macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
κα^θὼς ἀπέστα^λκέ με. | καθὼς ἀπέσταλκέ με. |
πῶς δὲ ἀπέστα^λκέ σε; | πῶς δὲ ἀπέσταλκέ σε; |
πρόσεχε πα^ρα^κα^λῶ. | πρόσεχε παρακαλῶ. |
ἀπεστάλης, δέσποτα, ἐξ οὐρα^νοῦ· | ἀπεστάλης, δέσποτα, ἐξ οὐρανοῦ· |
οἱ ἀ^πόστολοι οὐκ ἐξ οὐρα^νοῦ· | οἱ ἀπόστολοι οὐκ ἐξ οὐρανοῦ· |
πῶς, καθὼς ἀπέστειλέ σε ὁ πατήρ, ἀποστέλλεις; | πῶς, καθὼς ἀπέστειλέ σε ὁ πατήρ, ἀποστέλλεις; |
οὐ τὸν τρόπον λέγω, φησί^, τῆς ἀ^ποστολῆς, τὸ καθὼς ἀπέστειλέ με, ἀλλὰ^ τὴν δύ^να^μι^ν. | οὐ τὸν τρόπον λέγω, φησί, τῆς ἀποστολῆς, τὸ καθὼς ἀπέστειλέ με, ἀλλὰ τὴν δύναμιν. |
ἀπεστάλην εἰς τὸ πα^θεῖν ὑ^πὲρ τοῦ κόσμου· | ἀπεστάλην εἰς τὸ παθεῖν ὑπὲρ τοῦ κόσμου· |
ἀποστέλλω ὑ_μᾶς, ἵ^να_ τοῖς ὑ_μετέροις πά^θεσι^ τὴν οἰκουμένην στεφα^νώσω. | ἀποστέλλω ὑμᾶς, ἵνα τοῖς ὑμετέροις πάθεσι τὴν οἰκουμένην στεφανώσω. |
καὶ ἐπειδὴ οὐκ ἴσχυ_εν ἡ θνητὴ φύ^σι^ς ἀρκέσαι πρὸς τὴν ὁμοιότητα^ τὴν δεσποτικήν, λέγει· | καὶ ἐπειδὴ οὐκ ἴσχυεν ἡ θνητὴ φύσις ἀρκέσαι πρὸς τὴν ὁμοιότητα τὴν δεσποτικήν, λέγει· |
καὶ τοῦτο εἰπών, ἐνεφύ_σησεν· | καὶ τοῦτο εἰπών, ἐνεφύσησεν· |
ὃ ἔλειπε τῇ φύ^σει, προσέδωκε τῇ χάριτι^· | ὃ ἔλειπε τῇ φύσει, προσέδωκε τῇ χάριτι· |
καὶ τοῦτο εἰπών, ἐνεφύ_σησε καὶ λέγει αὐτοῖς· | καὶ τοῦτο εἰπών, ἐνεφύσησε καὶ λέγει αὐτοῖς· |
λάβετε πνεῦμα ἅ^γι^ον. | λάβετε πνεῦμα ἅγιον. |
πρόσεχε. | πρόσεχε. |
δι^ὰ^ τί^ ἐνεφύ_σησεν ὁ σωτὴρ τοῖς ἀ^ποστόλοις κατ' αὐτὴν δὲ τὴν ἡμέρα_ν τῆς ἀναστάσεως; | διὰ τί ἐνεφύσησεν ὁ σωτὴρ τοῖς ἀποστόλοις κατ' αὐτὴν δὲ τὴν ἡμέραν τῆς ἀναστάσεως; |
ἆρα γὰ^ρ ἐκτὸς τοῦ ἐμφυσήμα^τος, οὐχ ἱ^κα^νὸς ἦν δοῦναι πνεῦμα ἅ^γι^ον; | ἆρα γὰρ ἐκτὸς τοῦ ἐμφυσήματος, οὐχ ἱκανὸς ἦν δοῦναι πνεῦμα ἅγιον; |
ἀλλ' ἐπειδή, τὸν πρῶτον ἄνθρωπον πλάττων, ἐνεφύ_σησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυ_χὴν ζῶσα^ν, ἀ^πώλεσε δὲ τοῦ ἐμφυσήμα^τος τὴν χά^ρι^ν δι^ὰ^ τὴν παράβασι^ν, καὶ ἀ^πολέσα_ς τὴν ζωοποιὸν δύ^να^μι^ν, εἰς χοῦν δι^ελύ^θη, καὶ ἐν τῷ τά^φῳ κα^τέλυ_σεν τὴν αὐτοῦ δημιουργίαν· | ἀλλ' ἐπειδή, τὸν πρῶτον ἄνθρωπον πλάττων, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ἀπώλεσε δὲ τοῦ ἐμφυσήματος τὴν χάριν διὰ τὴν παράβασιν, καὶ ἀπολέσας τὴν ζωοποιὸν δύναμιν, εἰς χοῦν διελύθη, καὶ ἐν τῷ τάφῳ κατέλυσεν τὴν αὐτοῦ δημιουργίαν· |
