macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἰδοὺ πνεῦμα^. | ἰδοὺ πνεῦμα. |
εἴπερ πνεῦμα^ χριστοῦ οἰκεῖ ἐν ὑ_μῖν. | εἴπερ πνεῦμα χριστοῦ οἰκεῖ ἐν ὑμῖν. |
ἴ^δε πνεῦμα^ θεοῦ. | ἴδε πνεῦμα θεοῦ. |
εἰ δέ τι^ς πνεῦμα^ χριστοῦ οὐκ ἔχει. | εἰ δέ τις πνεῦμα χριστοῦ οὐκ ἔχει. |
καὶ μὴν ἐχρῆν εἰπεῖν· | καὶ μὴν ἐχρῆν εἰπεῖν· |
εἰ δέ τι^ς πνεῦμα^ θεοῦ οὐκ ἔχει. | εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει. |
ἀλλ' εἶπε· | ἀλλ' εἶπε· |
πνεῦμα^ χριστοῦ. | πνεῦμα χριστοῦ. |
εἶπε θεοῦ πνεῦμα^, καὶ ἐπήγαγε τὸ πνεῦμα^ τοῦ χριστοῦ. | εἶπε θεοῦ πνεῦμα, καὶ ἐπήγαγε τὸ πνεῦμα τοῦ χριστοῦ. |
εἰ δέ τι^ς πνεῦμα^ χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστι^ν αὐτοῦ. | εἰ δέ τις πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. |
ἀλλὰ^ τοῦτο εἶπεν, ἵ^να_ δείξῃ ὅτι^ εἰ πνεῦμα^, καὶ χριστός. | ἀλλὰ τοῦτο εἶπεν, ἵνα δείξῃ ὅτι εἰ πνεῦμα, καὶ χριστός. |
καὶ ἴ^σον ἐστὶ^ χριστὸν πα^ρεῖναι καὶ πνεῦμα^ πα^ρεῖναι. | καὶ ἴσον ἐστὶ χριστὸν παρεῖναι καὶ πνεῦμα παρεῖναι. |
καὶ ἴ^σον ἐστὶ^ν εἰπεῖν πνεῦμα^ θεοῦ καὶ πνεῦμα^ χριστοῦ. | καὶ ἴσον ἐστὶν εἰπεῖν πνεῦμα θεοῦ καὶ πνεῦμα χριστοῦ. |
ἔστι^ τοίνυ^ν πνεῦμα^ ἅ^γι^ον, πνεῦμα^ τὸ τῆς ἀ^ληθεία_ς, ὡς ἂ^ν τι^ς εἴποι πνεῦμα^ τοῦ υἱοῦ, ἐπειδὴ λέγει ὁ σωτήρ· | ἔστι τοίνυν πνεῦμα ἅγιον, πνεῦμα τὸ τῆς ἀληθείας, ὡς ἂν τις εἴποι πνεῦμα τοῦ υἱοῦ, ἐπειδὴ λέγει ὁ σωτήρ· |
ἐγώ εἰμι^ ἡ ἀ^λήθεια^. | ἐγώ εἰμι ἡ ἀλήθεια. |
λέγεται τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς, ὅ ἐστι^ τὸ πνεῦμα^ τοῦ υἱοῦ, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα^ τοῦ υἱοῦ αὐτοῦ. | λέγεται τὸ πνεῦμα τῆς ἀληθείας, ὅ ἐστι τὸ πνεῦμα τοῦ υἱοῦ, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. |
ἔστι^ν οὖν καὶ πνεῦμα^ τοῦ υἱοῦ καὶ πνεῦμα^ τοῦ ἐγείραντος ἰησοῦν χριστόν. | ἔστιν οὖν καὶ πνεῦμα τοῦ υἱοῦ καὶ πνεῦμα τοῦ ἐγείραντος ἰησοῦν χριστόν. |
εἰ δὲ τὸ πνεῦμα^ τοῦ ἐγείραντος ἰησοῦν χριστὸν οἰκεῖ ἐν ὑ_μῖν. | εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ἰησοῦν χριστὸν οἰκεῖ ἐν ὑμῖν. |
ταῦτα^ τὰ^ ὀνόμα^τα^ τῆς ἁγί^α_ς καὶ ἀχράντου δυ^νά^μεως, τοῦ ἁ^γί^ου ἐστὶ^ καὶ προσκυνητοῦ πνεύμα^τος. | ταῦτα τὰ ὀνόματα τῆς ἁγίας καὶ ἀχράντου δυνάμεως, τοῦ ἁγίου ἐστὶ καὶ προσκυνητοῦ πνεύματος. |
