macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀλλὰ^ τῷ ῥήμα^τι^ τὴν δύ^να^μι^ν ἐσήμα_νε καὶ ψι_λῇ λέξει τὴν ἐπαγγελίαν ὠχύρωσεν. | ἀλλὰ τῷ ῥήματι τὴν δύναμιν ἐσήμανε καὶ ψιλῇ λέξει τὴν ἐπαγγελίαν ὠχύρωσεν. |
ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησί^α_ν καὶ πύ^λαι ᾅδου οὐ κα^τισχύσουσι^ν αὐτῆς. | ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. |
δύο ῥήμα^τα^, οὐ ψιλὰ^ ῥήμα^τα^, ἀλλὰ θεοῦ ῥήμα^τα^. | δύο ῥήματα, οὐ ψιλὰ ῥήματα, ἀλλὰ θεοῦ ῥήματα. |
ὁ γὰ^ρ ῥήμα^τι^ τὸν οὐρα^νὸν στερεώσα_ς, καὶ τὴν γῆν θεμελιώσα_ς ῥήμα^τι^ καὶ τὴν ἐκκλησί^α_ν ᾠκοδόμησε καὶ ἐτείχι^σε καὶ ἐστερέωσε οἰκουμένην, ἥτι^ς οὐ σαλευθήσεται. | ὁ γὰρ ῥήματι τὸν οὐρανὸν στερεώσας, καὶ τὴν γῆν θεμελιώσας ῥήματι καὶ τὴν ἐκκλησίαν ᾠκοδόμησε καὶ ἐτείχισε καὶ ἐστερέωσε οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. |
προσπέσωμεν τοίνυ^ν, ἀ^γα^πητοί, τῷ τὴν οἰκουμένην στερεώσαντι^ καὶ κλαύσωμεν καὶ ἐκδυσωπήσωμεν, ἵ^να_ διὰ τῆς αὐτοῦ φιλανθρωπία_ς καὶ ἀφά^του δυ^νά^μεως ἑδραῖοι καὶ ἀμετακίνητοι ἐπὶ τὸν ἄσειστον καὶ ἀρρα^γῆ θεμέλι^ον μείναντες, αὐτῷ τὴν δόξα^ν ἀναπέμπωμεν καὶ τὴν εὐχαριστίαν πάντοτε, ἅ^μα^ τῷ πατρὶ^ καὶ τῷ ἁ^γί^ῳ πνεύ... | προσπέσωμεν τοίνυν, ἀγαπητοί, τῷ τὴν οἰκουμένην στερεώσαντι καὶ κλαύσωμεν καὶ ἐκδυσωπήσωμεν, ἵνα διὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀφάτου δυνάμεως ἑδραῖοι καὶ ἀμετακίνητοι ἐπὶ τὸν ἄσειστον καὶ ἀρραγῆ θεμέλιον μείναντες, αὐτῷ τὴν δόξαν ἀναπέμπωμεν καὶ τὴν εὐχαριστίαν πάντοτε, ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ,... |
ἀμήν. | ἀμήν. |
πά^λι^ν μα^ρτύ^ρων μνήμη, πά^λι^ν εὐσεβῶν ἑορταὶ, πά^λι^ν ἀγγέλων ὑπόθεσι^ς, πά^λι^ν ἐκκλησίας πα^νήγυ^ρι^ς. | πάλιν μαρτύρων μνήμη, πάλιν εὐσεβῶν ἑορταὶ, πάλιν ἀγγέλων ὑπόθεσις, πάλιν ἐκκλησίας πανήγυρις. |
ἡ μνήμη τῶν μα^ρτυ^ρησά^ντων, τι_μὴ δὲ μα^ρτύ^ρων ἡ δόξα_ τοῦ μαρτυρηθέντος. | ἡ μνήμη τῶν μαρτυρησάντων, τιμὴ δὲ μαρτύρων ἡ δόξα τοῦ μαρτυρηθέντος. |
τιμῶνται μά^ρτυ^ρες ὑ^πὲρ χριστοῦ πα^θόντες, προσκυ^νεῖται δὲ χριστὸς ὑ^πὲρ πάντων πα^θών. | τιμῶνται μάρτυρες ὑπὲρ χριστοῦ παθόντες, προσκυνεῖται δὲ χριστὸς ὑπὲρ πάντων παθών. |
οἱ μὲν γὰ^ρ δι^ὰ^ τοῦ πά^θους ἑαυτοὺς ἀ^πὸ ταπεινώσεως εἰς ὕψος ἀ^νήγα^γον· | οἱ μὲν γὰρ διὰ τοῦ πάθους ἑαυτοὺς ἀπὸ ταπεινώσεως εἰς ὕψος ἀνήγαγον· |
ὁ δὲ σωτὴρ ἀ^πὸ ὕψους τῆς θεότητος εἰς ταπείνωσι^ν ἀνθρωπότητος ἐλήλυ^θεν, οὐ τῆς ἀ^ξί^α_ς ἐξερχόμενος, τὴν δὲ οἰκονομίαν πραγματευόμενος. | ὁ δὲ σωτὴρ ἀπὸ ὕψους τῆς θεότητος εἰς ταπείνωσιν ἀνθρωπότητος ἐλήλυθεν, οὐ τῆς ἀξίας ἐξερχόμενος, τὴν δὲ οἰκονομίαν πραγματευόμενος. |