ἀνανεῶν τοίνυ^ν τὸ πλάσμα^, καὶ ἀποδι^δοὺς τὸ ἀρχαῖον δῶρον, ἐνεφύ_σησεν εἰς τὰ^ πρόσωπα^ τῶν ἀ^ποστόλων, τὴν ἀρχαία_ν ἐκείνην καὶ τὴν ζωτι^κὴν δύ^να^μι^ν ἀποδι^δοὺς τῷ πλάσμα^τι^. | ἀνανεῶν τοίνυν τὸ πλάσμα, καὶ ἀποδιδοὺς τὸ ἀρχαῖον δῶρον, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων, τὴν ἀρχαίαν ἐκείνην καὶ τὴν ζωτικὴν δύναμιν ἀποδιδοὺς τῷ πλάσματι. |
ὁμοῦ δὲ ἐπληροῦτο καὶ τά^ τῷ προφήτῃ προειρημένα^. | ὁμοῦ δὲ ἐπληροῦτο καὶ τά τῷ προφήτῃ προειρημένα. |
ὁ γὰ^ρ μα^κά^ριος ναοὺμ ὁ προφήτης, προειδὼς ὅτι^ ὁ σωτὴρ ἀ^νι^στά^μενος ἐκ τῶν νεκρῶν μέλλει ἐμφυσᾷν τοῖς ἁ^γί^οις ἀ^ποστόλοις, καὶ πληροῦν αὐτοὺς θείου χαρίσμα^τος, διαμαρτύρεται τῷ λα_ῷ λέγων· | ὁ γὰρ μακάριος ναοὺμ ὁ προφήτης, προειδὼς ὅτι ὁ σωτὴρ ἀνιστάμενος ἐκ τῶν νεκρῶν μέλλει ἐμφυσᾷν τοῖς ἁγίοις ἀποστόλοις, καὶ πληροῦν αὐτοὺς θείου χαρίσματος, διαμαρτύρεται τῷ λαῷ λέγων· |
ἑόρταζε, ἰούδα, τὰ_ς ἑορτά_ς σου, ἀ^πόδος τῷ θεῷ τὰ_ς εὐχά_ς σου· | ἑόρταζε, ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου· |
οὐκέτι^ οὐ μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
συντετέλεσται, ἐξῆρται. | συντετέλεσται, ἐξῆρται. |
ἀνέβη γὰ^ρ ἐκ τῆς γῆς ὁ ἐμφυ_σῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. | ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. |
τὰ^ δύ^ο εἶπεν· | τὰ δύο εἶπεν· |
ἐπειδὴ καὶ τὸν φόβον ἔλυ_σε καὶ ἐνεφύ_σησε δοὺς πνεῦμα. | ἐπειδὴ καὶ τὸν φόβον ἔλυσε καὶ ἐνεφύσησε δοὺς πνεῦμα. |
εἶπεν· | εἶπεν· |
ὁ ἐμφυ_σῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. | ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. |
εἶτα^ τότε λέγει· | εἶτα τότε λέγει· |
εἰρήνη ὑ_μῖν, καὶ τοῦτο εἰπών, ἐνεφύ_σησε καὶ λέγει αὐτοῖς· | εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπών, ἐνεφύσησε καὶ λέγει αὐτοῖς· |
