source stringclasses 9
values | id stringlengths 5 105 | license stringclasses 5
values | tier stringclasses 1
value | orig_band stringclasses 2
values | clean float64 0.99 1 | text stringlengths 47 4.36M |
|---|---|---|---|---|---|---|
oga | tlg0013.tlg008.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἄρεα
Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι... |
oga | tlg0013.tlg009.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἄρτεμιν
Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ’ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ’ ἀργυρότοξος Ἀπόλλων
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ·αὐτὰρ ἐγώ σε πρῶτ... |
oga | tlg0013.tlg010.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἀφροδίτην
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |
oga | tlg0013.tlg011.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἀθήναν
Παλλάδ’ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ’ ἀείδειν,
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ’ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.χαῖρε, θεά, δὸς δ’ ἄμμι τύχην εὐδαιμονίην τε. |
oga | tlg0013.tlg014.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Μητέρα Θεῶν
μητέρα μοι πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ’ ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
οὔρεά τ’ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ. |
oga | tlg0013.tlg015.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἡρακλέα Λεοντόθυμον
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ’ ἄριστον
γείνατ’ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ’ Εὐρυσθῆος ἄνακτος
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ ἀνέτλη·νῦν δ’ ἤδη κατὰ καλὸν ἕδος νιφόεν... |
oga | tlg0013.tlg017.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Διοσκούρους
Κάστορα καὶ Πολυδεύκε ἀείσεο, Μοῦσα λίγεια,
Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·τοὺς ὑπὸ Ταϋγέτου κορυφῇς τέκε πότνια Λήδη
λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων. |
oga | tlg0013.tlg018.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἑρμῆν
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
Ἄτλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
εὖτε κατὰ γλυκὺς ὕπνος ... |
oga | tlg0013.tlg020.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἥφαιστον
Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ’ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.νῦν δὲ δι’ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.ἀλλ’ ἵληθ ... |
oga | tlg0013.tlg021.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἀπόλλωνα
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει,
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
Πηνειόν· σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ ς’ ἀοιδῇ. |
oga | tlg0013.tlg022.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ποσειδῶνα
ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομ’ ἀείδειν,
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
πόντιον, ὅσθ’ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
ἵππων τε δμητῆρ’ ἔμεναι σωτῆρά τε νηῶν.χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε. |
oga | tlg0013.tlg024.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἑστίαν
ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·ἔρχεο τόνδ’ ἀνὰ οἶκον, ἕν’ ἔρχεο θυμὸν ἔχουσα
σὺν Διὶ μητιόεντι· χάριν δ’ ἅμ’ ὄπασσον ἀοιδῇ. |
oga | tlg0013.tlg025.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Μούσας Καὶ Ἀπόλλωνα
μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες· ὃ δ’ ὄλβιος, ὅν τινα Μοῦσαι
φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ’ ἀοιδήν·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ... |
oga | tlg0013.tlg026.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Διόνυσον
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ’ ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
Νύσης ἐν γυάλοις· ὃ δ’ ἀέξετο πατρὸς ἕκητι
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε... |
oga | tlg0013.tlg027.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἄρτεμιν
Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρ... |
