macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τίς δέ ἐστι^ν ὁ θεόφιλος οὗτος;
τίς δέ ἐστιν ὁ θεόφιλος οὗτος;
κα^τὰ^ τοὺς τότε χρόνους ἡγεμὼν ἦν·
κατὰ τοὺς τότε χρόνους ἡγεμὼν ἦν·
καὶ ἐν τῇ ἀρχῇ ὤν, ἐδέξα^το τὸ κήρυγμα^ καὶ ἐδέξα^το ἐν τῇ ἀρχῇ·
καὶ ἐν τῇ ἀρχῇ ὤν, ἐδέξατο τὸ κήρυγμα καὶ ἐδέξατο ἐν τῇ ἀρχῇ·
ὥσπερ ὁ ἀνθύπατός ποτε τῆς κύπρου, ἐν αὐτῷ τῷ ἀνθυπατεύειν ἐδέξα^το τὸ κήρυγμα^ παύλου·
ὥσπερ ὁ ἀνθύπατός ποτε τῆς κύπρου, ἐν αὐτῷ τῷ ἀνθυπατεύειν ἐδέξατο τὸ κήρυγμα παύλου·
οὕτω καὶ ὁ θεόφιλος ἡγεμὼν ὢν τὸ τηνι^καῦτα^, ἐδέξα^το τὸ κήρυγμα^ δι^ὰ^ τοῦ λουκᾶ.
οὕτω καὶ ὁ θεόφιλος ἡγεμὼν ὢν τὸ τηνικαῦτα, ἐδέξατο τὸ κήρυγμα διὰ τοῦ λουκᾶ.
ἀξιοῖ δὲ αὐτὸν τὸν μα^κά^ριον λουκᾶν συντάξαι αὐτῷ καὶ τὰ_ς πράξεις τῶν ἀ^ποστόλων.
ἀξιοῖ δὲ αὐτὸν τὸν μακάριον λουκᾶν συντάξαι αὐτῷ καὶ τὰς πράξεις τῶν ἀποστόλων.
ἐδίδαξάς με, φησί^, τὰ^ ἔργα^ τοῦ σωτῆρος·
ἐδίδαξάς με, φησί, τὰ ἔργα τοῦ σωτῆρος·
δί^δα^ξόν με καὶ τὰ^ ἔργα^ τῶν μα^θητῶν.
δίδαξόν με καὶ τὰ ἔργα τῶν μαθητῶν.
δι^ὰ^ τοῦτο προσφωνεῖ αὐτῷ τὸν δεύτερον λόγον·
διὰ τοῦτο προσφωνεῖ αὐτῷ τὸν δεύτερον λόγον·
καὶ γὰ^ρ τὸ εὐαγγέλιον τὸ κα^τὰ^ λουκᾶν πρὸς θεόφιλον ἐγρά^φη.
καὶ γὰρ τὸ εὐαγγέλιον τὸ κατὰ λουκᾶν πρὸς θεόφιλον ἐγράφη.
πόθεν τοῦτο δῆλον;
πόθεν τοῦτο δῆλον;
αὐτὸς λέγει·
αὐτὸς λέγει·
ἐπειδήπερ πολλοὶ ἐπεχείρησα^ν ἀνατάξασθαι δι^ήγησι^ν περὶ^ τῶν πεπληροφορη μένων ἐν ἡμῖν πρα_γμά^των, καθὼς πα^ρέδοσα^ν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι·
ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορη μένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι·
ἔδοξε κ ἀμοὶ πα^ρηκολουθηκότι^ ἄ^νωθεν πᾶσι^ν ἀ^κρι_βῶς κα^θεξῆς, γράψαι σοι, κρά^τι^στε θεόφιλε, ἵ^να_ γνῷς περὶ^ ὧν κα^τηχήθης λόγων τὴν ἀσφάλεια^ν.
ἔδοξε κ ἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς, γράψαι σοι, κράτιστε θεόφιλε, ἵνα γνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
τὸ δὲ κρά^τι^στε, ὡς λαμπρότατε·
τὸ δὲ κράτιστε, ὡς λαμπρότατε·
τότε γὰ^ρ ἐπὶ^ τῶν λαμπροτά^των τοῦτο ἐχρημάτιζε τὸ ἀξί^ωμα^ κρά^τι^στε.