λάβετε πνεῦμα ἅ^γι^ον. | λάβετε πνεῦμα ἅγιον. |
ἐπειδὴ εἶδε τὴν ἀ^νθρωπί^νην φύ^σι^ν ὀκλάζουσα^ν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀ^γῶνα^ς δι' ἀσθένεια^ν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυ^νά^μει τοῦ πνεύματος, ἵ^να_ κάμνουσα^ν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν, παραμυθήσηται· | ἐπειδὴ εἶδε τὴν ἀνθρωπίνην φύσιν ὀκλάζουσαν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀγῶνας δι' ἀσθένειαν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυνάμει τοῦ πνεύματος, ἵνα κάμνουσαν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν, παραμυθήσηται· |
καὶ ὥσπερ σί^δηρόν τι^να^, ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι^, ἵ^να_ ὃ μὴ ἔχῃ ἐκ φύ^σεως, δέξηται πα^ρὰ^ τῆς χά^ρι^τος, καὶ προσέλθῃ πρὸς τοὺς ἀ^γῶνα^ς τῇ δυ^νά^μει τοῦ πνεύματος νευρουμένη. | καὶ ὥσπερ σίδηρόν τινα, ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι, ἵνα ὃ μὴ ἔχῃ ἐκ φύσεως, δέξηται παρὰ τῆς χάριτος, καὶ προσέλθῃ πρὸς τοὺς ἀγῶνας τῇ δυνάμει τοῦ πνεύματος νευρουμένη. |
λάβετε πνεῦμα ἅ^γι^ον· | λάβετε πνεῦμα ἅγιον· |
καθὼς ἀπέστα^λκέ με ὁ πατήρ, κ ἀγὼ πέμπω ὑ_μᾶς. | καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κ ἀγὼ πέμπω ὑμᾶς. |
ἀλλὰ^ σύ^, ἐξελθὼν ὡς δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλέησα^ς· | ἀλλὰ σύ, ἐξελθὼν ὡς δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλέησας· |
συνεχώρησα^ς τὰ^ ἁ^μα^ρτήμα^τα^ ἡμῶν. | συνεχώρησας τὰ ἁμαρτήματα ἡμῶν. |
ἀνωτέρα ἡ χά^ρι^ς· | ἀνωτέρα ἡ χάρις· |
ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁ^μα^ρτημά^των· | ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁμαρτημάτων· |
οἱ ἁμαρτάνοντες πολλοί, φιλανθρωπία_ς χρεία_ πολλῆς. | οἱ ἁμαρτάνοντες πολλοί, φιλανθρωπίας χρεία πολλῆς. |
οὐκ ἔχομεν τὴν αὐθεντίαν· | οὐκ ἔχομεν τὴν αὐθεντίαν· |
πῶς δυ^νά^μεθα^ κα^τὰ^ σὲ ἀποστα^λῆναι; | πῶς δυνάμεθα κατὰ σὲ ἀποσταλῆναι; |
