macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ποῖον;
ποῖον;
τὸ πολυμερὲς ταῖς ἐνεργείαις καὶ ἁπλοῦν τῇ φύ^σει.
τὸ πολυμερὲς ταῖς ἐνεργείαις καὶ ἁπλοῦν τῇ φύσει.
ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα^ θεοῦ.
ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ.
ἐνταῦθα τὴν οὐσί^α_ν ἑρμηνεύει, αὐτὸ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον·
ἐνταῦθα τὴν οὐσίαν ἑρμηνεύει, αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον·
τὸ δὲ ἐπα^γόμενον τὰ_ς ἐνεργεία_ς τοῦ πνεύμα^τος λέγει·
τὸ δὲ ἐπαγόμενον τὰς ἐνεργείας τοῦ πνεύματος λέγει·
πνεῦμα^ σοφί^α_ς καὶ συνέσεως, πνεῦμα^ βουλῆς καὶ ἰσχύ^ος, πνεῦμα^ γνώσεως καὶ εὐσεβεία_ς, πνεῦμα^ φόβου θεοῦ.
πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ.
τὰ_ς ἑπτὰ^ χάριτα^ς τοῦ ἁ^γί^ου πνεύμα^τος, τὰ_ς ἑπτὰ^ ἐνεργεία_ς ἀναπαυσαμένας τῷ σώμα^τι^ τῷ δεσποτι^κῷ, ἐκείνα_ς σχηματί^ζει ἐν τύ^πῳ λύχνων.
τὰς ἑπτὰ χάριτας τοῦ ἁγίου πνεύματος, τὰς ἑπτὰ ἐνεργείας ἀναπαυσαμένας τῷ σώματι τῷ δεσποτικῷ, ἐκείνας σχηματίζει ἐν τύπῳ λύχνων.
δι^ὰ^ τί^ δὲ ἑπτὰ^ λύχνοι;
διὰ τί δὲ ἑπτὰ λύχνοι;
δι^ὰ^ τὸ φωτεινὸν τῆς ἐνεργεία_ς τοῦ ἁ^γί^ου πνεύμα^τος.
διὰ τὸ φωτεινὸν τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος.
ἐντεῦθεν ὑ^ποβὰς πά^λι^ν φησι^ν·
ἐντεῦθεν ὑποβὰς πάλιν φησιν·
οὗτοί εἰσι^ν οἱ ἑπτὰ^ ὀφθαλμοὶ κυ_ρί^ου οἱ ἐπιβλέποντες ἐπὶ^ πᾶσα^ν τὴν γῆν.
οὗτοί εἰσιν οἱ ἑπτὰ ὀφθαλμοὶ κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
ὁρᾷς καθ' ἑαυτὴν σαφηνίζουσα^ν τὴν ἀ^λήθεια^ν καὶ οὐ δεομένην λογισμῶν ἀ^νθρωπί^νων;
ὁρᾷς καθ' ἑαυτὴν σαφηνίζουσαν τὴν ἀλήθειαν καὶ οὐ δεομένην λογισμῶν ἀνθρωπίνων;
ἀλλ' αὐτοὶ πα^ρεστήκα_σι^ τῷ κυ_ρί^ῳ πά_σης τῆς γῆς.
ἀλλ' αὐτοὶ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς.
ὁ ζαχαρίας κύ_ρι^ον κα^λεῖ τὸν σωτῆρα^ πά_σης τῆς γῆς κα^τὰ^ τὴν ἔνσαρκον οἰκονομίαν.
ὁ ζαχαρίας κύριον καλεῖ τὸν σωτῆρα πάσης τῆς γῆς κατὰ τὴν ἔνσαρκον οἰκονομίαν.
πέτρος δι^α^λεγόμενος κορνηλίῳ, ἡ κορυ^φὴ τῶν ἀ^ποστόλων, λέγει·
πέτρος διαλεγόμενος κορνηλίῳ, ἡ κορυφὴ τῶν ἀποστόλων, λέγει·
ἡμεῖς οἴδα^μεν τὸ ῥῆμα^ τὸ γενόμενον ἐπὶ^ τῆς ἰουδαίας, ἰησοῦν τὸν ἀ^πὸ ναζαρέτ, ὃν ἔχρησεν ὁ θεὸς πνεύμα^τι^ ἁ^γί^ῳ.
