, εἶτα ὀδυρομένας τὸ μειράκιον ἀλλαγῆναι ἐς τὰ δένδρα, καὶ ἀποστάζειν ἔτι αὐτῶν δάκρυον δῆθεν τὸ ἤλεκτρον. τοιαῦτα ...
oga
tlg0062.tlg006.1st1K-grc1
CC BY-SA 4.0
pristine
p100
1
ΜΙΑΣ ΕΓΚΩΜΙΟΝ ἡ μυῖα ἔστι μὲν οὐ τὸ σμικρότατον τῶν ὀρνέων, ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν, ἀλλὰ τοσοῦτον ἐκείνων μεγέθει προὔχει ὅσον αὐτὴ μελίττης ἀπολείπεται. ἐπτέρωται δὲ οὐ κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις, ὡς τοῖς μὲν ἁπανταχόθεν κομᾶν τοῦ σώματος, τοῖς δὲ ὠκυπτέροις χρῆσθαι, ἀλλὰ κατὰ τὰς ἀκ...
oga
tlg0544.tlg001.opp-grc2
CC BY-SA 4.0
pristine
p100
1
Ὦ Πυρρῶν μέγα θαῦμα πεφασμένον ὡς πλέον τῶν ἄλλων ἕτερον χρῆμά τι θαμβαλέον.εἰ μὲν ὑπερφιάλως κατ’ ἐναντίον ἐλθέμεν ἔτλης, συμπάντων γε σοφῶν φεῦ ὅσον ἦσθα τάλας·εἰ δὲ κὲν ἰδμοσύνης τῆς ἀνδρομέης κατεγνωκώς, τὰ πρώτιστα φέρεις ὣν σοφίης κατέγνως.
oga
tlg0007.tlg009.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Σόλωνος καὶ Ποπλικόλα σύγκρισις ἆρ’ οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμμένων, τὸν ἕτερον γεγονέναι μιμητὴν τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν; ὅρα γάρ ἣν ὁ Σόλων ἐξήνεγκε περὶ εὐδαιμονίας ἀπόφασιν πρὸς Κροῖσον, ὡς Ποπλικόλᾳ μᾶλλον ἢ Τέλλῳ προσήκει·Τέλλου μὲν γὰρ, ὃν ε...
oga
tlg0007.tlg014.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Περικλέους καὶ Φαβίου σύγκρισις.οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν. ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθ’ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ...
oga
tlg0007.tlg020.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Τιμολέοντος καὶ Παύλου Αἰμιλίου σύγκρισις τοιούτων δὲ τῶν κατὰ τὴν ἱστορίαν ὄντων, δῆλον ὡς οὐκ ἔχει πολλὰς διαφορὰς οὐδὲ ἀνομοιότητας ἡ σύγκρισις.οἵ τε γὰρ πόλεμοι πρὸς ἐνδόξους γεγόνασιν ἀμφοτέροις ἀνταγωνιστάς, τῷ μὲν Μακεδόνας, τῷ δὲ Καρχηδονίους, αἵ τε νῖκαι περιβόητοι, τοῦ μὲν ἑλόντος Μακεδονίαν καὶ τὴν ἀπ’ Ἀντιγ...
oga
tlg0007.tlg029.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Φιλοποίμενος καὶ Τίτου σύγκρισις μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι. τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δὲ οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων· καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολε...
oga
tlg0007.tlg034.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Σύγκρισις Λυσάνδρου καὶ Σύλλα ἐπεὶ δὲ καὶ τὸν τούτου διεληλύθαμεν βίον, ἴωμεν ἤδη πρὸς τὴν σύγκρισιν. τὸ μὲν οὖν ἀφ’ ἑαυτῶν αὐξήσεως ἀρχὴν λαβοῦσι μεγάλοις γενέσθαι κοινὸν ἀμφοτέροις ὑπῆρξεν, ἴδιον δὲ Λυσάνδρου τὸ βουλομένων τῶν πολιτῶν καὶ ὑγιαινόντων ὅσας ἔσχεν ἀρχὰς λαβεῖν, βιάσασθαι δὲ μηδὲν ἀκόντων μηδ’ ἰσχῦσαι πα...