ἠκούσαμεν γὰ^ρ αὐτοῦ λέγοντος· | ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος· |
ἐγὼ εἰμι^ ὁ ποιμὴν ὁ κα^λὸς ὁ τι^θεὶς τὴν ψυ_χὴν αὐτοῦ ὑ^πὲρ τῶν προβάτων· | ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων· |
καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦτο εἰρηκὼς, καὶ τὴν ἐξουσί^α_ν ἐκήρυξε. | καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦτο εἰρηκὼς, καὶ τὴν ἐξουσίαν ἐκήρυξε. |
τὸ μὲν γὰ^ρ πα^θεῖν ὑ^πὲρ τῶν προβάτων, φιλανθρωπία_ς· | τὸ μὲν γὰρ παθεῖν ὑπὲρ τῶν προβάτων, φιλανθρωπίας· |
τὸ δὲ ἀφ' ἑαυτοῦ θεῖναι τὴν ψυ_χὴν, ἐξουσί^α_ς· | τὸ δὲ ἀφ' ἑαυτοῦ θεῖναι τὴν ψυχὴν, ἐξουσίας· |
οὐ γὰ^ρ βίαν ὑ^φί^στα^ται, ἀλλ' οἰκονομίαν ἐργάζεται. | οὐ γὰρ βίαν ὑφίσταται, ἀλλ' οἰκονομίαν ἐργάζεται. |
κ ἂ^ν ὁ πα^τὴρ παρέδωκεν αὐτὸν ὑ^πὲρ ἡμῶν, οὐκ ἠναγκασμένον εἰσά^γει τοῦ υἱοῦ τὸ πά^θος, ἀλλὰ^ σύνδρομον τῷ πατρὶ τὸ υἱοῦ θέλημα^. | κ ἂν ὁ πατὴρ παρέδωκεν αὐτὸν ὑπὲρ ἡμῶν, οὐκ ἠναγκασμένον εἰσάγει τοῦ υἱοῦ τὸ πάθος, ἀλλὰ σύνδρομον τῷ πατρὶ τὸ υἱοῦ θέλημα. |
παραδίδωσι δὲ ἑαυτὸν ὁ υἱὸς, οὐκ ἀ^νάγκῃ δουλεύων, ἀλλὰ^ γνώμῃ πατρὸς συνεργῶν. | παραδίδωσι δὲ ἑαυτὸν ὁ υἱὸς, οὐκ ἀνάγκῃ δουλεύων, ἀλλὰ γνώμῃ πατρὸς συνεργῶν. |
ἄλλο γὰ^ρ ὑπουργῆσαι δουλοπρεπῶς, ἕτερον δὲ συνεργῆσαι θεϊ^κῶς. | ἄλλο γὰρ ὑπουργῆσαι δουλοπρεπῶς, ἕτερον δὲ συνεργῆσαι θεϊκῶς. |
συνεργὸς γὰ^ρ τοῦ πατρὸς ὁ μονογενὴς, κ ἂ_ν μὴ θέλωσι^ν αἱρετι^κῶν παῖδες, οἱ τῇ ἰ^δί^ᾳ κα^κί^ᾳ τὴν ἄτμητον φύ^σι^ν τέμνοντες, οἱ τὸν μὲν πα^τέρα^ δημιουργὸν, τὸν δὲ υἱὸν ὑπουργὸν, τὸ δὲ πνεῦμα τὸ ἅ^γι^ον λειτουργὸν κηρύττοντες· | συνεργὸς γὰρ τοῦ πατρὸς ὁ μονογενὴς, κ ἂν μὴ θέλωσιν αἱρετικῶν παῖδες, οἱ τῇ ἰδίᾳ κακίᾳ τὴν ἄτμητον φύσιν τέμνοντες, οἱ τὸν μὲν πατέρα δημιουργὸν, τὸν δὲ υἱὸν ὑπουργὸν, τὸ δὲ πνεῦμα τὸ ἅγιον λειτουργὸν κηρύττοντες· |
οἳ οὐκ αἰσχύ_νονται οὐ δὲ τὰ_ς τοῦ παύλου φωνά_ς, ὃς τοὺς ὑπηρέτα_ς τοῦ κηρύγμα^τος οὐχ ὑπουργοὺς ἐκά^λεσεν, ἀλλὰ^ συνεργοὺς θεοῦ, εἰρηκώς· | οἳ οὐκ αἰσχύνονται οὐ δὲ τὰς τοῦ παύλου φωνάς, ὃς τοὺς ὑπηρέτας τοῦ κηρύγματος οὐχ ὑπουργοὺς ἐκάλεσεν, ἀλλὰ συνεργοὺς θεοῦ, εἰρηκώς· |
θεοῦ ἐσμεν συνεργοί. | θεοῦ ἐσμεν συνεργοί. |
παῦλος συνεργὸς, καὶ ὁ υἱὸς ὑπουργός; | παῦλος συνεργὸς, καὶ ὁ υἱὸς ὑπουργός; |
μὴ οὖν ζήτει τί^ εἴρηκε χριστὸς δι^ὰ^ ἡσαΐου, ἀλλὰ^ τί^ δι' ἑαυτοῦ. | μὴ οὖν ζήτει τί εἴρηκε χριστὸς διὰ ἡσαΐου, ἀλλὰ τί δι' ἑαυτοῦ. |
δι' ἑαυτὸν μὲν γὰ^ρ ποιμήν ἐστι^, δι^ὰ^ δὲ σὲ πρόβα^τον· | δι' ἑαυτὸν μὲν γὰρ ποιμήν ἐστι, διὰ δὲ σὲ πρόβατον· |
τὰ^ γὰ^ρ δύ^ο ταῦτα^ συ^νέδραμον σήμερον ἀναγνώσματα^. | τὰ γὰρ δύο ταῦτα συνέδραμον σήμερον ἀναγνώσματα. |
ἡσαΐας γὰ^ρ περὶ^ αὐτοῦ τῷ εὐνούχῳ ὑ^πανεγίνωσκεν· | ἡσαΐας γὰρ περὶ αὐτοῦ τῷ εὐνούχῳ ὑπανεγίνωσκεν· |
