macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπὶ^ τῇ τοῦ σωτῆρος ἐπι^φα^νείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολὴ, δύ^σις, μεσημβρί^α_, ἄρκτος. | ἐπὶ τῇ τοῦ σωτῆρος ἐπιφανείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολὴ, δύσις, μεσημβρία, ἄρκτος. |
καὶ ἔσται ἐν ταῖς ἐσχά^ταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴ^κῳ δαυῒδ, καὶ ἐξελεύσεται ὕ^δωρ ζῶν ἐξ ἱερουσαλήμ. | καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴκῳ δαυῒδ, καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. |
ποῖον ὕ^δωρ ζῶν; | ποῖον ὕδωρ ζῶν; |
ποταμοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος. | ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. |
καὶ ἐξελεύσεται ὕ^δωρ ζῶν ἐξ ἱερουσαλήμ. | καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. |
πόθεν ἐξέρχεται; | πόθεν ἐξέρχεται; |
ἐξελεύσεται λόγος ἐξ ἱερουσαλὴμ, ὅθεν ὁ χριστὸς, ἐκ σιών. | ἐξελεύσεται λόγος ἐξ ἱερουσαλὴμ, ὅθεν ὁ χριστὸς, ἐκ σιών. |
τὸ ὕδωρ τὸ ζῶν ἐξ ἱερουσαλήμ. | τὸ ὕδωρ τὸ ζῶν ἐξ ἱερουσαλήμ. |
διὰ τί δὲ ἐξ ἱερουσαλήμ; | διὰ τί δὲ ἐξ ἱερουσαλήμ; |
ἐκεῖθεν γὰ^ρ ἤρξα^το ἡ ἐπι^φά^νεια^ τοῦ πνεύματος· | ἐκεῖθεν γὰρ ἤρξατο ἡ ἐπιφάνεια τοῦ πνεύματος· |
οἱ γὰ^ρ ἀ^πόστολοι ἐν ἱεροσολύμοις ἐδέξαντο τὸ πνεῦμα τὸ ἅ^γι^ον, κ ἀκεῖθεν διὰ τῶν ἀ^ποστόλων προῆλθεν εἰς τὰ^ πέρα^τα^. | οἱ γὰρ ἀπόστολοι ἐν ἱεροσολύμοις ἐδέξαντο τὸ πνεῦμα τὸ ἅγιον, κ ἀκεῖθεν διὰ τῶν ἀποστόλων προῆλθεν εἰς τὰ πέρατα. |
ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. | ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. |
τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την. | τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. |
τί ἦν, εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ, εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την; | τί ἦν, εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ, εἰς τὴν θάλασσαν τὴν ἐσχάτην; |
μυθάρια ἐξηγεῖται ἡ γραφή; | μυθάρια ἐξηγεῖται ἡ γραφή; |
ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυ^νά^μεις ἀποκαλύ^πτει. | ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυνάμεις ἀποκαλύπτει. |
ἐξελεύσεται ὕδωρ ζῶν. | ἐξελεύσεται ὕδωρ ζῶν. |
βλέπε τὸ θαυμαστόν. | βλέπε τὸ θαυμαστόν. |
οὐ λέγει, ποταμὸς, ἀλλὰ πρῶτον, ὕδωρ. | οὐ λέγει, ποταμὸς, ἀλλὰ πρῶτον, ὕδωρ. |
ἀεὶ γὰ^ρ ἡ χά^ρι^ς ἀ^πὸ μικρῶν ἀρχομένη εἰς μεγά^λα_ πληθύ_νει. | ἀεὶ γὰρ ἡ χάρις ἀπὸ μικρῶν ἀρχομένη εἰς μεγάλα πληθύνει. |
ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. | ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ. |
τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την. | τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. |
θά^λα^σσα^ν κα^λεῖ τὴν πρώτην τὰ^ οἰκισθέντα^ πρῶτα^ μέρη τῆς οἰκουμένης ἀ^πὸ τῆς ἀνατολῆς. | θάλασσαν καλεῖ τὴν πρώτην τὰ οἰκισθέντα πρῶτα μέρη τῆς οἰκουμένης ἀπὸ τῆς ἀνατολῆς. |
ἀδὰμ γὰ^ρ ἐκεῖ τὸ γένος ἤνθησε πρῶτον· | ἀδὰμ γὰρ ἐκεῖ τὸ γένος ἤνθησε πρῶτον· |
εἶτα μετὰ^ ταῦτα ἐξῆλθεν εἰς δύσιν, καὶ ἐπλήρωσε τὴν οἰκουμένην. | εἶτα μετὰ ταῦτα ἐξῆλθεν εἰς δύσιν, καὶ ἐπλήρωσε τὴν οἰκουμένην. |
θάλασσαν οὖν κα^λεῖ πρώτην τὰ^ πρῶτα^ οἰκισθέντα^ κλίμα^τα^ τῆς γῆς· | θάλασσαν οὖν καλεῖ πρώτην τὰ πρῶτα οἰκισθέντα κλίματα τῆς γῆς· |
θάλασσαν ἐσχά^την, τὰ ἔσχα^τα^ τῆς δύσεως· | θάλασσαν ἐσχάτην, τὰ ἔσχατα τῆς δύσεως· |
καὶ ἀνατολὴν πληροῦσα^ν, καὶ δύσιν τι_μῶσα^ν. | καὶ ἀνατολὴν πληροῦσαν, καὶ δύσιν τιμῶσαν. |
ἐννόησον τοίνυ^ν τὸ μυστήριον, ὃ γελῶσι^ν αἱρετι^κῶν παῖδες, τὸ πνεῦμα τὸ ἅ^γι^ον ὑβρίζοντες, καὶ δεσποτι^κῇ δυ^νά^μει οἰκετικὴν τάξι^ν ἐπεισάγοντες. | ἐννόησον τοίνυν τὸ μυστήριον, ὃ γελῶσιν αἱρετικῶν παῖδες, τὸ πνεῦμα τὸ ἅγιον ὑβρίζοντες, καὶ δεσποτικῇ δυνάμει οἰκετικὴν τάξιν ἐπεισάγοντες. |
φύ^γωμεν κα^κί^α_ν, φύ^γωμεν αἱρετι^κὴν βλασφημίαν, φύγωμεν καὶ φαύλων ἔργων ἀναστροφήν. | φύγωμεν κακίαν, φύγωμεν αἱρετικὴν βλασφημίαν, φύγωμεν καὶ φαύλων ἔργων ἀναστροφήν. |
τεκμήρι^ον πίστεως ἀγαθοποιία, τεκμήριον πίστεως φι^λανθρωπί^α_. | τεκμήριον πίστεως ἀγαθοποιία, τεκμήριον πίστεως φιλανθρωπία. |
ἐλέει πένητα^ς. | ἐλέει πένητας. |
ὤνησον, καὶ λά^μβα^νε· | ὤνησον, καὶ λάμβανε· |
οὐ γὰ^ρ δύ^να^σαι ὃ μὴ σπείρεις θερίζειν. | οὐ γὰρ δύνασαι ὃ μὴ σπείρεις θερίζειν. |
πῶς λέγεις θεῷ, συγχώρησόν μοι; | πῶς λέγεις θεῷ, συγχώρησόν μοι; |
ὃ μὴ δί^δως, πῶς αἰτεῖς; | ὃ μὴ δίδως, πῶς αἰτεῖς; |
ὃ μὴ ποιεῖς, πῶς λα^μβά^νεις; | ὃ μὴ ποιεῖς, πῶς λαμβάνεις; |
μνημόνευσον οὖν τῶν ῥημά^των σου τῶν ἐν τῇ πενί^ᾳ. | μνημόνευσον οὖν τῶν ῥημάτων σου τῶν ἐν τῇ πενίᾳ. |
ὅτε πένης ἦσθα^, αἰτούμενος πα^ρὰ^ πενήτων ἔλεγες, ἤθελον ἔχειν καὶ μετα^δί^δωμι^· | ὅτε πένης ἦσθα, αἰτούμενος παρὰ πενήτων ἔλεγες, ἤθελον ἔχειν καὶ μεταδίδωμι· |
ἤθελον δι^δόναι, οἶδεν ὁ θεὸς τὴν προαίρεσι^ν. | ἤθελον διδόναι, οἶδεν ὁ θεὸς τὴν προαίρεσιν. |
ὁ θεὸς πολλά^κι^ς γυμνάζων τὴν τοιαύτην δι^ά^νοια^ν, καὶ δι' αὐτῶν τῶν πρα_γμά^των ἐλέγχων, ἄ^γει αὐτὸν εἰς πλοῦτον, καὶ οὐκέτι^ αὐτὸς ἑαυτὸν κρί_νει, ἀλλὰ τὰ πρῶτα^ ῥήμα^τα^ ἐπιλανθάνεται. | ὁ θεὸς πολλάκις γυμνάζων τὴν τοιαύτην διάνοιαν, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐλέγχων, ἄγει αὐτὸν εἰς πλοῦτον, καὶ οὐκέτι αὐτὸς ἑαυτὸν κρίνει, ἀλλὰ τὰ πρῶτα ῥήματα ἐπιλανθάνεται. |