ἡμεῖς οἴδαμεν τὸ ῥῆμα τὸ γενόμενον ἐπὶ τῆς ἰουδαίας, ἰησοῦν τὸν ἀπὸ ναζαρέτ, ὃν ἔχρησεν ὁ θεὸς πνεύματι ἁγίῳ.
καὶ πά^λι^ν ὁ αὐτός·
καὶ πάλιν ὁ αὐτός·
τὸ ῥῆμα^ τὸ ἐν ὅλῃ τῇ ἰουδαίᾳ καὶ τὸν λόγον, ὃν ἀ^πέστειλεν ὁ θεὸς εὐαγγελιζόμενος εἰρήνην τοῖς υἱοῖς ἰσραήλ·
τὸ ῥῆμα τὸ ἐν ὅλῃ τῇ ἰουδαίᾳ καὶ τὸν λόγον, ὃν ἀπέστειλεν ὁ θεὸς εὐαγγελιζόμενος εἰρήνην τοῖς υἱοῖς ἰσραήλ·
οὗτός ἐστι^ν πάντων κύ_ρι^ος.
οὗτός ἐστιν πάντων κύριος.
ὁ προφήτης λέγει·
ὁ προφήτης λέγει·
κύ_ρι^ον τῆς γῆς, ὁ δὲ εὐαγγελιστὴς πέτρος κύ_ρι^ον κα^λεῖ τῶν πάντων.
κύριον τῆς γῆς, ὁ δὲ εὐαγγελιστὴς πέτρος κύριον καλεῖ τῶν πάντων.
οὗτός ἐστι^ν πάντων κύ_ρι^ος, πάντων, καὶ τῶν ἐν οὐρα^νῷ καὶ τῶν ἐπὶ^ γῆς καὶ τῶν ὑ^πὸ τὴν γῆν, καὶ τῶν ὁρωμένων καὶ τῶν ἀορά^των.
οὗτός ἐστιν πάντων κύριος, πάντων, καὶ τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ὑπὸ τὴν γῆν, καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων.
οὗτός ἐστι^ν πάντων κύ_ρι^ος.
οὗτός ἐστιν πάντων κύριος.
ὅθεν συ^νῳδὰ^ φθέγγεται ἰωάννης λέγων·
ὅθεν συνῳδὰ φθέγγεται ἰωάννης λέγων·
ὁ ἄ^νωθεν ἐρχόμενος ἐπά^νω πάντων ἐστι^ν.
ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστιν.
ἀναγκαῖον δὲ ζητῆσαι ἀ^κρι_βῶς καὶ λῦσαι τὴν αἱρετι^κὴν ζυγομαχίαν, ἐπειδὴ τῇ λέξει τῇ ἀποστολι^κῇ κα^κῶς ἀκολουθήσαντες, οὐ νοήσαντες εὐσεβῶς, ἀλλὰ^ παραγραψάμενοι δυσσεβῶς, αἱρετι^κῶν παῖδες οἴονται, ὅτι^ μισθὸν τοῦ σταυροῦ ἔλα^βε τὸ γενέσθαι ὑπεράνω πάντων, καὶ δι^ὰ^ τὸ πα^θεῖν, καὶ δι^ὰ^ τὸ ὑπομεῖναι σταυρόν, ὁ θεὸ...
ἀναγκαῖον δὲ ζητῆσαι ἀκριβῶς καὶ λῦσαι τὴν αἱρετικὴν ζυγομαχίαν, ἐπειδὴ τῇ λέξει τῇ ἀποστολικῇ κακῶς ἀκολουθήσαντες, οὐ νοήσαντες εὐσεβῶς, ἀλλὰ παραγραψάμενοι δυσσεβῶς, αἱρετικῶν παῖδες οἴονται, ὅτι μισθὸν τοῦ σταυροῦ ἔλαβε τὸ γενέσθαι ὑπεράνω πάντων, καὶ διὰ τὸ παθεῖν, καὶ διὰ τὸ ὑπομεῖναι σταυρόν, ὁ θεὸς αὐτὸν ὑπερύψ...
