macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ὅταν τι^ τῶν λεγομένων ἄπορόν σοι φα^νῇ, μὴ εὐθέως ἐπι^πηδήσης τῇ λέξει, ἀλλ' ἀνάμεινον τὸ τέλος τοῦ νοήμα^τος. | ὅταν τι τῶν λεγομένων ἄπορόν σοι φανῇ, μὴ εὐθέως ἐπιπηδήσης τῇ λέξει, ἀλλ' ἀνάμεινον τὸ τέλος τοῦ νοήματος. |
οὐκ εἶδες ἐν ταῖς παρασκευαῖς τῶν οἰκοδομῶν, πῶς πά^ντα^ συγκεχυμένα^· | οὐκ εἶδες ἐν ταῖς παρασκευαῖς τῶν οἰκοδομῶν, πῶς πάντα συγκεχυμένα· |
ἄσβεστος, λί^θοι, ξύ^λα^. | ἄσβεστος, λίθοι, ξύλα. |
καὶ τῇ μὲν σῇ ὄψει πά^ντα^ συγκέχυται, τῷ δὲ τεχνίτῃ πά^ντα^ ἥρμοσται; | καὶ τῇ μὲν σῇ ὄψει πάντα συγκέχυται, τῷ δὲ τεχνίτῃ πάντα ἥρμοσται; |
καὶ οἶδε τὸν καιρόν, καθ' ὃν τοῦτο τὸ συγκεχυμένον ἁρμόσει ἐκείνῳ, κ ἀκεῖνο τούτῳ. | καὶ οἶδε τὸν καιρόν, καθ' ὃν τοῦτο τὸ συγκεχυμένον ἁρμόσει ἐκείνῳ, κ ἀκεῖνο τούτῳ. |
καὶ τὰ^ μὲν διεσκορπισμένα^ τὴν πρέπουσα^ν ἁρμονίαν λα^μβά^νοντα^ ἀ^ποτελεῖ τὸ τῆς οἰκοδομῆς κάλλος. | καὶ τὰ μὲν διεσκορπισμένα τὴν πρέπουσαν ἁρμονίαν λαμβάνοντα ἀποτελεῖ τὸ τῆς οἰκοδομῆς κάλλος. |
ὅταν τοίνυ^ν ἴ^δῃς τὸν λέγοντα^ ἀ^πὸ τούτου εἰς τοῦτο, καὶ ἀπ' ἐκείνου εἰς ἄλλο μετα^βαίνοντα^, νόει τὰ_ς ὕ_λα_ς αὐτὸν πα^ρα^σκευά^ζειν. | ὅταν τοίνυν ἴδῃς τὸν λέγοντα ἀπὸ τούτου εἰς τοῦτο, καὶ ἀπ' ἐκείνου εἰς ἄλλο μεταβαίνοντα, νόει τὰς ὕλας αὐτὸν παρασκευάζειν. |
ὅταν γὰ^ρ παραθῶ τὰ_ς ὕ_λα_ς, τότε δείκνυ_μι^ τὴν ἁρμονίαν. | ὅταν γὰρ παραθῶ τὰς ὕλας, τότε δείκνυμι τὴν ἁρμονίαν. |
μί^α^ φύ^σι^ς υἱοῦ καὶ πνεύμα^τος, μί^α^ δύ^να^μι^ς, μί^α^ ἀ^λήθεια^, μί^α^ ζωή, μί^α^ σοφί^α_. | μία φύσις υἱοῦ καὶ πνεύματος, μία δύναμις, μία ἀλήθεια, μία ζωή, μία σοφία. |
ἀφ' οὗ δὲ ὁ σωτὴρ κατηξίωσε τὸ πλάσμα^ λα^βεῖν τὸ ἡμέτερον, πληροῦται πνεύμα^τος ἁ^γί^ου, οὐ κατώτερος ἁ^γί^ου πνεύμα^τος, ἀλλ' ὡς τῆς σαρκὸς ὀφειλούσης ἀ^νθρωπί^νῳ τύ^πῳ λα^βεῖν τοῦ πνεύμα^τος τὴν ἐπιφοίτησι^ν· | ἀφ' οὗ δὲ ὁ σωτὴρ κατηξίωσε τὸ πλάσμα λαβεῖν τὸ ἡμέτερον, πληροῦται πνεύματος ἁγίου, οὐ κατώτερος ἁγίου πνεύματος, ἀλλ' ὡς τῆς σαρκὸς ὀφειλούσης ἀνθρωπίνῳ τύπῳ λαβεῖν τοῦ πνεύματος τὴν ἐπιφοίτησιν· |