oga
tlg0007.tlg043.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Σερτωρίου καὶ Εὐμένους σύγκρισις ταῦτα ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν. ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων ἡγουμένους διατελεῖν, ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμ...
oga
tlg0007.tlg062.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Δίωνος καὶ Βρούτου σύγκρισις πολλῶν τοίνυν τοῖς ἀνδράσιν ὑπαρξάντων καλῶν, ἐν τοῖς πρώτοις δὲ τοῦ μεγίστους ἐλαχίσταις ἀφορμαῖς γενέσθαι, τοῦτο τῷ Δίωνι κάλλιστόν ἐστιν.οὐ γὰρ εἶχε τὸν ἀμφισβητοῦντα, καθάπερ ὁ Βροῦτος Κάσσιον, ἄνδρα πρὸς μὲν ἀρετὴν καὶ δόξαν οὐχ ὁμοίως ἀξιόπιστον, εἰς δὲ τὸν πόλεμον οὐκ ἐλάττονας τόλμῃ...
oga
tlg0007.tlg071.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλ’ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περιτιθεμένη μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ τ...
oga
tlg0007.tlg073.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενον σοφίης ἐπ’ ἄκροισι θαμίζειν ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν· ἀποκριναμένου δ’ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου κα...
oga
tlg0007.tlg074.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τύχη τὰ θνητῶν πράγματ οὐκ εὐβουλία πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδ’ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλ’ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε τῇ πενίᾳ, πολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτ’ ἔλαβεν οὔτ’ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ ...
oga
tlg0007.tlg075.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα καὶ προσβάλλοντα τὴν θερμότητα καθ’ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, ᾗ καὶ πολλάκις οἱ καυματιζόμενοι καὶ πυρέττοντες ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλ’ ἣν ὁ ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἡ ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει ...
oga
tlg0007.tlg119.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ ὄναρ ἀκοῦσαι λεγούσης κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς, ὁ προτρεπόμενος καὶ διαίρων ἐπὶ πολιτείαν βέβληται λόγος· ἐκτίνωμεν ἢδη τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀ...
oga
tlg0010.tlg001.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
οὐ προφάσεως ἀπορῶ, δι’ ἥντινα λέγω ὑπὲρ Νικίου τουτουί· καὶ γὰρ φίλος ὤν μοι τυγχάνει καὶ δεόμενος καὶ ἀδικούμενος καὶ ἀδύνατος εἰπεῖν, ὥστε διὰ ταῦτα πάντα ὑπὲρ αὐτοῦ λέγειν ἀναγκάζομαι.ὅθεν οὖν τὸ συμβόλαιον αὐτῷ πρὸς Εὐθύνουν γεγένηται, διηγήσομαι ὑμῖν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.Νικίας γὰρ οὑτοσί, ἐπειδὴ οἱ τριάκ...
oga
tlg0010.tlg003.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
ὡς μὲν τοίνυν ἔτυπτέ με Λοχίτης, ἄρχων χειρῶν ἀδίκων, ἅπαντες ὑμῖν οἱ παρόντες μεμαρτυρήκασιν. τὸ δ’ ἁμάρτημα τοῦθ’ οὐχ ὅμοιον δεῖ νομίζειν τοῖς ἄλλοις οὐδὲ τὰς τιμωρίας ἴσας ποιεῖσθαι περί τε τοῦ σώματος καὶ τῶν χρημάτων, ἐπισταμένους ὅτι τοῦτο πᾶσιν ἀνθρώποις οἰκειότατόν ἐστι, καὶ τούς τε νόμους ἐθέμεθα καὶ περὶ τῆς ...
oga
tlg0010.tlg004.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
περὶ μὲν οὖν τοῦ ζεύγους τῶν ἵππων, ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν, ἀλλὰ πριάμενος παρὰ τῆς πόλεως τῆς Ἀργείων, τῶν τε πρέσβεων τῶν ἐκεῖθεν ἡκόντων καὶ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε μαρτυρούντων· τὸν αὐτὸν δὲ τρόπον ἅπαντές εἰσιν εἰθισμένοι με συκοφαντεῖν.τὰς μὲν γὰρ δίκας ὑπὲρ τῶν ἰδίων ἐγκλημάτων λαγχάνουσι...