τότε γὰρ ἐπὶ τῶν λαμπροτάτων τοῦτο ἐχρημάτιζε τὸ ἀξίωμα κράτιστε.
πόθεν τοῦτο δῆλον;
πόθεν τοῦτο δῆλον;
φῆστος ὁ ἡγεμὼν λέγει παύλῳ·
φῆστος ὁ ἡγεμὼν λέγει παύλῳ·
μαίνῃ, παῦλε·
μαίνῃ, παῦλε·
ὁ δέ, οὐ μαίνομαι, κρά^τι^στε φῆστε, τῷ ἡγεμόνι^ λέγει·
ὁ δέ, οὐ μαίνομαι, κράτιστε φῆστε, τῷ ἡγεμόνι λέγει·
οὕτω καὶ ἐνταῦθα^·
οὕτω καὶ ἐνταῦθα·
κράτιστε θεόφιλε.
κράτιστε θεόφιλε.
εἰπὼν οὖν τὸ εὐαγγέλιον καὶ προσφωνήσα_ς θεοφίλῳ, τῷ αὐτῷ προσφωνεῖ καὶ τοῦτον τὸν λόγον.
εἰπὼν οὖν τὸ εὐαγγέλιον καὶ προσφωνήσας θεοφίλῳ, τῷ αὐτῷ προσφωνεῖ καὶ τοῦτον τὸν λόγον.
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε, ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν.
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.
καὶ ἐποιήσω τὸν λόγον μέχρι^ τί^νος;
καὶ ἐποιήσω τὸν λόγον μέχρι τίνος;
ἄ^χρι^ ἧς ἡμέρα_ς ἐντειλά^μενος τοῖς ἁ^γί^οις ἀ^ποστόλοις, οὓς ἐξελέξα^το δι^ὰ^ πνεύματος ἁ^γί^ου, ἀνελήφθη.
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἁγίοις ἀποστόλοις, οὓς ἐξελέξατο διὰ πνεύματος ἁγίου, ἀνελήφθη.
καθ' ὑπέρβατόν ἐστι^·
καθ' ὑπέρβατόν ἐστι·
συνέταξα τὸ εὐαγγέλιον ἄχρι ἧς ἡμέρα_ς ἀνελήφθη, συ^ντα^ξά^μενος τοῖς ἀ^ποστόλοις οὓς ἐξελέξα^το.
συνέταξα τὸ εὐαγγέλιον ἄχρι ἧς ἡμέρας ἀνελήφθη, συνταξάμενος τοῖς ἀποστόλοις οὓς ἐξελέξατο.
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.
οἷς καὶ πα^ρέστησεν ἑαυτὸν ζῶντα^, μετὰ^ τὸ πα^θεῖν αὐτόν.
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν.
ὅρα εὐαγγελιστοῦ παρρησίαν·
ὅρα εὐαγγελιστοῦ παρρησίαν·
οὐ δὲ ἐν ταῖς πράξεσιν ἀπολιμπάνεται τῆς θεολογί^α_ς.
οὐ δὲ ἐν ταῖς πράξεσιν ἀπολιμπάνεται τῆς θεολογίας.
οὐκ εἶπεν, οἷς ἐμφανίζων, ἀλλ' οἷς πα^ρέστησεν ἑαυτὸν ζῶντα^.
οὐκ εἶπεν, οἷς ἐμφανίζων, ἀλλ' οἷς παρέστησεν ἑαυτὸν ζῶντα.
λύσατε γά^ρ, φησί^, τὸν να_ὸν τοῦτον, καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν.