οὐχ ὅτι^ οὐκ ἠδύνατο ὁ θεὸς λόγος ἁγιάσαι τὸ πλάσμα^ ὃ ἀ^νέλα^βεν. | οὐχ ὅτι οὐκ ἠδύνατο ὁ θεὸς λόγος ἁγιάσαι τὸ πλάσμα ὃ ἀνέλαβεν. |
ἐὰν γὰ^ρ εἰς τοῦτον χωρήσῃς τὸν λόγον, καὶ ὁ υἱὸς περιττός. | ἐὰν γὰρ εἰς τοῦτον χωρήσῃς τὸν λόγον, καὶ ὁ υἱὸς περιττός. |
ἤρκει γὰ^ρ ὁ πα^τὴρ ἁγιάσαι τὸ πλάσμα^. | ἤρκει γὰρ ὁ πατὴρ ἁγιάσαι τὸ πλάσμα. |
μὴ γὰ^ρ ὡς ἀτονῶν ὁ πα^τὴρ προσλαμβά^νει τὸν υἱόν; | μὴ γὰρ ὡς ἀτονῶν ὁ πατὴρ προσλαμβάνει τὸν υἱόν; |
μὴ γὰ^ρ ὡς ἀτονῶν ὁ υἱὸς προσλαμβά^νει τὸ πνεῦμα^; | μὴ γὰρ ὡς ἀτονῶν ὁ υἱὸς προσλαμβάνει τὸ πνεῦμα; |
ἀλλ' ἐπειδὴ μία φύ^σι^ς ἐστὶ^ τὰ^ πά^ντα^ ἐν πᾶσι^ν ἐνεργοῦσα^, τὰ^ μὲν ὁ πα^τὴρ ἐργάζεται καὶ εἰς πᾶσα^ν τὴν φύ^σι^ν ἐκλαμβάνεται, τὰ^ δὲ ὁ υἱὸς καὶ εἰς πᾶσα^ν δι^α^βαίνει τὴν φύ^σι^ν, τὰ^ δὲ τὸ πνεῦμα^ καὶ εἰς πᾶσα^ν τὴν φύ^σι^ν ἀναλαμβάνεται. | ἀλλ' ἐπειδὴ μία φύσις ἐστὶ τὰ πάντα ἐν πᾶσιν ἐνεργοῦσα, τὰ μὲν ὁ πατὴρ ἐργάζεται καὶ εἰς πᾶσαν τὴν φύσιν ἐκλαμβάνεται, τὰ δὲ ὁ υἱὸς καὶ εἰς πᾶσαν διαβαίνει τὴν φύσιν, τὰ δὲ τὸ πνεῦμα καὶ εἰς πᾶσαν τὴν φύσιν ἀναλαμβάνεται. |
ὅτε οὖν ἐστι^ν ἡ φύ^σι^ς καθ' ἑαυτὴν θεωρουμένη, ἴ_ση καὶ ὁμα^λή, δεσποτι^κῆς αὐθεντία_ς πλήρης, θαυμαστή, οὔ τε ἐνδεής, οὔ τε ἀτελής, οὐ προκόπτουσα^, οὐ μειουμένη, οὐκ ἐλαττουμένη, οὐ προσθήκα_ς λα^μβά^νουσα^. | ὅτε οὖν ἐστιν ἡ φύσις καθ' ἑαυτὴν θεωρουμένη, ἴση καὶ ὁμαλή, δεσποτικῆς αὐθεντίας πλήρης, θαυμαστή, οὔ τε ἐνδεής, οὔ τε ἀτελής, οὐ προκόπτουσα, οὐ μειουμένη, οὐκ ἐλαττουμένη, οὐ προσθήκας λαμβάνουσα. |
ὅταν δὲ ἀ^να^λά^βῃ ὁ θεὸς λόγος τὴν σάρκα^ τὴν ἐξ ἡμῶν, ποιεῖ αὐτὴν κα^τὰ^ τὸν ἀ^νθρώπι^νον τύ^πον, ὡς ἕνα^ τῶν προφητῶν ἢ ὡς ἕνα^ τῶν ἀ^ποστόλων, δεχομένην πνεῦμα^ ἅ^γι^ον. | ὅταν δὲ ἀναλάβῃ ὁ θεὸς λόγος τὴν σάρκα τὴν ἐξ ἡμῶν, ποιεῖ αὐτὴν κατὰ τὸν ἀνθρώπινον τύπον, ὡς ἕνα τῶν προφητῶν ἢ ὡς ἕνα τῶν ἀποστόλων, δεχομένην πνεῦμα ἅγιον. |
εἶπον προλαβών, οὐχ ὡς μὴ ἀρκούσης τῆς θεότητος τοῦ υἱοῦ, ἀλλ' ἵ^να_ ἐντελὴς τῆς τριά^δος ἡ γνῶσι^ς ἐν τῷ πλάσμα^τι^ τούτῳ δειχθῇ. | εἶπον προλαβών, οὐχ ὡς μὴ ἀρκούσης τῆς θεότητος τοῦ υἱοῦ, ἀλλ' ἵνα ἐντελὴς τῆς τριάδος ἡ γνῶσις ἐν τῷ πλάσματι τούτῳ δειχθῇ. |
