source string | id string | license string | tier string | orig_band string | clean float64 | text string |
|---|---|---|---|---|---|---|
oga | tlg0284.tlg011.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰς Ἐτεωνέα ἐπικήδειος
ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατ’ ἐλπίδας, ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας. οἶμαι δ’ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατ’ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι. τί γὰρ οὐκ ἄν τις ὀδύραιτο; πότερον τὴν ἡλικία... |
oga | tlg0284.tlg013.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Παναθηναϊκόν
νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δ’ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τρο... |
oga | tlg0284.tlg018.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἰς τὸ φρέαρ τοῦ Ἀσκληπιοῦ
τί δ’ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν; ἢ δῆλον ὅτι τὴν τοῦ λόγου μέμφει φύσιν ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην οὐδ’ ἐνδείξασθαι δυναμένην ἐνίοτε ἀρκούντως τὸ ὄν; τοῦτο γοῦν οὐδ’ ἂν εἷς λόγος ὁποῖόν τι τὸ κάλλος καὶ τὴν ἡδονήν ἐστιν ἐνδείξαιτο, ἀλλ’ ἀμείνους ἐσμὲν πίνειν τούτου τοῦ ὕδατος καὶ ... |
oga | tlg0284.tlg019.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἐλευσίνιος
ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι; ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται; τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν; ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθ’ ἓν το... |
oga | tlg0284.tlg020.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Μονῳδία ἐπὶ Σμύρνῃ
ὦ Ζεῦ, τί χρήσωμαι; πότερον σιωπῶ Σμύρνης κειμένης; τίνος μεταλαβὼν ἀδάμαντος φύσιν; ἢ τίνα ταύτην καρτερίαν καρτερῶν; ἀλλ’ ὀδύρωμαι; ποίαν ἁρμονίαν ἁρμοσάμενος, ἢ τίνα τόλμαν τοσαύτην λαβών; ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅ... |
oga | tlg0284.tlg021.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Παλινῳδία ἐπὶ Σμύρνῃ καὶ τῷ ταύτης ἀνοικισμῷ
ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντιναδήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθ’ ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶ... |
oga | tlg0284.tlg022.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Προσφωνητικός Σμυρναϊκὸς
ἐβουλόμην ἂν, ὦ θαυμάσιε, μάλιστα μὲν τὴν πόλιν οἵαν κατέλιπες τοιαύτην φανῆναι· εἰ δὲ μὴ, παρὼν αὐτὸς ποιεῖσθαι τοὺς λόγους, ἵν’ ἀμφοτέρως ἐκέρδαινον, σοί τε
συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα. ἐπεὶ δ’ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ... |
oga | tlg0284.tlg025.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἱεροὶ λόγοι τρίτος
ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος· ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθ’ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλ’ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω.... |
oga | tlg0284.tlg028.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἱεροὶ λόγοι ἕκτος
τὰ μὲν δὴ πολλὰ οὕτω διῆγεν ἡμᾶς ὁ θεὸς, σημαίνων τε ἃ χρὴ ποιεῖν καὶ ἔχων ὑπακούοντας εἴ τις καὶ ἄλλος ἀνθρώπων ὑπήκουσε θεῷ. δευτέρῳ δὲ ἔτει μετὰ τὴν ἀναχώρησιν τὴν ἀπ’ Αἰσήπου, δωδεκάτῳ δὲ ἀφ’ οὗ πρῶτον ἔκαμον, πολλὰ καὶ θαυμαστὰ ἐφοίτα φαντάσματα, ἄγοντα εἰς Ἐπίδαυρον τὴν ἱερὰν τοῦ θεοῦ. καὶ τό γε... |
oga | tlg0284.tlg029.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ
τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτ’ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθ’ οὕτως ἔχει, πάντως αὐτός ἐστ’ αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρ... |
oga | tlg0284.tlg031.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης
πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδ’ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρ’ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δ’ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶ... |
oga | tlg0284.tlg032.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης
ἣν μὲν ἐκ πολλοῦ πάντες ἡμέραν ἰδεῖν ἐποθοῦμεν ἥδ’ ἐστὶν, ὦ ἄνδρες Λακεδαιμόνιοι, διδοῦσα βουλεύσασθαι περὶ τῶν Ἀθηναίων ὅ τι ἂν βουλώμεθα. δεῖ δὲ μήτ’ ἀγεννὲς παθεῖν μηδὲν μήτ εἰ χρὴ τοῦτ’ εἰπεῖν, ἀτιμάσαι τὰ πεπραγμένα, ἀλλ’ εἰδέναι πόσον τι χρῆμα κατείργασται καὶ ὡς οὔτε Ἀθηναῖοι συμφ... |
oga | tlg0284.tlg035.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Λευκτρικὸς Γ. ὑπὲρ Λακεδαιμονίων δεύτερος
μεθ’ ὑμῶν, ὦ Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν. ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφ’ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι. τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτ’ εἶναί... |
oga | tlg0284.tlg039.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Συμμαχικὸς Β. πρὸς Θηβαίους περὶ τῆς συμμαχίας
ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλ’ ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι. πολλῷ δ’ ἔτι νυνὶ σαφέστερον, ὦ
ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν. τὸ γὰρ εἰς τοῦθ’ ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε ... |
oga | tlg0284.tlg041.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἐπιστολὴ περὶ Σμύρνης
Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σεβαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν.πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθ’ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ... |
oga | tlg0284.tlg042.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Περὶ ὁμονοίας ταῖς πόλεσιν
οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δ’ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολ... |
oga | tlg0284.tlg044.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ποδίοις περὶ ὁμονοίας
εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες μόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα· ἐπεὶ δ’ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατ’ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, δι’ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον· πρὸς δὲ ὑμ... |
oga | tlg0284.tlg047.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Πρὸς Καπίτωνα
νῦν σὲ καὶ μᾶλλον φιλοῦμεν οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην ἂν τιμᾶν καθ’ Ὅμηρον ἶσον ἐμῇ κεφαλῇ. εἰ γάρ τοι καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ’ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. καίτοι τί λέγω; οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις· ἀληθὲς δὲ ἐρῶ. εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐ... |
oga | tlg0284.tlg050.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Κατὰ τῶν ἐξορχουμένων
χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵν’ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵν’ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει
καταχρῶνται, πῶς ἐπαινεῖσθαί γ’ ἀξ... |
oga | tlg0284.tlg051.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη
οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφ’ ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δ’ ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει. σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας· ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ
καιρὸς οὕτω συνῆγε. θεοῦ... |
oga | tlg0284.tlg052.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Πρεσβευτικὸς πρὸς Ἀχιλλέα
ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφ’ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δ εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλ’ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν· ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ... |
oga | tlg0284.tlg055.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Πανηγυρικὸς ἐπὶ τῷ ὕδατι ἐν Περγάμῳ
Ὁμήρῳ μὲν εἰς τὴν σύνοδον τῶν χειμάρρων εἴρηται τῶν δέ τε τηλόθι δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· καὶ φρίξαντα δή φησιν αὐτὸν εἰς τὸ σπήλαιον εἰσελαύνειν τὰς ὄϊς· ἐγὼ δὲ καίτοι τοσοῦτον ὑμῶν ἀπέχων τὸ νῦν ἀκούσας τοῦ ὕδατος τὴν εἰσβολὴν καὶ ὅσον τι κόσμου προσγέγονε τῇ πόλει, οὐχ οἷός... |
oga | tlg0540.tlg002.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μὲν ἡγούμην οἷόν τε εἶναι, ὦ παρόντες ἐπὶ τῷδε τῷ τάφῳ, λόγῳ δηλῶσαι τὴν τῶν ἐνθάδε κειμένων ἀνδρῶν ἀρετήν, ἐμεμψάμην ἂν τοῖς ἐπαγγείλασιν ἐπ’ αὐτοῖς ἐξ ὀλίγων ἡμερῶν λέγειν· ἐπειδὴ δὲ πᾶσιν ἀνθρώποις ὁ πᾶς χρόνος οὐχ ἱκανὸς λόγον ἴσον παρασκευάσαι τοῖς τούτων ἔργοις, διὰ τοῦτο καὶ ἡ πόλις μοι δοκεῖ, προνοουμένη τῶν... |
oga | tlg0540.tlg003.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πολλὰ καὶ δεινὰ συνειδὼς Σίμωνι, ὦ βουλή, οὐκ ἄν ποτ’ αὐτὸν εἰς τοσοῦτον τόλμης ἡγησάμην ἀφικέσθαι, ὥστε ὑπὲρ ὧν αὐτὸν ἔδει δοῦναι δίκην, ὑπὲρ τούτων ὡς ἀδικούμενον ἔγκλημα ποιήσασθαι καὶ οὕτω μέγαν καὶ σεμνὸν ὅρκον διομοσάμενον εἰς ὑμᾶς ἐλθεῖν.εἰ μὲν οὖν ἄλλοι τινὲς ἔμελλον περὶ ἐμοῦ διαγνώσεσθαι, σφόδρα ἂν ἐφοβούμην ... |
oga | tlg0540.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μὲν περὶ ἄλλου τινὸς ἢ τοῦ σώματος, ὦ ἄνδρες δικασταί, Καλλίας ἠγωνίζετο,
ἐξήρκει ἄν μοι καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα· νῦν δέ μοι δοκεῖ αἰσχρὸν εἶναι, κελεύοντος
καὶ δεομένου, καὶ φίλου ὄντος καὶ ἐμοὶ καὶ ἕως ἔζη τῷ πατρί, καὶ πολλῶν συμβολαίων ἡμῖν πρὸς
ἀλλήλους γεγενημένων, μὴ βοηθῆσαι Καλλία τὰ δίκαια, ὅπως ἂν ... |