λύσατε γάρ, φησί, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
οἷς καὶ πα^ρέστησεν ἑαυτὸν ζῶντα^, μετὰ^ τὸ πα^θεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρί^οις δι' ἡμερῶν τεσσα^ρά^κοντα^ ὀπτανόμε νος αὐτοῖς, καὶ λέγων τὰ^ περὶ^ τῆς βα^σι^λεία_ς τοῦ θεοῦ·
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμε νος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
καὶ γὰ^ρ πρὸ τῆς χθὲς ἦν ἡ ἀνάληψι^ς, ἐπειδὴ τεσσα^ρά^κοντα^ ἡμέραι πληροῦνται ἀ^πὸ τῆς ἀναστάσεως μέχρι^ τῆς ἀναλήψεως·
καὶ γὰρ πρὸ τῆς χθὲς ἦν ἡ ἀνάληψις, ἐπειδὴ τεσσαράκοντα ἡμέραι πληροῦνται ἀπὸ τῆς ἀναστάσεως μέχρι τῆς ἀναλήψεως·
τῇ γὰ^ρ πεντηκοστῇ οὐκ ἦν ἀνάληψι^ς, ἀλλ' ἡ τοῦ ἁ^γί^ου πνεύματος ἐπι^φοίτησι^ς.
τῇ γὰρ πεντηκοστῇ οὐκ ἦν ἀνάληψις, ἀλλ' ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις.
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.
ἐν πολλοῖς τεκμηρί^οις δι' ἡμερῶν τεσσα^ρά^κοντα^ ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ^ περὶ^ τῆς βα^σι^λεία_ς τοῦ θεοῦ.
ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ.
οὐ καθ' ἑκάστην ἡμέρα_ν τῶν τεσσα^ρά^κοντα^ ἐφαίνετο αὐτοῖς.
οὐ καθ' ἑκάστην ἡμέραν τῶν τεσσαράκοντα ἐφαίνετο αὐτοῖς.
μετὰ^ γὰ^ρ τὴν ἀνάστασι^ν, πολλὴν περι^έθηκε τῇ σαρκὶ^ ἀξιοπιστίαν, ἵ^να_ μὴ τὸ συ^νεχὲς τῆς ὄψεως, ἐκλύ_σῃ τὸ μέγεθος τῆς δυ^νά^μεως.
μετὰ γὰρ τὴν ἀνάστασιν, πολλὴν περιέθηκε τῇ σαρκὶ ἀξιοπιστίαν, ἵνα μὴ τὸ συνεχὲς τῆς ὄψεως, ἐκλύσῃ τὸ μέγεθος τῆς δυνάμεως.
ἔδει γὰ^ρ αὐτὸν ἀ^ναστά^ντα^, λοιπὸν τύ^ποις θεϊ^κοῖς ἐπι^φαίνεσθαι, οὐκ αὐτοψί^α_ς συ^νηθείᾳ·
ἔδει γὰρ αὐτὸν ἀναστάντα, λοιπὸν τύποις θεϊκοῖς ἐπιφαίνεσθαι, οὐκ αὐτοψίας συνηθείᾳ·
δι^ὰ^ τοῦτο λέγει·
διὰ τοῦτο λέγει·
ἐν πολλοῖς τεκμηρί^οις δι' ἡμερῶν τεσσα^ρά^κοντα^.
ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα.
οὐκ αὐτοψί^α_ γὰ^ρ ἦν, ἀλλὰ^ τεκμήρι^α^ τοῦ αὐτὸν εἶναι·
οὐκ αὐτοψία γὰρ ἦν, ἀλλὰ τεκμήρια τοῦ αὐτὸν εἶναι·
ἐφαίνετο γὰ^ρ ἄλλῃ φωνῇ, ἄλλῃ μορφῇ, ἄλλῳ σχήμα^τι^.
ἐφαίνετο γὰρ ἄλλῃ φωνῇ, ἄλλῃ μορφῇ, ἄλλῳ σχήματι.
ἐπέστη πολλά^κι^ς τοῖς ἀ^ποστόλοις, καὶ οὐκ ἐγνωρίζετο.
ἐπέστη πολλάκις τοῖς ἀποστόλοις, καὶ οὐκ ἐγνωρίζετο.
ἐπέστη ἁλιεύουσι^ τοῖς περὶ^ πέτρον, καὶ λέγει·
ἐπέστη ἁλιεύουσι τοῖς περὶ πέτρον, καὶ λέγει·
τεκνία, μή τι^ προσφά^γιον ἔχετε;
τεκνία, μή τι προσφάγιον ἔχετε;
καὶ οὐκ ἐπέγνωσα^ν, οὐ τὴν μορφήν, οὐ τὴν φωνήν.
καὶ οὐκ ἐπέγνωσαν, οὐ τὴν μορφήν, οὐ τὴν φωνήν.