ἕκαστος γὰ^ρ ὄντως κρί_νεται ἐξ ὧν λα^λεῖ. | ἕκαστος γὰρ ὄντως κρίνεται ἐξ ὧν λαλεῖ. |
ἕως μή ἔσμεν δι^κασταὶ, λέγομεν· | ἕως μή ἔσμεν δικασταὶ, λέγομεν· |
ἐγὼ εἰ ἤμην δι^καστὴς, τόδε ἂ^ν ἐποίουν· | ἐγὼ εἰ ἤμην δικαστὴς, τόδε ἂν ἐποίουν· |
ἐγὼ εἰ ἤμην δι^καστὴς, οὕτως ἂ^ν ᾠκονόμουν· | ἐγὼ εἰ ἤμην δικαστὴς, οὕτως ἂν ᾠκονόμουν· |
ἐγὼ δὲ εἰ ἤμην δι^καστὴς, τὸ καὶ τὸ ἐθέσπιζον. | ἐγὼ δὲ εἰ ἤμην δικαστὴς, τὸ καὶ τὸ ἐθέσπιζον. |
προῆλθες εἰς δι^καστήριον· | προῆλθες εἰς δικαστήριον· |
δεῖξον τὴν ἐπαγγελίαν. | δεῖξον τὴν ἐπαγγελίαν. |
ὡς ἦσθα^ πένης, ἐπηγγείλω τὴν ἐλεημοσύνην, ἐπηγγείλω τὴν δικαιοκρισίαν. | ὡς ἦσθα πένης, ἐπηγγείλω τὴν ἐλεημοσύνην, ἐπηγγείλω τὴν δικαιοκρισίαν. |
δεῖξον ἄρτι^ καὶ τὰ ἔργα^. | δεῖξον ἄρτι καὶ τὰ ἔργα. |
ἀλλ' ἐοίκα_σι^ν οἱ ἄνθρωποι ἐν τῇ ταπεινώσει ταῖς ἀ^κρί^σι^ν. | ἀλλ' ἐοίκασιν οἱ ἄνθρωποι ἐν τῇ ταπεινώσει ταῖς ἀκρίσιν. |
ἡ γὰ^ρ ἀκρὶς χειμῶνος ὥρᾳ ἐφέστηκε φραγμῷ, μη δὲ ἀ^ναγεῦσαι δυ^να^μένη· | ἡ γὰρ ἀκρὶς χειμῶνος ὥρᾳ ἐφέστηκε φραγμῷ, μη δὲ ἀναγεῦσαι δυναμένη· |
τῷ γὰ^ρ κρύ^ει δέδεται, καὶ ἔστι^ τα^πεινὴ, καὶ εὐμεταχείριστος καὶ εὐά^λωτος ὀλί^γον δὲ θα^λφθεῖσα^ ἡλί^ῳ ἀνίπταται, ἡ ἐπὶ τόπῳ μὴ δυ^να^μένη πρότερον ἐπαίρεσθαι εἰς τὸν ἀ_έρα^ πέταται. | τῷ γὰρ κρύει δέδεται, καὶ ἔστι ταπεινὴ, καὶ εὐμεταχείριστος καὶ εὐάλωτος ὀλίγον δὲ θαλφθεῖσα ἡλίῳ ἀνίπταται, ἡ ἐπὶ τόπῳ μὴ δυναμένη πρότερον ἐπαίρεσθαι εἰς τὸν ἀέρα πέταται. |
οὕτω καὶ ὁ ἄνθρωπος, τα^πεινὸς ἐν ταῖς θλί_ψεσι^ν, εὐλαβὴς ἐπι^εικὴς, χρηστότητα^ ἐνδεικνύμενος. | οὕτω καὶ ὁ ἄνθρωπος, ταπεινὸς ἐν ταῖς θλίψεσιν, εὐλαβὴς ἐπιεικὴς, χρηστότητα ἐνδεικνύμενος. |
ἀνέκυψεν ἡ λαμπρότης, ἐγυμνώθη ἡ γνώμη. | ἀνέκυψεν ἡ λαμπρότης, ἐγυμνώθη ἡ γνώμη. |
διὰ τοῦτό φησι^ν ἡ γραφὴ πρὸς τοὺς ἰουδαίους τοὺς ἐν μὲν ταῖς δυσπραγίαις εὐλαβεῖς, ἐν δὲ ταῖς εὐπραγίαις ἀ^νευλαβεῖς· | διὰ τοῦτό φησιν ἡ γραφὴ πρὸς τοὺς ἰουδαίους τοὺς ἐν μὲν ταῖς δυσπραγίαις εὐλαβεῖς, ἐν δὲ ταῖς εὐπραγίαις ἀνευλαβεῖς· |
βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος· | βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος· |
ὁ ἐπίμικτός σου, ὡς ἀκρίς. | ὁ ἐπίμικτός σου, ὡς ἀκρίς. |
ἀνέτειλεν ὁ ἥλι^ος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς. | ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς. |
τὸν λα_ὸν λέγει τὸν μιγά^δα^. | τὸν λαὸν λέγει τὸν μιγάδα. |
ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπι^βεβηκυῖα^ φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ. | ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπιβεβηκυῖα φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ. |
ἀνέτειλεν ὁ ἥλι^ος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς· | ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς· |
ἀντὶ^ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς. | ἀντὶ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς. |
οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν τα^πεινοί· | οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν ταπεινοί· |
ἐπλουτήσαμεν, ἐπελαθόμεθα^. | ἐπλουτήσαμεν, ἐπελαθόμεθα. |
ἐν θα^νά^τῳ φι^λοσοφοῦμεν, καὶ ὅτα^ν προκομίζηται νεκρὸς, ἕκαστος φι^λοσοφεῖ τὰ^ ἀ^νθρώπι^να^, λέγων· | ἐν θανάτῳ φιλοσοφοῦμεν, καὶ ὅταν προκομίζηται νεκρὸς, ἕκαστος φιλοσοφεῖ τὰ ἀνθρώπινα, λέγων· |
παρέρχεται τὰ^ πά^ντα^, οὐδέν ἐσμεν. | παρέρχεται τὰ πάντα, οὐδέν ἐσμεν. |
ἕως ὁρᾷ τὴν πρῶσι^ν, φι^λοσοφεῖ· | ἕως ὁρᾷ τὴν πρῶσιν, φιλοσοφεῖ· |
ἐξῆλθεν ἡ ὄψι^ς ἡ φοβοῦσα^, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως. | ἐξῆλθεν ἡ ὄψις ἡ φοβοῦσα, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως. |
διὰ τοῦτο λέγει ἡ γραφή· | διὰ τοῦτο λέγει ἡ γραφή· |
ἐν πᾶσι^ τοῖς λόγοις σου μιμνήσκου τὰ^ ἔσχα^τά^ σου, καὶ εἰς τὸν αἰῶνα^ οὐχ ἁ^μα^ρτήσεις. | ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. |
ἐπὶ πάντων μέμνησο τὰ^ ἔσχα^τά^ σου, καὶ ἕξεις τὴν γνώμην ἀσά^λευτον. | ἐπὶ πάντων μέμνησο τὰ ἔσχατά σου, καὶ ἕξεις τὴν γνώμην ἀσάλευτον. |
εἴη δὲ ἡμᾶς, ἀ^δελφοὶ, ἐν πᾶσι^ πιστοὺς δι^α^μένειν θεῷ, ᾧ πρέπει πᾶσα^ δόξα_, τι_μὴ καὶ κρά^τος, εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | εἴη δὲ ἡμᾶς, ἀδελφοὶ, ἐν πᾶσι πιστοὺς διαμένειν θεῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
κατ' εἰκόνα^ θεοῦ καὶ ὁμολόγησι^ν γεγονέναι τὸν ἄνθρωπον καὶ ἡ θεία_ γρα^φὴ παραδέδωκε καὶ ὁ τῆς δι^δα^σκα^λί^α_ς λόγος ἠρέμα^ πως τοῖς φιλομαθέσι^ν ὑ^πέδειξε. | κατ' εἰκόνα θεοῦ καὶ ὁμολόγησιν γεγονέναι τὸν ἄνθρωπον καὶ ἡ θεία γραφὴ παραδέδωκε καὶ ὁ τῆς διδασκαλίας λόγος ἠρέμα πως τοῖς φιλομαθέσιν ὑπέδειξε. |
καὶ μέμνησθε πάντως οἵ γε φι^λόπονοι τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ^ τούτων δι^ηνύσθη λόγος, ὅτι^ τὸ κατ' εἰκόνα^ προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑ^παγορεύεται· | καὶ μέμνησθε πάντως οἵ γε φιλόπονοι τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος, ὅτι τὸ κατ' εἰκόνα προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑπαγορεύεται· |