oga | tlg0013.tlg028.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἀθήναν
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
... |
oga | tlg0013.tlg029.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Ἑστίαν
ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μα... |
oga | tlg0013.tlg030.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Γῆν Μητέρα Πάντων
γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ’ ὁπός’ ἐστίν,
ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ’ ὅσα πόντον
ἠδ’ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.ἐκ σέο δ’ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
πότνια, σεῦ δ’ ἔχεται δοῦναι βίον ἠδ’ ἀφελέσθαι
θνητοῖς ἀνθρώποισιν· ὃ... |
oga | tlg0013.tlg032.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εἲς Σελήνην
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ’ ἀθανάτοιο, πολὺς δ’ ὑπὸ κόσμος ὄρωρεν
αἴγλης λαμπούσης· στίλβει δέ τ’ ἀλάμπετος ἀὴρ
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ’ ἐνδιάονται,
εὖτ’ ἂν ἀπ’ Ὠκεανοῖο λοεσσαμένη χρόα κ... |
oga | tlg0014.tlg001.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει περὶ ὧν νυνὶ σκοπεῖτε. ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει, προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων συμβουλεύειν· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ’ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑ... |
oga | tlg0014.tlg002.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, οὐχ ἥκιστα δ’ ἐν τοῖς παροῦσι πράγμασι· τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι καὶ χώραν ὅμορον καὶ δύναμίν τινα κεκτημένους, καὶ τὸ μέγιστον ἁπάντων, τὴν ὑπὲρ τοῦ πολέμου γνώμην τοιαύτην ἔχοντας ὥστε τ... |
oga | tlg0014.tlg003.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐχὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τ’ εἰς τὰ πράγματ’ ἀποβλέψω καὶ ὅταν πρὸς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους περὶ τοῦ τιμωρήσασθαι Φίλιππον ὁρῶ γιγνομένους, τὰ δὲ πράγματ’ εἰς τοῦτο προήκοντα, ὥσθ’ ὅπως μὴ πεισόμεθ’ αὐτοὶ πρότερον κακῶς σκέψασθαι δέον. οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν ο... |
oga | tlg0014.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔχοντα καὶ ταραχὴν οὐ μόνον τῷ πολλὰ προεῖσθαι καὶ μηδὲν εἶναι προὔργου περὶ αὐτῶν εὖ λέγειν, ἀλλὰ καὶ περὶ τῶν ὑπολοίπων κατὰ ταὐτὰ μηδὲ καθ’ ἓν τὸ συμφέρον πάντας ἡγεῖσθαι, ἀλλὰ τοῖς μὲν ὡδί, τοῖς δ’ ἑτέρως δοκεῖν.δυσκόλου δ’ ὄντος φύσει καὶ χαλεποῦ τοῦ... |
oga | tlg0014.tlg006.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅταν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγοι γίγνωνται περὶ ὧν Φίλιππος πράττει καὶ βιάζεται παρὰ τὴν εἰρήνην, ἀεὶ τοὺς ὑπὲρ ἡμῶν λόγους καὶ δικαίους καὶ φιλανθρώπους ὁρῶ φαινομένους, καὶ λέγειν μὲν ἅπαντας ἀεὶ τὰ δέοντα δοκοῦντας τοὺς κατηγοροῦντας Φιλίππου, γιγνόμενον δ’ οὐδὲν ὡς ἔπος εἰπεῖν τῶν δεόντων, οὐδ’ ὧν εἵνεκα ταῦτ’ ἀκούε... |
oga | tlg0014.tlg008.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι λόγον μηδένα μήτε πρὸς χάριν, ἀλλ’ ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτ’ ἀποφαίνεσθαι, ἄλλως τε καὶ περὶ κοινῶν πραγμάτων καὶ μεγάλων ὑμῶν βουλευομένων· ἐπεὶ δ’ ἔνιοι τὰ μὲν φιλονικίᾳ, τὰ δ’ ᾑτινιδήποτ’ αἰτίᾳ προάγονται λέγειν, ὑμᾶς, ὦ ἄνδρες Ἀθη... |
oga | tlg0014.tlg011.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ’
ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν· ἐπειδὴ γὰρ Φαρσαλίοις Ἅλον
παρέδωκε καὶ τὰ περὶ Φωκέας διῳκήσατο καὶ τὴν Θρᾴκην κατεστρέψατο πᾶσαν, αἰτίας
οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ
πρὸς τ... |
oga | tlg0014.tlg012.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἐπειδὴ πολλάκις μου πρέσβεις
ἀποστείλαντος, ἵν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν
ἐποιεῖσθ’ ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ
θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν
ἐστιν ὑπὲρ ἁ... |
oga | tlg0014.tlg013.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθ ὦ ἄνδρες
Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτ’ ἐπιτιμήσαντα τοῖς νέμουσι
καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν
πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθ’ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρ’