καὶ λέγει·
καὶ λέγει·
βάλετε εἰς τὰ^ δεξιὰ^ μέρη τοῦ πλοίου, καὶ εὑρήσετε·
βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ εὑρήσετε·
καὶ βα^λόντες, ἡλίευσα^ν πολλά^.
καὶ βαλόντες, ἡλίευσαν πολλά.
μὴ καταλαβόντες οὖν ἀ^πὸ ὄψεως, ἀ^πὸ τεκμηρί^ων τῆς δυ^νά^μεως κα^τέλα^βον.
μὴ καταλαβόντες οὖν ἀπὸ ὄψεως, ἀπὸ τεκμηρίων τῆς δυνάμεως κατέλαβον.
διὸ καὶ ὁ εὐαγγελιστὴς ἰωάννης λέγει τῷ πέτρῳ·
διὸ καὶ ὁ εὐαγγελιστὴς ἰωάννης λέγει τῷ πέτρῳ·
ὁ κύριός ἐστι^ν, οὐκ ὄψει πληροφορηθείς, ἀλλὰ^ τῷ τεκμηρίῳ τῆς δυ^νά^μεως.
ὁ κύριός ἐστιν, οὐκ ὄψει πληροφορηθείς, ἀλλὰ τῷ τεκμηρίῳ τῆς δυνάμεως.
διὰ τοῦτο ὁ λουκᾶς βοᾷ·
διὰ τοῦτο ὁ λουκᾶς βοᾷ·
ἐν πολλοῖς τεκμηρί^οις δι' ἡμερῶν τεσσα^ρά^κοντα^ ὀπτανόμενος αὐτοῖς, καὶ λέγων.
ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων.
οὐχ ἁπλῶς ὀπτανόμενος, ἀλλὰ^ κα^τὰ^ καιρὸν φαινόμενος.
οὐχ ἁπλῶς ὀπτανόμενος, ἀλλὰ κατὰ καιρὸν φαινόμενος.
εὑρίσκομεν δὲ ἐπι^τηρησάμενοι ἀ^κρι_βῶς, ὅτι^ ἑνδέκα^τον ὤφθη τοῖς ἁ^γί^οις ἀ^ποστόλοις, καὶ τότε ἀνελήφθη.
εὑρίσκομεν δὲ ἐπιτηρησάμενοι ἀκριβῶς, ὅτι ἑνδέκατον ὤφθη τοῖς ἁγίοις ἀποστόλοις, καὶ τότε ἀνελήφθη.
ἐπειδὴ γὰ^ρ ἕνδεκα^ εἶχεν μα^θητά_ς·
ἐπειδὴ γὰρ ἕνδεκα εἶχεν μαθητάς·
τοῦ ἰούδα ἐκβληθέντος καὶ ἀ^πολέσαντος τὸν ἴ^δι^ον τόπον καὶ τὴν ἀ^ξί^α_ν διὰ τὴν κα^κὴν προδοσίαν ἣν εἰργά^σα^το·
τοῦ ἰούδα ἐκβληθέντος καὶ ἀπολέσαντος τὸν ἴδιον τόπον καὶ τὴν ἀξίαν διὰ τὴν κακὴν προδοσίαν ἣν εἰργάσατο·
ἑνδέκα^τον ἐπι^φαίνεται τοῖς ἀ^ποστόλοις, οὐ πᾶσι^ν ὁμοῦ, ἀλλὰ^ δι^α^φόρως, ποτὲ μὲν τισί^, ποτὲ δὲ τισί^ν·
ἑνδέκατον ἐπιφαίνεται τοῖς ἀποστόλοις, οὐ πᾶσιν ὁμοῦ, ἀλλὰ διαφόρως, ποτὲ μὲν τισί, ποτὲ δὲ τισίν·
ὥσπερ ἐνταῦθα^ ὅτε ἐφά^νη τοῖς δέ^κα^, οὐ πα^ρῆν ὁ θωμᾶς·
ὥσπερ ἐνταῦθα ὅτε ἐφάνη τοῖς δέκα, οὐ παρῆν ὁ θωμᾶς·
πά^λι^ν ἐφά^νη, πα^ρόντος θωμᾶ.