oga | tlg0540.tlg006.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ ὡς ἀποδιδούς, τῇ δ’ ἐπιούσῃ ὑφείλετο. οὗτος οὖν ὁ ταῦτα ποιήσας θανάτῳ τῷ ἀλγίστῳ ἀπώλετο, λιμῷ· πολλῶν γὰρ καὶ ἀγαθῶν αὐτῷ ἐπὶ τὴν τράπεζαν παρατιθεμένων ὄζειν ἐδόκει τοῦ ἄρτου καὶ τῆς μάζης κάκιστον, καὶ οὐκ ἐδύνατο ἐσθίειν.καὶ ταῦτα πολλοὶ ἡμῶν ἤκουον τοῦ ἱεροφάντου λέγοντος.... |
oga | tlg0540.tlg009.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ τοῦ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται;ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος το... |
oga | tlg0540.tlg010.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες δικασταί· πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ, δημηγορεῖν· ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μ’ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυτοῦ. ἐγὼ δ εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ᾐτιᾶτο, συγγνώ... |
oga | tlg0540.tlg014.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς
ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιάδου κατηγορεῖν· τοιοῦτον γὰρ
πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ μή τις ἰδίᾳ ἀδικούμενος ὑπ’ αὐτοῦ
τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι.οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συ... |
oga | tlg0540.tlg015.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐγὼ μέν, ὦ ἄνδρες δικασταί, καὶ ὑμᾶς αἰτοῦμαι τὰ
δίκαια ψηφίσασθαι, καὶ τῶν στρατηγῶν δέομαι, ἐπεὶ καὶ ἐν τῇ ἄλλῃ ἀρχῇ πολλοῦ ἄξιοι
τῇ πόλει γεγόνασι, καὶ τῶν τῆς ἀστρατείας γραφῶν κοινοὺς εἶναι τῷ τε διώκοντι καὶ
τῷ φεύγοντι, καὶ μὴ βοηθοῦντας ᾧ ἂν βούλωνται πᾶσαν προθυμίαν ἔχειν παρὰ τὸ
δίκαιον ὑμᾶς ψηφίσασθαι,
ἐνθυμ... |
oga | tlg0540.tlg016.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μὴ συνῄδη, ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τῆς κατηγορίας· ἡγοῦμαι γὰρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι.ἐγὼ γὰρ οὕτω σφόδρα ἐμαυτῷ πι... |
oga | tlg0540.tlg017.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἴσως τινὲς ὑμῶν, ὦ ἄνδρες δικασταί, διὰ τὸ βούλεσθαί με ἄξιον εἶναί τινος ἡγοῦνται καὶ εἰπεῖν ἂν μᾶλλον ἑτέρου δύνασθαι· ἐγὼ δὲ τοσούτου δέω περὶ τῶν μὴ, προσηκόντων ἱκανὸς εἶναι λέγειν, ὥστε δέδοικα μή, καὶ περὶ ὧν ἀναγκαῖόν μοί ἐστι λέγειν, ἀδύνατος ὦ τὰ δέοντα εἰπεῖν. οἴμαι μὲν οὖν, ἐάν πάντα διηγήσωμαι τὰ πεπραγμέν... |
oga | tlg0540.tlg020.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὔ μοι δοκεῖ χρῆναι ὀργίζεσθαι ὑμᾶς τῷ ὀνόματι τῷ τῶν τετρακοσίων, ἀλλὰ τοῖς ἔργοις ἐνίων. οἱ μὲν γὰρ ἐπιβουλεύσαντες ἦσαν αὐτῶν, οἱ δ’ ἵνα μήτε τὴν πόλιν μηδὲν κακὸν ἐργάσαιντο μήθ’ ὑμῶν μηδένα, ἀλλ’ εὖνοι ὄντες εἰσῆλθον εἰς τὸ βουλευτήριον, ὧν εἷς ὢν οὑτοσὶ τυγχάνει Πολύστρατος.οὗτος γὰρ ᾑρέθη μὲν ὑπὸ τῶν φυλετῶν ὡς ... |
oga | tlg0540.tlg021.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | περὶ μὲν τῶν κατηγορημένων, ὦ ἄνδρες δικασταί, ἱκανῶς ὑμῖν ἀποδέδεικται· ἀκοῦσαι δὲ καὶ περὶ τῶν ἄλλων ὑμᾶς ἀξιῶ, ἵν’ ἐπίστησθε περὶ οἵου τινὸς ὄντος ἐμοῦ ψηφιεῖσθε. ἐγὼ γὰρ ἐδοκιμάσθην μὲν ἐπὶ Θεοπόμπου ἄρχοντος, καταστὰς δὲ χορηγὸς τραγῳδοῖς ἀνήλωσα τριάκοντα μνᾶς καὶ τρίτῳ μηνὶ Θαργηλίοις νικήσας ἀνδρικῷ χορῷ δισχιλ... |
oga | tlg0540.tlg022.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες δικασταί, θαυμάζοντες ὅτι ἐγὼ τῶν σιτοπωλῶν ἐν τῇ βουλῇ κατηγόρουν, καὶ λέγοντες ὅτι ὑμεῖς, εἰ ὡς μάλιστα αὐτοὺς ἀδικεῖν ἡγεῖσθε, οὐδὲν ἧττον καὶ τοὺς περὶ τούτων λόγους ποιουμένους συκοφαντεῖν νομίζετε. ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων πρῶτον εἰπεῖν βούλομαι.ἐπειδὴ ... |
oga | tlg0540.tlg023.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πολλὰ μὲν λέγειν, ὦ ἄνδρες δικασταί, περὶ τουτουὶ τοῦ πράγματος οὔτ’ ἂν δυναίμην οὔτε μοι δοκεῖ δεῖν· ὡς δὲ ὀρθῶς τὴν δίκην ἔλαχον τουτῳὶ Παγκλέωνι οὐκ ὄντι Πλαταιεῖ, τοῦτο ὑμῖν πειράσομαι ἀποδεῖξαι.ὡς γὰρ ἀδικῶν με πολὺν χρόνον οὐκ ἐπαύετο, ἐλθὼν ἐπὶ τὸ γναφεῖον, ἐν ᾧ εἰργάζετο, προσεκαλεσάμην αὐτὸν πρὸς τὸν πολέμαρχο... |
oga | tlg0540.tlg024.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐ πολλοῦ δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί. πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφ’ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα. καὶ πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἤ φθόνου· διὰ γὰρ οὐδὲν ἄλλ... |
oga | tlg0540.tlg025.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὑμῖν μὲν πολλὴν συγγνώμην ἔχω, ὦ ἄνδρες δικασταί, ἀκούουσι τοιούτων λόγων καὶ ἀναμιμνῃσκομένοις τῶν γεγενημένων, ὁμοίως ἅπασιν ὀργίζεσθαι τοῖς ἐν ἄστει μείνασι· τῶν δὲ κατηγόρων θαυμάζω, οἳ ἀμελοῦντες τῶν οἰκείων τῶν ἀλλοτρίων ἐπιμέλονται, εἰ σαφῶς εἰδότες τοὺς μηδὲ ἀδικοῦντας καὶ τοὺς πολλὰ ἐξημαρτηκότας ζητοῦσι κερδα... |