ἐν χ... |
oga | tlg0014.tlg014.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι
δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γ’ ἐκείνοις οὓς
ἐγκωμιάζουσι ποιεῖν· περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδ’ εἷς ἀξίως
ἐφικέσθαι τῷ λόγῳ δύναιτο, αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι λέγειν δόξαν
ἐκφέρονται, τὴν δ’ ἐκείνων ... |
oga | tlg0014.tlg015.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οἶμαι δεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν
ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δ’ οὐδεπώποθ’ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ
βέλτισθ’ ὑμᾶς ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε,
ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ’ ἴσον τοῦ
πραχθῆναι ἀπ... |
oga | tlg0014.tlg017.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις
διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν· οἶμαι γὰρ οὐδὲν οὕτω
τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ τὸ δίκαιον σπουδάζειν. δεῖ
τοίνυν τοὺς λίαν ἐπ’ αὐτὰ παρακαλοῦντας μὴ τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν,
πάντα... |
oga | tlg0014.tlg022.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ’ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρ’ οἷός τ’ ὦ. συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτ’ εἶναι τῶν ἐμοὶ γεγενημένων δι’ Ἀνδροτίωνος πραγμά... |
oga | tlg0014.tlg026.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅτι μὲν τοίνυν καὶ ὀφείλει τῷ δημοσίῳ Ἀριστογείτων οὑτοσὶ καὶ οὐκ ἔστιν ἐπίτιμος, καὶ οἱ νόμοι διαρρήδην ἀπαγορεύουσιν μὴ ἐξεῖναι λέγειν τοῖς τοιούτοις, φανερῶς ἐπιδέδεικται, ὦ ἄνδρες Ἀθηναῖοι. δεῖ δ’ ὑμᾶς ἅπαντας μὲν ἀπείργειν καὶ κωλύειν τοὺς παρανομοῦντας, πολὺ δὲ μάλιστα τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας καὶ τοὺς πολιτευομ... |
oga | tlg0014.tlg030.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντ’ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλ’ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην.τ... |
oga | tlg0014.tlg031.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὃ παρέλιπον ἐν τῷ προτέρῳ λόγῳ τεκμήριον, οὐδενὸς τῶν εἰρημένων ἔλαττον, τοῦ μὴ δεδωκέναι τὴν προῖκα τούτους Ἀφόβῳ, τοῦτο πρῶτον εἰπών, μετὰ τοῦτο καὶ περὶ ὧν οὗτος ἔψευσται πρὸς ὑμᾶς ἐξελέγχειν αὐτὸν πειράσομαι. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τὸ πρῶτον ὅτε τῶν Ἀφόβου διενοεῖτ’ ἀμφισβητεῖν, οὐχὶ τάλαντον ἔφη τὴν προῖκα,... |
oga | tlg0014.tlg033.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | τοῖς μὲν ἐμπόροις, ὦ ἄνδρες δικασταί, καὶ τοῖς ναυκλήροις κελεύει ὁ νόμος εἶναι τὰς δίκας πρὸς τοὺς θεσμοθέτας, ἐάν τι ἀδικῶνται ἐν τῷ ἐμπορίῳ ἢ ἐνθένδε ποι πλέοντες ἢ ἑτέρωθεν δεῦρο, καὶ τοῖς ἀδικοῦσιν δεσμὸν ἔταξεν τοὐπιτίμιον, ἕως ἂν ἐκτείσωσιν ὅ τι ἂν αὐτῶν καταγνωσθῇ, ἵνα μηδεὶς ἀδικῇ μηδένα τῶν ἐμπόρων εἰκῇ.τοῖς ... |
oga | tlg0014.tlg038.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατ’ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.δεήσομαι δὲ καὶ δίκαια καὶ μέτρι’ ὑμῶν ἁπάντων, πρῶτον ... |
oga | tlg0014.tlg039.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐδεμιᾷ φιλοπραγμοσύνῃ μὰ τοὺς θεούς, ὦ ἄνδρες δικασταί, τὴν δίκην ταύτην ἔλαχον Βοιωτῷ, οὐδ’ ἠγνόουν ὅτι πολλοῖς ἄτοπον δόξει τὸ δίκην ἐμὲ λαγχάνειν, εἴ τις ἐμοὶ ταὐτὸν ὄνομ’ οἴεται δεῖν ἔχειν· ἀλλ’ ἀναγκαῖον ἦν ἐκ τῶν συμβησομένων, εἰ μὴ τοῦτο διορθώσομαι, ἐν ὑμῖν κριθῆναι.εἰ μὲν οὖν ἑτέρου τινὸς οὗτος ἔφη πατρὸς εἶν... |
oga | tlg0014.tlg040.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πάντων ἐστὶν ἀνιαρότατον, ὦ ἄνδρες δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινῶν, τῷ δ’ ἔργῳ ἐχθροὺς ἔχῃ τούτους, καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπ’ αὐτῶν εἰσιέναι εἰς δικαστήριον, ὃ νῦν ἐμοὶ συμβέβηκεν.οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου... |
oga | tlg0014.tlg044.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | αἴτιος μέν ἐστι Λεωχάρης οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῦ καὶ αὐτὸς κρίνεσθαι καὶ ἐμὲ νεώτερον ὄντα λέγειν ἐν ὑμῖν, ἀξιῶν κληρονομεῖν ὧν οὐ προσῆκεν αὐτῷ, καὶ ὑπὲρ τούτων ψευδῆ διαμαρτυρίαν πρὸς τῷ ἄρχοντι ποιησάμενος.ἡμῖν μὲν γὰρ ἀναγκαῖον ἦν, τοῦ νόμου τὰς ἀγχιστείας τοῖς ἐγγυτάτω γένους ἀποδιδόντος, οὖσιν οἰκείοις Ἀρχ... |