ὡς πρόβα^τον ἐπὶ^ σφαγὴν ἤχθη· | ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· |
ὁ δὲ σωτὴρ, ἐγὼ εἰμι^ ὁ ποιμὴν ὁ κα^λὸς. | ὁ δὲ σωτὴρ, ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς. |
δεῖξόν μοι τοίνυ^ν τὴν δι^α^φορὰ_ν προβά^του πρὸς ποιμένα^, ἐν τί^νι^ προβά^του, ἐν τί^νι^ ποιμήν. | δεῖξόν μοι τοίνυν τὴν διαφορὰν προβάτου πρὸς ποιμένα, ἐν τίνι προβάτου, ἐν τίνι ποιμήν. |
ἐὰ^ν γὰ^ρ μὴ εἰδῇς τῶν ὀνομά^των τὴν δι^α^φορὰ_ν, πόθεν γνωρί^σεις τὴν ἀ^ξί^α_ν; | ἐὰν γὰρ μὴ εἰδῇς τῶν ὀνομάτων τὴν διαφορὰν, πόθεν γνωρίσεις τὴν ἀξίαν; |
δῆλον μὲν ὅτι^ ὡς πρόβα^τον, δι^ὰ^ τὸ πά^θος τῆς οἰκονομί^α_ς, ὡς ποιμὴν δὲ, δι^ὰ^ τὴν ἐξουσί^α_ν τῆς φιλανθρωπία_ς. | δῆλον μὲν ὅτι ὡς πρόβατον, διὰ τὸ πάθος τῆς οἰκονομίας, ὡς ποιμὴν δὲ, διὰ τὴν ἐξουσίαν τῆς φιλανθρωπίας. |
οὐ γὰ^ρ ἐπαισχύνεται θεὸς ὣν κα^λεῖσθαι ποιμήν. | οὐ γὰρ ἐπαισχύνεται θεὸς ὣν καλεῖσθαι ποιμήν. |
ἐχρῆν μὲν γὰ^ρ ἡμᾶς θεὸν αὐτὸν γι^νώσκειν καὶ βα^σι^λέα^· | ἐχρῆν μὲν γὰρ ἡμᾶς θεὸν αὐτὸν γινώσκειν καὶ βασιλέα· |
ἀλλ' ἐπειδὴ ὡς ἄνθρωποι λογι^κοὶ θεὸν οὐκ ἐπέγνωμεν, βούλεται ἡμᾶς, κ ἂ^ν ὡς πρόβα^τα^ ἄλογα^, τὸν ποιμένα^ γνωρί^σαι. | ἀλλ' ἐπειδὴ ὡς ἄνθρωποι λογικοὶ θεὸν οὐκ ἐπέγνωμεν, βούλεται ἡμᾶς, κ ἂν ὡς πρόβατα ἄλογα, τὸν ποιμένα γνωρίσαι. |
εἰ γὰ^ρ ἐλθὼν ὁ σωτὴρ εἰς τὸν κόσμον εὗρέ σε ἄνθρωπον λογι^κὸν, ἀ^να^γκαίως σοι ὡς θεὸς ἐπεφαίνετο· | εἰ γὰρ ἐλθὼν ὁ σωτὴρ εἰς τὸν κόσμον εὗρέ σε ἄνθρωπον λογικὸν, ἀναγκαίως σοι ὡς θεὸς ἐπεφαίνετο· |
ἀλλ' ἐπειδὴ ἄνθρωπον μὲν οὐχ εὗρεν, ὡς πρόβα^τον δὲ πλα^νώμενον ἐξ ἀρχαίων χρόνων, καὶ πα^ρα^κα^λοῦντα^ δι^ὰ^ τῶν προφητῶν τὸν δεσπότην· | ἀλλ' ἐπειδὴ ἄνθρωπον μὲν οὐχ εὗρεν, ὡς πρόβατον δὲ πλανώμενον ἐξ ἀρχαίων χρόνων, καὶ παρακαλοῦντα διὰ τῶν προφητῶν τὸν δεσπότην· |
ἐπλανήθην ὡς πρόβα^τον ἀ^πολωλὸς, ζήτησον τὸν δοῦλον σου· | ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλον σου· |
δι^ὸ κρύπτει τὴν βα^σι^λι^κὴν ἀ^ξί^α_ν, καὶ προφέρει τὴν ποιμαντικὴν κηδεμονίαν. | διὸ κρύπτει τὴν βασιλικὴν ἀξίαν, καὶ προφέρει τὴν ποιμαντικὴν κηδεμονίαν. |
δι^ὰ^ τοῦτο καὶ ἀπ' ἀρχῆς οἰκονομεῖ ἐν φάτνῃ τεθῆναι τὸ σῶ^μα^ τὸ ἑαυτοῦ, καὶ συ^νά^γει εἰς ἀ^νάγκην τὴν μητέρα^, καὶ τὸν τῆς οἰκονομί^α_ς ὑπηρέτην ἰωσήφ· | διὰ τοῦτο καὶ ἀπ' ἀρχῆς οἰκονομεῖ ἐν φάτνῃ τεθῆναι τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ συνάγει εἰς ἀνάγκην τὴν μητέρα, καὶ τὸν τῆς οἰκονομίας ὑπηρέτην ἰωσήφ· |
οὑ γὰ^ρ εἴποιμι^ πατέρα ἐκεῖνον τοῦ σωτῆρος, οὐ δὲ ἄνδρα^ μαρίας, ἀλλὰ^ κοινωνὸν καὶ μεσίτην τοῦ μυστηρί^ου. | οὑ γὰρ εἴποιμι πατέρα ἐκεῖνον τοῦ σωτῆρος, οὐ δὲ ἄνδρα μαρίας, ἀλλὰ κοινωνὸν καὶ μεσίτην τοῦ μυστηρίου. |