oga | tlg0540.tlg026.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐδ’ ἡγούμενος ἀκριβῆ νῦν τὴν δοκιμασίαν αὐτοὺς διὰ τὸν χρόνον ποιήσεσθαι, ἐπεὶ σύνοισθα πολλὰ καὶ δεινὰ εἰς αὐτοὺς ἐξημαρτηκώς, ὧν ἐπιλελῆσθαι καὶ οὐδ’ ἀναμνησθήσεσθαι ἐνίους αὐτῶν νομίζεις. ὃ δὴ ἔγωγε καὶ ἀγανακτῶ, εἰ ταύτῃ τῇ ἐλπίδι εἰς ὑμᾶς ἥκει πιστεύων, ὥσπερ ἄλλων μέν τινων ὄντων τῶν ἠδικημένων, ἑτέρων δὲ τῶν τα... |
oga | tlg0540.tlg027.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ καὶ τῶν συμπρεσβευτῶν· ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κελεύουσιν, ἐπιλείψει ὑμᾶς ἡ μισθοφορά.καὶ νῦν οὐδὲν ἧττον ἐνδεῖ· ὥστε τὸ μὲν πάθος καὶ ἡ αἰσχύνη διὰ τούτων ὑμῖν ... |
oga | tlg0540.tlg028.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινά, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε οὐκ ἄν μοι δοκεῖ δύνασθαι Ἐργοκλῆς ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων αὐτῷ πολλάκις ἀποθανὼν δοῦναι δίκην ἀξίαν τῷ ὑμετέρῳ πλήθει. καὶ γὰρ πόλεις προδεδωκὼς φαίνεται, καὶ προξένους καὶ πολίτας ὑμετέρους ἠδικηκώς, καὶ ἐκ πένητος ἐκ τῶν ὑμετέρων πλούσ... |
oga | tlg0540.tlg029.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γεγένηται ἢ ἐγὼ προσεδόκων. πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦντες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν· ὧν οὐδεὶς νυνὶ φαίνεται. ὃ κἀμοὶ δοκεῖ οὐδενὸς ἔλαττον εἶναι τεκμήριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει· εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως ... |
oga | tlg0540.tlg031.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὤιμην μέν, ὦ βουλή, οὐκ ἄν ποτ’ εἰς τοῦτο τόλμης Φίλωνα ἀφικέσθαι, ὥστε ἐθελῆσαι εἰς ὑμᾶς ἐλθεῖν δοκιμασθησόμενον· ἐπειδὴ δὲ οὐχ ἕν τι μόνον ἀλλὰ πολλὰ τολμηρός ἐστιν,
ἐγὼ δὲ ὀμόσας εἰσῆλθον εἰς τὸ βουλευτήριον τὰ βέλτιστα βουλεύσειν τῇ πόλει, ἔνεστί τε ἐν τῷ ὅρκῳ ἀποφανεῖν εἴ τίς τινα οἶδε τῶν λαχόντων ἀνεπιτήδειον ὄν... |
oga | tlg0540.tlg032.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδώς τε ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται· ἐπειδὴ μέντοι, ὦ ἄνδ... |
oga | tlg0540.tlg033.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι, καὶ ὅτι τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε δι’ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο·ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν δὲ... |
oga | tlg0555.tlg008.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ· οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος ... |
oga | tlg0557.tlg004.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἐπικτήτου. θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον.θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλ’ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν... |
oga | tlg0557.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὁ τύχῃ βίος συμπεπλεγμένος ἔοικε χειμάρρῳ ποταμῷ· καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνάμεστος καὶ δυσέμβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγοχρόνιος.ψυχὴ ὁμιλοῦσα ἀρετῇ ἔοικεν ἀεννάῳ πηγῇ· καὶ γὰρ καθαρὸν καὶ ἀτάραχον καὶ πότιμον καὶ νόστιμον καὶ κοινωνικὸν καὶ πλούσιον καὶ ἀβλαβὲς καὶ ἀνώλεθρον.εἰ βούλει ἀγαθὸς εἶναι, ... |
oga | pta0001.pta002.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Λόγος περὶ μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥααβ παράδοξος ἱστορία.Ὁμιλία ζ.Πάντοτε μὲν ὁ θεῖος ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ’ ἐκ τῆς ... |
oga | pta0001.pta033.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Τοῦ αὐτοῦ ὁμιλία ἐνάτη εἰς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ.Δεῖ τὴν ὑμετέραν ἀγάπην εἰδέναι ὅτι ὁ θεὸς τεμὼν τοῦ βίου τούτου εἰς πέντε γενεὰς τὰς τάξεις, γενεὰς δὲ λέγω οὐχ ἡμαρτημένας, ἀλλὰ μερίδας. Εἰς πέντε γὰρ μερίδας διελὼν τοῦ κόσμου τὸν δρόμον ἑκάστῃ μερίδι ἴδιον ἀπέδωκε πατέρα. Ἐγένετο πρώτη μερὶς καὶ τάξις ἀπὸ τοῦ... |
oga | pta0001.pta044.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Λόγος εἰς τὸ
εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ
λίαν·καὶ ὅτι τὰ θεῖα λόγια τιμιώτερα πάντων ἡδέων.Καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ’ οὐρανίοις ἄνθεσι βρύοντες. Ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. Αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρω... |
oga | pta0001.pta045.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ λόγος α
Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής· ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ Θεοῦ μαρτυρούμενος· ὁ πολλὰ παρὰ τοῦ διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος·... |
oga | pta0001.pta049.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἰς τοὺς τρεῖς παῖδας, καὶ εἰς τὴν Βαβυλωνίαν κάμινον λόγος.Καινὸν ὡς ἀληθῶς καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Βαβυλῶνι μὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴν οἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου. Οὐ γὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐδὲ περιορίζεται... |