δι^ὰ^ τοῦτο, ἵ^να_ πληρωθῇ τό, καθὼς ἀπέστειλέ με ὁ πατήρ, κ ἀγὼ ἀποστέλλω ὑ_μᾶς, λέγει· | διὰ τοῦτο, ἵνα πληρωθῇ τό, καθὼς ἀπέστειλέ με ὁ πατήρ, κ ἀγὼ ἀποστέλλω ὑμᾶς, λέγει· |
ἄ_ν τι^νων ἀ^φῆτε τὰ_ς ἁ^μαρτί^α_ς, ἀ^φί_ενται· | ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· |
ἄ_ν τι^νων κρα^τῆτε, κεκράτηνται. | ἄν τινων κρατῆτε, κεκράτηνται. |
ἣν ἔχει ἐξουσί^α_ν, δί^δωσι^ν. | ἣν ἔχει ἐξουσίαν, δίδωσιν. |
ὥσπερ γὰ^ρ οὐχ οἷόν τέ ἐστι^ν ἄ^ρχοντα^ πιστευθῆναι ἔθνος, μὴ λα^βόντα^ συγχωρήσεως καὶ θα^νά^του καὶ τι_μωρί^α_ς ἐξουσί^α_ν, οὕτω καὶ ὁ σωτήρ, μέλλων κα^θιστᾷν αὐτοὺς ἄ^ρχοντα^ς τῆς οἰκουμένης, δί^δωσι^ν αὐτοῖς καὶ τι_μωρί^α_ς ἐξουσί^α_ν καὶ συγχωρήσεως, τό, ἄν τι^νων ἀ^φῆτε τὰ_ς ἁ^μαρτί^α_ς, ἀ^φί_ενται· | ὥσπερ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄρχοντα πιστευθῆναι ἔθνος, μὴ λαβόντα συγχωρήσεως καὶ θανάτου καὶ τιμωρίας ἐξουσίαν, οὕτω καὶ ὁ σωτήρ, μέλλων καθιστᾷν αὐτοὺς ἄρχοντας τῆς οἰκουμένης, δίδωσιν αὐτοῖς καὶ τιμωρίας ἐξουσίαν καὶ συγχωρήσεως, τό, ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· |
ἄν τι^νων κρα^τῆτε, κεκράτηνται. | ἄν τινων κρατῆτε, κεκράτηνται. |
ἓν γά^ρ ἐστι^ τῶν ἀμηχά^νων, ἢ μα^ρτυ^ρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι^ τῶν μεγά^λων καὶ δυσκατορθώτων, ἐὰ^ν μὴ πνεύματος ἁ^γί^ου δύ^να^μι^ς νευρώσῃ τὸν τόνον τοῦ μάρτυ^ρος· | ἓν γάρ ἐστι τῶν ἀμηχάνων, ἢ μαρτυρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι τῶν μεγάλων καὶ δυσκατορθώτων, ἐὰν μὴ πνεύματος ἁγίου δύναμις νευρώσῃ τὸν τόνον τοῦ μάρτυρος· |
ἄλλως γὰ^ρ οὐ δύ^να^νται μά^ρτυ^ρες εἶναι. | ἄλλως γὰρ οὐ δύνανται μάρτυρες εἶναι. |
μάρτυρα^ δὲ λέγω νῦν, οὐ μόνον τὸν δι^ὰ^ πα^θῶν τελειούμενον, ἀλλὰ^ καὶ τὸν τῷ λόγῳ μαρτυροῦντα^ τῆς χά^ρι^τος. | μάρτυρα δὲ λέγω νῦν, οὐ μόνον τὸν διὰ παθῶν τελειούμενον, ἀλλὰ καὶ τὸν τῷ λόγῳ μαρτυροῦντα τῆς χάριτος. |
πᾶς γὰ^ρ κήρυξ ἀ^ληθεία_ς, μάρτυ^ς ἐστὶ^ θεοῦ. | πᾶς γὰρ κήρυξ ἀληθείας, μάρτυς ἐστὶ θεοῦ. |
διὸ περὶ^ ἰωάννου τοῦ βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον· | διὸ περὶ ἰωάννου τοῦ βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον· |