ἔστι δὲ καὶ ἄλλα^ ὀνόμα^τα^ οὐ τῇ φύ^σει προσήκοντα^, ἀλλὰ^ τῇ ἐνεργείᾳ. | ἔστι δὲ καὶ ἄλλα ὀνόματα οὐ τῇ φύσει προσήκοντα, ἀλλὰ τῇ ἐνεργείᾳ. |
βαθὺς ὁ λόγος καὶ χρῄζει ἀκοῆς προσεχοῦς καὶ ἀ^σφα^λοῦς καὶ πιστῆς. | βαθὺς ὁ λόγος καὶ χρῄζει ἀκοῆς προσεχοῦς καὶ ἀσφαλοῦς καὶ πιστῆς. |
λέγεται δὲ πά^λι^ν τὸ πνεῦμα^, ζωῆς πνεῦμα^, ἐπειδὴ ὁ σωτὴρ λέγει· | λέγεται δὲ πάλιν τὸ πνεῦμα, ζωῆς πνεῦμα, ἐπειδὴ ὁ σωτὴρ λέγει· |
ἐγώ εἰμὶ^ ἡ ἀ^λήθεια^ καὶ ἡ ζωή. | ἐγώ εἰμὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. |
λέγεται δὲ πνεῦμα^ ζωῆς, κα^θὼς καὶ ὁ γὰ^ρ νόμος τοῦ πνεύμα^τος τῆς ζωῆς. | λέγεται δὲ πνεῦμα ζωῆς, καθὼς καὶ ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς. |
ταῦτα^ τὰ^ ὀνόμα^τα^ αὐτῆς τῆς αὐθεντία_ς, αὐτῆς τῆς φύ^σεως. | ταῦτα τὰ ὀνόματα αὐτῆς τῆς αὐθεντίας, αὐτῆς τῆς φύσεως. |
ἔστι δὲ ἄλλα^ ὀνόμα^τα^, ἃ οὐ προσγρά^φεται τῷ ἁ^γί^ῳ πνεύμα^τι^, ἀλλὰ^ τῇ δυ^νά^μει καὶ τῇ ἐνεργείᾳ αὐτοῦ, οἷον αἱ δωρεαὶ αὐτοῦ. | ἔστι δὲ ἄλλα ὀνόματα, ἃ οὐ προσγράφεται τῷ ἁγίῳ πνεύματι, ἀλλὰ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ αὐτοῦ, οἷον αἱ δωρεαὶ αὐτοῦ. |
λέγω δὲ καὶ προσδιασαφηνίζω τὴν ἔννοια^ν, καὶ ἐπά^γω τὴν μαρτυρίαν. | λέγω δὲ καὶ προσδιασαφηνίζω τὴν ἔννοιαν, καὶ ἐπάγω τὴν μαρτυρίαν. |
ἐπειδὰν χα^ρί^σηται τὸ πνεῦμα^ τὸ ἅ^γι^ον εὐχαῖς τῶν ἁ^γί^ων ἢ ἐμοὶ ἢ ἑτέρῳ χριστιανῷ ἁγιασμόν, καὶ λά^βω δῶρον, ὥστε ἅ^γι^ον ἔχειν τὸ σῶ^μα^ καὶ τὴν ψυ_χήν, ἡ δωρεὰ ἡ δοθεῖσά^ μοι κα^λεῖται πνεῦμα^ ἁγιωσύνης, τουτέστι^ χάρισμα^. | ἐπειδὰν χαρίσηται τὸ πνεῦμα τὸ ἅγιον εὐχαῖς τῶν ἁγίων ἢ ἐμοὶ ἢ ἑτέρῳ χριστιανῷ ἁγιασμόν, καὶ λάβω δῶρον, ὥστε ἅγιον ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἡ δωρεὰ ἡ δοθεῖσά μοι καλεῖται πνεῦμα ἁγιωσύνης, τουτέστι χάρισμα. |
ἐὰ^ν δῷ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον δωρεάν τι^νι^ μὴ ἔχοντι^ σοφί^α_ν, μὴ ἔχοντι^ γνῶσι^ν, ἀλλὰ^ δῷ αὐτῷ μόνην πίστι^ν, οἷοί εἰσι^ πολλοὶ χα^ρί^σμα^τα^ ἔχοντες τοῦ πιστεύειν γρα^φαῖς, οὐκ εἰδότες γρα^φά_ς, καὶ ταῖς γρα^φαῖς πιστεύοντες, κα^λεῖται ἡ δωρεὰ ἐκείνη πνεῦμα^ πίστεως. | ἐὰν δῷ τὸ πνεῦμα τὸ ἅγιον δωρεάν τινι μὴ ἔχοντι σοφίαν, μὴ ἔχοντι γνῶσιν, ἀλλὰ δῷ αὐτῷ μόνην πίστιν, οἷοί εἰσι πολλοὶ χαρίσματα ἔχοντες τοῦ πιστεύειν γραφαῖς, οὐκ εἰδότες γραφάς, καὶ ταῖς γραφαῖς πιστεύοντες, καλεῖται ἡ δωρεὰ ἐκείνη πνεῦμα πίστεως. |
