macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
δεῖξον, ὁ δὲ σωτήρ· | δεῖξον, ὁ δὲ σωτήρ· |
οὐκ ἔγνωκά^ς με; | οὐκ ἔγνωκάς με; |
, βουλόμενος δεῖξαι ὅτι^ θεὸν οὐκ ὄψι^ς, ἀλλὰ^ γνῶσι^ς πα^ρί^στησι^ν. | , βουλόμενος δεῖξαι ὅτι θεὸν οὐκ ὄψις, ἀλλὰ γνῶσις παρίστησιν. |
οὐ πιστεύεις ὅτι^ ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί;. | οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;. |
πά^λι^ν τὸ ἐγώ, καὶ τότε ὁ πα^τήρ. | πάλιν τὸ ἐγώ, καὶ τότε ὁ πατήρ. |
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί. | ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. |
πῶς οὖν σὺ^ λέγεις· | πῶς οὖν σὺ λέγεις· |
δεῖξον ἡμῖν τὸν πα^τέρα^; | δεῖξον ἡμῖν τὸν πατέρα; |
ἀντὶ^ τοῦ πῶς ὡς ἕτερον αὐτὸν ἰ^δεῖν προσεδόκησα^ς; | ἀντὶ τοῦ πῶς ὡς ἕτερον αὐτὸν ἰδεῖν προσεδόκησας; |
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί, καὶ γνωρίζεται υἱὸς δι^ὰ^ πατρὸς καὶ πα^τὴρ διὰ υἱοῦ. | ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ γνωρίζεται υἱὸς διὰ πατρὸς καὶ πατὴρ διὰ υἱοῦ. |
πῶς σὺ^ λέγεις· | πῶς σὺ λέγεις· |
“δεῖξον ἡμῖν”, ὡς ἄλλον παρ' ἐμὲ ζητῶν ἰ^δεῖν τὸν πα^τέρα^; | “δεῖξον ἡμῖν”, ὡς ἄλλον παρ' ἐμὲ ζητῶν ἰδεῖν τὸν πατέρα; |
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί, οὐχ ὡς τῆς φύ^σεως συγκεχυμένης, οὐ δὲ ὥσπερ φιάλης ἐν φι^ά^λῃ ἀποκειμένης. | ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, οὐχ ὡς τῆς φύσεως συγκεχυμένης, οὐ δὲ ὥσπερ φιάλης ἐν φιάλῃ ἀποκειμένης. |
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί. | ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. |
οὐ σωμά^των λέγει συνθήκην, ἀλλὰ^ νοημά^των θεωρί^α_. | οὐ σωμάτων λέγει συνθήκην, ἀλλὰ νοημάτων θεωρία. |