μνηστὴρ γὰ^ρ ἦν τῆς παρθένου, καὶ οὐκ ἀ^νὴρ, ἀλλ' ἀ^νὴρ μὲν τῇ προσηγορί^ᾳ, ὑπηρέτης δὲ τῆς οἰκονομί^α_ς. | μνηστὴρ γὰρ ἦν τῆς παρθένου, καὶ οὐκ ἀνὴρ, ἀλλ' ἀνὴρ μὲν τῇ προσηγορίᾳ, ὑπηρέτης δὲ τῆς οἰκονομίας. |
στενοῦται οὖν οὗτος μετὰ^ μαρίας ἐν βηθλεὲμ, ὥστε δι^ὰ^ τὸ στενὸν τοῦ καταλύμα^τος ἀ^να^γκα^σθῆναι τὸ βρέφος ἐν φάτνῃ τεθῆναι. | στενοῦται οὖν οὗτος μετὰ μαρίας ἐν βηθλεὲμ, ὥστε διὰ τὸ στενὸν τοῦ καταλύματος ἀναγκασθῆναι τὸ βρέφος ἐν φάτνῃ τεθῆναι. |
θεοῦ δὲ ἦν ἔργον ἡ στένωσι^ς, ἵν' ἐξ ἀ^νάγκης εἰς ἐκεῖνε τὸ χωρί^ον ἀποτεθῇ ὁ φι^λάνθρωπος, ἀποτεθῇ δὲ, φημὶ^, δι^ὰ^ τὴν ἔνσαρκον οἰκονομίαν. | θεοῦ δὲ ἦν ἔργον ἡ στένωσις, ἵν' ἐξ ἀνάγκης εἰς ἐκεῖνε τὸ χωρίον ἀποτεθῇ ὁ φιλάνθρωπος, ἀποτεθῇ δὲ, φημὶ, διὰ τὴν ἔνσαρκον οἰκονομίαν. |
δι^ὰ^ τί^ δὲ τοῦτο οἰκονομεῖ; | διὰ τί δὲ τοῦτο οἰκονομεῖ; |
ἐπειδὴ ἡ φάτνη ἀλόγων ἐστὶ^ τρά^πεζα^, ἡ δὲ ἀνθρωπότης εἰς ἀλογίαν ἐτρά^πη ἄνθρωπος γὰ^ρ ἐν τι_μῇ ὢν, οὐ συ^νῆκε· | ἐπειδὴ ἡ φάτνη ἀλόγων ἐστὶ τράπεζα, ἡ δὲ ἀνθρωπότης εἰς ἀλογίαν ἐτράπη ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε· |
παρασυνεβλήθη τοῖς κτήνεσι^ τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, τί^θησι^ τήν τροφὴν τὴν οὐρά^νι^ον τῇ τρα^πέζῃ τῶν κτηνῶν, ἵ^να_ οἱ κτηνώδεις τὴν ψυ_χὴν, προσελθόντες, ὡς οἰκείᾳ τρα^πέζῃ, τῇ φάτνῃ, εὕρωσι^ μηκέτι^ κτηνώδη χόρτον, ἀλλὰ^ τὸν φάσκοντα^· | παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, τίθησι τήν τροφὴν τὴν οὐράνιον τῇ τραπέζῃ τῶν κτηνῶν, ἵνα οἱ κτηνώδεις τὴν ψυχὴν, προσελθόντες, ὡς οἰκείᾳ τραπέζῃ, τῇ φάτνῃ, εὕρωσι μηκέτι κτηνώδη χόρτον, ἀλλὰ τὸν φάσκοντα· |
ἐγὼ εἰμι^ ὁ ἄρτος ὁ ἐξ οὐρα^νοῦ κα^τα^βὰ_ς, καὶ ζωὴν δι^δοὺς τῷ κόσμῳ. | ἐγὼ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. |
πρόβα^τον μὲν οὖν δι^ὰ^ τὴν οἰκονομίαν, θεὸς δὲ δι^ὰ^ τὴν ἑαυτοῦ δόξα^ν. | πρόβατον μὲν οὖν διὰ τὴν οἰκονομίαν, θεὸς δὲ διὰ τὴν ἑαυτοῦ δόξαν. |
τίθησιν οὖν τὴν ἑαυτοῦ ψυ_χὴν ὑ^πὲρ τῶν προβάτων, οὐκ ἀ^νάγκην ὑπομένων, ὡς ἔφθην εἰπὼν, ἀλλὰ^ πραγματείαν ἀναδεχόμενος. | τίθησιν οὖν τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, οὐκ ἀνάγκην ὑπομένων, ὡς ἔφθην εἰπὼν, ἀλλὰ πραγματείαν ἀναδεχόμενος. |
πά^ντα^ γὰ^ρ ὅσα^ ἐν τῇ πα^λαιᾷ λατρείᾳ γεγένηται, εἰς τὸν σωτῆρα τὴν ἀνακεφαλαίωσι^ν φέρει, εἴ τε προφητεία_, εἴ τε ἱερωσύνη, εἴ τε βα^σι^λεία_, εἴ τε να_ὸς, εἴ τε θυ^σιαστήριον, εἴ τε καταπέτασμα^, εἴ τε κι_βωτὸς, εἴ τε ἱλαστήριον, εἴ τε μάννα^, εἴ τε ῥάβδος, εἴ τε στάμνος, εἴ τε τι^ ἄλλο, πά^ντα^ εἰς αὐτὸν τὴν ἀναφο... | πάντα γὰρ ὅσα ἐν τῇ παλαιᾷ λατρείᾳ γεγένηται, εἰς τὸν σωτῆρα τὴν ἀνακεφαλαίωσιν φέρει, εἴ τε προφητεία, εἴ τε ἱερωσύνη, εἴ τε βασιλεία, εἴ τε ναὸς, εἴ τε θυσιαστήριον, εἴ τε καταπέτασμα, εἴ τε κιβωτὸς, εἴ τε ἱλαστήριον, εἴ τε μάννα, εἴ τε ῥάβδος, εἴ τε στάμνος, εἴ τε τι ἄλλο, πάντα εἰς αὐτὸν τὴν ἀναφορὰν ἔχει. |