ἐάν τι^ς λά^βῃ δύ^να^μι^ν καὶ δωρεὰν πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν δι^δομένων ἀ^γα^θῶν ἐν τῷ μέλλοντι^ αἰῶνι^, ἔλα^βε πνεῦμα^ ἐπαγγελία_ς. | ἐάν τις λάβῃ δύναμιν καὶ δωρεὰν παρὰ τοῦ ἁγίου πνεύματος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν διδομένων ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, ἔλαβε πνεῦμα ἐπαγγελίας. |
ἐάν τι^ς λά^βῃ σοφί^α_ς δῶρον, κα^λεῖται ἡ δωρεὰ πνεῦμα^ σοφί^α_ς. | ἐάν τις λάβῃ σοφίας δῶρον, καλεῖται ἡ δωρεὰ πνεῦμα σοφίας. |
καὶ παντα^χοῦ τὰ^ χα^ρί^σμα^τα^ τοῦ πνεύμα^τος κα^λεῖται πνεῦμα^. | καὶ πανταχοῦ τὰ χαρίσματα τοῦ πνεύματος καλεῖται πνεῦμα. |
καὶ πρόσεχε ἀ^κρι_βῶς, ἐν τύ^πῳ διασαφηνιζόντων ἡμῶν ἐκ μέρους τὰ_ς θεωρί^α_ς. | καὶ πρόσεχε ἀκριβῶς, ἐν τύπῳ διασαφηνιζόντων ἡμῶν ἐκ μέρους τὰς θεωρίας. |
ἔλθωμεν οὖν ἐπὶ^ τὰ_ς ἀποδείξεις. | ἔλθωμεν οὖν ἐπὶ τὰς ἀποδείξεις. |
ὅτα^ν τι^ς ἔχῃ χάρισμα^ ἀγάπης, λέγεται ὅτι^ πνεῦμα^ ἀγάπης ἔχει. | ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει. |
ὅτα^ν λά^βῃ τι^ς χάρισμα^ μαρτυρί^ου, λέγεται πνεῦμα^ δυ^νά^μεως ἔχειν, τουτέστι^ χάρισμα^. | ὅταν λάβῃ τις χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. |
ἐπειδήπερ τὸ δωρούμενον τὸ πνεῦμα^ τὸ ἅ^γι^όν ἐστι^, κα^λεῖται καὶ τὸ δῶρον ὁμωνύ^μως τῷ χαρίσμα^τι^. | ἐπειδήπερ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται καὶ τὸ δῶρον ὁμωνύμως τῷ χαρίσματι. |
δι^ὰ^ τοῦτο οὐ γὰ^ρ ἐλά^βετε πνεῦμα^ δουλεία_ς πά^λι^ν εἰς φόβον, ἀλλ' ἐλά^βετε πνεῦμα^ υἱοθεσία_ς. | διὰ τοῦτο οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. |
καὶ πά^λι^ν· | καὶ πάλιν· |
οὐ γὰ^ρ ἔδωκεν ἡμῖν πνεῦμα^ δειλία_ς, ἀλλὰ^ πνεῦμα^ δυ^νά^μεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. | οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. |
πνεῦμα^ δὲ λέγει ἐνταῦθα^ τὸ χάρισμα^, ὡς ὅταν λέγῃ· | πνεῦμα δὲ λέγει ἐνταῦθα τὸ χάρισμα, ὡς ὅταν λέγῃ· |