καὶ ἠκολούθησα^ν μὲν τῇ λέξει, τὴν θεωρί^α_ν μὴ βασανίσαντες.
καὶ ἠκολούθησαν μὲν τῇ λέξει, τὴν θεωρίαν μὴ βασανίσαντες.
ἔχει δὲ ἡ ῥῆσι^ς οὕτως·
ἔχει δὲ ἡ ῥῆσις οὕτως·
ἐταπείνωσεν ἑαυτὸν μέχρι^ θα^νά^του, θα^νά^του δὲ σταυροῦ·
ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν.
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν.
δι^ὰ^ τὸ πά^θος, ὡς μισθὸν τοῦ πά^θους δεδωκὼς αὐτῷ τὴν ὕψωσι^ν, πάντως λέγεις, αἱρετι^κέ.
διὰ τὸ πάθος, ὡς μισθὸν τοῦ πάθους δεδωκὼς αὐτῷ τὴν ὕψωσιν, πάντως λέγεις, αἱρετικέ.
καὶ ἔδωκεν αὐτῷ ὄνομα^ τὸ ὑ^πὲρ πᾶν ὄνομα^, ἵ^να_ ἐν τῷ ὀνόμα^τι^ ἰησοῦ πᾶν γόνυ^ κάμψῃ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων.
καὶ ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
ὁρᾷς φησι^ μετὰ^ τὸν σταυρὸν ὑψώθη;
ὁρᾷς φησι μετὰ τὸν σταυρὸν ὑψώθη;
ὁρᾷς φησι^ μετὰ^ τὸ πά^θος μισθὸν ἔλα^βε τὴν ὕψωσι^ν;
ὁρᾷς φησι μετὰ τὸ πάθος μισθὸν ἔλαβε τὴν ὕψωσιν;
εἰ τοίνυ^ν μετὰ^ τὸν σταυρὸν ὑψώθη, ὡς ὑ_μεῖς φατε, δι^ὰ^ τὶ^ ὁ βαπτιστὴς ἰωάννης πρὸ τοῦ πά^θους, πρὸ τοῦ σταυροῦ ἔλεγεν·
εἰ τοίνυν μετὰ τὸν σταυρὸν ὑψώθη, ὡς ὑμεῖς φατε, διὰ τὶ ὁ βαπτιστὴς ἰωάννης πρὸ τοῦ πάθους, πρὸ τοῦ σταυροῦ ἔλεγεν·
ὁ ἄ^νωθεν ἐρχόμενος ἐπά^νω πάντων ἐστι^ν, οὐχὶ^ γί_νεται;
ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστιν, οὐχὶ γίνεται;
διὸ καὶ ἰουδαίοις δι^α^λεγόμενος ὁ ἰησοῦς ἔλεγεν·
διὸ καὶ ἰουδαίοις διαλεγόμενος ὁ ἰησοῦς ἔλεγεν·
ἀμήν, ἀμὴν λέγω ὑ_μῖν, πρὶ^ν ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι^.
ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.
ἔστι^ γὰ^ρ ἀ^εὶ καὶ ἦν καὶ ἔσται καὶ πέρα^ς οὐχ ἕξει.
ἔστι γὰρ ἀεὶ καὶ ἦν καὶ ἔσται καὶ πέρας οὐχ ἕξει.
δεῖ δὲ ἡμᾶς, ἀ^δελφοί, τὴν ὀφειλὴν ἀ^ποδοῦναι καὶ μὴ προφά^σει τῶν παρεκβάσεων ἀρνεῖσθαι τὰ_ς ὑ^ποσχέσεις.