ἐγὼ ἐν τῷ πατρί^ πα^τὴρ γὰ^ρ ἄ^νευ υἱοῦ οὐ γνωρίζεται, καὶ ὁ πα^τὴρ ἐν ἐμοί υἱὸς γὰ^ρ ἄ^νευ πατρὸς οὐ φαίνεται, ὥσπερ ὁ νοῦς ἐν τῷ λόγῳ καὶ ὁ λόγος ἐν τῷ νῷ θεωρεῖται. | ἐγὼ ἐν τῷ πατρί πατὴρ γὰρ ἄνευ υἱοῦ οὐ γνωρίζεται, καὶ ὁ πατὴρ ἐν ἐμοί υἱὸς γὰρ ἄνευ πατρὸς οὐ φαίνεται, ὥσπερ ὁ νοῦς ἐν τῷ λόγῳ καὶ ὁ λόγος ἐν τῷ νῷ θεωρεῖται. |
πόθεν δύ^να^μαι τὴν ἔννοιά^ν σου εἰδέναι ἢ δι' ὧν φθέγγῃ; | πόθεν δύναμαι τὴν ἔννοιάν σου εἰδέναι ἢ δι' ὧν φθέγγῃ; |
παριστᾷ σου ὁ λόγος τὸν νοῦν, ὁ νοῦς ὁ σὸς πάλιν ἑρμηνεύει σου τὸν λόγον. | παριστᾷ σου ὁ λόγος τὸν νοῦν, ὁ νοῦς ὁ σὸς πάλιν ἑρμηνεύει σου τὸν λόγον. |
οὔτε λόγον ἔστι^ν ἰ^δεῖν μὴ τὴν ἔννοια^ν καταμαθόντα^, οὔ τε τὴν ἔννοια^ν κα^τα^λα^βεῖν μὴ τοῦ λόγου ἑρμηνευθέντος. | οὔτε λόγον ἔστιν ἰδεῖν μὴ τὴν ἔννοιαν καταμαθόντα, οὔ τε τὴν ἔννοιαν καταλαβεῖν μὴ τοῦ λόγου ἑρμηνευθέντος. |
διὰ τοῦτο ὁ εὐαγγελιστής φησι^ν ἐν ἀρχῇ ἦν ὁ λόγος, ἵ^να_ τὸ ἀ^πα^θὲς τῆς γεννήσεως δείξῃ. | διὰ τοῦτο ὁ εὐαγγελιστής φησιν ἐν ἀρχῇ ἦν ὁ λόγος, ἵνα τὸ ἀπαθὲς τῆς γεννήσεως δείξῃ. |
ὅπερ ἐστὶ^ν ὁ λόγος πρὸς τὸν νοῦν, τοῦτο ὁ μονογενὴς λόγος πρὸς τὸν πα^τέρα^. | ὅπερ ἐστὶν ὁ λόγος πρὸς τὸν νοῦν, τοῦτο ὁ μονογενὴς λόγος πρὸς τὸν πατέρα. |
καὶ τὸ θαυμαστόν. | καὶ τὸ θαυμαστόν. |
ἐπαναλήψομαι γά^ρ τι^να^ τῶν προειρημένων. | ἐπαναλήψομαι γάρ τινα τῶν προειρημένων. |
εἴρηται πρώην ὅτι^ ἐκ τῶν καθ' ἡμᾶς τὰ^ ὑ^πὲρ ἡμᾶς μα^θήσῃ ὥς εἰσι^ν. | εἴρηται πρώην ὅτι ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς μαθήσῃ ὥς εἰσιν. |
ὁ λόγος ἔσω μετὰ^ τοῦ γεννήσαντος αὐτόν, μὴ ὁρα_τός ἐστι^ μετὰ^ ὁρατοῦ; | ὁ λόγος ἔσω μετὰ τοῦ γεννήσαντος αὐτόν, μὴ ὁρατός ἐστι μετὰ ὁρατοῦ; |
ἀόρατός ἐστι^ μετά ἀορά^του, νοητὸς μετά νοητοῦ, ἀσώμα^τος μετά ἀσωμά^του. | ἀόρατός ἐστι μετά ἀοράτου, νοητὸς μετά νοητοῦ, ἀσώματος μετά ἀσωμάτου. |
ὅταν δὲ μέλλῃ προέρχεσθαι ὁ λόγος, χωρεῖ ἐπὶ^ τό στόμα^ κ ἀκεῖθεν ἑαυτῷ ἐνδύ^εται φωνήν, οὐχ ἑτέρα_ς αὐτῷ φύ^σεως τὴν φωνὴν πα^ρεχούσης, ἀλλ' αὐτοῦ τοῦ λόγου ἑαυτῷ τὴν λέξι^ν ὑ^φαίνοντος. | ὅταν δὲ μέλλῃ προέρχεσθαι ὁ λόγος, χωρεῖ ἐπὶ τό στόμα κ ἀκεῖθεν ἑαυτῷ ἐνδύεται φωνήν, οὐχ ἑτέρας αὐτῷ φύσεως τὴν φωνὴν παρεχούσης, ἀλλ' αὐτοῦ τοῦ λόγου ἑαυτῷ τὴν λέξιν ὑφαίνοντος. |