oga | tlg0014.tlg046.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ ὅ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ὦ ἄνδρες δικασταί. πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί· ἅμα τ’ εἰκό... |
oga | tlg0014.tlg048.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἀναγκαῖον ἴσως ἐστίν, ὦ ἄνδρες δικασταί, καὶ τοὺς μὴ εἰωθότας μηδὲ δυναμένους εἰπεῖν εἰσιέναι εἰς δικαστήριον, ἐπειδὰν ὑπό τινος ἀδικῶνται, ἄλλως τε καὶ ὑφ’ ὧν ἥκιστα προσῆκεν ἀδικεῖσθαι, οἷον καὶ ἐμοὶ νυνὶ συμβαίνει. οὐ βουλόμενος γάρ, ὦ ἄνδρες δικασταί, ἀγωνίζεσθαι πρὸς Ὀλυμπιόδωρον οἰκεῖον ὄντα καὶ ἀδελφὴν τούτου ἔχ... |
oga | tlg0014.tlg051.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμ’ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτ’ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι.θαυμάζ... |
oga | tlg0014.tlg054.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με, ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί. πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων, οἷς συνεβουλευόμην, ἔνοχον μὲν φασκόντων αὐτὸν... |
oga | tlg0014.tlg055.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐκ ἦν ἄρ ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον οὐδὲν ἢ γείτονος πονηροῦ καὶ πλεονέκτου τυχεῖν, ὅπερ ἐμοὶ νυνὶ συμβέβηκεν. ἐπιθυμήσας γὰρ τῶν χωρίων μου Καλλικλῆς οὕτω διατέθηκέν με συκοφαντῶν, ὥστε πρῶτον μὲν τὸν ἀνεψιὸν τὸν ἑαυτοῦ κατεσκεύασεν ἀμφισβητεῖν μοι τῶν χωρίων,
ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτ... |
oga | tlg0014.tlg056.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ἄνδρες δικασταί. συμβαίνει δ’ ἡμῖν τοῖς τὴν κατὰ θάλατταν ἐργασίαν προῃρημένοις καὶ τὰ ἡμέτερ’ αὐτῶν ἐγχειρίζουσιν ἑτέροις ἐκεῖνο μὲν σαφῶς εἰδέναι, ὅτι ὁ δανειζόμενος ἐν παντὶ προέχει ἡμῶν. λαβὼν γὰρ ἀργύριον φανερὸν καὶ ὁμολογούμενον, ἐν γραμματειδίῳ δυοῖν χαλκοῖν ἐωνημένῳ καὶ βυ... |
oga | tlg0014.tlg058.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | τοῦ πατρὸς ἡμῶν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχήσαντος πρὸς τὴν πόλιν καὶ ὀφλόντος δέκα τάλαντα, καὶ τούτου διπλοῦ γεγενημένου ὥστε μηδ’ ἐλπίδα ἡμῖν εἶναι σωτηρίας μηδεμίαν, ἡγησάμην δεῖν ἐπὶ τῷ τιμωρεῖσθαι μεθ’ ὑμῶν τοῦτον μήτε ἡλικίαν μήτε ἄλλο μηδὲν ὑπολογισάμενος δοῦναι τὴν ἔνδειξιν ταύτην.καὶ γὰρ ὁ ... |
oga | tlg0014.tlg060.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν ἐπ’ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὕρισκον ὄν. οἳ ... |
oga | tlg0017.tlg011.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ὑπόθεσις
Ἁγνίας τις εἶχεν ἀνεψιοὺς πολλούς, Θεόπομπον καὶ τὸν ἀδελφὸν αὐτοῦ Στρατοκλέα καὶ Στρατίον καὶ Εὐβουλίδην. οὗτος μέλλων τελευτᾶν ἐποιήσατο θετὴν ἑαυτῷ θυγατέρα, κελεύσας ἐν ταῖς διαθήκαις, εἴ τι πάθοι ἡ θυγάτηρ, ἔρχεσθαι τὸν κλῆρον εἰς Γλαύκωνα, ἀδελφὸν αὐτοῦ τυγχάνοντα ὁμομήτριον. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαν... |
oga | tlg0027.tlg004.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπ... |
oga | tlg0028.tlg001.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | νέος μὲν καὶ ἄπειρος δικῶν ἔγωγε ἔτι, δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι περὶ τοῦ πράγματος, ὦ ἄνδρες, τοῦτο μὲν εἰ ἐπισκήψαντος τοῦ πατρὸς ἐπεξελθεῖν τοῖς αὑτοῦ φονεῦσι μὴ ἐπέξειμι, τοῦτο δὲ εἰ ἐπεξιόντι ἀναγκαίως ἔχει οἷς ἥκιστα ἐχρῆν ἐν διαφορᾷ καταστῆναι, ἀδελφοῖς ὁμοπατρίοις καὶ μητρὶ ἀδελφῶν.ἡ γὰρ τύχη καὶ αὐτοὶ οὗτοι... |
oga | tlg0028.tlg003.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Κατηγορία φόνου
τὰ μὲν ὁμολογούμενα τῶν πραγμάτων ὑπό τε τοῦ νόμου κατακέκριται ὑπό τε τῶν ψηφισαμένων, οἳ κύριοι πάσης τῆς πολιτείας εἰσίν· ἐὰν δέ τι ἀμφισβητήσιμον ᾖ, τοῦτο ὑμῖν, ὦ ἄνδρες πολῖται, προστέτακται διαγνῶναι. οἶμαι μὲν οὖν οὐδὲ ἀμφισβητήσειν πρὸς ἐμὲ τὸν διωκόμενον· ὁ γὰρ παῖς μου ἐν γυμνασίῳ ἀκοντισθεὶς ... |
oga | tlg0028.tlg004.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Κατηγορία φόνου
νενόμισται μὲν ὀρθῶς τὰς φονικὰς δίκας περὶ πλείστου τοὺς κρίνοντας ποιεῖσθαι διώκειν τε καὶ μαρτυρεῖν κατὰ τὸ δίκαιον, μήτε τοὺς ἐνόχους ἀφιέντας μήτε τοὺς καθαροὺς εἰς ἀγῶνα καθιστάντας.ὅτε γὰρ ὁ θεὸς βουλόμενος ποιῆσαι τὸ ἀνθρώπινον φῦλον τοὺς πρώτους γενομένους ἔφυσεν ἡμῶν, τροφέας τε καὶ σωτῆρας πα... |