oga | pta0022.pta011.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς
Ἰωάννην
καὶ
Ἀντίοχον
Ἀθανάσιος
Ἰωάννῃ
καὶ
Ἀντιόχῳ, ἀγαπητοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν κυρίῳ χαίρειν.Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολήν, ὅτι μάλιστα ἀπὸ
Ἱεροσολύμων
ἐγράψατε, καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν τῶν ἐκεῖ συναγομένων καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτ... |
oga | pta0022.pta016.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Τοῦ αὐτοῦ πρὸς Ἰοβιανὸν περὶ πίστεως
Τῷ εὐσεβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικητῇ Αὐγούστῳ Ἰοβιανῷ
Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαίδος καὶ Λιβυῶν ἐπισκόπων.Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀληθῶς καὶ
τὴν καρδίαν ἕξ... |
oga | pta0029.pta002.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ, ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ.Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα,
ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος
ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ
αἰώνιον, ὅτι ἓξ ἡμέραις ἐποίησε κύριος τὸν οὐρανὸν
καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε.Ση... |
oga | pta0100.pta004.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Τῷ δεσπότῃ μου Παυλίνῳ
Εὐσέβιος ἐν κυρίῳ χαίρειν.Οὔτε ἡ τοῦ δεσπότου μου Εὐσεβίου σπουδὴ ἡ ὑπὲρ τοῦ ἀληθοῦς λόγου παρεσιωπήθη, ἀλλ’ ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ ἐπὶ τούτῳ σιωπή, δέσποτα. καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ δεσπότῃ μου Εὐσεβίῳ ηὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχαζόμενοι καὶ τὴν σιωπὴν ἀνδρὸς τοιούτο... |
oga | pta0100.pta005.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ’ ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ ̓ ἑαυτῶν οὕτω κινεῖσθαι, ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημένων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον. Εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων ἐκ τῶν Ὠριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ, ὡς μᾶλλον πεῖσαι δ... |
oga | pta0100.pta006.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι
Μὴ μέμφου τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν, ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ· καὶ γὰρ Ἡσαΐας υἱὸς γέγονεν Ἀμώς, καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαΐαν, ὁ δὲ Ἡσαΐας οὐ... |
oga | pta0100.pta007.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε·Τί μέμφεσθε Ἀλεξάνδρῳ τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ τοῦ θεοῦ τὸν υἱόν. εἰ γὰρ ὁ ἀπόστολος ἔγραψε »τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ« καὶ ἔστι δῆλον ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχθείη ἂν κα... |
oga | pta0100.pta008.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδή, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Εὐσέβιον τὸν Παμφίλου ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως· καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ’ αὐτοῦ ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ’ αὐτοῦ ... |
oga | pta0100.pta010.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εὐσεβίου τοῦ Παμφίλου πρὸς Εὐφρατίωνα. οὗ ἡ ἀρχή: Τῷ δεσπότῃ μου κατὰ πάντα χάριν ὁμολογῶ.Καὶ μεθ’ ἕτερα·Οὐ γὰρ συνυπάρχειν φαμὲν τὸν υἱὸν τῷ πατρί, προυπάρχειν δὲ τὸν πατέρα τοῦ υἱοῦ. ἐὰν γὰρ συνυπάρχωσι, πῶς ἔσται ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱός; ἢ πῶς ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος; καὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητός; δύ... |
oga | pta9999.pta002.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΕΞΟΔΟΝ
Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς
Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν—ἕκαστος πανοικίᾳ αὐτῶν
εἰσήλθοσαν
Ρουβην, Συμεων, Λευι, Ιουδας,
Ισσαχαρ, Ζαβουλων
καὶ Βενιαμιν,
Δαν καὶ Νεφθαλι, Γαδ καὶ Ασηρ.Ιωσηφ δὲ
ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα.ἐτελεύτησεν δὲ Ιωσηφ... |
oga | pta9999.pta032.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΔΑΙ
Ὠιδὴ Μωυσέως ἐν τῇ Ἐξόδῳ.Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·οὗτός μου θεός, καὶ δοξάσω αὐτόν,
θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.κύριος συντρίβων πολέμους,
κύριος ὄνομα αὐτῷ.ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θ... |
oga | pta9999.pta040.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΩΣΗΕ
Λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρὶ ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ.Ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε· καὶ εἶπεν κύριος πρὸς Ωσηε
Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα
ἐκπορνεύσει ἡ γῆ ἀπὸ ... |
oga | pta9999.pta042.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΜΙΧΑΙΑΣ
Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν
ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν
εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ.Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν
αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου
αὐτοῦ·διότι ἰδοὺ κύριος ἐκ... |
oga | pta9999.pta043.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΙΩΗΛ
Λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ιωηλ τὸν τοῦ Βαθουηλ.Ἀκούσατε δὴ ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ
κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ
ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;ὑπὲρ αὐτῶν τοῖς τέκνοις
ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ
τέκνα αὐτῶν εἰς γενε... |
oga | pta9999.pta044.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΑΒΔΙΟΥ
Ὅρασις Αβδιου.Τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ κυρίου,
καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν
ἐπ’ αὐτὴν εἰς πόλεμον.ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς
ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα.ὑπερηφανία τῆς καρδίας σου
ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατ... |
oga | pta9999.pta045.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΙΩΝΑΣ
Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων
Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ
κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου
καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ
ἔδωκεν τὸ ναῦλον ... |
oga | pta9999.pta047.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΑΜΒΑΚΟΥΜ
Τὸ λῆμμα, ὃ εἶδεν Αμβακουμ ὁ προφήτης.Ἕως τίνος, κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι
πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις;ἵνα τί μοι ἔδειξας κόπους
καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου
γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.διὰ τοῦτο διεσκέδασται νόμος,
καὶ οὐ διεξάγεται εἰ... |
oga | pta9999.pta048.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΣΟΦΟΝΙΑΣ
Λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονιαν τὸν τοῦ
Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις
Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα.Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος,
ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ
καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἐξαρῶ τοὺς ἀνθρώπους ἀπὸ... |
oga | pta9999.pta049.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΑΓΓΑΙΟΣ
Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ
τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου
τοῦ προφήτου λέγων Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ
ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν
μέγαν λέγων
Τάδε λέγει κύριος παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος
λέγουσιν Οὐχ ἥκ... |
oga | pta9999.pta050.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΖΑΧΑΡΙΑΣ
Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος
κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην
λέγων
Ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος παντοκράτωρ Ἐπιστρέψατε
πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει κύριος.καὶ
μὴ γίνεσθε καθὼ... |
oga | pta9999.pta051.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΜΑΛΑΧΙΑΣ
Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ·θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.Ἠγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε Ἐν τίνι ἠγάπησας
ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ; λέγει κύριος· καὶ ἠγάπησα
τὸν Ιακωβ,
τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ
εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα... |
oga | pta9999.pta054.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΒΑΡΟΥΧ
Καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου
υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν
Βαβυλῶνι
ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ
καιρῷ, ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν
ἐν πυρί.καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν
ὠσὶν Ιεχονιου ... |
oga | pta9999.pta055.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΘΡΗΝΟΙ
Καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθῆναι τὸν Ισραηλ καὶ Ιερουσαλημ
ἐρημωθῆναι ἐκάθισεν Ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρῆνον
τοῦτον ἐπὶ Ιερουσαλημ καὶ εἶπεν
Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν;ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν,
ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ ... |
oga | pta9999.pta056.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
Ἀντίγραφον ἐπιστολῆς, ἧς ἀπέστειλεν Ιερεμιας πρὸς
τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως
τῶν Βαβυλωνίων ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη
αὐτῷ ὑπὸ τοῦ θεοῦ.Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ, ἀχθήσεσθε
εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν
Βαβυλωνίω... |
oga | pta9999.pta060.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΣΟΥΣΑΝΝΑ
Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ιωακιμ.καὶ
ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου, καλὴ σφόδρα
καὶ φοβουμένη τὸν κύριον·καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν
τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.καὶ ἦν Ιωακιμ
πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ·καὶ πρὸς ... |
oga | pta9999.pta062.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅρασις ιβ’
Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ,
καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.καὶ ἦν
Δανιηλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς
φίλους αὐτοῦ.καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ᾧ ὄνομα Βηλ,
καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι
δώδεκα καὶ πρόβατ... |
oga | pta9999.pta062.pta-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
Ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι.Ἄνθρωπός τις ἦν ἱερεύς, ᾧ ὄνομα Δανιηλ υἱὸς Αβαλ, συμβιωτὴς
τοῦ βασιλέως Βαβυλῶνος.καὶ ἦν εἴδωλον, Βηλ, ὃ ἐσέβοντο
οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως
ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ
ἕξ.καὶ ὁ βασιλεὺ... |
oga | pta9999.pta071.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΓΑΛΑΤΑΣ
Παῦλος
ἀπόστολος
οὐκ
ἀπ’
ἀνθρώπων
οὐδὲ
δι’
ἀνθρώπου
ἀλλὰ
διὰ
Ἰησοῦ
Χριστοῦ
καὶ
θεοῦ
πατρὸς
τοῦ
ἐγείραντος
αὐτὸν
ἐκ
νεκρῶν
καὶ
οἱ
σὺν
ἐμοὶ
πάντες
ἀδελφοί
ταῖς
ἐκκλησίαις
τῆς
Γαλατίας
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
κυρίου
ἡμῶν
ἡμῶν καὶ κυρίου
Ἰησοῦ
Χριστοῦ
τοῦ
δόντος
ἑαυτὸν
ὑπὲρ
περὶ
τῶν
ἁμαρτιῶν
... |
oga | pta9999.pta072.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΕΦΕΣΙΟΥΣ
Παῦλος
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
Ἰησοῦ Χριστοῦ
διὰ
θελήματος
θεοῦ
τοῖς
ἁγίοις
τοῖς
οὖσιν
ἐν
Ἐφέσῳ
καὶ
πιστοῖς
ἐν
Χριστῷ
Ἰησοῦ
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ
Εὐλογητὸς
ὁ
θεὸς
καὶ
πατὴρ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
ὁ
εὐλογήσας
ἡμᾶς
ἐν
πάσῃ
εὐλογίᾳ
πνευματικῇ
ἐν
τοῖς
ἐπουρ... |
oga | pta9999.pta073.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΦΙΛΙΠΠΗΣΙΟΥΣ
Παῦλος
καὶ
Τιμόθεος
δοῦλοι
Χριστοῦ
Ἰησοῦ
Ἰησοῦ Χριστοῦ
πᾶσιν
τοῖς
ἁγίοις
ἐν
Χριστῷ
Ἰησοῦ
τοῖς
οὖσιν
ἐν
Φιλίπποις
σὺν
ἐπισκόποις
καὶ
διακόνοις
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ
Εὐχαριστῶ
τῷ
θεῷ
μου
ἐπὶ
πάσῃ
τῇ
μνείᾳ
ὑμῶν
πάντοτε
ἐν
πάσῃ
δεήσει
μου
ὑπὲρ
πάντων
ὑμῶν
μετὰ... |
oga | pta9999.pta076.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ
Β
Παῦλος
καὶ
Σιλουανὸς
καὶ
Τιμόθεος
τῇ
ἐκκλησίᾳ
Θεσσαλονικέων
ἐν
θεῷ
πατρὶ
ἡμῶν
καὶ
κυρίῳ
Ἰησοῦ
Χριστῷ
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ
Εὐχαριστεῖν
ὀφείλομεν
τῷ
θεῷ
πάντοτε
περὶ
ὑμῶν
ἀδελφοί
καθὼς
ἄξιόν
ἐστιν
ὅτι
ὑπεραυξάνει
ἡ
πίστις
ὑμῶν
καὶ
πλεονάζει
ἡ
ἀγάπη
ἑνὸς... |
oga | pta9999.pta078.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΤΙΜΟΘΕΟΝ
Β
Παῦλος
ἀπόστολος
Χριστοῦ
Ἰησοῦ
Ἰησοῦ Χριστοῦ
διὰ
θελήματος
θεοῦ
κατ’
ἐπαγγελίαν
ζωῆς
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ
Τιμοθέῳ
ἀγαπητῷ
τέκνῳ
χάρις
ἔλεος
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
καὶ
Χριστοῦ
Ἰησοῦ
τοῦ
κυρίου
ἡμῶν
Χάριν
ἔχω
τῷ
θεῷ
ᾧ
λατρεύω
ἀπὸ
προγόνων
ἐν
καθαρᾷ
συνειδήσει
ὡς
ἀδιάλειπτον
ἔχω
τὴν
περὶ
σοῦ
μνείαν
ἐν
ταῖς
... |
oga | pta9999.pta079.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΤΙΤΟΝ
Παῦλος
δοῦλος
θεοῦ
ἀπόστολος
δὲ
Ἰησοῦ
Χριστοῦ
κατὰ
πίστιν
ἐκλεκτῶν
θεοῦ
καὶ
ἐπίγνωσιν
ἀληθείας
τῆς
κατ’
εὐσέβειαν
ἐπ’
ἐλπίδι
ζωῆς
αἰωνίου
ἣν
ἐπηγγείλατο
ὁ
ἀψευδὴς
θεὸς
πρὸ
χρόνων
αἰωνίων
ἐφανέρωσεν
δὲ
καιροῖς
ἰδίοις
τὸν
λόγον
αὐτοῦ
ἐν
κηρύγματι
ὃ
ἐπιστεύθην
ἐγὼ
κατ’
ἐπιταγὴν
τοῦ
σωτῆρος
ἡμῶν
θεοῦ
Τίτῳ
γνησίῳ... |
oga | pta9999.pta080.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΦΙΛΗΜΟΝΑ
Παῦλος
δέσμιος
Χριστοῦ
Ἰησοῦ
καὶ
Τιμόθεος
ὁ
ἀδελφὸς
Φιλήμονι
τῷ
ἀγαπητῷ
καὶ
συνεργῷ
ἡμῶν
καὶ
Ἀπφίᾳ
τῇ
ἀδελφῇ
ἀγαπητῇ
καὶ
Ἀρχίππῳ
τῷ
συστρατιώτῃ
ἡμῶν
καὶ
τῇ
κατ’
οἶκόν
σου
ἐκκλησίᾳ
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ
Εὐχαριστῶ
τῷ
θεῷ