κατηξιώθη οὖν ἡ σὰρξ ἡ δεσποτι^κὴ πνεύμα^τος ἁ^γί^ου καὶ λοιπὸν ἐβούλετο ὁ σωτὴρ τὸ πλάσμα^ ὃ ἀ^νέλα^βεν οἰκειοῦν τῷ ἁ^γί^ῳ πνεύμα^τι^, ἵν' ὅπερ ἂ_ν ποιῇ ὁ χριστὸς κα^τὰ^ σάρκα^, ἐπιγρά^φηται τῷ ἁ^γί^ῳ πνεύμα^τι^ τῷ ἐνοικοῦντι^ ἐν αὐτῷ, ὡς ἐν ἁ^γί^ῳ να_ῷ τῷ ἀ^νθρωπί^νῳ. | κατηξιώθη οὖν ἡ σὰρξ ἡ δεσποτικὴ πνεύματος ἁγίου καὶ λοιπὸν ἐβούλετο ὁ σωτὴρ τὸ πλάσμα ὃ ἀνέλαβεν οἰκειοῦν τῷ ἁγίῳ πνεύματι, ἵν' ὅπερ ἂν ποιῇ ὁ χριστὸς κατὰ σάρκα, ἐπιγράφηται τῷ ἁγίῳ πνεύματι τῷ ἐνοικοῦντι ἐν αὐτῷ, ὡς ἐν ἁγίῳ ναῷ τῷ ἀνθρωπίνῳ. |
ἄνθρωπος γὰ^ρ δι' ἡμᾶς, θεὸς δὲ δι' ἑαυτόν· | ἄνθρωπος γὰρ δι' ἡμᾶς, θεὸς δὲ δι' ἑαυτόν· |
θεὸς δι' ἑαυτόν, ἄνθρωπος δὲ διὰ φιλανθρωπίαν. | θεὸς δι' ἑαυτόν, ἄνθρωπος δὲ διὰ φιλανθρωπίαν. |
ἐξέβαλε δαιμόνι^α^ καὶ ἠθέλησε τὴν ἀ^πέλασι^ν τῶν δαιμόνων ἐπιγρά^φειν τῷ ἁ^γί^ῳ πνεύμα^τι^ καὶ λέγει· | ἐξέβαλε δαιμόνια καὶ ἠθέλησε τὴν ἀπέλασιν τῶν δαιμόνων ἐπιγράφειν τῷ ἁγίῳ πνεύματι καὶ λέγει· |
εἰ δὲ ἐγὼ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ ἐκβάλλω τὰ^ δαιμόνι^α^. | εἰ δὲ ἐγὼ ἐν πνεύματι ἁγίῳ ἐκβάλλω τὰ δαιμόνια. |
καὶ οὐκ εἶπεν· | καὶ οὐκ εἶπεν· |
ἐν τῷ θεῷ λόγῳ, ἀλλ' ἐπιγρά^φει τῷ ἁ^γί^ῳ πνεύμα^τι^, ὡς ἀ^νὴρ ἅγι^ος πνεύμα^τος ἁ^γί^ου κα^τηξιωμένος. | ἐν τῷ θεῷ λόγῳ, ἀλλ' ἐπιγράφει τῷ ἁγίῳ πνεύματι, ὡς ἀνὴρ ἅγιος πνεύματος ἁγίου κατηξιωμένος. |
ἀμέλει ὅτε εἰσῆλθεν εἰς τὸ ἱερόν, λαμβάνει τὸν προφήτην ἡσαΐαν καὶ ἀναγινώσκει. | ἀμέλει ὅτε εἰσῆλθεν εἰς τὸ ἱερόν, λαμβάνει τὸν προφήτην ἡσαΐαν καὶ ἀναγινώσκει. |
ἀναγινώσκει δὲ τὰ^ περὶ^ ἑαυτοῦ γεγραμμένα^. | ἀναγινώσκει δὲ τὰ περὶ ἑαυτοῦ γεγραμμένα. |
καὶ ἀναπτύξας φησὶ^ τὸ βιβλί^ον, λέγει· | καὶ ἀναπτύξας φησὶ τὸ βιβλίον, λέγει· |
πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ.. | πνεῦμα κυρίου ἐπ' ἐμέ.. |
ταῦτα ἆρα^ τῷ θεῷ λόγῳ ἁρμόζει; | ταῦτα ἆρα τῷ θεῷ λόγῳ ἁρμόζει; |
θεὸς λέγει· | θεὸς λέγει· |
πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ. | πνεῦμα κυρίου ἐπ' ἐμέ. |
οὐκ ἀναντίρρητόν ἐστι^ ὅτι^ τὸ πρόσωπον τοῦ ἀνθρώπου λα^λεῖ; | οὐκ ἀναντίρρητόν ἐστι ὅτι τὸ πρόσωπον τοῦ ἀνθρώπου λαλεῖ; |
πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρι_σέ με. | πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με. |
διὰ τοῦ πνεύμα^τός φησι^ τοῦ ἁ^γί^ου ἐχρίσθην. | διὰ τοῦ πνεύματός φησι τοῦ ἁγίου ἐχρίσθην. |
ἰησοῦν τὸν ἀ^πὸ ναζαρέτ, ὃν ἔχρι_σεν ὁ θεὸς πνεύμα^τι^ ἁ^γί^ῳ καὶ δυ^νά^μει. | ἰησοῦν τὸν ἀπὸ ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει. |
ὧδε τὸν νοῦν, πα^ρα^κα^λῶ, ἔχωμεν. | ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. |
ταῦτα γὰ^ρ ὅλα_ παρασκευὴ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται. | ταῦτα γὰρ ὅλα παρασκευὴ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται. |
οὐ γὰ^ρ ἀπ' ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ', ὡς ἔφθην εἰπών, τὰ_ς ὕ_λα_ς εὐτρεπίζω, ἵ^να_ σὺ^ τὴν ἕνωσι^ν ἁρμόσῃς. | οὐ γὰρ ἀπ' ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ', ὡς ἔφθην εἰπών, τὰς ὕλας εὐτρεπίζω, ἵνα σὺ τὴν ἕνωσιν ἁρμόσῃς. |
κατηξιώθη πνεύμα^τος ἁ^γί^ου· | κατηξιώθη πνεύματος ἁγίου· |
ἐβαπτίσθη ἐν τῷ ἰορδάνῃ καὶ λέγει ἰωάννης· | ἐβαπτίσθη ἐν τῷ ἰορδάνῃ καὶ λέγει ἰωάννης· |
εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ πνεῦμα^ τοῦ θεοῦ κα^τα^βαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν. | εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν. |
εἶδες πῶς τύ^πῳ ἀ^νθρωπί^νῳ λαμβάνει πνεῦμα^ ἅ^γι^ον; | εἶδες πῶς τύπῳ ἀνθρωπίνῳ λαμβάνει πνεῦμα ἅγιον; |
οὐδεὶς οὕτως ἀσεβής, ἵ^να_ νομί^σῃ ὅτι^ ἡ θεότης ἔλα^βε πνεῦμα^. | οὐδεὶς οὕτως ἀσεβής, ἵνα νομίσῃ ὅτι ἡ θεότης ἔλαβε πνεῦμα. |
λέγει ἰωάννης ὁ βαπτιστὴς· | λέγει ἰωάννης ὁ βαπτιστὴς· |
μέσος ὑ_μῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδα^τε, κ ἀγὼ οὐκ ᾔδειν αὐτόν· | μέσος ὑμῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, κ ἀγὼ οὐκ ᾔδειν αὐτόν· |
ἀλλ' ὁ πέμψα_ς με βαπτίζειν ἐν ὕ^δα^τι^, ἐκεῖνός μου εἶπεν· | ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μου εἶπεν· |
ἐφ' ὃν ἂ_ν ἴ^δῃς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον κα^τα^βαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστι^ν ὁ υἱὸς μου. | ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστιν ὁ υἱὸς μου. |