oga
tlg0010.tlg007.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
ἐν πολλοῖς μέν, ὦ Δημόνικε, πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις·οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι· καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς ...
oga
tlg0010.tlg008.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
εἰ πάντες ἤθελον οἱ παιδεύειν ἐπιχειροῦντες ἀληθῆ λέγειν, καὶ μὴ μείζους ποιεῖσθαι τὰς ὑποσχέσεις ὧν ἔμελλον ἐπιτελεῖν, οὐκ ἂν κακῶς ἤκουον ὑπὸ τῶν ἰδιωτῶν· νῦν δ’ οἱ τολμῶντες λίαν ἀπερισκέπτως ἀλαζονεύεσθαι πεποιήκασιν ὥστε δοκεῖν ἄμεινον βουλεύεσθαι τοὺς ῥᾳθυμεῖν αἱρουμένους τῶν περὶ τὴν φιλοσοφίαν διατριβόντων. τίς...
oga
tlg0010.tlg010.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τὴν μὲν ἐπιείκειαν τὴν σήν, ὦ Πολύκρατες, καὶ τὴν τοῦ βίου μεταβολὴν παρ’ ἄλλων πυνθανόμενος οἶδα· τῶν δὲ λόγων τινὰς ὧν γέγραφας, αὐτὸς ἀνεγνωκὼς ἥδιστα μὲν ἄν σοι περὶ ὅλης ἐπαρρησιασάμην τῆς παιδεύσεως περὶ ἣν ἠνάγκασαι διατρίβειν· ἡγοῦμαι γὰρ τοῖς ἀναξίως μὲν δυστυχοῦσιν, ἐκ δὲ φιλοσοφίας χρηματίζεσθαι ζητοῦσιν, ἅπ...
oga
tlg0010.tlg013.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν εἰργασμένον ἢ τῶν ἄλλων τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ πλουτεῖτε, λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ δόσιν ἀλλ’ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ τεχνικώτερον αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν·ἡγησάμη...
oga
tlg0010.tlg023.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τοῖς Ἰάσονος παισίν ἀπήγγειλέ τίς μοι τῶν πρεσβευσάντων ὡς ὑμᾶς ὅτι καλέσαντες αὐτὸν ἄνευ τῶν ἄλλων ἐρωτήσαιτ’ εἰ πεισθείην ἂν ἀποδημῆσαι καὶ διατρῖψαι παρ’ ὑμῖν. ἐγὼ δ’ ἕνεκα μὲν τῆς Ἰάσονος καὶ Πολυαλκοῦς ξενίας ἡδέως ἂν ἀφικοίμην ὡς ὑμᾶς· οἶμαι γὰρ ἂν τὴν ὁμιλίαν τὴν γενομένην ἅπασιν ἡμῖν συνενεγκεῖν· ἀλλὰ γὰρ ἐμποδ...
oga
tlg0010.tlg024.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Ἀρχιδάμῳ εἰδώς, ὦ Ἀρχίδαμε, πολλοὺς ὡρμημένους ἐγκωμιάζειν σὲ καὶ τὸν πατέρα καὶ τὸ γένος ὑμῶν, εἱλόμην τοῦτον μὲν τὸν λόγον, ἐπειδὴ λίαν ῥᾴδιος ἦν, ἐκείνοις παραλιπεῖν, αὐτὸς δέ σε διανοοῦμαι παρακαλεῖν ἐπὶ στρατηγίας καὶ στρατείας οὐδὲν ὁμοίας ταῖς νῦν ἐνεστηκυίαις, ἀλλ’ ἐξ ὧν μεγάλων ἀγαθῶν αἴτιος γενήσει καὶ τῇ πόλ...