συνεχώρησε γὰ^ρ ὁ θεὸς ἰουδαίων παισὶ^ν ἀπ' ἀρχῆς τὴν τῶν θυ^σι^ῶν λειτουργίαν, οὐκ ἀναπαυόμενος ταῖς θυ^σί^αις, ἀλλὰ^ βουλόμενος αὐτοὺς ἀ^πὸ τοῦ ἑλληνισμοῦ ἀποσπάσαι. | συνεχώρησε γὰρ ὁ θεὸς ἰουδαίων παισὶν ἀπ' ἀρχῆς τὴν τῶν θυσιῶν λειτουργίαν, οὐκ ἀναπαυόμενος ταῖς θυσίαις, ἀλλὰ βουλόμενος αὐτοὺς ἀπὸ τοῦ ἑλληνισμοῦ ἀποσπάσαι. |
καὶ ἐξ ἐκείνου ἡνιοχήσα_ς αὐτοὺς πρὸς ἃ^ βούλεται, περι^τίθησι^ν ἑαυτῷ ὃ μὴ βούληται. | καὶ ἐξ ἐκείνου ἡνιοχήσας αὐτοὺς πρὸς ἃ βούλεται, περιτίθησιν ἑαυτῷ ὃ μὴ βούληται. |
ἐπειδὴ γὰ^ρ οὐδέπω ἐχώρει ἰουδαίων δι^ά^νοια^ δέξασθαι πνευματικὴν ἐνέργεια^ν, ἀλλὰ^ τῇ τῶν ἐθνῶν συ^νηθείᾳ δεδούλωτο, καὶ περὶ^ βωμοὺς ἐκεχήνει καὶ θυ^σί^α_ς, λα^βὼν ὁ θεὸς τὰ_ς εἰδωλικὰ_ς ἑορτὰ_ς μετα^βά^λλει τῷ ῥυθμῷ τῆς εὐσεβεία_ς, καὶ ἀ^νέχεται ὧν μὴ βούληται. | ἐπειδὴ γὰρ οὐδέπω ἐχώρει ἰουδαίων διάνοια δέξασθαι πνευματικὴν ἐνέργειαν, ἀλλὰ τῇ τῶν ἐθνῶν συνηθείᾳ δεδούλωτο, καὶ περὶ βωμοὺς ἐκεχήνει καὶ θυσίας, λαβὼν ὁ θεὸς τὰς εἰδωλικὰς ἑορτὰς μεταβάλλει τῷ ῥυθμῷ τῆς εὐσεβείας, καὶ ἀνέχεται ὧν μὴ βούληται. |
καὶ ὥσπερ πατὴρ ἀ^γα^θὸς, ἐπειδὰ^ν ἴ^δῃ τὸν ἑαυτοῦ παῖδα^ περι^παίγνια^ ἔχοντα^, τῆς μὲν ἀ^γορᾶ_ς αὐτὸν ἀ^φέλκει, κα^τὰ^ δὲ τὸν οἶκον ἐπιτρέπει πά^ντα^ ποεῖν ἃ^ βούλεται, καὶ τὴν εὐσχημοσύνην αὐτῷ φυλάττων, καὶ τὴν ἀναίδεια^ν τῆς παιδία_ς ἀνασκευά^ζων· | καὶ ὥσπερ πατὴρ ἀγαθὸς, ἐπειδὰν ἴδῃ τὸν ἑαυτοῦ παῖδα περιπαίγνια ἔχοντα, τῆς μὲν ἀγορᾶς αὐτὸν ἀφέλκει, κατὰ δὲ τὸν οἶκον ἐπιτρέπει πάντα ποεῖν ἃ βούλεται, καὶ τὴν εὐσχημοσύνην αὐτῷ φυλάττων, καὶ τὴν ἀναίδειαν τῆς παιδίας ἀνασκευάζων· |
οὕτω καὶ ὁ θεὸς βουλόμενος αὐτοὺς τῇ φαινομένῃ ταύτῃ πα^νηγύ^ρει τῶν ἑορτῶν εἰς εὐσέβεια^ν μεταῤῥυθμίσαι, συνεχώρει καὶ θυσιά^ζειν, δί^δωσι^ καὶ θυ^σιαστήριον, καὶ πρόβα^τα^ θύ_εσθαι κελεύει, καὶ αἶγα^ καὶ βοῦν, καὶ πά^ντα^ ποιεῖν ὅσα^ ἐκείνους ἔτερπεν. | οὕτω καὶ ὁ θεὸς βουλόμενος αὐτοὺς τῇ φαινομένῃ ταύτῃ πανηγύρει τῶν ἑορτῶν εἰς εὐσέβειαν μεταῤῥυθμίσαι, συνεχώρει καὶ θυσιάζειν, δίδωσι καὶ θυσιαστήριον, καὶ πρόβατα θύεσθαι κελεύει, καὶ αἶγα καὶ βοῦν, καὶ πάντα ποιεῖν ὅσα ἐκείνους ἔτερπεν. |
οὐ γὰ^ρ θεὸν ἀνέπαυσεν. | οὐ γὰρ θεὸν ἀνέπαυσεν. |
ὅτι^ δὲ ταῦτα^ οἰκονομι^κῶς ἐγί_νετο, ἄ^κούε πῶς ὁ δι^ὰ^ μωϋσέως ἐπιτρέψα_ς τὰ_ς θυ^σί^α_ς, καὶ προστά^ξα_ς δι^α^φόρους γί_νεσθαι θυ^σι^ῶν ἰ^δέα_ς, δι^ὰ^ τῶν προφητῶν ἀνα^τρέπει τὰ^ κα^τὰ^ συγχώρησι^ν γι_νόμενα^, δεικνὺ_ς ὅτι^ ὡς νηπί^οις γά^λα^ συνεχώρησεν, οὐ τροφήν ἔδωκε· | ὅτι δὲ ταῦτα οἰκονομικῶς ἐγίνετο, ἄκούε πῶς ὁ διὰ μωϋσέως ἐπιτρέψας τὰς θυσίας, καὶ προστάξας διαφόρους γίνεσθαι θυσιῶν ἰδέας, διὰ τῶν προφητῶν ἀνατρέπει τὰ κατὰ συγχώρησιν γινόμενα, δεικνὺς ὅτι ὡς νηπίοις γάλα συνεχώρησεν, οὐ τροφήν ἔδωκε· |