μου
πάντοτε
μνείαν
σου
ποιούμενος
ἐπὶ
τῶν... |
oga | pta9999.pta081.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ
ΕΒΡΑΙΟΥΣ
Πολυμερῶς
καὶ
πολυτρόπως
πάλαι
ὁ
θεὸς
λαλήσας
τοῖς
πατράσιν
ἐν
τοῖς
προφήταις
ἐπ’
ἐσχάτου
τῶν
ἡμερῶν
τούτων
ἐλάλησεν
ἡμῖν
ἐν
υἱῷ
ὃν
ἔθηκεν
κληρονόμον
πάντων
δι’
οὗ
καὶ
ἐποίησεν
τοὺς
αἰῶνας
τοὺς αἰῶνας ἐποίησεν
ὃς
ὢν
ἀπαύγασμα
τῆς
δόξης
καὶ
χαρακτὴρ
τῆς
ὑποστάσεως
αὐτοῦ
φέρων
τε
τὰ
πάντα
τῷ
ῥήματι
τῆς
δυνά... |
oga | pta9999.pta083.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΕΤΡΟΥ
Α
Πέτρος
ἀπόστολος
Ἰησοῦ
Χριστοῦ
ἐκλεκτοῖς
παρεπιδήμοις
διασπορᾶς
Πόντου
Γαλατίας
Καππαδοκίας
Ἀσίας
καὶ
Βιθυνίας
κατὰ
πρόγνωσιν
θεοῦ
πατρός
ἐν
ἁγιασμῷ
πνεύματος
εἰς
ὑπακοὴν
καὶ
ῥαντισμὸν
αἵματος
Ἰησοῦ
Χριστοῦ
χάρις
ὑμῖν
καὶ
εἰρήνη
πληθυνθείη
Εὐλογητὸς
ὁ
θεὸς
καὶ
πατὴρ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
ὁ
κατὰ
τὸ
πολὺ... |
oga | pta9999.pta085.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΙΩΑΝΝΟΥ
Α
Ὃ
ἦν
ἀπ’
ἀρχῆς
ὃ
ἀκηκόαμεν
ὃ
ἑωράκαμεν
τοῖς
ὀφθαλμοῖς
ἡμῶν
ὃ
ἐθεασάμεθα
καὶ
αἱ
χεῖρες
ἡμῶν
ἐψηλάφησαν
περὶ
τοῦ
λόγου
τῆς
ζωῆς
καὶ
ἡ
ζωὴ
ἐφανερώθη
καὶ
ἑωράκαμεν
καὶ
μαρτυροῦμεν
καὶ
ἀπαγγέλλομεν
ὑμῖν
τὴν
ζωὴν
τὴν
αἰώνιον
ἥτις
ἦν
πρὸς
τὸν
πατέρα
καὶ
ἐφανερώθη
ἡμῖν
ὃ
ἑωράκαμεν
καὶ
ἀκηκόαμεν
ἀπαγγέλλομεν
καὶ
ὑμῖν
... |
oga | pta9999.pta086.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΙΩΑΝΝΟΥ
Β
Ὁ
πρεσβύτερος
ἐκλεκτῇ
κυρίᾳ
καὶ
τοῖς
τέκνοις
αὐτῆς
οὓς
ἐγὼ
ἀγαπῶ
ἐν
ἀληθείᾳ
καὶ
οὐκ
ἐγὼ
μόνος
ἀλλὰ
καὶ
πάντες
οἱ
ἐγνωκότες
τὴν
ἀλήθειαν
διὰ
τὴν
ἀλήθειαν
τὴν
μένουσαν
ἐν
ἡμῖν
καὶ
μεθ’
ἡμῶν
ἔσται
εἰς
τὸν
αἰῶνα
ἔσται
μεθ’
ἡμῶν
χάρις
ἔλεος
εἰρήνη
παρὰ
θεοῦ
πατρός
καὶ
παρὰ
κυρίου
Ἰησοῦ
Χριστοῦ
τοῦ
υἱοῦ
τοῦ
πατρός... |
oga | pta9999.pta087.pta-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΙΩΑΝΝΟΥ
Γ
Ὁ
πρεσβύτερος
Γαΐῳ
τῷ
ἀγαπητῷ
ὃν
ἐγὼ
ἀγαπῶ
ἐν
ἀληθείᾳ
Ἀγαπητέ
περὶ
πάντων
εὔχομαί
σε
εὐοδοῦσθαι
καὶ
ὑγιαίνειν
καθὼς
εὐοδοῦταί
σου
ἡ
ψυχή
ἐχάρην
γὰρ
λίαν
ἐρχομένων
ἀδελφῶν
καὶ
μαρτυρούντων
σου
τῇ
ἀληθείᾳ
καθὼς
σὺ
ἐν
ἀληθείᾳ
περιπατεῖς
μειζοτέραν
τούτων
οὐκ
ἔχω
χαράν
χάριν
ἵνα
ἀκούω
τὰ
ἐμὰ
τέκνα
ἐν
τῇ
ἀληθείᾳ
π... |
oga | tlg0013.tlg012.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἥραν
Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
Ζην?̀ς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. |
oga | tlg0013.tlg016.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἀσκληπιόν
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν,
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ’ ἀνθρώποισι, κακῶν θελκτῆρ’ ὀδυνάων.καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ ς’
ἀοιδῇ. |
oga | tlg0014.tlg007.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶται τοὺς ὑπὲρ τῶν δικαίων πρὸς ὑμᾶς λέγοντας, κωλύσουσι συμβούλους ἡμᾶς γίγνεσθαι ὑπὲρ τῶν ὑμῖν συμφερόντων· δεινὸν γὰρ ἂν εἴη, εἰ τὴν ἐπὶ τοῦ βήματος παρρησίαν αἱ παρ’ ἐκείνου πεμπόμεναι ἐπιστολαὶ ἀνέλοιεν. ἐγὼ δ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλομαι πρῶτον μὲ... |
oga | tlg0027.tlg002.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μέν, ὦ ἄνδρες, ἐν ἑτέρῳ τῳ πράγματι οἱ παριόντες μὴ τὴν αὐτὴν γνώμην ἔχοντες πάντες ἐφαίνοντο, οὐδὲν ἂν θαυμαστὸν ἐνόμιζον· ὅπου μέντοι δεῖ τὴν πόλιν ἐμέ τι ποιῆσαι ἀγαθόν, ἢ εἴ τις ἕτερος βούλοιτο ἐμοῦ κακίων, δεινότατον ἁπάντων χρημάτων ἡγοῦμαι, εἰ τῷ μὲν δοκεῖ ταῦτα τῷ δὲ μή, ἀλλὰ μὴ πᾶσιν ὁμοίως. εἴπερ γὰρ ἡ πόλ... |
oga | tlg0062.tlg028.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | καὶ μὴν ἐναντίον ἐστὶν οὗ ἐθέλεις ὃ νῦν ποιεῖς. οἴει μὲν γὰρ ἐν παιδείᾳ καὶ αὐτὸς εἶναί τις δόξειν σπουδῇ συνωνούμενος τὰ κάλλιστα τῶν βιβλίων· τὸ δέ σοι περὶ τὰ κάτω χωρεῖ, καὶ ἔλεγχος γίγνεται τῆς ἀπαιδευσίας πως τοῦτο. μάλιστα δὲ οὐδὲ τὰ κάλλιστα ὠνῇ, ἀλλὰ πιστεύεις τοῖς ὡς ἔτυχεν ἐπαινοῦσι καὶ ἕρμαιον εἶ τῶν τὰ τοι... |
oga | tlg0062.tlg047.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πόθεν, ὦ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφ’ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα.ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε· τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντ... |
oga | tlg0081.tlg011.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐγὼ μέν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλί... |
oga | tlg0540.tlg004.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | θαυμαστόν γε, ὦ βουλή, τὸ διαμάχεσθαι περὶ τούτου, ὡς οὐκ ἐγένοντο ἡμῖν διαλλαγαί,
καὶ τὸ μὲν ζεῦγος καὶ τὰ ἀνδράποδα, καὶ ὅσα ἐξ ἀγροῦ κατὰ τὴν ἀντίδοσιν ἔλαβε, μὴ ἂν δύνασθαι ἀρνηθῆναι ὡς οὐκ ἀπέδωκε,
φανερῶς δὲ περὶ πάντων διαλελυμένον ἀρνεῖσθαι τὰ περὶ τῆς ἀνθρώπου, μὴ κοινῇ ἡμᾶς χρῆσθαι
συγχωρῆσαι.καὶ τὴν μὲν ἀντί... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.