δεῖ δὲ ἡμᾶς, ἀδελφοί, τὴν ὀφειλὴν ἀποδοῦναι καὶ μὴ προφάσει τῶν παρεκβάσεων ἀρνεῖσθαι τὰς ὑποσχέσεις.
κηρυττέσθω χριστοῦ δόξα_ καὶ πατρὸς ὕψος.
κηρυττέσθω χριστοῦ δόξα καὶ πατρὸς ὕψος.
κηρυττέσθω πνεῦμα^ ἅ^γι^ον, ὑψούσθω ὁ μονογενής, δοξαζέσθω ὁ πα^τήρ.
κηρυττέσθω πνεῦμα ἅγιον, ὑψούσθω ὁ μονογενής, δοξαζέσθω ὁ πατήρ.
μηδεὶς ἀνατετράφθαι τὴν ἀ^ξί^α_ν νομιζέτω, εἰ πνεύμα^τος πρώτου μνημονεύομεν, εἶτα^ υἱοῦ, εἶτα^ πατρός·
μηδεὶς ἀνατετράφθαι τὴν ἀξίαν νομιζέτω, εἰ πνεύματος πρώτου μνημονεύομεν, εἶτα υἱοῦ, εἶτα πατρός·
ἢ υἱοῦ πρῶτον, ἢ πατρός.
ἢ υἱοῦ πρῶτον, ἢ πατρός.
οὐ γὰ^ρ ἔχει τάξι^ν, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς τάξι^ν ὑπερβαίνουσα^.
οὐ γὰρ ἔχει τάξιν, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς τάξιν ὑπερβαίνουσα.
ὥσπερ γὰ^ρ οὐκ ἔστι^ σχῆμα^ ὁ θεός, ὡς οὐκ ἀσχήμων, ἀλλ' ὡς ἀσχημά^τιστος, καὶ ὥσπερ οὐκ ἔχει μορφὴν ὁ θεὸς οὐχ ὡς ἄ^μορφος, ἀλλ' ὡς ἀσώμα^τος, οὕτως οὐκ ἔχει τάξι^ν ἡ θεία_ φύ^σι^ς, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς τάξι^ν ὑπερβαίνουσα^.
ὥσπερ γὰρ οὐκ ἔστι σχῆμα ὁ θεός, ὡς οὐκ ἀσχήμων, ἀλλ' ὡς ἀσχημάτιστος, καὶ ὥσπερ οὐκ ἔχει μορφὴν ὁ θεὸς οὐχ ὡς ἄμορφος, ἀλλ' ὡς ἀσώματος, οὕτως οὐκ ἔχει τάξιν ἡ θεία φύσις, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς τάξιν ὑπερβαίνουσα.
λέγω πα^τέρα^ πρῶτον, οὐ τῇ τάξει πρῶτον, ἀλλὰ^ τῇ ἐννοίᾳ.
λέγω πατέρα πρῶτον, οὐ τῇ τάξει πρῶτον, ἀλλὰ τῇ ἐννοίᾳ.
ἐπειδὴ γεννήτωρ τοῦ μονογενοῦς, ἐπειδὴ ῥί^ζα_ τοῦ ἁ^γί^ου καρποῦ, ἐπειδὴ φῶς ἀίδι^ον ἀιδί^ου φωτὸς γέννημα^.
ἐπειδὴ γεννήτωρ τοῦ μονογενοῦς, ἐπειδὴ ῥίζα τοῦ ἁγίου καρποῦ, ἐπειδὴ φῶς ἀίδιον ἀιδίου φωτὸς γέννημα.