καὶ φησι^ δι^ὰ^ τοῦ δαυΐδ· | καὶ φησι διὰ τοῦ δαυΐδ· |
ἄκουσον, λαός μου, λα^λήσω σοι, ἰσραὴλ, καὶ διαμαρτύρομαι σοι, ὅτι^ ὁ θεὸς, ὁ θεός σου εἰμὶ^ ἐγώ. | ἄκουσον, λαός μου, λαλήσω σοι, ἰσραὴλ, καὶ διαμαρτύρομαι σοι, ὅτι ὁ θεὸς, ὁ θεός σου εἰμὶ ἐγώ. |
οὐκ ἐπὶ^ ταῖς θυ^σί^αις σου ἐλέγξω σε, τὰ^ δὲ ὁλοκαυτώμα^τά^ σου ἐνώπι^όν μου ἐστὶ^ δι^ὰ^ παντός. | οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. |
οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐ δὲ ἐκ τῶν ποιμνίων σου χι^μά^ρους. | οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐ δὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. |
καὶ ἵ^να_ μὴ τι^ς νομί^σῃ, ὅτι^ ἀποστρεφόμενος οὐ δέχεται, ἑρμηνεύει τὸν τρόπον, ὅτι^ δι' ἀνενδέησι^ν τούτων, οὐ δι^ὰ^ τῆς τούτων προσφορᾶς, καὶ ἐπά^γει· | καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι ἀποστρεφόμενος οὐ δέχεται, ἑρμηνεύει τὸν τρόπον, ὅτι δι' ἀνενδέησιν τούτων, οὐ διὰ τῆς τούτων προσφορᾶς, καὶ ἐπάγει· |
μὴ φά^γομαι κρέα_ ταύρων, καὶ αἷμα^ τρά^γων πί_ομαι; | μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; |
θῦσον τῷ θεῷ θυ^σί^α_ν αἰνέσεως, καὶ ἀ^πόδος τῷ ὑψίστῳ τὰ_ς εὐχὰ_ς σου· | θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχὰς σου· |
δεικνὺ_ς ὅτι^ οὐκ ἀποστρεφόμενος ἀποσείεται, ἀλλ' εἰς τὴν κρείττονα^ αὐτοὺς καὶ νοερὰν θυ^σί^α_ν προσκα^λεῖται. | δεικνὺς ὅτι οὐκ ἀποστρεφόμενος ἀποσείεται, ἀλλ' εἰς τὴν κρείττονα αὐτοὺς καὶ νοερὰν θυσίαν προσκαλεῖται. |
συνεχώρησε μὲν οὖν ἀπ' ἀρχῆς τὰ_ς θυ^σί^α_ς, οὐκ αὐταῖς ἀ^ρεσκόμενος, ἀλλὰ^ τοὺς οὕτως ἠργμένους μεταῤῥυθμίζων εἰς εὐσέβεια^ν. | συνεχώρησε μὲν οὖν ἀπ' ἀρχῆς τὰς θυσίας, οὐκ αὐταῖς ἀρεσκόμενος, ἀλλὰ τοὺς οὕτως ἠργμένους μεταῤῥυθμίζων εἰς εὐσέβειαν. |
ἐνδιδοὺς δὲ τῇ προθέσει τῇ ἰουδαϊκῇ, ὡς σοφὸς καὶ μέγα^ς, ἐν αὐτῇ τῇ συγχωρήσει τῶν θυ^σι^ῶν προκατεσκεύαζεν εἰκόνα^ τῶν μελλόντων, ἵ^να_ κ ἂ_ν ἡ θυ^σί^α_ δι' ἑαυτὴν ἄχρηστος ᾖ, δι^ὰ^ τὴν εἰκόνα^ χρήσι^μος εὑρεθῇ. | ἐνδιδοὺς δὲ τῇ προθέσει τῇ ἰουδαϊκῇ, ὡς σοφὸς καὶ μέγας, ἐν αὐτῇ τῇ συγχωρήσει τῶν θυσιῶν προκατεσκεύαζεν εἰκόνα τῶν μελλόντων, ἵνα κ ἂν ἡ θυσία δι' ἑαυτὴν ἄχρηστος ᾖ, διὰ τὴν εἰκόνα χρήσιμος εὑρεθῇ. |
πρόσεχε ἀ^κρι_βῶς· | πρόσεχε ἀκριβῶς· |
λεπτὸν γὰ^ρ τὸ νόημα^. | λεπτὸν γὰρ τὸ νόημα. |