καὶ ὁ ἀόρα_τος τὴν φύ^σι^ν μετὰ^ τοῦ πατρός, τὴν φωνὴν ἐνδυ_σά^μενος προέρχεται, καὶ γί_νεται πᾶσι^ δῆλος ὁ πρὸ τούτου ἄ^δηλος. | καὶ ὁ ἀόρατος τὴν φύσιν μετὰ τοῦ πατρός, τὴν φωνὴν ἐνδυσάμενος προέρχεται, καὶ γίνεται πᾶσι δῆλος ὁ πρὸ τούτου ἄδηλος. |
εἶτα προελθὼν καὶ πά^ντα^ πληροῖ, καὶ τοῦ γεννήσαντος αὐτὸν νοῦ οὐκ ἀφί^στα^ται. | εἶτα προελθὼν καὶ πάντα πληροῖ, καὶ τοῦ γεννήσαντος αὐτὸν νοῦ οὐκ ἀφίσταται. |
τίς γὰ^ρ ἀνθρώπων, ἐπειδὰ^ν λα^λήσῃ λόγον καὶ ἄλλους δι^δά^ξῃ, ἑαυτὸν κενοῖ τοῦ λόγου; | τίς γὰρ ἀνθρώπων, ἐπειδὰν λαλήσῃ λόγον καὶ ἄλλους διδάξῃ, ἑαυτὸν κενοῖ τοῦ λόγου; |
ἆρα ἐάν τι^ φθέγξωμαι καὶ προέλθῃ εἰς ἄλλων ἀ^κοά_ς, τὸν ἐμόν νοῦν ἔρημον κατέλιπεν; | ἆρα ἐάν τι φθέγξωμαι καὶ προέλθῃ εἰς ἄλλων ἀκοάς, τὸν ἐμόν νοῦν ἔρημον κατέλιπεν; |
ἆρα οὐ προῆλθεν ἔξω ὁ λόγος καὶ ἔμεινεν ἔσω; | ἆρα οὐ προῆλθεν ἔξω ὁ λόγος καὶ ἔμεινεν ἔσω; |
οὐ μυ_ρί^α_ς ἀ^κοὰ_ς ἐπλήρωσεν καὶ τοῦ γεννήσαντος οὑκ ἀ^νεχώρησεν; | οὐ μυρίας ἀκοὰς ἐπλήρωσεν καὶ τοῦ γεννήσαντος οὑκ ἀνεχώρησεν; |
εἶτα ὁ μὲν ἀ^νθρώπι^νος λόγος πα^ρὰ^ τοῦ γεννήσαντος ἀποστελλόμενος καὶ ἔξω προέρχεται καὶ τὸν γεννήσα^ντα^ οὐ καταλιμπά^νει. | εἶτα ὁ μὲν ἀνθρώπινος λόγος παρὰ τοῦ γεννήσαντος ἀποστελλόμενος καὶ ἔξω προέρχεται καὶ τὸν γεννήσαντα οὐ καταλιμπάνει. |
ὁ δὲ θεὸς λόγος, ἐπειδὴ δι' ἡμᾶς ἐφά^νη εἰς τὸν κόσμον, τοὺς πατρῴους κόλπους ἐρήμους κατέλιπεν; | ὁ δὲ θεὸς λόγος, ἐπειδὴ δι' ἡμᾶς ἐφάνη εἰς τὸν κόσμον, τοὺς πατρῴους κόλπους ἐρήμους κατέλιπεν; |
οὐδαμῶς. | οὐδαμῶς. |
ἀλλὰ^ καὶ τὸ θαυμαστόν. | ἀλλὰ καὶ τὸ θαυμαστόν. |