ἆρα, ἀ^δελφοί μου, εἴ τι^ς τῶν καθ' ἡμᾶς ἐπεχείρησε σήμερον ἐν ἐκκλησί^ᾳ, ἐν λα_ῷ ὀρθοδόξῳ, ἐν λα_ῷ πεπληρωμένῳ πά_σης ὀρθῆς γνώσεως προτάξαι τὸν υἱὸν τοῦ πατρός, οὐκ ἐβλασφημεῖτο ἂ^ν παρ' αὐτῶν τῶν ὀρθοδόξων;
ἆρα, ἀδελφοί μου, εἴ τις τῶν καθ' ἡμᾶς ἐπεχείρησε σήμερον ἐν ἐκκλησίᾳ, ἐν λαῷ ὀρθοδόξῳ, ἐν λαῷ πεπληρωμένῳ πάσης ὀρθῆς γνώσεως προτάξαι τὸν υἱὸν τοῦ πατρός, οὐκ ἐβλασφημεῖτο ἂν παρ' αὐτῶν τῶν ὀρθοδόξων;
ἆρα εἴ τι^ς ἐτόλμησεν εἰπεῖν ἐν ἐκκλησί^ᾳ·
ἆρα εἴ τις ἐτόλμησεν εἰπεῖν ἐν ἐκκλησίᾳ·
ὁ χριστὸς ὑ_μᾶς εὐλογήσει καὶ ὁ πα^τὴρ αὐτοῦ οὐχ ὡς ἄτακτος ἐνομίζετο ἄ^ν, ὅτι^ μὴ προέταξε τὴν ῥίζαν καὶ τότε ἐπήγαγε τὸν καρπόν;
ὁ χριστὸς ὑμᾶς εὐλογήσει καὶ ὁ πατὴρ αὐτοῦ οὐχ ὡς ἄτακτος ἐνομίζετο ἄν, ὅτι μὴ προέταξε τὴν ῥίζαν καὶ τότε ἐπήγαγε τὸν καρπόν;
ἆρα εἴ τι^ς εἶπεν·
ἆρα εἴ τις εἶπεν·
ὁ υἱὸς ἡμᾶς σώσει καὶ ὁ πα^τήρ, οὐ σύγχυσι^ν ἐνομίζετο ἂ^ν ἐργάζεσθαι καὶ πα^ραβαίνειν τὴν τάξι^ν;
ὁ υἱὸς ἡμᾶς σώσει καὶ ὁ πατήρ, οὐ σύγχυσιν ἐνομίζετο ἂν ἐργάζεσθαι καὶ παραβαίνειν τὴν τάξιν;
ἀλλὰ^ ταῦτα^ οὕτως ἐνομίσθη πα^ρὰ^ ἀγνώμοσι^ κρι^ταῖς·
ἀλλὰ ταῦτα οὕτως ἐνομίσθη παρὰ ἀγνώμοσι κριταῖς·
πα^ρὰ^ δὲ ἀ^ληθείᾳ δικαζούσῃ καὶ ἀποστολι^κῇ ψήφῳ τὴν νί_κην φερούσῃ ἀ^δι^ά^φορον καὶ υἱοῦ πρῶτον μνησθῆναι καὶ πατρὸς καὶ πνεύμα^τος.
παρὰ δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἀποστολικῇ ψήφῳ τὴν νίκην φερούσῃ ἀδιάφορον καὶ υἱοῦ πρῶτον μνησθῆναι καὶ πατρὸς καὶ πνεύματος.
ἄ^κουε παύλου τοῦ μεγά^λου κήρυκος θεσσαλονικεῦσι γράφοντος, πῶς λέγει·
ἄκουε παύλου τοῦ μεγάλου κήρυκος θεσσαλονικεῦσι γράφοντος, πῶς λέγει·
αὐτὸς δὲ ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς ὁ χριστὸς καὶ θεὸς ὁ πα^τὴρ ἡμῶν ἁγιά^σει ἡμᾶς.
αὐτὸς δὲ ὁ κύριος ἡμῶν ἰησοῦς ὁ χριστὸς καὶ θεὸς ὁ πατὴρ ἡμῶν ἁγιάσει ἡμᾶς.
πρῶτον υἱὸς καὶ δεύτερον πα^τήρ ὢ λαμπά^δος ἁγί^α_ς πεπληρωμένη ψυ_χή.
πρῶτον υἱὸς καὶ δεύτερον πατήρ ὢ λαμπάδος ἁγίας πεπληρωμένη ψυχή.