αἱ μὲν οὖν θυ^σί^αι οὐκ ἦσα^ν ἀρεσταὶ τῷ θεῷ, οὐ δὲ κα^τὰ^ γνώμην γινόμενοι, ἀλλὰ^ κα^τὰ^ συγχώρησι^ν· | αἱ μὲν οὖν θυσίαι οὐκ ἦσαν ἀρεσταὶ τῷ θεῷ, οὐ δὲ κατὰ γνώμην γινόμενοι, ἀλλὰ κατὰ συγχώρησιν· |
καὶ γινομέναις ἐπέθηκε τύ^πον κατ' εἰκόνα^ τῆς μελλούσης οἰκονομί^α_ς τοῦ χριστοῦ, ἵ^να_ κ ἂ_ν μὴ δι' ἑαυτὰ_ς ὦσι^ν δεκταὶ, κ ἂ_ν γοῦν δι^ὰ^ τὴν εἰκόνα^ ὦσι^ν εὐπρόσδεκτοι. | καὶ γινομέναις ἐπέθηκε τύπον κατ' εἰκόνα τῆς μελλούσης οἰκονομίας τοῦ χριστοῦ, ἵνα κ ἂν μὴ δι' ἑαυτὰς ὦσιν δεκταὶ, κ ἂν γοῦν διὰ τὴν εἰκόνα ὦσιν εὐπρόσδεκτοι. |
καὶ τί^θησι^ δι^ὰ^ πάντων εἰκόνα^ χριστοῦ, καὶ σκιαγραφεῖ τὰ^ μέλλοντα^. | καὶ τίθησι διὰ πάντων εἰκόνα χριστοῦ, καὶ σκιαγραφεῖ τὰ μέλλοντα. |
κ ἂ_ν πρόβα^τον ᾖ θυ_όμενον, εἰκὼν τοῦ σωτῆρος· | κ ἂν πρόβατον ᾖ θυόμενον, εἰκὼν τοῦ σωτῆρος· |
κ ἂ^ν βοῦς, εἰκὼν τοῦ κυρίου· | κ ἂν βοῦς, εἰκὼν τοῦ κυρίου· |
κ ἂ^ν μόσχος, κ ἂ^ν δά^μα^λι^ς, κ ἂ^ν ἄλλο τι^ τῶν προσφερομένων, κ ἂ^ν περιστερὰ καὶ τρυ_γὼν, πά^ντα^ εἰς τὸν σωτῆρα τὴν ἀναφορὰν εἶχε. | κ ἂν μόσχος, κ ἂν δάμαλις, κ ἂν ἄλλο τι τῶν προσφερομένων, κ ἂν περιστερὰ καὶ τρυγὼν, πάντα εἰς τὸν σωτῆρα τὴν ἀναφορὰν εἶχε. |
δι^ὰ^ τοῦτο καὶ να_ὸς, ἵ^να_ ἡ εἰκὼν προκατασκευασθῇ τοῦ κυριακοῦ ναοῦ· | διὰ τοῦτο καὶ ναὸς, ἵνα ἡ εἰκὼν προκατασκευασθῇ τοῦ κυριακοῦ ναοῦ· |
δι^ὰ^ τοῦτο πρόβα^τον, δι^ὰ^ τοῦτο ἱ^ερεὺς, δι^ὰ^ τοῦτο καταπέτασμα^. | διὰ τοῦτο πρόβατον, διὰ τοῦτο ἱερεὺς, διὰ τοῦτο καταπέτασμα. |
καὶ ἵ^να_ μὴ κα^τὰ^ μέρος πλα^τύ^νω τὸν λόγον, δέχου τῶν εἰρημένων ἑρμηνέα^ τὸν παῦλον, μὴ συγχωροῦντά^ σε μηδὲν ἔξω χριστοῦ νοῆσαι, ἀλλὰ^ πά^ντα^ εἰς χριστὸν ἀναλαμβάνοντα^. | καὶ ἵνα μὴ κατὰ μέρος πλατύνω τὸν λόγον, δέχου τῶν εἰρημένων ἑρμηνέα τὸν παῦλον, μὴ συγχωροῦντά σε μηδὲν ἔξω χριστοῦ νοῆσαι, ἀλλὰ πάντα εἰς χριστὸν ἀναλαμβάνοντα. |
τί^ γά^ρ; | τί γάρ; |
ὁ αὐτὸς πρὸς ἑβραίους βουλόμενος ἐκθέσθαι τῶν μυ^στηρί^ων τὰ_ς δι^α^φορὰ_ς, τί^ ἐβούλετο ἡ τρά^πεζα^, τί^ ἐβούλετο τὸ θυ^σιαστήριον, τί^ ἐβούλετο τὸ καταπέτασμα^, τί^ ὁ να_ὸς, τί^ ὁ ἱ^ερεὺς, ἐν κεφα^λαίῳ εἰς χριστὸν τὰ^ πά^ντα^ ἀ^να^φέρει, καὶ δείκνυ_σι^ σκηνὴν εἶναι δι' ὅλου τὸν πά^ντα^ βί^ον· | ὁ αὐτὸς πρὸς ἑβραίους βουλόμενος ἐκθέσθαι τῶν μυστηρίων τὰς διαφορὰς, τί ἐβούλετο ἡ τράπεζα, τί ἐβούλετο τὸ θυσιαστήριον, τί ἐβούλετο τὸ καταπέτασμα, τί ὁ ναὸς, τί ὁ ἱερεὺς, ἐν κεφαλαίῳ εἰς χριστὸν τὰ πάντα ἀναφέρει, καὶ δείκνυσι σκηνὴν εἶναι δι' ὅλου τὸν πάντα βίον· |
ἀλλὰ^ τὴν πρώτην σκηνὴν τύ^πον τῆς ἀρχαίας διαθήκης, τὰ^ δὲ ἅγι^α^ τῶν ἁ^γί^ων τύ^πον τῆς νέας διαθήκης. | ἀλλὰ τὴν πρώτην σκηνὴν τύπον τῆς ἀρχαίας διαθήκης, τὰ δὲ ἅγια τῶν ἁγίων τύπον τῆς νέας διαθήκης. |
πρόσεχε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ. | πρόσεχε ἀκριβῶς, παρακαλῶ. |