πάλιν ἐφάνη, παρόντος θωμᾶ.
ζητοῦμεν δὲ τὸν ἀ^ρι^θμόν, πῶς συ^νίστα^ται εἰ ἑνδέκα^τον ἐφάνη διὰ τοὺς ἕνδεκα^ ἀ^ποστόλους.
ζητοῦμεν δὲ τὸν ἀριθμόν, πῶς συνίσταται εἰ ἑνδέκατον ἐφάνη διὰ τοὺς ἕνδεκα ἀποστόλους.
ἐφάνη πρῶτον τῇ μαρίᾳ ἐν τῷ μνήμα^τι^, καὶ ταῖς ἄλλαις γυ^ναιξί^.
ἐφάνη πρῶτον τῇ μαρίᾳ ἐν τῷ μνήματι, καὶ ταῖς ἄλλαις γυναιξί.
πρὸ γὰ^ρ πάντων αἱ γυ^ναῖκες αὐτὸν εἶδον, ἃ_ς καὶ ὁ μα^κά^ριος ἡσαΐας προσκα^λεῖται·
πρὸ γὰρ πάντων αἱ γυναῖκες αὐτὸν εἶδον, ἃς καὶ ὁ μακάριος ἡσαΐας προσκαλεῖται·
γυναῖκες ἀ^πὸ θέα_ς ἐρχόμεναι, δεῦτε καὶ ἀ^πα^γγείλα^τε ἡμῖν.
γυναῖκες ἀπὸ θέας ἐρχόμεναι, δεῦτε καὶ ἀπαγγείλατε ἡμῖν.
ἐπεφάνη τοίνυ^ν ταῖς γυ^ναιξί^ν.
ἐπεφάνη τοίνυν ταῖς γυναιξίν.
ὁ βουλόμενος λογοθετεῖν ἀ^κρι_βῶς, ὁρά_τω μήπου διασφάλλωμεν τὸν ἀ^ρι^θμόν.
ὁ βουλόμενος λογοθετεῖν ἀκριβῶς, ὁράτω μήπου διασφάλλωμεν τὸν ἀριθμόν.
πρῶτον, ταῖς γυ^ναιξί^, μαρίᾳ καὶ ταῖς ἄλλαις γυ^ναιξί^ν·
πρῶτον, ταῖς γυναιξί, μαρίᾳ καὶ ταῖς ἄλλαις γυναιξίν·
ἔπειτα^, πέτρῳ·
ἔπειτα, πέτρῳ·
εἶτα^, τοῖς περὶ^ κλεώπαν ἐν τῇ ὁδῷ, ὅτε εἰς τὴν ἐμμαοὺς ἀπίεσα^ν, ὅτε ἐν τῇ κλά^σει τοῦ ἄρτου ἐφανερώθη.
εἶτα, τοῖς περὶ κλεώπαν ἐν τῇ ὁδῷ, ὅτε εἰς τὴν ἐμμαοὺς ἀπίεσαν, ὅτε ἐν τῇ κλάσει τοῦ ἄρτου ἐφανερώθη.
πόθεν δὲ τοῦτο δῆλον, ὅτι^ πρὸ τῶν δύ^ο τούτων ὤφθη τῷ πέτρῳ λέγει;
πόθεν δὲ τοῦτο δῆλον, ὅτι πρὸ τῶν δύο τούτων ὤφθη τῷ πέτρῳ λέγει;
εἰσῆλθον οἱ δύ^ο ἀ^πὸ ἑσπέρα_ς οἱ περὶ^ κλεώπαν, ὥστε ἀ^πα^γγεῖλαι τοῖς μα^θηταῖς, ὅτι^ εἴδομεν τὸν κύριον.
εἰσῆλθον οἱ δύο ἀπὸ ἑσπέρας οἱ περὶ κλεώπαν, ὥστε ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ὅτι εἴδομεν τὸν κύριον.
καὶ εὗρον τοὺς ἀ^ποστόλους λέγοντα^ς, ὅτι^ ὄντως ἠγέρθη ὁ κύριος, καὶ ὤφθη σίμωνι.
καὶ εὗρον τοὺς ἀποστόλους λέγοντας, ὅτι ὄντως ἠγέρθη ὁ κύριος, καὶ ὤφθη σίμωνι.