ἡ δὲ ὁμοίωσι^ς ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀ^ρετῶν τελείωσι^ν ἐκλαμβάνεται. | ἡ δὲ ὁμοίωσις ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀρετῶν τελείωσιν ἐκλαμβάνεται. |
ἀ^να^γκαῖον δὲ δεῖξαι, ἀ^δελφοί, καὶ σα^φῶς πα^ρα^στῆσαι, πῶς ὁ πα^ρὰ^ πά^ντα^ τὰ^ ποιήμα^τα^ τοῦ θεοῦ μειζόνως τι_μηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμί^ου καὶ πρωτοτύ^που κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύ^σι^ν καὶ ὁμοιότητα^ κατηνέχθη. | ἀναγκαῖον δὲ δεῖξαι, ἀδελφοί, καὶ σαφῶς παραστῆσαι, πῶς ὁ παρὰ πάντα τὰ ποιήματα τοῦ θεοῦ μειζόνως τιμηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμίου καὶ πρωτοτύπου κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύσιν καὶ ὁμοιότητα κατηνέχθη. |
εἰκὼν γὰ^ρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κα^κί^αις καὶ ταῖς πα^ρα^νομί^αις ἤμβλυνε, καὶ ἀ^ληθῶς παρασυνεβληθη τοῖς κτήνεσι^ τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. | εἰκὼν γὰρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κακίαις καὶ ταῖς παρανομίαις ἤμβλυνε, καὶ ἀληθῶς παρασυνεβληθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. |
ὅπως ἀνοήτοις κτήνεσι^ πα^ρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰ^δεῖν τῶν ἔργων, οὐχ ἵ^να_ τὰ^ προλαβόντα^ μεμψώμεθα^, ἀλλὰ^ ἵ^να_ τὰ^ πα^ρόντα^ διορθωσώμεθα^. | ὅπως ἀνοήτοις κτήνεσι παρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰδεῖν τῶν ἔργων, οὐχ ἵνα τὰ προλαβόντα μεμψώμεθα, ἀλλὰ ἵνα τὰ παρόντα διορθωσώμεθα. |
καὶ γὰ^ρ τὰ^ κα^τὰ^ τὸν ἀδὰμ ἀναγινώσκεται καὶ πᾶσα^ ἡ τῶν προλαβόντων ἱ^στορί^α_, οὐχ ἵ^να_ τοὺς προλαβόντας ἐπαινέσωμεν ἢ μεμψώμεθα^, ἀλλ' ἵ^να_ τὴν ἀ^ρετὴν μι_μησώμεθα^ καὶ τὴν κα^κί^α_ν ἐκκλίνωμεν. | καὶ γὰρ τὰ κατὰ τὸν ἀδὰμ ἀναγινώσκεται καὶ πᾶσα ἡ τῶν προλαβόντων ἱστορία, οὐχ ἵνα τοὺς προλαβόντας ἐπαινέσωμεν ἢ μεμψώμεθα, ἀλλ' ἵνα τὴν ἀρετὴν μιμησώμεθα καὶ τὴν κακίαν ἐκκλίνωμεν. |
ταῦτα^ δέ, φησὶ^ν ὁ θαυμάσιος παῦλος, ἐγρά^φη πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ^ τέλη τῶν αἰώνων κατήντησε. | ταῦτα δέ, φησὶν ὁ θαυμάσιος παῦλος, ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. |
τὴν εἰκόνα^ τοίνυ^ν τὴν καθ' ὁμοίωσι^ν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος δι^ὰ^ τῆς πα^ρακοῆς, καὶ πάτημα^ ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσι^ν ὕβρι^σε· | τὴν εἰκόνα τοίνυν τὴν καθ' ὁμοίωσιν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος διὰ τῆς παρακοῆς, καὶ πάτημα ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσιν ὕβρισε· |