ὅτι^ οὐκ ἔνι τά^ξι_ς ἐν τῇ ἁγί^ᾳ φύ^σει·
ὅτι οὐκ ἔνι τάξις ἐν τῇ ἁγίᾳ φύσει·
ἀλλ' ὅπερ ἂ_ν πρῶτον θῇ ὁμότι_μον νοεῖται καὶ τὸ δεύτερον οὐκ ἐλαττοῦται καὶ τὸ τρί^τον οὐχ ὑβρίζεται.
ἀλλ' ὅπερ ἂν πρῶτον θῇ ὁμότιμον νοεῖται καὶ τὸ δεύτερον οὐκ ἐλαττοῦται καὶ τὸ τρίτον οὐχ ὑβρίζεται.
ἀδιαφόρως οὖν προφέρει τὰ^ ὀνόμα^τα^, ἐπειδὴ οἶδε τὴν φύ^σι^ν ἀμέρι^στον καὶ τὴν βα^σι^λεία_ν ἄτμητον.
ἀδιαφόρως οὖν προφέρει τὰ ὀνόματα, ἐπειδὴ οἶδε τὴν φύσιν ἀμέριστον καὶ τὴν βασιλείαν ἄτμητον.
ἐρωτήσωμεν δὲ τὸν ἅ^γι^ον παῦλον, πόθεν εἴληφε τὰ_ς ἀ^φορμὰς τοῦ οὕτως θεολογεῖν, ἢ οὕτως δοξολογεῖν, ἢ προτάσσειν τὸν υἱὸν τοῦ πατρός, οὐ τάξει, οὐ δυ^νά^μει, ἀλλὰ^ τῇ λέξει.
ἐρωτήσωμεν δὲ τὸν ἅγιον παῦλον, πόθεν εἴληφε τὰς ἀφορμὰς τοῦ οὕτως θεολογεῖν, ἢ οὕτως δοξολογεῖν, ἢ προτάσσειν τὸν υἱὸν τοῦ πατρός, οὐ τάξει, οὐ δυνάμει, ἀλλὰ τῇ λέξει.
δι^ὰ^ τί^ πρῶτον υἱὸν ἐμνήσθη καὶ οὕτω πατρός·
διὰ τί πρῶτον υἱὸν ἐμνήσθη καὶ οὕτω πατρός·
λεγέτω παῦλος ἑαυτῷ συνηγορῶν καὶ τὴν ἐκκλησί^α_ν παιδεύων.
λεγέτω παῦλος ἑαυτῷ συνηγορῶν καὶ τὴν ἐκκλησίαν παιδεύων.
οὐδὲν ἐξ ἐμαυτοῦ φθέγγομαι, χριστὸς δι' ἐμοῦ τὰ^ δόγμα^τα^ ὑ^παγορεύει·
οὐδὲν ἐξ ἐμαυτοῦ φθέγγομαι, χριστὸς δι' ἐμοῦ τὰ δόγματα ὑπαγορεύει·
ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ;
ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ;
ὁ χριστὸς λα^λεῖ δι' ἐμοῦ·
ὁ χριστὸς λαλεῖ δι' ἐμοῦ·
μὴ κα^τηγόρει·
μὴ κατηγόρει·
τῆς φωνῆς τῆς δεσποτι^κῆς μὴ ἐπι^λα^μβά^νου.
τῆς φωνῆς τῆς δεσποτικῆς μὴ ἐπιλαμβάνου.
ἀλλ' οὐ δύ_νῃ νοῆσαι χριστὸν δι' ἐμοῦ λαλοῦντα^;
ἀλλ' οὐ δύνῃ νοῆσαι χριστὸν δι' ἐμοῦ λαλοῦντα;
ἄκουε αὐτοῦ γυμνῶς δι' ἑαυτοῦ φθεγγομένου.
ἄκουε αὐτοῦ γυμνῶς δι' ἑαυτοῦ φθεγγομένου.