ὑ_μεῖς δὲ ἐσφραγίσθητε τῷ πνεύμα^τι^ τῆς ἐπαγγελία_ς τῷ ἁ^γί^ῳ. | ὑμεῖς δὲ ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. |
ἐπαγγελία_ς πνεῦμα^ ποῦ γέγραπται; | ἐπαγγελίας πνεῦμα ποῦ γέγραπται; |
ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα^ τῆς πίστεως καὶ τῆς ἐπαγγελία_ς, τουτέστι^, τὸ χάρισμα^ τοῦ πνεύμα^τος. | ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ τῆς ἐπαγγελίας, τουτέστι, τὸ χάρισμα τοῦ πνεύματος. |
ἴδε οὖν πνεῦμα^ πίστεως, πνεῦμα^ ἐπαγγελία_ς. | ἴδε οὖν πνεῦμα πίστεως, πνεῦμα ἐπαγγελίας. |
ἐὰ^ν ᾖ τι^ς πρᾶος, τα^πεινὸς τὴν καρδί^α_ν, δῶρον ἔλα^βε πραότητος. | ἐὰν ᾖ τις πρᾶος, ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε πραότητος. |
ἔστι δὲ θεοῦ χάρισμα^. | ἔστι δὲ θεοῦ χάρισμα. |
ἐὰ^ν δὲ προληφθῇ ἄνθρωπος ἔν τι^νι^ παραπτώματι^, ὑ_μεῖς οἱ πνευματι^κοὶ κα^ταρτίζετε τὸν τοιοῦτον ἐν πνεύμα^τι^ πραότητος, τουτ έστι^ν ἐν τῷ χαρίσμα^τι^ τῆς δωρεᾶς τῆς πραότητος, σκοπῶν φησι^ σεαυτόν, μὴ καὶ σὺ^ πειρασθῇς. | ἐὰν δὲ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, τουτ έστιν ἐν τῷ χαρίσματι τῆς δωρεᾶς τῆς πραότητος, σκοπῶν φησι σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. |
ἰδοὺ πνεῦμα^ πραότητος. | ἰδοὺ πνεῦμα πραότητος. |
ἄλλῳ δίδωται ἁγιασμὸς ψυ_χῆς καὶ σώμα^τος, καὶ κα^λεῖται πνεῦμα^ ἁγιωσύνης, κα^θώς φησι^· | ἄλλῳ δίδωται ἁγιασμὸς ψυχῆς καὶ σώματος, καὶ καλεῖται πνεῦμα ἁγιωσύνης, καθώς φησι· |
παῦλος δοῦλος ἰησοῦ χριστοῦ, κλητὸς ἀ^πόστολος, ἀ^φωρι^σμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο δι^ὰ^ τῶν προφητῶν αὐτοῦ, κα^τὰ^ πνεῦμα^ ἁγιωσύνης. | παῦλος δοῦλος ἰησοῦ χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, κατὰ πνεῦμα ἁγιωσύνης. |
ἀντίστροφον αὐτὸ εἶπεν. | ἀντίστροφον αὐτὸ εἶπεν. |
ἡ δὲ ἔννοια^ τοῦτο ἔχει· | ἡ δὲ ἔννοια τοῦτο ἔχει· |
παῦλος γενόμενος ἀ^πόστολος κα^τὰ^ πνεῦμα^ ἁγιωσύνης. | παῦλος γενόμενος ἀπόστολος κατὰ πνεῦμα ἁγιωσύνης. |
πολλοὶ γὰ^ρ ἐνόμι^σα^ν, ἀκολουθοῦντες τῷ ῥήμα^τι^ τῷ πρώτῳ, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ κα^τὰ^ πνεῦμα^ ἁγιωσύνης. | πολλοὶ γὰρ ἐνόμισαν, ἀκολουθοῦντες τῷ ῥήματι τῷ πρώτῳ, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης. |