καὶ τὸν μὲν δι^ὰ^ τὸ ὡμὸν καὶ τυραννι^κὸν τῶν τρόπων λέοντα^ μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύ^κον δι^ὰ^ τὸ ἁρπακτι^κὸν εἰργά^σα^το. | καὶ τὸν μὲν διὰ τὸ ὡμὸν καὶ τυραννικὸν τῶν τρόπων λέοντα μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύκον διὰ τὸ ἁρπακτικὸν εἰργάσατο. |
οἱ ἄρχοντες ὑ_μῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κρι^ταὶ ὑ_μῶν ὡς λύ^κοι τῆς ἀραβίας, λέοντα^ς κα^λέσα_σα^ τοὺς ὠμοὺς καὶ τυραννι^κούς, λύ^κους δὲ τοὺς ἁρπακτι^κοὺς καὶ πρὸς πλεονεξίαν βλέποντα^ς. | οἱ ἄρχοντες ὑμῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κριταὶ ὑμῶν ὡς λύκοι τῆς ἀραβίας, λέοντας καλέσασα τοὺς ὠμοὺς καὶ τυραννικούς, λύκους δὲ τοὺς ἁρπακτικοὺς καὶ πρὸς πλεονεξίαν βλέποντας. |
ὁρᾷς πῶς ὁ κατ' εἰκόνα^ θεοῦ γενόμενος ἄνθρωπος εἰς τὴν τῶν ἀλόγων τάξι^ν κατηνέχθη; | ὁρᾷς πῶς ὁ κατ' εἰκόνα θεοῦ γενόμενος ἄνθρωπος εἰς τὴν τῶν ἀλόγων τάξιν κατηνέχθη; |
ὅτα^ν οὖν τυ^ρα^ννῇ ὁ ἄνθρωπος, προσα^γορεύεται λέων· | ὅταν οὖν τυραννῇ ὁ ἄνθρωπος, προσαγορεύεται λέων· |
ὅτα^ν ἁρπάζῃ, δέχεται τοῦ λύ^κου τὴν προσηγορίαν· | ὅταν ἁρπάζῃ, δέχεται τοῦ λύκου τὴν προσηγορίαν· |
ὅταν ταῖς ἀκολά^στοις ἐπι^θυ_μί^αις ἐμφύρηται καὶ δί^κην ἀλόγων ἐπὶ^ ταῖς πα^ρα^νόμους πράξεις ἐκφέρηται. | ὅταν ταῖς ἀκολάστοις ἐπιθυμίαις ἐμφύρηται καὶ δίκην ἀλόγων ἐπὶ ταῖς παρανόμους πράξεις ἐκφέρηται. |
εὑρίσκεται πά^λι^ν ἵππος ὁ ἄνθρωπος· | εὑρίσκεται πάλιν ἵππος ὁ ἄνθρωπος· |
ἵπποι γά^ρ φησι^ θηλυμανεῖς ἐγενήθησα^ν· | ἵπποι γάρ φησι θηλυμανεῖς ἐγενήθησαν· |
ἕκαστος ἐπὶ^ τὴν γυ^ναῖκα^ τοῦ πλησί^ον αὐτοῦ ἐχρεμέτιζεν. | ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. |
ἄλλους πά^λι^ν ἡ κα^κί^α_ ἀ^πὸ ἀνθρώπων κύ^να^ς ἐποίησε. | ἄλλους πάλιν ἡ κακία ἀπὸ ἀνθρώπων κύνας ἐποίησε. |
κύνας, δι^ὰ^ τί^; | κύνας, διὰ τί; |
δι^ὰ^ τὸ ὑλακτι^κόν, δι^ὰ^ τὸ πάντοτε θορύ^βοις καὶ τα^ρα^χαῖς χαίρειν. | διὰ τὸ ὑλακτικόν, διὰ τὸ πάντοτε θορύβοις καὶ ταραχαῖς χαίρειν. |
περιεκύκλωσάν με κύ^νες. | περιεκύκλωσάν με κύνες. |
καὶ τί^νες οἱ κύ^νες; | καὶ τίνες οἱ κύνες; |
συναγωγὴ πονηρευομένων περι^έσχον με. | συναγωγὴ πονηρευομένων περιέσχον με. |
ἄλλους πά^λι^ν ἡ γρα^φὴ κα^λεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους. | ἄλλους πάλιν ἡ γραφὴ καλεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους. |
μὴ ῥίπτετε τὰ^ ἅγι^α^ τοῖς κυ^σὶ^ καὶ τοὺς μαργα^ρί_τα_ς ἔμπροσθεν τῶν χοίρων. | μὴ ῥίπτετε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.