μυριάδες ἀ^κούουσι^ν ἑνὸς αὐτοῦ τοῦ θεοῦ λόγου καὶ εἰς τοσούτους χωρῶν οὐ μερίζεται, ἀλλ' ὅλος ἐστὶ^ μεθ' ἑκάστου ἡμῶν τῶν ἀ^κουόντων, ὅλος μετὰ^ πάντων. | μυριάδες ἀκούουσιν ἑνὸς αὐτοῦ τοῦ θεοῦ λόγου καὶ εἰς τοσούτους χωρῶν οὐ μερίζεται, ἀλλ' ὅλος ἐστὶ μεθ' ἑκάστου ἡμῶν τῶν ἀκουόντων, ὅλος μετὰ πάντων. |
καὶ ὁ πα^τήρ ἐγέννησε κα^τὰ^ ῥεῦσι^ν καὶ τμῆσι^ν, καὶ ἐμερίσθη καὶ δι^ῃρέθη, ὡς λέγουσι^ν; | καὶ ὁ πατήρ ἐγέννησε κατὰ ῥεῦσιν καὶ τμῆσιν, καὶ ἐμερίσθη καὶ διῃρέθη, ὡς λέγουσιν; |
λεγέτω πρὸς αὐτοὺς ὁ σωτήρ· | λεγέτω πρὸς αὐτοὺς ὁ σωτήρ· |
ἐρευνᾶτε τὰ_ς γρα^φά_ς. | ἐρευνᾶτε τὰς γραφάς. |
ἐρευνᾶτε, μὴ παραφθείρετε. | ἐρευνᾶτε, μὴ παραφθείρετε. |
ἐρευνᾶτε, μὴ ἁπλῶς ἀναγινώσκοντες, ἀλλὰ^ τὰ^ βά^θη τῶν νοημά^των ἐξιχνιάζοντες. | ἐρευνᾶτε, μὴ ἁπλῶς ἀναγινώσκοντες, ἀλλὰ τὰ βάθη τῶν νοημάτων ἐξιχνιάζοντες. |
ὁ θεὸς τὰ_ς γρα^φὰ_ς ἔδωκεν, τὰ_ς δὲ θεωρί^α_ς οὐκ ἐγύμνωσεν, ἀλλὰ^ κατέλιπε τῷ δρόμῳ τῷ σῷ, ἵ^να_ σοῦ τὴν εὐγνωμοσύνην πειρά_σῃ καὶ τὴν σπουδὴν ἴ^δῃ, ἵ^να_ ἴ^δῃ σε, εἰ δουλεύεις γρα^φαῖς ἢ βι^ά^ζῃ γρα^φά_ς. | ὁ θεὸς τὰς γραφὰς ἔδωκεν, τὰς δὲ θεωρίας οὐκ ἐγύμνωσεν, ἀλλὰ κατέλιπε τῷ δρόμῳ τῷ σῷ, ἵνα σοῦ τὴν εὐγνωμοσύνην πειράσῃ καὶ τὴν σπουδὴν ἴδῃ, ἵνα ἴδῃ σε, εἰ δουλεύεις γραφαῖς ἢ βιάζῃ γραφάς. |
ὥσπερ γὰ^ρ τὴν φύ^σι^ν τῶν πρα_γμά^των προέθηκεν ὁ θεός, τὰ_ς δὲ τέχνα_ς ἔκρυψεν καὶ πά^ντα^ μὲν προεβλήθη ὑ^πὸ τοῦ θεοῦ, τέχνη δὲ ἐξ ἀ^νθρωπί^νης ἐννοία_ς ἀπετέχθη, οὕτω καὶ ἐπὶ^ τῶν γρα^φῶν. | ὥσπερ γὰρ τὴν φύσιν τῶν πραγμάτων προέθηκεν ὁ θεός, τὰς δὲ τέχνας ἔκρυψεν καὶ πάντα μὲν προεβλήθη ὑπὸ τοῦ θεοῦ, τέχνη δὲ ἐξ ἀνθρωπίνης ἐννοίας ἀπετέχθη, οὕτω καὶ ἐπὶ τῶν γραφῶν. |
ἀλλ' ἵ^να_ σαφηνίσω· | ἀλλ' ἵνα σαφηνίσω· |
ἔδωκεν ὁ θεὸς λί^θους, ἔδωκεν ὁ θεὸς λί^θων φύ^σι^ν, οὐκ οἰκοδομὴν ἕτοιμον· | ἔδωκεν ὁ θεὸς λίθους, ἔδωκεν ὁ θεὸς λίθων φύσιν, οὐκ οἰκοδομὴν ἕτοιμον· |
ἔδωκε σῖτον, οὐκ ἄρτον· | ἔδωκε σῖτον, οὐκ ἄρτον· |
ἔδωκε βότρυν, οὐκ οἶνον· | ἔδωκε βότρυν, οὐκ οἶνον· |
ἔδωκε τὴν τῶν ἐρίων φύ^σι^ν, οὐχ ἱ_μά^τι^ον· | ἔδωκε τὴν τῶν ἐρίων φύσιν, οὐχ ἱμάτιον· |