ἦν μὲν γὰ^ρ ὁ να_ὸς εἶς δι' ὅλου, εἰς ἄλλα^ δὲ καὶ ἄλλα^ ἐμεμέριστο· | ἦν μὲν γὰρ ὁ ναὸς εἶς δι' ὅλου, εἰς ἄλλα δὲ καὶ ἄλλα ἐμεμέριστο· |
εἰς τὸ ἅ^γι^ον, καὶ εἰς τὸ ἅγιον τῶν ἀγί^ων. | εἰς τὸ ἅγιον, καὶ εἰς τὸ ἅγιον τῶν ἀγίων. |
τύ^πος ὁ να_ὸς τοῦ κυριακοῦ σώμα^τος· | τύπος ὁ ναὸς τοῦ κυριακοῦ σώματος· |
καὶ ἄ^κουε τοῦ κυρίου λέγοντος· | καὶ ἄκουε τοῦ κυρίου λέγοντος· |
λύσατε τὸν να_ὸν τοῦτον, καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν. | λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. |
ὥσπερ οὖν ἐν τῷ να_ῷ ἐκείνῳ τὰ^ μὲν πᾶσι^ν ἑωρᾶτο, τὰ^ δὲ μόνῳ τῷ ἀρχιερεῖ· | ὥσπερ οὖν ἐν τῷ ναῷ ἐκείνῳ τὰ μὲν πᾶσιν ἑωρᾶτο, τὰ δὲ μόνῳ τῷ ἀρχιερεῖ· |
οὕτω καὶ ἐν τῇ τοῦ σωτῆρος οἰκονομί^ᾳ ἡ θεότης, καὶ ἡ ἐνέργεια^ τῆς θεότητος, οὖσα^ μὲν ἐν κρυ^φῇ, ἐργαζομένη δὲ ἐν τῷ φα^νερῷ. | οὕτω καὶ ἐν τῇ τοῦ σωτῆρος οἰκονομίᾳ ἡ θεότης, καὶ ἡ ἐνέργεια τῆς θεότητος, οὖσα μὲν ἐν κρυφῇ, ἐργαζομένη δὲ ἐν τῷ φανερῷ. |
ἔχεις τοῦ ναοῦ τὴν εἰκόνα^· | ἔχεις τοῦ ναοῦ τὴν εἰκόνα· |
ζήτησόν μοι τὸ καταπέτασμα^ τὸ μέσον, τὸ διεῖργον τὰ^ ἅγι^α^ ἀ^πό τοῦ ἁ^γί^ου τῶν ἁ^γί^ων, ὁποῖον τὸ καταπέτασμα^· | ζήτησόν μοι τὸ καταπέτασμα τὸ μέσον, τὸ διεῖργον τὰ ἅγια ἀπό τοῦ ἁγίου τῶν ἁγίων, ὁποῖον τὸ καταπέτασμα· |
πά^λι^ν τὸ καταπέτασμα^ εἰκὼν τοῦ σώμα^τος. | πάλιν τὸ καταπέτασμα εἰκὼν τοῦ σώματος. |
ὥσπερ γὰ^ρ τὸ καταπέτασμα^ ἐμεσολά^βει τῷ τόπῳ, καὶ δι^εῖργε τὴν ἔξωθεν ὄψι^ν τῆς ἔσωθεν μυσταγωγία_ς· | ὥσπερ γὰρ τὸ καταπέτασμα ἐμεσολάβει τῷ τόπῳ, καὶ διεῖργε τὴν ἔξωθεν ὄψιν τῆς ἔσωθεν μυσταγωγίας· |
οὕτω τὸ σῶ^μα^ τοῦ κυρίου καταπέτασμα^ ἦν τῆς θεότητος, μὴ συγχωροῦν ταῖς ὄψεσι^ ταῖς θνηταῖς ἐνατενί^ζειν τῇ ὄψει τοῦ ἀ_θα^νά^του. | οὕτω τὸ σῶμα τοῦ κυρίου καταπέτασμα ἦν τῆς θεότητος, μὴ συγχωροῦν ταῖς ὄψεσι ταῖς θνηταῖς ἐνατενίζειν τῇ ὄψει τοῦ ἀθανάτου. |
οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἄ^κούε ἔχοντες δὲ, ἀ^δελφοὶ, ὁδὸν πρόσφα^τον καὶ ζῶσα^ν, ἣν ἐνεκαίνισεν ἡμῖν δι^ὰ^ τοῦ καταπετάσμα^τος, τουτέστι^, τῆς σαρκὸς αὐτοῦ, προσερχώμεθα^. | οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἄκούε ἔχοντες δὲ, ἀδελφοὶ, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν ἐνεκαίνισεν ἡμῖν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ, προσερχώμεθα. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
καὶ να_ὸν εἶπε τὴν σάρκα^, καὶ τὸ καταπέτασμα^ τύ^πον τῆς σαρκός. | καὶ ναὸν εἶπε τὴν σάρκα, καὶ τὸ καταπέτασμα τύπον τῆς σαρκός. |
πά^λι^ν ὁ ἱ^ερεὺς εἰσῄει δι^ὰ^ τοῦ καταπετάσμα^τος ἅ^παξ τοῦ ἐνιαυτοῦ· | πάλιν ὁ ἱερεὺς εἰσῄει διὰ τοῦ καταπετάσματος ἅπαξ τοῦ ἐνιαυτοῦ· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.