oga | tlg0028.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐβουλόμην μέν, ὦ ἄνδρες, τὴν δύναμιν τοῦ λέγειν καὶ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐξ ἴσου μοι καθεστάναι τῇ τε συμφορᾷ καὶ τοῖς κακοῖς τοῖς γεγενημένοις· νῦν δὲ τοῦ μὲν πεπείραμαι πέρᾳ τοῦ προσήκοντος, τοῦ δὲ ἐνδεής εἰμι μᾶλλον τοῦ συμφέροντος.οὗ μὲν γάρ με ἔδει κακοπαθεῖν τῷ σώματι μετὰ τῆς αἰτίας τῆς οὐ προσηκούσης, ἐν... |
oga | tlg0029.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πάνθ ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυμασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. ὁ γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ ... |
oga | tlg0031.tlg010.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος
θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς
ἐν Χριστῷ Ἰησοῦ·χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς
ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ
ἐν τοῖς ἐπουρανίοις ἐν Χρι... |
oga | tlg0031.tlg013.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
ΠΑΥΛΟΣ ΚΑΙ ΣΙΛΟΥΑΝΌΣ ΚΑΙ ΤΙΜΟΘΕΟΣ
τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ
Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη.Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν
μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
ἀδιαλείπτως
μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ
κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομον... |
oga | tlg0031.tlg018.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΑΥΛΟΣ δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ
ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
καὶ
Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν
καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·χάρις ὑμῖν καὶ εἰρήνη
ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος
ἐπὶ τῶν προσευχ... |
oga | tlg0032.tlg003.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἤκουσα δέ ποτε αὐτοῦ καὶ περὶ οἰκονομίας
τοιάδε διαλεγομένου· εἰπέ μοι, ἔφη, ὦ Κριτόβουλε, ἆρά γε ἡ οἰκονομία
ἐπιστήμης τινὸς ὄνομά ἐστιν, ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ χαλκευτικὴ καὶ ἡ
τεκτονική; ἔμοιγε δοκεῖ, ἔφη ὁ Κριτόβουλος.ἦ καὶ ὥσπερ τούτων τῶν τεχνῶν ἔχοιμεν ἂν εἰπεῖν ὅ τι ἔργον ἑκάστης, οὕτω καὶ
τῆς οἰκονομίας δυναίμε... |
oga | tlg0032.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ
ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς
τελευτῆς τοῦ βίου. γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς
μεγαληγορίας αὐτοῦ· ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους. ἀλλ’ ὅτι
ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τ... |
oga | tlg0032.tlg008.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Σιμωνίδης ὁ ποιητὴς ἀφίκετό ποτε πρὸς Ἱέρωνα
τὸν τύραννον. σχολῆς δὲ γενομένης ἀμφοῖν εἶπεν ὁ Σιμωνίδης· ἆρ’ ἄν μοι
ἐθελήσαις, ὦ Ἱέρων, διηγήσασθαι ἃ εἰκὸς εἰδέναι σε βέλτιον ἐμοῦ; καὶ ποῖα
ταῦτ’ ἐστίν, ἔφη ὁ Ἱέρων, ὁποῖα δὴ ἐγὼ βέλτιον ἂν εἰδείην σοῦ οὕτως ὄντος
σοφοῦ ἀνδρός;οἶδά σε, ἔφη, ἐγὼ καὶ ἰδιώτην γεγενημένον κ... |
oga | tlg0032.tlg009.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | οἶδα μὲν ὅτι τῆς Ἀγησιλάου ἀρετῆς τε καὶ δόξης
οὐ ῥᾴδιον ἄξιον ἔπαινον γράψαι, ὅμως δ’ ἐγχειρητέον. οὐ γὰρ ἂν καλῶς ἔχοι εἰ
ὅτι τελέως ἀνὴρ ἀγαθὸς ἐγένετο, διὰ τοῦτο οὐδὲ μειόνων ἂν τυγχάνοι ἐπαίνων.περὶ μὲν οὖν εὐγενείας αὐτοῦ τί ἄν τις μεῖζον καὶ κάλλιον εἰπεῖν ἔχοι ἢ ὅτι
ἔτι καὶ νῦν τοῖς προγόνοις ὀνομαζομένοις ἀπομ... |
oga | tlg0032.tlg013.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐπειδὴ διὰ τὸ συμβῆναι ἡμῖν πολὺν χρόνον
ἱππεύειν οἰόμεθα ἔμπειροι ἱππικῆς γεγενῆσθαι, βουλόμεθα καὶ τοῖς νεωτέροις
τῶν φίλων δηλῶσαι ᾗ ἂν νομίζομεν αὐτοὺς ὀρθότατα ἵπποις προσφέρεσθαι.συνέγραψε μὲν οὖν καὶ Σίμων περὶ ἱππικῆς, ὃς καὶ τὸν κατὰ τὸ Ἐλευσίνιον
Ἀθήνησιν ἵππον χαλκοῦν ἀνέθηκε καὶ ἐν τῷ βάθρῳ τὰ ἑαυτοῦ ἔργα ἐ... |
oga | tlg0035.tlg001.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΕΡΩΣ ΔΡΑΠΕΤΗΣ
Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.χρῶτα μὲν οὐ λευκὸς,... |
oga | tlg0059.tlg001.perseus-grc1 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Εὐθύφρων