ἔδωκε γῆν γεωργοῦσα^ν χρυ_σόν, ἀλλ' οὐ χρυ_σόν. | ἔδωκε γῆν γεωργοῦσαν χρυσόν, ἀλλ' οὐ χρυσόν. |
διά τί^; | διά τί; |
ἐπειδὴ ἐν εἰκόνι^ θεοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται τὴν δημιουργίαν· | ἐπειδὴ ἐν εἰκόνι θεοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται τὴν δημιουργίαν· |
αὐτὸς κτίζει, κ ἀκείνου τῇ τέχνῃ ῥυθμίζει τὴν δημιουργίαν. | αὐτὸς κτίζει, κ ἀκείνου τῇ τέχνῃ ῥυθμίζει τὴν δημιουργίαν. |
ἐπειδὴ κατ' εἰκόνα^ ἑαυτοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται πρὸς αὐτὸν τῶν γενομένων τὴν εὐγένεια^ν. | ἐπειδὴ κατ' εἰκόνα ἑαυτοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται πρὸς αὐτὸν τῶν γενομένων τὴν εὐγένειαν. |
αὐτὸς ἐργάζεται ὡς δημιουργός, καὶ ὡς θεὸς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τά^ πά^ντα^ πα^ρα^γα^γὼν αὐτὸς ἐπά^γει τὴν φύ^σι^ν τὴν μὴ οὖσα^ν. | αὐτὸς ἐργάζεται ὡς δημιουργός, καὶ ὡς θεὸς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τά πάντα παραγαγὼν αὐτὸς ἐπάγει τὴν φύσιν τὴν μὴ οὖσαν. |
παραχωρεῖ δὲ τῇ εἰκόνι^ κοσμεῖν τά^ γεγενημένα_. | παραχωρεῖ δὲ τῇ εἰκόνι κοσμεῖν τά γεγενημένα. |
ἐννόησον τίς ἦν ὁ ἄνθρωπος ὁ πρῶτον ἄ^ροτρον πηξά^μενος, πῶς ἐνενόησε τεμεῖν ξύ^λον, πα^ρεμβαλεῖν μέσον σί^δηρον, τῇ ἁρμονίᾳ σφίγξαι ζυ^γὸν ἐπι^νοῆσαι, ῥυθμὸν εὐθῦναι, βόας συ^να^γα^γεῖν. | ἐννόησον τίς ἦν ὁ ἄνθρωπος ὁ πρῶτον ἄροτρον πηξάμενος, πῶς ἐνενόησε τεμεῖν ξύλον, παρεμβαλεῖν μέσον σίδηρον, τῇ ἁρμονίᾳ σφίγξαι ζυγὸν ἐπινοῆσαι, ῥυθμὸν εὐθῦναι, βόας συναγαγεῖν. |
ξύλον ἦν, σί^δηρος ἦν, ἀλλ' ἡ τέχνη οὐ πα^ρῆν. | ξύλον ἦν, σίδηρος ἦν, ἀλλ' ἡ τέχνη οὐ παρῆν. |
τίς σοι εἶπεν, ἄνθρωπε, ὅτι^ ἄ^ροτρον οὕτω πήγνυ^ται; | τίς σοι εἶπεν, ἄνθρωπε, ὅτι ἄροτρον οὕτω πήγνυται; |
τίς ὑ^πέβαλέ σοι τὴν ἀ^δά^μαστον φύ^σι^ν τοῦ σιδήρου πυ_ρὶ^ μαλά^ττειν; | τίς ὑπέβαλέ σοι τὴν ἀδάμαστον φύσιν τοῦ σιδήρου πυρὶ μαλάττειν; |