κατῆλθε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἵ^να_ πληρωθῇ πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ. | κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ πνεῦμα κυρίου ἐπ' ἐμέ. |
ἐβαπτίσθη ἡ σὰρξ καὶ εὐθέως βαπτισθεὶς ἀ^νέβη ἀ^πὸ τοῦ ὕ^δα^τος καὶ ἀ^νήχθη ὑ^πὸ τοῦ πνεύμα^τος εἰς τὴν ἔρημον. | ἐβαπτίσθη ἡ σὰρξ καὶ εὐθέως βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. |
ἀνήχθη, καὶ ὡς παιδα^γωγὸν εἶχεν ἡ σὰρξ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἀνήχθη, καὶ ὡς παιδαγωγὸν εἶχεν ἡ σὰρξ τὸ πνεῦμα τὸ ἅγιον. |
διὰ τί ἤγετο; | διὰ τί ἤγετο; |
ἵ^να_ ὑ_μῖν τύ^πον δῷ ὅτι^ ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄ^γεται ἐπι^θυ_μί^αις, ἀλλ' ἄ^γεται πνεύμα^τι^, οὕτω καὶ ἡμεῖς ὀφείλετε. | ἵνα ὑμῖν τύπον δῷ ὅτι ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄγεται ἐπιθυμίαις, ἀλλ' ἄγεται πνεύματι, οὕτω καὶ ἡμεῖς ὀφείλετε. |
εἰ δὲ πνεύμα^τι^ θεοῦ ἄ^γεσθε, οὐκέτι^ ἐστὲ ἐν σαρκί^, καὶ ὅσοι πνεύμα^τι^ θεοῦ ἄ^γονται, οὐκ εἰσὶ^ν ὑ^πὸ νόμον. | εἰ δὲ πνεύματι θεοῦ ἄγεσθε, οὐκέτι ἐστὲ ἐν σαρκί, καὶ ὅσοι πνεύματι θεοῦ ἄγονται, οὐκ εἰσὶν ὑπὸ νόμον. |
ἄγεται ἡ σὰρξ τοῦ χριστοῦ, ἀ^γώμεθα^ καὶ ἡμεῖς. | ἄγεται ἡ σὰρξ τοῦ χριστοῦ, ἀγώμεθα καὶ ἡμεῖς. |
διὰ τοῦτο γὰ^ρ καὶ πά^ντα^ εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νει, ἵ^να_ τύ^πον ἡμῖν καταλίπῃ. | διὰ τοῦτο γὰρ καὶ πάντα εἰς ἑαυτὸν ἀναλαμβάνει, ἵνα τύπον ἡμῖν καταλίπῃ. |
ἀνήχθη ὑ^πὸ τοῦ πνεύμα^τος πειρασθῆναι καὶ ἐνί_κησε τὸν δι^ά^βολον· | ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι καὶ ἐνίκησε τὸν διάβολον· |
οὐχ ἡ θεότης. | οὐχ ἡ θεότης. |
ὕβρις γὰ^ρ ἦν τῇ θεότητι^ τὸ εἰπεῖν· | ὕβρις γὰρ ἦν τῇ θεότητι τὸ εἰπεῖν· |
ἐνίκησα. | ἐνίκησα. |
θεὸς γὰ^ρ οὔ τε ἡττᾶταί ποτε, οὔ τε νι_κᾷ, ἀλλὰ^ ἀ^εὶ κρα^τεῖ. | θεὸς γὰρ οὔ τε ἡττᾶταί ποτε, οὔ τε νικᾷ, ἀλλὰ ἀεὶ κρατεῖ. |
εἰ νί_κην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. | εἰ νίκην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. |