οὐκ ἔστι δὲ οὕτως. | οὐκ ἔστι δὲ οὕτως. |
ἀλλά· | ἀλλά· |
παῦλος ἀ^πόστολος χειροτονηθεὶς κα^τὰ^ πνεῦμα^ ἁγιωσύνης. | παῦλος ἀπόστολος χειροτονηθεὶς κατὰ πνεῦμα ἁγιωσύνης. |
καὶ πότε ἐχειροτονήθη; | καὶ πότε ἐχειροτονήθη; |
ἐξ ἀναστάσεως ἰησοῦ χριστοῦ. | ἐξ ἀναστάσεως ἰησοῦ χριστοῦ. |
ἐπειδὴ μὲν ἄλλοι ἀ^πόστολοι πρὸ τοῦ πά^θους, οὗτος μετὰ^ τὴν ἀνάστασι^ν. | ἐπειδὴ μὲν ἄλλοι ἀπόστολοι πρὸ τοῦ πάθους, οὗτος μετὰ τὴν ἀνάστασιν. |
δι^ὰ^ τοῦτο· | διὰ τοῦτο· |
κα^τὰ^ πνεῦμα^ ἁγιωσύνης. | κατὰ πνεῦμα ἁγιωσύνης. |
καὶ ἄλλο δὲ λέγω· | καὶ ἄλλο δὲ λέγω· |
ὅταν ἀ^ρξώμεθα^ πάντες τῇ ὥρᾳ τῆς μυσταγωγία_ς λέγειν· | ὅταν ἀρξώμεθα πάντες τῇ ὥρᾳ τῆς μυσταγωγίας λέγειν· |
πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρα^νοῖς, δῶρον ἐλά^βομεν πνεῦμα^ υἱοθεσία_ς, τουτέστι^, τὸ χάρισμα^ τοῦ ἁ^γί^ου πνεύμα^τος. | πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, δῶρον ἐλάβομεν πνεῦμα υἱοθεσίας, τουτέστι, τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. |
πνεῦμα^ κα^λεῖται ζήλου, ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμά^των, τουτέστι^, ζῆλον ἔχετε εἰς τὰ^ πνευματικὰ^ χα^ρί^σμα^τα^. | πνεῦμα καλεῖται ζήλου, ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμάτων, τουτέστι, ζῆλον ἔχετε εἰς τὰ πνευματικὰ χαρίσματα. |
ἐπεὶ ζηλωταί ἐστε πνευμά^των, τουτέστι^, τῶν χα^ρι^σμά^των. | ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, τουτέστι, τῶν χαρισμάτων. |
καὶ ἔτι^ καθ' ὑ^περβολὴν ὁδὸν ὑ_μῖν δείκνυ_μι^. | καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. |
ἐὰ^ν ταῖς γλώσσαις τῶν ἀνθρώπων λα^λῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι^· | ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· |
τουτέστι^, παντὸς χαρίσμα^τος μείζων ἡ ἀγάπη. | τουτέστι, παντὸς χαρίσματος μείζων ἡ ἀγάπη. |
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. |
ἔρχεται ἡσαΐας πάλιν. | ἔρχεται ἡσαΐας πάλιν. |
τὸ γὰ^ρ αὐτὸ πνεῦμα^ δι^ὰ^ πάντων λα^λεῖ. | τὸ γὰρ αὐτὸ πνεῦμα διὰ πάντων λαλεῖ. |