ΕΥΘ.τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει πρὸς τὸν βασιλέα ὥσπερ ἐμοί.ΣΩ.οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.ΕΥΘ.τί φῄς; γραφὴν σέ τις, ὡς ἔοικε, γ... |
oga | tlg0059.tlg009.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐπειδὴ Ἀθήναζε οἴκοθεν ἐκ Κλαζομενῶν ἀφικόμεθα, κατ’ ἀγορὰν ἐνετύχομεν Ἀδειμάντῳ τε καὶ Γλαύκωνι· καί μου λαβόμενος τῆς χειρὸς ὁ Ἀδείμαντος, Χαῖρ ἔφη, ὦ Κέφαλε, καὶ εἴ του δέῃ τῶν τῇδε ὧν ἡμεῖς δυνατοί, φράζε.ἀλλὰ μὲν δή, εἶπον ἐγώ, πάρειμί γε ἐπ’ αὐτὸ τοῦτο, δεησόμενος ὑμῶν.λέγοις ἄν, ἔφη, τὴν δέησιν.καὶ ἐγὼ εἶπον· τῷ... |
oga | tlg0059.tlg012.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Φαῖδρος
ΣΩ.ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;ΦΑΙ.παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους· συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς δρόμοις.ΣΩ.καλῶς... |
oga | tlg0059.tlg014.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἀλκιβιάδης β
ΣΩ.ὦ Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος πορεύῃ;ΑΛ.πάνυ μὲν οὖν, ὦ Σώκρατες.ΣΩ.φαίνῃ γέ τοι ἐσκυθρωπακέναι τε καὶ εἰς γῆν βλέπειν, ὥς τι συννοούμενος.ΑΛ.καὶ τί ἄν τις συννοοῖτο, ὦ Σώκρατες;ΣΩ.τὴν μεγίστην, ὦ Ἀλκιβιάδη, σύννοιαν, ὥς γ’ ἐμοὶ δοκεῖ. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, ἃ τυγχάν... |
oga | tlg0059.tlg015.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΣΩ.τί γὰρ τὸ φιλοκερδές; τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς;ΕΤ.ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων.ΣΩ.πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες; εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς.ΕΤ.ἀλλ’ οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ πονηροὺς ... |
oga | tlg0059.tlg016.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς. ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον. ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου
ἢ περὶ Οἰνοπίδου ἐρίζειν· κύκλους γοῦν γράφειν... |
oga | tlg0059.tlg018.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἥκομεν τῇ προτεραίᾳ ἑσπέρας ἐκ Ποτειδαίας ἀπὸ τοῦ στρατοπέδου, οἷον δὲ διὰ χρόνου ἀφιγμένος ἁσμένως ᾖα ἐπὶ τὰς συνήθεις διατριβάς. καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους. καί με ὡς εἶδ... |
oga | tlg0059.tlg019.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΛΥ.τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, ὦ Νικία τε καὶ Λάχης· οὗ δ’ ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώ τε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν δ’ ἐροῦμεν. ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι. εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν τις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν ἃ νο... |
oga | tlg0059.tlg021.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΚΡ.τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστ’ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τ’ ἦ ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν;ΣΩ.πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύ’ ἤστην.ΚΡ.ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς ... |
oga | tlg0059.tlg022.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΕΤ.πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γ’ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.ΣΩ.εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ π... |
oga | tlg0059.tlg026.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΕΥ.σὺ δὲ δὴ τί σιγᾷς, ὦ Σώκρατες, Ἱππίου τοσαῦτα ἐπιδειξαμένου, καὶ οὐχὶ ἢ συνεπαινεῖς τι τῶν εἰρημένων ἢ καὶ ἐλέγχεις, εἴ τί σοι μὴ καλῶς δοκεῖ εἰρηκέναι; ἄλλως τε ἐπειδὴ καὶ αὐτοὶ λελείμμεθα, οἳ μάλιστ’ ἂν ἀντιποιησαίμεθα μετεῖναι ἡμῖν τῆς ἐν φιλοσοφίᾳ διατριβῆς.ΣΩ.καὶ μήν, ὦ Εὔδικε, ἔστι γε ἃ ἡδέως ἂν πυθοίμην Ἱππίο... |
oga | tlg0059.tlg029.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΣΩ.Κλειτοφῶντα τὸν Ἀριστωνύμου τις ἡμῖν διηγεῖτο ἔναγχος, ὅτι Λυσίᾳ διαλεγόμενος τὰς μὲν μετὰ Σωκράτους διατριβὰς ψέγοι, τὴν Θρασυμάχου δὲ συνουσίαν ὑπερεπαινοῖ.ΚΛΕΙ.ὅστις, ὦ Σώκρατες, οὐκ ὀρθῶς ἀπεμνημόνευέ σοι τοὺς ἐμοὶ περὶ σοῦ γενομένους λόγους πρὸς Λυσίαν· τὰ μὲν γὰρ ἔγωγε οὐκ ἐπῄνουν σε, τὰ δὲ καὶ ἐπῄνουν. ἐπεὶ δ... |