ὁ δὲ ἀ^εὶ κρα^τῶν, παντοκρά^τωρ, καὶ οὔ τε στα^σι^ά^ζεται ὑ^πὸ τῶν κρατουμένων οὔ τε καμά^τῳ περι^γίνεται τῶν ἀρχομένων. | ὁ δὲ ἀεὶ κρατῶν, παντοκράτωρ, καὶ οὔ τε στασιάζεται ὑπὸ τῶν κρατουμένων οὔ τε καμάτῳ περιγίνεται τῶν ἀρχομένων. |
εἰ τοίνυ^ν ἡ σὰρξ ἡ δεσποτι^κή, τὸ κυριακὸν πλάσμα^, ὁ ξένος ἄνθρωπος, ὁ οὐρά^νι^ος, τὸ νέον βλάστημα^, τὸ ἀ^πὸ τῆς ξένης ὠδῖνος ἀ^νθῆσα^ν, οὗτος λαμβάνει πνεῦμα^ ἅ^γι^ον, ἔχεις τὰ_ς μα^ρτυ^ρί^α_ς ὅτι^ ἐπεδήμησε πνεῦμα^ ἐξ οὐρα^νοῦ, ὅτι^ ἀ^νήγα^γεν αὐτὸν τὸ πνεῦμα εἰς τὸ περι^γενέσθαι τὸν δι^ά^βολον. | εἰ τοίνυν ἡ σὰρξ ἡ δεσποτική, τὸ κυριακὸν πλάσμα, ὁ ξένος ἄνθρωπος, ὁ οὐράνιος, τὸ νέον βλάστημα, τὸ ἀπὸ τῆς ξένης ὠδῖνος ἀνθῆσαν, οὗτος λαμβάνει πνεῦμα ἅγιον, ἔχεις τὰς μαρτυρίας ὅτι ἐπεδήμησε πνεῦμα ἐξ οὐρανοῦ, ὅτι ἀνήγαγεν αὐτὸν τὸ πνεῦμα εἰς τὸ περιγενέσθαι τὸν διάβολον. |
ἡ τοῦ ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθείσα, ἵ^να_ νι_κήσῃ λοιπόν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυ^νά^μει τοῦ πνεύμα^τος. | ἡ τοῦ ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθείσα, ἵνα νικήσῃ λοιπόν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυνάμει τοῦ πνεύματος. |
διὰ τοῦτο, ὥσπερ εἶπεν· | διὰ τοῦτο, ὥσπερ εἶπεν· |
ἀνήχθη ὑ^πὸ τοῦ πνεύμα^τος ἐν τῇ ἐρήμῳ πειρασθῆναι, οὕτως, ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· | ἀνήχθη ὑπὸ τοῦ πνεύματος ἐν τῇ ἐρήμῳ πειρασθῆναι, οὕτως, ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· |
ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυ^νά^μει τοῦ πνεύμα^τος ἀ^πὸ τῆς ἐρήμου. | ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυνάμει τοῦ πνεύματος ἀπὸ τῆς ἐρήμου. |
εἶχεν οὖν ἡ σὰρξ πνεῦμα ἅ^γι^ον, οὐ μέρος χα^ρι^σμά^των, ὡς ἡμεῖς, τῷ μὲν σοφί^α_, τῷ δὲ γνῶσι^ς, ἀλλὰ^ πά^ντα^ ἔσχε τὰ^ χα^ρί^σμα^τα^. | εἶχεν οὖν ἡ σὰρξ πνεῦμα ἅγιον, οὐ μέρος χαρισμάτων, ὡς ἡμεῖς, τῷ μὲν σοφία, τῷ δὲ γνῶσις, ἀλλὰ πάντα ἔσχε τὰ χαρίσματα. |
ἐπὶ^ ἀ^ληθεία_ς ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. | ἐπὶ ἀληθείας ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. |