ἐν ὅσῳ ἀ^πήγγειλα^ν οἱ δύ^ο τὴν θέαν, προέλαβεν ἡ φήμη, ὅτι^ πέτρος εἶδε τὸν κύριον.
ἐν ὅσῳ ἀπήγγειλαν οἱ δύο τὴν θέαν, προέλαβεν ἡ φήμη, ὅτι πέτρος εἶδε τὸν κύριον.
τοῦτο καὶ παῦλος ἐπι^σημαίνεται λέγων·
τοῦτο καὶ παῦλος ἐπισημαίνεται λέγων·
παρέδωκα γὰ^ρ ὑ_μῖν ἐν πρώτοις, ὃ καὶ πα^ρέλα^βον, ὅτι^ χριστὸς ἀ^πέθα^νεν ὑ^πὲρ τῶν ἁμαρτι^ῶν ἡμῶν, κα^τὰ^ τὰ_ς γραφάς, καὶ ὅτι^ ἀ^νέστη καὶ ὤφθη κηφᾷ, εἶτα^ τοῖς ἕνδεκα^.
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς γραφάς, καὶ ὅτι ἀνέστη καὶ ὤφθη κηφᾷ, εἶτα τοῖς ἕνδεκα.
πρῶτον πέτρῳ·
πρῶτον πέτρῳ·
εἶτα^ ἐκείνοις.
εἶτα ἐκείνοις.
ἐπεφάνη τοίνυ^ν ταῖς γυ^ναιξί^ν·
ἐπεφάνη τοίνυν ταῖς γυναιξίν·
εἶτα^ πέτρῳ·
εἶτα πέτρῳ·
εἶτα^ τοῖς περὶ^ κλεώπαν·
εἶτα τοῖς περὶ κλεώπαν·
εἶτα^ τοῖς δέ^κα^ μὴ πα^ρόντος θωμᾶ·
εἶτα τοῖς δέκα μὴ παρόντος θωμᾶ·
εἶτα^ τοῖς ἕνδεκα^ πα^ρόντος θωμᾶ·
εἶτα τοῖς ἕνδεκα παρόντος θωμᾶ·
ἰ^δοὺ πέμπτον.
ἰδοὺ πέμπτον.
εἶτα φαίνεται πά^λι^ν ἀ^δελφοῖς πεντα^κοσί^οις·
εἶτα φαίνεται πάλιν ἀδελφοῖς πεντακοσίοις·
ὁ γὰ^ρ παῦλος καὶ τοῦτο ἐπι^σημαίνων λέγει·
ὁ γὰρ παῦλος καὶ τοῦτο ἐπισημαίνων λέγει·
ἔπειτα^ ὤφθη ἐπά^νω πεντα^κοσί^οις ἀ^δελφοῖς ἐφά^παξ, ἐξ ὧν οἱ πλείους μένουσι^ν ἕως ἄρτι^·
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι·
ἰ^δοὺ ἕκτον.
ἰδοὺ ἕκτον.
εἶτα τοῖς ἑπτὰ^ ἐπὶ^ τῆς θα^λάσσης τῆς τιβεριάδος·
εἶτα τοῖς ἑπτὰ ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος·
εἶτα ὤφθη ἰακώβῳ κα^τὰ^ τὸν παῦλον·
εἶτα ὤφθη ἰακώβῳ κατὰ τὸν παῦλον·
ἔπειτα τοῖς ἀ^ποστόλοις πᾶσι^ν.
ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν.
οὐ περὶ^ τῶν ἕνδεκα^ λέγει·
οὐ περὶ τῶν ἕνδεκα λέγει·
προλαβὼν γὰ^ρ εἶπεν ὅτι^ ὤφθη κηφᾷ·
προλαβὼν γὰρ εἶπεν ὅτι ὤφθη κηφᾷ·
εἶτα τοῖς ἕνδεκα^·
εἶτα τοῖς ἕνδεκα·
εἶτα τοῖς ἑβδομήκοντα^, ἤτοι τοῖς ἀ^ποστόλοις πᾶσι^.
εἶτα τοῖς ἑβδομήκοντα, ἤτοι τοῖς ἀποστόλοις πᾶσι.
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.