καὶ ἐμα^ρτύ^ρησεν ἰωάννης τῇ ἀ^ληθείᾳ λέγων, ὅτι^ οὗτός ἐστι^. | καὶ ἐμαρτύρησεν ἰωάννης τῇ ἀληθείᾳ λέγων, ὅτι οὗτός ἐστι. |
μαρτυρεῖ δὲ οὐ τὸ πάσχειν, ἀλλὰ^ τὸ βοᾷν. | μαρτυρεῖ δὲ οὐ τὸ πάσχειν, ἀλλὰ τὸ βοᾷν. |
ἀμήχανον μά^ρτυ^ρα^ς γενέσθαι θείου λόγου, μὴ πα^ρὰ^ πνεύματος ἁ^γί^ου νευρωθέντας. | ἀμήχανον μάρτυρας γενέσθαι θείου λόγου, μὴ παρὰ πνεύματος ἁγίου νευρωθέντας. |
διὸ λέγει ὁ σωτὴρ ἀναλαμβανόμενος· | διὸ λέγει ὁ σωτὴρ ἀναλαμβανόμενος· |
ὑμεῖς δὲ μείνα^τε ἐν τῇ πόλει ἰερουσαλήμ, ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους, καὶ λήψεσθε δύ^να^μι^ν ἐπελθόντος τοῦ ἁ^γί^ου πνεύματος ἐφ' ὑ_μᾶς, καὶ ἔσεσθέ μοι μά^ρτυ^ρες. | ὑμεῖς δὲ μείνατε ἐν τῇ πόλει ἰερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες. |
ἄνευ γὰ^ρ τοῦ λα^βεῖν πνεύματος δύ^να^μι^ν οὐχ οἷόν τέ ἐστι^ μάρτυρα γενέσθαι. | ἄνευ γὰρ τοῦ λαβεῖν πνεύματος δύναμιν οὐχ οἷόν τέ ἐστι μάρτυρα γενέσθαι. |
θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα^, ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ' αὐτῶν. | θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ' αὐτῶν. |
ἦν δὲ οἰκονομί^α_ μεγίστη χριστοῦ, τὸ ἀπολειφθῆναι τὸν θωμᾶν, ἵ^να_ ἡ ἐκείνου ἀ^μφι^βολί^α_, ἐνεργέστερον πα^ρα^στήσῃ τὴν ἀνάστασι^ν. | ἦν δὲ οἰκονομία μεγίστη χριστοῦ, τὸ ἀπολειφθῆναι τὸν θωμᾶν, ἵνα ἡ ἐκείνου ἀμφιβολία, ἐνεργέστερον παραστήσῃ τὴν ἀνάστασιν. |
εἰ μὴ γὰ^ρ θωμᾶς ἀπελείφθη, καὶ δὶα^ τὴν ἀπόλειψι^ν ἀμφέβαλλε, καὶ τῇ ἀ^μφι^βολί^ᾳ πληροφορίαν ὁ σωτὴρ προσήνεγκεν, ἔμελλεν ἔτι^ σκα^νδα^λί^ζειν πολλοὺς τὸ τῆς ἀναστάσεως θαῦμα^· | εἰ μὴ γὰρ θωμᾶς ἀπελείφθη, καὶ δὶα τὴν ἀπόλειψιν ἀμφέβαλλε, καὶ τῇ ἀμφιβολίᾳ πληροφορίαν ὁ σωτὴρ προσήνεγκεν, ἔμελλεν ἔτι σκανδαλίζειν πολλοὺς τὸ τῆς ἀναστάσεως θαῦμα· |
ἀλλ' ἐγένετο ἡ ἐκείνου ἀ^μφι^βολί^α_, πάντων τῶν πιστῶν θερα^πεία_. | ἀλλ' ἐγένετο ἡ ἐκείνου ἀμφιβολία, πάντων τῶν πιστῶν θεραπεία. |
ὅτε οὖν ἦλθεν ὁ θωμᾶς, ἔλεγον αὐτῷ οἱ ἄλλοι μα^θηταί· | ὅτε οὖν ἦλθεν ὁ θωμᾶς, ἔλεγον αὐτῷ οἱ ἄλλοι μαθηταί· |