τίς ὑ^πέδειξέ σοι ἐκ τοσαύτης παχύτητος ῥαφίδα μι_κρὰ_ν ἐργά^σα^σθαι; | τίς ὑπέδειξέ σοι ἐκ τοσαύτης παχύτητος ῥαφίδα μικρὰν ἐργάσασθαι; |
τίς ἐπενόησεν ἐν τῇ δι^α^νοίᾳ ἐκ λί^θων κα^τα^σκευά^σαι θυ^ρῶν κατασκευήν; | τίς ἐπενόησεν ἐν τῇ διανοίᾳ ἐκ λίθων κατασκευάσαι θυρῶν κατασκευήν; |
ὀρόφων ἐπίνοια^ν πόθεν ἔμα^θες; | ὀρόφων ἐπίνοιαν πόθεν ἔμαθες; |
εἰπέ μοι, ἄνθρωπε. | εἰπέ μοι, ἄνθρωπε. |
πολύ, φησί^ν, ἀ^πείρως ξενίζῃ. | πολύ, φησίν, ἀπείρως ξενίζῃ. |
εἰκόνα^ θεοῦ ὁρᾷς καὶ ἐρωτᾷς μα^νθά^νειν; | εἰκόνα θεοῦ ὁρᾷς καὶ ἐρωτᾷς μανθάνειν; |
διὰ τοῦτο, ἀ^δελφοί, παντα^χοῦ ἡ ἀ^νθρωπί^νη φύ^σι^ς τὸν ἑαυτῆς δεσπότην μι_μουμένη τῇ τέχνῃ τὴν φύ^σι^ν κοσμεῖ. | διὰ τοῦτο, ἀδελφοί, πανταχοῦ ἡ ἀνθρωπίνη φύσις τὸν ἑαυτῆς δεσπότην μιμουμένη τῇ τέχνῃ τὴν φύσιν κοσμεῖ. |
ἀλλ' ἕως μὲν τῷ μέτρῳ μι_μεῖται, κα^λή· | ἀλλ' ἕως μὲν τῷ μέτρῳ μιμεῖται, καλή· |
ἐκβαίνουσα^ δὲ τὰ^ μέτρα^, ἐκ τῆς ἀμετρία_ς ὑβρίζεται. | ἐκβαίνουσα δὲ τὰ μέτρα, ἐκ τῆς ἀμετρίας ὑβρίζεται. |
οἷον· | οἷον· |
ἐπενόησε, πῶς ὑ^ποτά^ξῃ βοῦν καὶ ἵππον καὶ κά^μηλον καὶ ὅσα^ τῶν ἀλόγων εἰς ὑπηρεσίαν ἐδόθη· | ἐπενόησε, πῶς ὑποτάξῃ βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὅσα τῶν ἀλόγων εἰς ὑπηρεσίαν ἐδόθη· |
ἀ^πὸ δὲ πλεονεξί^α_ς ἐπενόησε μῖξαι τὰ^ πα^ρὰ^ φύ^σι^ν. | ἀπὸ δὲ πλεονεξίας ἐπενόησε μῖξαι τὰ παρὰ φύσιν. |
ἔμιξεν ὄνον ἵππῳ, τοῦτο τοῦ θεοῦ μὴ θελήσαντος, ἀλλ' ἀπ' ἀρχῆς εἰρηκότος· | ἔμιξεν ὄνον ἵππῳ, τοῦτο τοῦ θεοῦ μὴ θελήσαντος, ἀλλ' ἀπ' ἀρχῆς εἰρηκότος· |
ἐξαγαγέτω ἡ γῆ τετρά^ποδα^ καὶ ἑρπετὰ^ κα^τὰ^ γένος. | ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ κατὰ γένος. |
ἡ δὲ πλεονεξί^α_ ἔμιξε τὰ^ πα^ρὰ^ φύ^σι^ν. | ἡ δὲ πλεονεξία ἔμιξε τὰ παρὰ φύσιν. |
ὁ θεὸς κολάζων τὴν ἀμετρίαν, ἄγονον ἐποίησε τὴν ἐπίνοια^ν. | ὁ θεὸς κολάζων τὴν ἀμετρίαν, ἄγονον ἐποίησε τὴν ἐπίνοιαν. |