τὸ τοίνυ^ν σῶ^μα^ τὸ δεσποτι^κὸν καὶ ἡ σὰρξ ἡ ἁγί^α_ λα^βοῦσα^ τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν ἐνέργεια^ν οὐκ ἔλαβεν, ὡς ἐπὶ^ τῶν ἀ^ποστόλων καὶ τῶν προφητῶν, μί^α^ν χά^ρι^ν ἡ δευτέρα_ν. | τὸ τοίνυν σῶμα τὸ δεσποτικὸν καὶ ἡ σὰρξ ἡ ἁγία λαβοῦσα τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν οὐκ ἔλαβεν, ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, μίαν χάριν ἡ δευτέραν. |
ἄνθρωπος γὰ^ρ πά^ντα^ χωρῆσαι οὐ δύ^να^ται. | ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται. |
μὴ πάντες ἀ^πόστολοι; | μὴ πάντες ἀπόστολοι; |
μὴ πάντες προφῆται; | μὴ πάντες προφῆται; |
μὴ πάντες χα^ρί^σμα^τα^ ἔχουσι^ν ἰαμά^των; | μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; |
ἐφ' ἡμῖν γὰ^ρ μερίζεται τὰ^ δῶρα^. | ἐφ' ἡμῖν γὰρ μερίζεται τὰ δῶρα. |
ἐν δὲ τῇ σαρκὶ^ τοῦ χριστοῦ ὅλα_ τὰ^ χα^ρί^σμα^τα^, ὅλαι αἱ δωρεαὶ ἦσα^ν κα^τὰ^ τὴν τῆς σαρκὸς οὐσί^α_ν. | ἐν δὲ τῇ σαρκὶ τοῦ χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν. |
καὶ πρόσεχε. | καὶ πρόσεχε. |
ἐπλήρωσε πρῶτον τὸν ἴ^δι^ον να_ὸν πά_σης χά^ρι^τος. | ἐπλήρωσε πρῶτον τὸν ἴδιον ναὸν πάσης χάριτος. |
εἶχε χάρισμα^ νόσους ἰᾶσθαι, δαίμονα^ς ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ^ τῆς ἀ^ληθεία_ς ἐργάζεσθαι. | εἶχε χάρισμα νόσους ἰᾶσθαι, δαίμονας ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ τῆς ἀληθείας ἐργάζεσθαι. |
πά^ντα^ ἠδύνατο καὶ εἶχε τῶν χα^ρι^σμά^των τὸ πλήρωμα^, ἀφ' οὗ ἐπληρώθη ἡ σὰρξ ἡ δεσποτι^κὴ πάντων τῶν χα^ρι^σμά^των. | πάντα ἠδύνατο καὶ εἶχε τῶν χαρισμάτων τὸ πλήρωμα, ἀφ' οὗ ἐπληρώθη ἡ σὰρξ ἡ δεσποτικὴ πάντων τῶν χαρισμάτων. |
χρεία_ δὲ ἦν πάντως ἡμᾶς λα^μβά^νειν ἐκ μέρους, ὡς ἀ^πὸ δεξαμενῆς, ἀ^πὸ τοῦ κυριακοῦ σώμα^τος, χορηγεῖται καὶ ἀ^ποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. | χρεία δὲ ἦν πάντως ἡμᾶς λαμβάνειν ἐκ μέρους, ὡς ἀπὸ δεξαμενῆς, ἀπὸ τοῦ κυριακοῦ σώματος, χορηγεῖται καὶ ἀποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. |
ἰωάννης ἐμα^ρτύ^ρει ὅτι^ ἐν αὐτῷ ὅλον τὸ πλήρωμα^ τῆς θεότητος καὶ ἐν ᾧ κα^τῴκησε πᾶν τὸ πλήρωμα^ τῆς θεότητος σωμα^τι^κῶς. | ἰωάννης ἐμαρτύρει ὅτι ἐν αὐτῷ ὅλον τὸ πλήρωμα τῆς θεότητος καὶ ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. |