ἑωράκαμεν τὸν κύριον. | ἑωράκαμεν τὸν κύριον. |
οἱ μὲν σεμνύνονται ἐφ' οἷς ἐθεά_σα^ντο· | οἱ μὲν σεμνύνονται ἐφ' οἷς ἐθεάσαντο· |
ὁ δὲ ὥσπερ ἀντι^λογίᾳ τι^νὶ^ κα^τεχόμενος, καὶ οὐκ ἀ^πι^στί^ᾳ· | ὁ δὲ ὥσπερ ἀντιλογίᾳ τινὶ κατεχόμενος, καὶ οὐκ ἀπιστίᾳ· |
τοσοῦτον ὅσον ἀ^μφι^βολί^α_· | τοσοῦτον ὅσον ἀμφιβολία· |
καὶ διψῶν πληροφορηθῆναι, οὐκ εἶπεν· | καὶ διψῶν πληροφορηθῆναι, οὐκ εἶπεν· |
ἀμήχανον τοῦτο γενέσθαι. | ἀμήχανον τοῦτο γενέσθαι. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
οὐκ ἀ^πηρνήσα^το τὴν ἀνάστασι^ν· | οὐκ ἀπηρνήσατο τὴν ἀνάστασιν· |
οὖκ εἶπεν· | οὖκ εἶπεν· |
ἀδύνατα λέγετε, ἀμήχανα^ πρά_γμα^τα^ ἀ^πα^γγέλλετε· | ἀδύνατα λέγετε, ἀμήχανα πράγματα ἀπαγγέλλετε· |
ἀλλ' ἐζήτησε πληροφορίαν λέγων· | ἀλλ' ἐζήτησε πληροφορίαν λέγων· |
ἐὰ^ν μὴ ἴ^δω ἐν ταῖς χερσὶ^ν αὐτοῦ τὸν τύ^πον τῶν ἥλων, καὶ βά^λω τὸν δά^κτυ^λόν μου εἰς τὸν τύ^πον τῶν ἥλων, καὶ βά^λω τὴν χεῖρά^ μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. | ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. |
οὐκ εἶπεν οὐ μὴ πιστεύσω παντελῶς, ἀλλ' ἐὰ^ν μὴ πληροφορηθῶ, οὐ μὴ πιστεύσω. | οὐκ εἶπεν οὐ μὴ πιστεύσω παντελῶς, ἀλλ' ἐὰν μὴ πληροφορηθῶ, οὐ μὴ πιστεύσω. |
καὶ μεθ' ἡμέρα_ς ὀκτώ. | καὶ μεθ' ἡμέρας ὀκτώ. |
ὅρα πῶς τῇ ἄλλῃ κυριακῇ ἐφί^στα^ται· | ὅρα πῶς τῇ ἄλλῃ κυριακῇ ἐφίσταται· |
ἀ^πὸ γὰ^ρ κυριακῆς εἰς κυριακήν, ὀκτὼ ἡμέραι εἰσί^. | ἀπὸ γὰρ κυριακῆς εἰς κυριακήν, ὀκτὼ ἡμέραι εἰσί. |
καὶ μεθ' ἡμέρα_ς ὀκτὼ τῆς ἀναστάσεως, ἦλθε πά^λι^ν ὁ ἰησοῦς τῶν θυ^ρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· | καὶ μεθ' ἡμέρας ὀκτὼ τῆς ἀναστάσεως, ἦλθε πάλιν ὁ ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· |
εἰρήνη ὑ_μῖν. | εἰρήνη ὑμῖν. |
ἐπειδὴ ἐκεῖ δεύτερον εἶπεν· | ἐπειδὴ ἐκεῖ δεύτερον εἶπεν· |
εἰρήνη ὑ_μῖν, ὧδε μί^α^ν εἶπεν, ἵ^να_ ἐκ τῆς ἁγί^α_ς τριάδος, ὁλόκληρον τὸ δῶρον τῆς εἰρήνης ἐργά^σηται· | εἰρήνη ὑμῖν, ὧδε μίαν εἶπεν, ἵνα ἐκ τῆς ἁγίας τριάδος, ὁλόκληρον τὸ δῶρον τῆς εἰρήνης ἐργάσηται· |
εἰρήνη ὑ_μῖν. | εἰρήνη ὑμῖν. |