εἰ γὰ^ρ τάξει ὑπέκειτο τὰ^ ὀνόμα^τα^ τῆς ἁγί^α_ς τριά^δος καὶ τὸ μὲν πρῶτον λεγόμενον πρῶτον ἦν τῇ δυ^νά^μει, τὸ δὲ δεύτερον δεύτερον τῇ τάξει, καὶ τὸ τρί^τον τρί^τον τῇ ἐλαττώσει, οὐκ ἂ^ν ὁ σωτὴρ αὐτὸς ἀ^λήθεια^ ὢν συνέχεε τὸν τῆς ἀ^ληθεία_ς λόγον;
εἰ γὰρ τάξει ὑπέκειτο τὰ ὀνόματα τῆς ἁγίας τριάδος καὶ τὸ μὲν πρῶτον λεγόμενον πρῶτον ἦν τῇ δυνάμει, τὸ δὲ δεύτερον δεύτερον τῇ τάξει, καὶ τὸ τρίτον τρίτον τῇ ἐλαττώσει, οὐκ ἂν ὁ σωτὴρ αὐτὸς ἀλήθεια ὢν συνέχεε τὸν τῆς ἀληθείας λόγον;
καὶ ποῦ ὁ σωτὴρ ἑαυτοῦ πρῶτον ἐμνημόνευσεν, καὶ εἶτα^ πατρός;
καὶ ποῦ ὁ σωτὴρ ἑαυτοῦ πρῶτον ἐμνημόνευσεν, καὶ εἶτα πατρός;
ἐάν τί^ς φησι^ν τὰ_ς ἐντολά_ς μου τηρήσῃ, ἐγὼ καὶ ὁ πα^τὴρ ἐλευσόμεθα^, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.
ἐάν τίς φησιν τὰς ἐντολάς μου τηρήσῃ, ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.
ἐπειδὴ δὲ τῇ τάξει ὑπερέβη λέγουσι^ν αἰρετι^κῶν παῖδες καὶ ὥσπερ ἔπαρχόν τι^να^ βα^σι^λέως βούλονται εἶναι τὸν υἱὸν τῷ πατρί^ , ἐρωτάσθωσα^ν, εἰ ἐτόλμησεν εἰπεῖν ποτε ἔπαρχος περὶ^ βα^σι^λέως ὅτι^ ἐγὼ καὶ ὁ βα^σι^λεὺς διατάσσομαι.
ἐπειδὴ δὲ τῇ τάξει ὑπερέβη λέγουσιν αἰρετικῶν παῖδες καὶ ὥσπερ ἔπαρχόν τινα βασιλέως βούλονται εἶναι τὸν υἱὸν τῷ πατρί , ἐρωτάσθωσαν, εἰ ἐτόλμησεν εἰπεῖν ποτε ἔπαρχος περὶ βασιλέως ὅτι ἐγὼ καὶ ὁ βασιλεὺς διατάσσομαι.
ἐκ τῶν καθ' ἡμᾶς νόει τὰ^ ὑ^πὲρ ἡμᾶς.
ἐκ τῶν καθ' ἡμᾶς νόει τὰ ὑπὲρ ἡμᾶς.
ἆρα κτιστὴ φύ^σι^ς προέτασσε τῆς ἀκτίστου;
ἆρα κτιστὴ φύσις προέτασσε τῆς ἀκτίστου;
κτιστὴ φύ^σι^ς, ὡς ὑ_μεῖς λέγετε, ἐτόλμησεν εἰπεῖν συ^ναριθμοῦσα^ ἑαυτὴν τῇ ἀσυγκρί^τῳ ὑπεροχῇ ὅτι^ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν;
κτιστὴ φύσις, ὡς ὑμεῖς λέγετε, ἐτόλμησεν εἰπεῖν συναριθμοῦσα ἑαυτὴν τῇ ἀσυγκρίτῳ ὑπεροχῇ ὅτι ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν;
ἀλλὰ^ δι^ὰ^ μὲν τοῦ ἐγὼ καὶ ὁ πα^τήρ τὸ ἀ^δι^ά^φορον τῶν ὀνομά^των ἔδειξεν·
ἀλλὰ διὰ μὲν τοῦ ἐγὼ καὶ ὁ πατήρ τὸ ἀδιάφορον τῶν ὀνομάτων ἔδειξεν·
δι^ὰ^ δὲ τοῦ ἐλευσόμεθα, καὶ μονὴν ποιησόμεθα^ τὸ ὁμότιμον τῆς ἐνεργεία_ς.