ὥσπερ οὖν εἶπε παῦλος πνεῦμα^ ζωῆς, πνεῦμα^ ἀγάπης, πνεῦμα^ δυ^νά^μεως, πνεῦμα^ σωφρονισμοῦ, πνεῦμα^ ἐπαγγελία_ς, πνεῦμα^ πίστεως, πνεῦμα^ πραότητος, πνεῦμα^ υἱοθεσία_ς, ἐξελεύσεταί φησι^ν ἐκ τῆς ῥίζης ἰεσσαὶ ῥάβδος, τουτ έστι^ν ἡ βα^σι^λι^κὴ τοῦ σωτῆρος. | ὥσπερ οὖν εἶπε παῦλος πνεῦμα ζωῆς, πνεῦμα ἀγάπης, πνεῦμα δυνάμεως, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα πραότητος, πνεῦμα υἱοθεσίας, ἐξελεύσεταί φησιν ἐκ τῆς ῥίζης ἰεσσαὶ ῥάβδος, τουτ έστιν ἡ βασιλικὴ τοῦ σωτῆρος. |
ῥάβδον γὰ^ρ κα^λεῖ βα^σι^λι^κὸν σύνθημα^, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βα^σι^λεία_ς σου. | ῥάβδον γὰρ καλεῖ βασιλικὸν σύνθημα, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. |
ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀ^να^βήσεται καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα^ θεοῦ. | ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ. |
ὧδε τὸ ὄνομα τῆς φύ^σεως αὐτοῦ τοῦ πνεύμα^τος, λοιπὸν τὰ^ χα^ρί^σμα^τα^· | ὧδε τὸ ὄνομα τῆς φύσεως αὐτοῦ τοῦ πνεύματος, λοιπὸν τὰ χαρίσματα· |
πνεῦμα^ σοφί^α_ς καὶ συνέσεως, πνεῦμα^ βουλῆς καὶ ἰσχύ^ος, πνεῦμα^ γνώσεως, πνεῦμα^ εὐσεβεία_ς, πνεῦμα^ φόβου θεοῦ. | πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου θεοῦ. |
οἷον ἀναπτύσσων γραφὴν ἢ σὺ^ ὁ πιστός, ἢ ἄλλος χριστιανός, ἐὰ^ν ᾖ ἀπόκρυ^φον νόημα^ καὶ ἀ^σα^φές, δῷ δὲ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ὥστε τὰ^ κεκρυμμένα^ τῶν νοημά^των ἀποκαλυφθῆναι, τουτέστι^, χάρισμα^ ἀποκαλύ^πτον τὰ^ βά^θη. | οἷον ἀναπτύσσων γραφὴν ἢ σὺ ὁ πιστός, ἢ ἄλλος χριστιανός, ἐὰν ᾖ ἀπόκρυφον νόημα καὶ ἀσαφές, δῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον, ὥστε τὰ κεκρυμμένα τῶν νοημάτων ἀποκαλυφθῆναι, τουτέστι, χάρισμα ἀποκαλύπτον τὰ βάθη. |
εὔχομαι τῷ θεῷ, ἵ^να_ δῴη ὑ_μῖν πνεῦμα^ σοφί^α_ς καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς δι^α^νοία_ς ὑ_μῶν. | εὔχομαι τῷ θεῷ, ἵνα δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν. |
εἶδες πνεῦμα^ ἀποκαλύψεως; | εἶδες πνεῦμα ἀποκαλύψεως; |
ἀλλὰ^ πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλὰ πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. |
ὅπου δεῖ μα^θεῖν τὰ^ βά^θη, κα^λεῖται πνεῦμα^ ἀποκαλύψεως· | ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως· |