εἶτα^ λέγει τῷ θωμᾷ, φέρε τὸν δά^κτυ^λόν σου ὧδε. | εἶτα λέγει τῷ θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε. |
πρόσεχε πα^ρα^κα^λῶ. | πρόσεχε παρακαλῶ. |
οὐκ ἀναμένει ὁ σωτὴρ ἀ^κοῦσαι πα^ρὰ^ τῶν μα^θητῶν τὴν ἀμφιβολίαν τοῦ θωμᾶ· | οὐκ ἀναμένει ὁ σωτὴρ ἀκοῦσαι παρὰ τῶν μαθητῶν τὴν ἀμφιβολίαν τοῦ θωμᾶ· |
οὐ πρῶτον ἐδι^δά^χθη, καὶ τότε δι^δά^σκει· | οὐ πρῶτον ἐδιδάχθη, καὶ τότε διδάσκει· |
ἀλλ' ἵ^να_ πείσῃ αὐτὸν ὅτι^ πα^ρῆν καὶ μὴ φαινόμενος, καὶ ἵ^να_ ἐξεταστὴς τῆς ἀ^μφι^βολί^α_ς γένηται, λέγει θωμᾷ· | ἀλλ' ἵνα πείσῃ αὐτὸν ὅτι παρῆν καὶ μὴ φαινόμενος, καὶ ἵνα ἐξεταστὴς τῆς ἀμφιβολίας γένηται, λέγει θωμᾷ· |
φέρε τὸν δά^κτυ^λόν σου ὧδε, ὡς εἶπα^ς, καὶ ἴ^δε τὰ_ς χεῖρά^ς μου, καὶ φέρε τὴν χεῖρά^ σου, καὶ βά^λε εἰς τὴν πλευράν μου· | φέρε τὸν δάκτυλόν σου ὧδε, ὡς εἶπας, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· |
καὶ μὴ γί_νου ἄπι^στος, ἀλλὰ^ πιστός. | καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. |
δείκνυσιν ὅτι^ ὁ πληροφορίαν ζητῶν, οὐ πιστὸς· | δείκνυσιν ὅτι ὁ πληροφορίαν ζητῶν, οὐ πιστὸς· |
ὁ δὲ πίστει δουλεύων, πιστός. | ὁ δὲ πίστει δουλεύων, πιστός. |
ὅμοιόν ἐστι^ τὸ ἐρευνᾷν πλευρὰν χριστοῦ καὶ τύ^πους ἥλων, τῷ λέγειν· | ὅμοιόν ἐστι τὸ ἐρευνᾷν πλευρὰν χριστοῦ καὶ τύπους ἥλων, τῷ λέγειν· |
πῶς ἐγεννήθη; | πῶς ἐγεννήθη; |
μᾶλλον δὲ οὐχ ὅμοιον. | μᾶλλον δὲ οὐχ ὅμοιον. |
ὁ μὲν γὰ^ρ ἐπεζήτει ἰ^δεῖν τύ^πους ἥλων, ἐν σαρκὶ^ ὁρωμένους καὶ αἰσθήσει ὑποπίπτοντα^ς, ἐπεθύ_μει ἰ^δεῖν πρᾶγμα^ γεγενημένον, ὅ καὶ προῄδει. | ὁ μὲν γὰρ ἐπεζήτει ἰδεῖν τύπους ἥλων, ἐν σαρκὶ ὁρωμένους καὶ αἰσθήσει ὑποπίπτοντας, ἐπεθύμει ἰδεῖν πρᾶγμα γεγενημένον, ὅ καὶ προῄδει. |
σὺ^ δὲ πολυπραγμονῶν φύ^σι^ν ἀθεώρητον, οὐσί^α_ν ἀ^κα^τά^ληπτον, γέννησι^ν ἄρρητον, τὸν γεννήσα^ντα^ ἄφραστον, τὸν γεννηθέντα^ ἀ^κα^τά^ληπτον, οὐ χεῖρον πα^ρανομεῖς; | σὺ δὲ πολυπραγμονῶν φύσιν ἀθεώρητον, οὐσίαν ἀκατάληπτον, γέννησιν ἄρρητον, τὸν γεννήσαντα ἄφραστον, τὸν γεννηθέντα ἀκατάληπτον, οὐ χεῖρον παρανομεῖς; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.