oga
tlg0010.tlg025.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
τοῖς Μυτιληναίων ἄρχουσιν οἱ παῖδες οἱ Ἀφαρέως, ὑιδεῖς δ’ ἐμοί, παιδευθέντες ὑπ’ Ἀγήνορος τὰ περὶ τὴν μουσικήν, ἐδεήθησάν μου γράμματα πέμψαι πρὸς ὑμᾶς, ὅπως ἄν, ἐπειδὴ καὶ τῶν ἄλλων τινὰς κατηγάγετε φυγάδων, καὶ τοῦτον καταδέξησθε καὶ τὸν πατέρα καὶ τοὺς ἀδελφούς. λέγοντος δέ μου πρὸς αὐτοὺς ὅτι δέδοικα μὴ λίαν ἄτοπος...
oga
tlg0010.tlg028.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα σου γράφων ἐπιστολὴν ἄτοπον ᾤμην ποιήσειν, εἰ περὶ τὸν αὐτὸν ὄντα σὲ τόπον ἐκείνῳ μήτε προσερῶ μήτ’ ἀσπάσομαι μήτε γράψω τι τοιοῦτον, ὃ ποιήσει τοὺς ἀναγνόντας μὴ νομίζειν ἤδη με παραφρονεῖν διὰ τὸ γῆρας μηδὲ παντάπασι ληρεῖν, ἀλλ’ ἔτι τὸ καταλελειμμένον μου μέρος καὶ λοιπὸν ὂν οὐκ ἀνάξιον εἶν...
oga
tlg0010.tlg029.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Ἀντιπάτρῳ ἐγώ, καίπερ ἐπικινδύνου παρ’ ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμπειν ἐπιστολήν, οὐ μόνον νῦν ὅτε πολεμοῦμεν πρὸς ὑμᾶς, ἀλλὰ καὶ τῆς εἰρήνης οὔσης, ὅμως γράψαι πρὸς σὲ προειλόμην περὶ Διοδότου, δίκαιον εἶναι νομίζων ἅπαντας μὲν περὶ πολλοῦ ποιεῖσθαι τοὺς ἐμαυτῷ πεπλησιακότας καὶ γεγενημένους ἀξίους ἡμῶν, οὐχ ἥκιστα ...
oga
tlg0010.tlg030.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Φιλίππῳ, ἐγὼ διελέχθην μὲν καὶ πρὸς Ἀντίπατρον περί τε τῶν τῇ πόλει καὶ τῶν σοὶ συμφερόντων ἐξαρκούντως, ὡς ἐμαυτὸν ἔπειθον, ἠβουλήθην δὲ καὶ πρὸς σὲ γράψαι περὶ ὧν μοι δοκεῖ πρακτέον εἶναι μετὰ τὴν εἰρήνην, παραπλήσια μὲν τοῖς ἐν τῷ λόγῳ γεγραμμένοις, πολὺ δ’ ἐκείνων συντομώτερα.κατ’ ἐκεῖνον μὲν γὰρ τὸν χρόνον συνεβο...
oga
tlg0012.tlg001.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε, πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;Λητ...
oga
tlg0012.tlg003.perseus-grc1
CC BY-SA 4.0
pristine
p100
1
Αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο, οἳ πόλιν αἰπεινήν, Κύμην ἐριώπιδα κούρην, ναίετε, Σαρδήνη πόδα νείατον ὑψικόμοιο, ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο, Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.Αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.Χαλκέῳ παρθένος εἰμί, Μίδεω δ...
oga
tlg0013.tlg001.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Εἲς Διώνυσον οἳ μὲν γὰρ Δρακάνῳ ς οἳ δ’ Ἰκάρῳ ἠνεμοέσσῃ φάς οἳ δ’ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἳ δέ ς’ ἐπ’ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·ἄλλοι δ’ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι· σὲ δ’ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπ’ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρ...
oga
tlg0013.tlg006.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Εἲς Ἀφροδίτην αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν καλήν...
oga
tlg0013.tlg007.perseus-grc2
CC BY-SA 4.0
pristine
p100
1
Εἲς Διώνυσον ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι, κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, Τυρσηνοί· το...