οὐκ εἶπεν ἁπλῶς· | οὐκ εἶπεν ἁπλῶς· |
ἐν ᾧ κα^τῴκησεν ἡ θεότης, ἀλλὰ^ τὸ πλήρωμα^ τῆς θεότητος, τουτέστι^ πᾶσα^ ἡ δωρεὰ τῆς θεότητος. | ἐν ᾧ κατῴκησεν ἡ θεότης, ἀλλὰ τὸ πλήρωμα τῆς θεότητος, τουτέστι πᾶσα ἡ δωρεὰ τῆς θεότητος. |
καὶ ἵνα μή τι^ς νομί^σῃ ὅτι^ ἐν τῷ θεῷ λόγῳ κα^τῴκησε, λέγει· | καὶ ἵνα μή τις νομίσῃ ὅτι ἐν τῷ θεῷ λόγῳ κατῴκησε, λέγει· |
ἐν ᾧ κα^τῴκησε πᾶν τὸ πλήρωμα^ τῆς θεότητος σωμα^τι^κῶς.. | ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.. |
ἐν τῇ σαρκὶ^ αὐτοῦ πᾶν τὸ πλήρωμα^ σοφίας, συνέσεως, δυ^νά^μεως, σημείων, πά_σης ἐνεργεία_ς. | ἐν τῇ σαρκὶ αὐτοῦ πᾶν τὸ πλήρωμα σοφίας, συνέσεως, δυνάμεως, σημείων, πάσης ἐνεργείας. |
λοιπὸν ἀ^πὸ τοῦ πληρώμα^τος δανειζόμεθα^ πάντες. | λοιπὸν ἀπὸ τοῦ πληρώματος δανειζόμεθα πάντες. |
μαρτυρεῖ ἰωάννης ὁ βαπτιστής· | μαρτυρεῖ ἰωάννης ὁ βαπτιστής· |
κ ἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψα_ς με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· | κ ἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· |
ἐφ' ὃν ἂ_ν ἴ^δῃς τὸ πνεῦμα κα^τα^βαῖνον καὶ μένον οὐκ εἶπε· | ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον οὐκ εἶπε· |
χαριζόμενον αὐτῷ δῶρον ἕν, ἀλλὰ· | χαριζόμενον αὐτῷ δῶρον ἕν, ἀλλὰ· |
μένον ὅλον, οὗτος ἐστι^ν ὁ βαπτίζων ἐν πνεύμα^τι^ ἁ^γί^ῳ καὶ πυρί^. | μένον ὅλον, οὗτος ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί. |
εἶτα βουλόμενος δεῖξαι ὁ ἰωάννης ὅτι^ οὐχ ὡς ἄνθρωπος ἔλα^βε χά^ρι^ν ὁ σωτὴρ λέγει· | εἶτα βουλόμενος δεῖξαι ὁ ἰωάννης ὅτι οὐχ ὡς ἄνθρωπος ἔλαβε χάριν ὁ σωτὴρ λέγει· |
οὐκ ἐκ μέτρου δί^δωσι^ν ὁ θεὸς τὸ πνεῦμα· | οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· |
ὁ πα^τὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πά^ντα^ δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. | ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. |
ἡμεῖς οὖν πόθεν λα^μβά^νομεν; | ἡμεῖς οὖν πόθεν λαμβάνομεν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.