διὰ δὲ τοῦ ἐλευσόμεθα, καὶ μονὴν ποιησόμεθα τὸ ὁμότιμον τῆς ἐνεργείας.
οὕτω καὶ ἐν ἑτέρῳ χωρίῳ φιλίππου τοῦ ἀποστόλου λέγοντος·
οὕτω καὶ ἐν ἑτέρῳ χωρίῳ φιλίππου τοῦ ἀποστόλου λέγοντος·
κύριε, δεῖξον ἡμῖν τὸν πα^τέρα^ καὶ ἀρκεῖ ἡμῖν, ἀ^ποκρί_νεται ὁ σωτὴρ·
κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν, ἀποκρίνεται ὁ σωτὴρ·
τοσοῦτον χρόνον μεθ' ὑ_μῶν εἰμι^ καὶ οὐκ ἔγνωκά^ς με, φίλιππε;.
τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, φίλιππε;.
ἐναντία ἡ ἀπόκρι^σι^ς τῇ ἐρωτήσει.
ἐναντία ἡ ἀπόκρισις τῇ ἐρωτήσει.
μὴ γὰ^ρ περὶ^ σοῦ ἠρώτησα^;
μὴ γὰρ περὶ σοῦ ἠρώτησα;
εἶπον·
εἶπον·
δεῖξον ἡμῖν τὸν πα^τέρα^.
δεῖξον ἡμῖν τὸν πατέρα.
ὁ δὲ λέγει·
ὁ δὲ λέγει·
τοσοῦτον χρόνον μεθ' ὑ_μῶν εἰμι^ καὶ οὐκ ἔγνωκά^ς με;.
τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με;.
εἰ ἀ^νόμοιος, δι' ἀ^νομοίου τὸ ἀ^νόμοιον πῶς δείκνυ^ται;
εἰ ἀνόμοιος, δι' ἀνομοίου τὸ ἀνόμοιον πῶς δείκνυται;
πῶς δι^ὰ^ τοῦ μικροῦ ὁ μέγα^ς ὁρᾶται;
πῶς διὰ τοῦ μικροῦ ὁ μέγας ὁρᾶται;
πῶς δι^ὰ^ τοῦ ἠλαττωμένον ὁ τῇ ἀ^ξί^ᾳ ὑπερέχων;
πῶς διὰ τοῦ ἠλαττωμένον ὁ τῇ ἀξίᾳ ὑπερέχων;
πῶς δι^ὰ^ τοῦ ὑπουργοῦ ὁ δημιουργός;
πῶς διὰ τοῦ ὑπουργοῦ ὁ δημιουργός;
τοσοῦτον χρόνον μεθ' ὑ_μῶν εἰμι^.
τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι.
καὶ οὐκ εἶπεν·
καὶ οὐκ εἶπεν·
μεθ' ὑ_μῶν ἐστι^ν ὁ πα^τήρ, ἀλλ' εἰμί.
μεθ' ὑμῶν ἐστιν ὁ πατήρ, ἀλλ' εἰμί.
ἐμοῦ γὰ^ρ ὄντος, ὁ πα^τὴρ ἔστι^ν.
ἐμοῦ γὰρ ὄντος, ὁ πατὴρ ἔστιν.
τοσοῦτον χρόνον μεθ' ὑ_μῶν εἰμι^ καὶ οὐκ ἔγνωκά^ς με;
τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με;
κα^λὸν τὸ οὐκ ἔγνωκά^ς με;.
καλὸν τὸ οὐκ ἔγνωκάς με;.
ἐκεῖνος λέγει·
ἐκεῖνος λέγει·