oga | tlg0059.tlg035.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΚΛ.πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστ’ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν. τὰ μὲν γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα... |
oga | tlg0062.tlg007.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Λουκιανὸς Νιγρίνῳ εὖ πράττειν.ἡ μὲν παροιμία φησίν, Γλαῦκα εἰς Ἀθήνας, ὡς γελοῖον ὂν εἴ τις ἐκεῖ κομίζοι γλαῦκας, ὅτι πολλαὶ παρ’ αὐτοῖς εἰσιν. ἐγὼ δ’ εἰ μὲν δύναμιν λόγων ἐπιδείξασθαι βουλόμενος ἔπειτα Νιγρίνῳ γράψας βιβλίον ἔπεμπον, εἰχόμην ἂν τῷ γελοίῳ γλαῦκας ὡς ἀληθῶς ἐμπορευόμενος· ἐπεὶ δὲ μόνην σοι δηλῶσαι τὴν ἐ... |
oga | tlg0062.tlg010.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει προτεθρυλημένον. ἆρ’ οὖν ἥδιον μὲν οὐδέν, σεμνότερον δέ τι καὶ θειότερον ἄλλο; καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ ἀναθρεψαμένη καὶ παιδευσαμένη. πόλεων μὲν οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυ... |
oga | tlg0062.tlg017.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐγὼ δέ, ὦ Ζεῦ, τὰ μὲν τοιαῦτα οὐκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ’ οὐ πάνυ ῥᾴδια παρασχεῖν· ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς... |
oga | tlg0062.tlg019.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἀλλὰ σέ, κάκιστε ἀλεκτρυών, ὁ Ζεὺς αὐτὸς ἐπιτρίψειε φθονερὸν οὕτω καὶ ὀξύφωνον ὄντα, ὅς με πλουτοῦντα καὶ ἡδίστῳ ὀνείρῳ συνόντα καὶ θαυμαστὴν εὐδαιμονίαν εὐδαιμονοῦντα διάτορόν τι καὶ γεγωνὸς ἀναβοήσας ἐπήγειρας, ὡς μηδὲ νύκτωρ γοῦν τὴν πολὺ σοῦ μιαρωτέραν πενίαν διαφύγοιμι. καίτοι εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε ἡσυχίᾳ π... |
oga | tlg0062.tlg020.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ὁ μὲν Καύκασος, ὦ Ἥφαιστε, οὗτος, ᾧ τὸν ἄθλιον τουτονὶ Τιτᾶνα προσηλῶσθαι δεήσει· περισκοπῶμεν δὲ ἤδη κρημνόν τινα ἐπιτήδειον, εἴ που τῆς χιόνος τι γυμνόν ἐστιν, ὡς βεβαιότερον καταπαγείη τὰ δεσμὰ καὶ οὗτος ἅπασι περιφανὴς εἴη κρεμάμενος.περισκοπῶμεν, ὦ Ἑρμῆ· οὔτε γὰρ ταπεινὸν καὶ πρόσγειον ἐσταυρῶσθαι χρή, ὡς μὴ ἐπαμύ... |
oga | tlg0062.tlg023.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | τί γελᾷς, ὦ Χάρων; ἢ τί τὸ πορθμεῖον ἀπολιπὼν δεῦρο ἀνελήλυθας εἰς τὴν ἡμετέραν οὐ πάνυ εἰωθὼς ἐπιχωριάζειν τοῖς ἄνω πράγμασιν;ἐπεθύμησα, ὦ Ἑρμῆ, ἰδεῖν ὁποῖά ἐστι τὰ ἐν τῷ βίῳ καὶ ἃ πράττουσιν οἱ ἄνθρωποι ἐν αὐτῷ ἢ τίνων στερούμενοι πάντες οἰμώζουσι κατιόντες παρ’ ἡμᾶς· οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευσεν. αἰτησάμενος... |
oga | tlg0062.tlg024.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς ... |
oga | tlg0062.tlg029.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἄρτι μὲν ἐπεπαύμην εἰς τὰ διδασκαλεῖα φοιτῶν ἤδη τὴν ἡλικίαν πρόσηβος ὤν, ὁ δὲ πατὴρ ἐσκοπεῖτο μετὰ τῶν φίλων ὅ τι καὶ διδάξαιτό με. τοῖς πλείστοις οὖν ἔδοξεν παιδεία μὲν καὶ πόνου πολλοῦ καὶ χρόνου μακροῦ καὶ δαπάνης οὐ μικρᾶς καὶ τύχης δεῖσθαι λαμπρᾶς, τὰ δ’ ἡμέτερα μικρά τε εἶναι καὶ ταχεῖάν τινα τὴν ἐπικουρίαν ἀπαι... |
oga | tlg0062.tlg032.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον — νέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳ — καὶ λέγε πρὸς αὐτόν, ὅτι
σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστίν· τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον.ὥρ... |
oga | tlg0062.tlg034.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ταῦτα δὲ ὑμῖν, ὦ Σόλων, τίνος ἕνεκα οἱ νέοι ποιοῦσιν; οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες. καίτοι κατ’ ἀρχὰς εὐθὺς ἀποδυσάμενοι — ἑώρων γάρ — λίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει. μ... |
oga | tlg0062.tlg056.perseus-grc3 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΗΡΟΔΟΤΟΣ Η ΑΙΤΙΩΝ
Ἡροδότου εἴθε μὲν καὶ τὰ ἄλλα μιμήσασθαι δυνατὸν
ἦν. οὐ πάντα φημὶ ὅσα προσῆν αὐτῷ
μεῖζον γὰρ εὐχῆς τοῦτό γε ἀλλὰ κἂν ἓν ἐκ τῶν
ἁπάντων—οἷον ἢ κάλλος τῶν λόγων ἢ ἁρμονίαν
αὐτῶν ἢ τὸ οἰκεῖον τῇ Ἰωνίᾳ καὶ προσφυὲς ἢ τῆς
γνώμης τὸ περιττὸν ἢ ὅσα μυρία καλὰ ἐκεῖνος
ἅμα πάντα συλλαβὼν ἔχει πέρα τῆς εἰς μίμ... |