ὅπου δεῖ ἀγάπην ἔχειν, κα^λεῖται πνεῦμα^ ἀγάπης· | ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης· |
ὅπου δεῖ σα^φῶς λα^λῆσαι τὸν δι^δά^σκα^λον, κα^λεῖται πνεῦμα^ σοφί^α_ς· | ὅπου δεῖ σαφῶς λαλῆσαι τὸν διδάσκαλον, καλεῖται πνεῦμα σοφίας· |
ὅπου δεῖ νοῆσαι τὸν ἀκροατὴν συ^νετῶς, κα^λεῖται πνεῦμα^ συνέσεως. | ὅπου δεῖ νοῆσαι τὸν ἀκροατὴν συνετῶς, καλεῖται πνεῦμα συνέσεως. |
τὸ πνεῦμα^ τῆς σοφί^α_ς δέδοται τοῖς δι^δά^σκουσι^, τὸ πνεῦμα^ τῆς συνέσεως τοῖς ἀκροαταῖς. | τὸ πνεῦμα τῆς σοφίας δέδοται τοῖς διδάσκουσι, τὸ πνεῦμα τῆς συνέσεως τοῖς ἀκροαταῖς. |
κηρύττω ἐγώ· | κηρύττω ἐγώ· |
ἀλλὰ^ σὺ^ νοῆσαι οἶδα^ς, οὐ δι^δά^ξαι· | ἀλλὰ σὺ νοῆσαι οἶδας, οὐ διδάξαι· |
ὃ λεγόμενόν ἐστι^ χάρισμα^ σοφί^α_ς δι^ὰ^ τὸ δι^δά^σκειν. | ὃ λεγόμενόν ἐστι χάρισμα σοφίας διὰ τὸ διδάσκειν. |
βουλόμενος δὲ ὁ θεὸς δεῖξαι ὅτι^ ὥσπερ πέμπει τῷ διδάσκοντι^ λόγον σοφί^α_ς, οὕτω πέμπει καὶ τῷ μανθάνοντι^ δῶρον συνέσεως, ἵ^να_ νοήσῃ τὰ^ τοῦ θεοῦ, φησί^· | βουλόμενος δὲ ὁ θεὸς δεῖξαι ὅτι ὥσπερ πέμπει τῷ διδάσκοντι λόγον σοφίας, οὕτω πέμπει καὶ τῷ μανθάνοντι δῶρον συνέσεως, ἵνα νοήσῃ τὰ τοῦ θεοῦ, φησί· |
σοφί^α_ς χά^ρι^ν ἔχει στόμα^ κηρύττον, συνέσεως χά^ρι^ν ἔχει κα^ρδί^α_ μα^νθά^νουσα^. | σοφίας χάριν ἔχει στόμα κηρύττον, συνέσεως χάριν ἔχει καρδία μανθάνουσα. |
ἡ σοφί^α_ ὅπλον ἐστὶ^ τοῦ στόμα^τος· | ἡ σοφία ὅπλον ἐστὶ τοῦ στόματος· |
ἡ σύ^νεσι^ς ὅπλον τῆς κα^ρδί^α_ς. | ἡ σύνεσις ὅπλον τῆς καρδίας. |
τὸ στόμα^ μου λα^λήσει σοφί^α_ν καὶ ἡ μελέτη τῆς κα^ρδί^α_ς μου σύνεσι^ν. | τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. |
ἄλλος οὐκ ἔλα^βε δι^δα^σκα^λί^α_ς χά^ρι^ν, ἀλλ' ἔλα^βε χά^ρι^ν δι^δόναι γνώμην καὶ βουλὴν ἀ^γα^θὴν καὶ θαυμαστήν. | ἄλλος οὐκ ἔλαβε διδασκαλίας χάριν, ἀλλ' ἔλαβε χάριν διδόναι γνώμην καὶ βουλὴν ἀγαθὴν καὶ θαυμαστήν. |
ἐνίοτε ὁ δι^δά^σκων γνώμην οὐκ οἶδε δοῦναι. | ἐνίοτε ὁ διδάσκων γνώμην οὐκ οἶδε δοῦναι. |
οὐ γὰ^ρ ἔλα^βεν. | οὐ γὰρ ἔλαβεν. |
οὐ πά^ντα^ γὰ^ρ λα^μβά^νει τι^ς, ἵ^να_ μή τι^ς φύ^σι^ν εἶναι τὴν χά^ρι^ν νομί^σῃ. | οὐ πάντα γὰρ λαμβάνει τις, ἵνα μή τις φύσιν εἶναι τὴν χάριν νομίσῃ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.