ὅθεν ἡμίονος οὐ τίκτει, δι^ό^τι^ οὐκ ἔστι^ν ἐξ ἐκείνων τῶν τότε γενομένων τῶν ἀ^κουσά^ντων· | ὅθεν ἡμίονος οὐ τίκτει, διότι οὐκ ἔστιν ἐξ ἐκείνων τῶν τότε γενομένων τῶν ἀκουσάντων· |
αὐξάνεσθε, καὶ πληρώσα^τε τὴν γῆν. | αὐξάνεσθε, καὶ πληρώσατε τὴν γῆν. |
ὅμως, καὶ πρὶ^ν ποιήσῃ, συγχωρεῖ τῇ εἰκόνι^ ἃ^ βούλεται, ἵ^να_ τὴν δύ^να^μι^ν αὐτῆς δείξῃ καὶ τὴν ἀμετρίαν αὐτῆς κολά^σῃ. | ὅμως, καὶ πρὶν ποιήσῃ, συγχωρεῖ τῇ εἰκόνι ἃ βούλεται, ἵνα τὴν δύναμιν αὐτῆς δείξῃ καὶ τὴν ἀμετρίαν αὐτῆς κολάσῃ. |
πάλιν ἡ ἀμετρία τῆς ἐπι^θυ_μί^α_ς ἐπεβά^λετο ποιῆσαι ἀνθρώπου μορφήν, μι_μουμένη, φησί^ν, θεὸν ἐργαζόμενον· | πάλιν ἡ ἀμετρία τῆς ἐπιθυμίας ἐπεβάλετο ποιῆσαι ἀνθρώπου μορφήν, μιμουμένη, φησίν, θεὸν ἐργαζόμενον· |
καὶ ποιεῖ σώμα^τος εἰκόνα^ καὶ βι^ά^ζεται τῇ τέχνῃ τὴν φύ^σι^ν. | καὶ ποιεῖ σώματος εἰκόνα καὶ βιάζεται τῇ τέχνῃ τὴν φύσιν. |
καὶ ἐπειδὴ ἤκουσεν ὅτι^ ὁ θεὸς ἀ^πὸ γῆς ἐποίησε τὸν ἄνθρωπον καὶ ἔπλα^σεν, ἀποροῦσα^ ἡ τέχνη μι_μήσα^σθαι τὸν ἑαυτῆς δεσπότην κα^τὰ^ τὴν ἀ^λήθεια^ν, ταῖς ἐπι^νοίαις πορίζεται τὸ ἀμήχα^νον, καὶ συ^νά^γει ῥί^ζα_ς καὶ κιρνᾷ τὰ^ χρώμα^τα^ καὶ μι_μεῖται ὀφθαλμὸν ἀ^νεῳγμένον, βλέποντα^ καὶ μὴ βλέποντα^· | καὶ ἐπειδὴ ἤκουσεν ὅτι ὁ θεὸς ἀπὸ γῆς ἐποίησε τὸν ἄνθρωπον καὶ ἔπλασεν, ἀποροῦσα ἡ τέχνη μιμήσασθαι τὸν ἑαυτῆς δεσπότην κατὰ τὴν ἀλήθειαν, ταῖς ἐπινοίαις πορίζεται τὸ ἀμήχανον, καὶ συνάγει ῥίζας καὶ κιρνᾷ τὰ χρώματα καὶ μιμεῖται ὀφθαλμὸν ἀνεῳγμένον, βλέποντα καὶ μὴ βλέποντα· |
ἀκοὴν ἀναπεπταμένην, ἀλλ' οὐκ ἀ^κούουσα^ν· | ἀκοὴν ἀναπεπταμένην, ἀλλ' οὐκ ἀκούουσαν· |
ῥῖνα^ς ἐπ' εὐθεία_ς ἀνατεταμένας, ἀλλὰ^ πνοὴν ἕλκειν μὴ δυ^να^μένα_ς· | ῥῖνας ἐπ' εὐθείας ἀνατεταμένας, ἀλλὰ πνοὴν ἕλκειν μὴ δυναμένας· |
στόμα^ διατετυπωμένον, ἀλλὰ^ τῆς φωνῆς ἐστερημένον· | στόμα διατετυπωμένον, ἀλλὰ τῆς φωνῆς ἐστερημένον· |