oga | tlg0062.tlg058.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | χαλεπὸν μὲν ἄνθρωπον ὄντα δαίμονός τινος ἐπήρειαν διαφυγεῖν, πολὺ δὲ χαλεπώτερον ἀπολογίαν εὑρεῖν παραλόγου καὶ δαιμονίου πταίσματος, ἅπερ ἀμφότερα νῦν ἐμοὶ συμβέβηκεν, ὃς ἀφικόμενος παρὰ σέ, ὡς προσείποιμι τὸ ἑωθινόν, δέον τὴν συνήθη ταύτην φωνὴν ἀφεῖναι καὶ χαίρειν κελεύειν, ἐγὼ δὲ ὁ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν σε... |
oga | tlg0062.tlg059.perseus-grc3 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΑΠΟΛΟΓΙΑ
Πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ὦ καλὲ Σαβῖνε,
ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ
περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον· ὅτι μὲν
γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι
πρόδηλον. ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ
ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγνωσμένοις.εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν,... |
oga | tlg0062.tlg060.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἁρμονίδης ὁ αὐλητὴς ἤρετό ποτε Τιμόθεον διδάσκαλον αὐτοῦ ὄντα, Εἰπέ μοι, ἔφη, ὦ Τιμόθεε, πῶς ἄν ἔνδοξος γενοίμην ἐπὶ τῇ τέχνῃ; καὶ τί ποιοῦντα εἴσονταί με οἱ Ἕλληνες ἅπαντες; τὰ μὲν γὰρ ἄλλα εὖ ποιῶν ἐδιδάξω με ἤδη, ἁρμόσασθαι τὸν αὐλὸν ἐς τὸ ἀκριβὲς καὶ ἐμπνεῖν ἐς τὴν γλωσσίδα λεπτόν τι καὶ ἐμμελὲς καὶ ὑποβάλλειν τοὺς... |
oga | tlg0062.tlg062.perseus-grc3 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΣΕΥΘΗΣ Η ΠΡΌΞΕΝΟΣ
Οὐ πρῶτος
Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας
Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ
καὶ Τόξαρις πρὸς αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος
ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων,
οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν
πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ
δημοτικῶν, οἷοί εἰσι παρ' αὐτοῖς οἱ ὀκ... |
oga | tlg0062.tlg064.perseus-grc3 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ΠΡΟΣ ΤΟΝ ΕΙΠΟΝΤΑ, ΠΡΟΜΗΘΕΥΣ
ΕΙ ΕΝ ΛΟΓΟΙΣ
Οὐκοῦν Προμηθέα με εἶναι φής; εἰ μὲν κατὰ
τοῦτο, ὦ ἄριστε, ὡς πηλίνων κἀμοὶ τῶν ἔργων
ὄντων, γνωρίζω τὴν εἰκόνα καί φημι ὅμοιος εἶναι
αὐτῷ, οὐδ’ ἀναίνομαι πηλοπλάθος ἀκούειν, εἰ καὶ
φαυλότερος ἐμοὶ ὁ πηλὸς οἷος ἐκ τριόδου, βόρβορός
τις παρὰ μικρόν. εἰ δὲ ὑπερεπαινῶν τοὺς λόγους
... |
oga | tlg0081.tlg002.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | πολλὴν χάριν ἦν εἰδέναι τῷ καθ’ ἡμᾶς χρόνῳ δίκαιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω. ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ πρ... |
oga | tlg0086.tlg045.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ’ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ’ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ’ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ
ἀρ... |
oga | tlg0284.tlg002.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἀθηνᾶ
ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ· σὺ δ ὦ δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο· ὡς δὲ καὶ ἔργῳ συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς εὐχῆς τε καὶ ὕμνου τὰ νῦν. πάντα μὲν οὖν τὰ κάλλιστα περὶ... |
oga | tlg0284.tlg003.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἰσθμικὸς εἰς Ποσειδῶνα
ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιεί... |
oga | tlg0284.tlg004.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Διόνυσος
ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγείσθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος. τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν· αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμ... |
oga | tlg0284.tlg005.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἡρακλῆς
ἀλλ’ ὦ φίλτατε Ἡράκλεις σέ γε ἐπαινεῖν ἄθλων ὁ ἥδιστος· πάντως δὲ πολυύμνητος εἶ. πολλοὶ μὲν γὰρ οἱ καταλογάδην ᾄδοντες τὰ σὰ, πολλὰ δὲ ποιηταὶ κατὰ πάντας τρόπους ὑμνήκασι· μέγιστον δὲ ὁ καθ’ ἡμέραν ὑπὸ πάντων ἔπαινος ἐπὶ πάσης τῆς παραπιπτούσης προφάσεως ἀεὶ γιγνόμενος. καὶ θαῦμά γ’ οὐδὲν τοσοῦτον τῆς ἀνθρωπε... |
oga | tlg0284.tlg010.perseus-grc2 | CC BY-SA 4.0 | pristine | p100 | 1 | Ἀπελλᾶ γενεθλιακός
ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφ’ ἑστίας ἀρξάμενα κατηῦκται πρεπόντως· οἷς δ’ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν ε... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.