πόδα^ς κα^λῶς ἐρρυθμισμένους, ἀλλὰ^ πρὸς δρόμον οὐκ ἔχοντα^ς ἐπιτηδειότητα^, ἵ^να_ δείξῃ, ὅ, τι^ συνεχώρησε τῇ εἰκόνι^· | πόδας καλῶς ἐρρυθμισμένους, ἀλλὰ πρὸς δρόμον οὐκ ἔχοντας ἐπιτηδειότητα, ἵνα δείξῃ, ὅ, τι συνεχώρησε τῇ εἰκόνι· |
ἵ^να_ δειχθῇ ἡ ἐμὴ ἐνέργεια^. | ἵνα δειχθῇ ἡ ἐμὴ ἐνέργεια. |
πάντων ἅψασθαι οὐ συνεχώρησεν, ἵ^να_ μὴ ἐλθοῦσα^ εἰς ἀλαζονείαν ἑαυτῆς ἀπογνῷ καὶ τῆς ἑαυτῆς σωτηρί^α_ς. | πάντων ἅψασθαι οὐ συνεχώρησεν, ἵνα μὴ ἐλθοῦσα εἰς ἀλαζονείαν ἑαυτῆς ἀπογνῷ καὶ τῆς ἑαυτῆς σωτηρίας. |
ὅμως συνεχώρησεν ἀ^πὸ γῆς ζωγρά^φοις ποιεῖν, ἵ^να_ ἐντρέψῃ τοὺς ἀρνουμένους ὅτι^ ὁ θεὸς ἀ^πὸ γῆς ἔπλα^σε τὸν ἄνθρωπον. | ὅμως συνεχώρησεν ἀπὸ γῆς ζωγράφοις ποιεῖν, ἵνα ἐντρέψῃ τοὺς ἀρνουμένους ὅτι ὁ θεὸς ἀπὸ γῆς ἔπλασε τὸν ἄνθρωπον. |
ἄλλη τέχνη ἐμι_μήσα^το τὸν δημιουργόν. | ἄλλη τέχνη ἐμιμήσατο τὸν δημιουργόν. |
εἶδε σῶ^μα^ κατατμηθὲν σιδήρῳ, οἷον ἀ^πεκόπη τῷ σιδήρῳ μέρος τι^ τῆς σαρκός. | εἶδε σῶμα κατατμηθὲν σιδήρῳ, οἷον ἀπεκόπη τῷ σιδήρῳ μέρος τι τῆς σαρκός. |
δεῖ ἀναπληρωθῆναι τὸ κοιλανθέν, δεῖ οἰκοδομηθῆναι τὴν βρωθεῖσα^ν σάρκα^. | δεῖ ἀναπληρωθῆναι τὸ κοιλανθέν, δεῖ οἰκοδομηθῆναι τὴν βρωθεῖσαν σάρκα. |
δημιουργὸς οὐκ ἔστι^ν, ἵ^να_ σά^ρκα^ς πλά^σῃ. | δημιουργὸς οὐκ ἔστιν, ἵνα σάρκας πλάσῃ. |
τί^ οὖν; | τί οὖν; |
ἡ τέχνη τῆς εἰκόνος τὴν φύ^σι^ν τοῦ δεσπότου μι_μουμένη ἔδρα^μεν ἐπὶ^ τὴν γῆν, ἐξ ἧς τὸ σῶ^μα^· | ἡ τέχνη τῆς εἰκόνος τὴν φύσιν τοῦ δεσπότου μιμουμένη ἔδραμεν ἐπὶ τὴν γῆν, ἐξ ἧς τὸ σῶμα· |
κα^τα^σκευά^ζει φάρμα^κα^, ποιεῖ τὰ_ς ἐμπλάστρους· | κατασκευάζει φάρμακα, ποιεῖ τὰς ἐμπλάστρους· |
καὶ ἡ μὲν κα^θαίρει, ἡ δὲ οἰκοδομεῖ. | καὶ ἡ μὲν καθαίρει, ἡ δὲ οἰκοδομεῖ. |
καὶ ὅρα_ τὸ θαυμαστόν. | καὶ ὅρα τὸ θαυμαστόν. |
ὁ θεὸς κάθηται ὥσπερ πα^τὴρ καὶ παιδευτής, ὁρῶν τῆς ἑαυτοῦ εἰκόνος τὰ^ ἔργα^. | ὁ θεὸς κάθηται ὥσπερ πατὴρ καὶ παιδευτής, ὁρῶν τῆς ἑαυτοῦ εἰκόνος τὰ ἔργα. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.