macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὅτα^ν οὖν τι^ς αἱρετι^κὸς συζητῇ τὰ^ τοιαῦτα^, καὶ λέγῃ· | ὅταν οὖν τις αἱρετικὸς συζητῇ τὰ τοιαῦτα, καὶ λέγῃ· |
πῶς ἐγέννησεν ὁ πατήρ; | πῶς ἐγέννησεν ὁ πατήρ; |
τίς ὁ τῆς θεία_ς γεννήσεως τρόπος; | τίς ὁ τῆς θείας γεννήσεως τρόπος; |
σὺ^ ἀντίστρεψον αὐτῷ τὴν δεσποτικὴν φωνήν· | σὺ ἀντίστρεψον αὐτῷ τὴν δεσποτικὴν φωνήν· |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς. | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι θεοῦ γέννησι^ν καὶ οὐσί^α_ν· | οὐχ ὑμῶν ἐστι γνῶναι θεοῦ γέννησιν καὶ οὐσίαν· |
οὐ μόνον οὐχ ὑ_μῶν, ἀλλ' οὐ δὲ ἀγγέλων, οὐκ ἀρχαγγέλων, οὐ πά_σης τι^νός κτιστῆς δυ^νά^μεως. | οὐ μόνον οὐχ ὑμῶν, ἀλλ' οὐ δὲ ἀγγέλων, οὐκ ἀρχαγγέλων, οὐ πάσης τινός κτιστῆς δυνάμεως. |
ἀλλὰ^ τί^νος ἐστὶ^ γνῶναι; | ἀλλὰ τίνος ἐστὶ γνῶναι; |
οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐ δὲ τὸν υἱόν εἰ μὴ ὁ πατήρ, οὐ δὲ τὰ^ βά^θη τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. | οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐ δὲ τὸν υἱόν εἰ μὴ ὁ πατήρ, οὐ δὲ τὰ βάθη τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς. | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. |
οὐκ αἰδῇ τὸ μέτρον τῶν ἀ^ποστόλων; | οὐκ αἰδῇ τὸ μέτρον τῶν ἀποστόλων; |
οἱ συ^ναλισθέντες, οἷς ἐφά^νη, οἱ φωτισθέντες παρ' αὐτοῦ, οὐκ ἐπιτρέπονται εἰδέναι, ἀλλὰ^ δι^δά^σκονται μὴ ὑπερβαίνειν μέτρα^, καὶ ἤκουσα^ν· | οἱ συναλισθέντες, οἷς ἐφάνη, οἱ φωτισθέντες παρ' αὐτοῦ, οὐκ ἐπιτρέπονται εἰδέναι, ἀλλὰ διδάσκονται μὴ ὑπερβαίνειν μέτρα, καὶ ἤκουσαν· |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς· | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς· |
καὶ σὺ^ ἐρευνᾷς; | καὶ σὺ ἐρευνᾷς; |
ἀλλ' ὁ δανιὴλ ἔμα^θε καὶ χρόνους καὶ καιροὺς καὶ μέτρα^. | ἀλλ' ὁ δανιὴλ ἔμαθε καὶ χρόνους καὶ καιροὺς καὶ μέτρα. |
ἑβδομήκοντα γά^ρ, φησί^ν, ἑβδομά^δες συ^νετμήθησα^ν ἐπὶ^ τὸν λαόν σου. | ἑβδομήκοντα γάρ, φησίν, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου. |
ἀ^πὸ λόγου ἡμερῶν ἐξόδου, τοῦ οἰκοδομηθῆναι τὸν να_όν· | ἀπὸ λόγου ἡμερῶν ἐξόδου, τοῦ οἰκοδομηθῆναι τὸν ναόν· |
ἑβδομά^δες ἑπτὰ^ καὶ ἑβδομά^δες ἑξήκοντα^ δύ^ο, καὶ μί^α^. | ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ μία. |
ἰ^δοὺ ἐνεδέχετο μα^θεῖν χρόνους· | ἰδοὺ ἐνεδέχετο μαθεῖν χρόνους· |
ἀλλ' ἀ^πὸ τῶν χρόνων ἐπιστομίζει τὴν τόλμαν, ἵ^να_ μά^θωσι^ν οἱ ἄνθρωποι ὅτι^ εἰ περὶ^ χρόνων οὐκ ἐπιτρέπονται μα^θεῖν, πολλῷ μᾶλλον περὶ^ τῆς θεία_ς γεννήσεως οὐκ ὀφείλουσι^ν ἐρευνᾷν; | ἀλλ' ἀπὸ τῶν χρόνων ἐπιστομίζει τὴν τόλμαν, ἵνα μάθωσιν οἱ ἄνθρωποι ὅτι εἰ περὶ χρόνων οὐκ ἐπιτρέπονται μαθεῖν, πολλῷ μᾶλλον περὶ τῆς θείας γεννήσεως οὐκ ὀφείλουσιν ἐρευνᾷν; |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰ^δί^ᾳ ἐξουσί^ᾳ. | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. |
ὁ οὖν υἱὸς οὐκ ἔθετο, ἀλλ' ἐν τῇ ἐξουσί^ᾳ τοῦ πατρὸς αἰῶνες καὶ χρόνοι, καὶ ὁ υἱὸς οὐδὲν ἔχει κοινόν; | ὁ οὖν υἱὸς οὐκ ἔθετο, ἀλλ' ἐν τῇ ἐξουσίᾳ τοῦ πατρὸς αἰῶνες καὶ χρόνοι, καὶ ὁ υἱὸς οὐδὲν ἔχει κοινόν; |
εἰ οὐδὲν ἔχει κοινὸν ὁ υἱὸς εἰς τοὺς χρόνους καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνα^ς, ψεύδεται παῦλος λέγων· | εἰ οὐδὲν ἔχει κοινὸν ὁ υἱὸς εἰς τοὺς χρόνους καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνας, ψεύδεται παῦλος λέγων· |
ἐπ' ἐσχά^του τῶν ἡμερῶν τούτων ἐλά^λησεν ἡμῖν ἐν υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνα^ς ἐποίησεν. | ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. |
εἰ τῶν αἰώνων ποιητὴς ὁ υἱὸς, καὶ ἐν τῇ ἐξουσί^ᾳ τοῦ υἱοῦ· | εἰ τῶν αἰώνων ποιητὴς ὁ υἱὸς, καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ υἱοῦ· |
καὶ τοῦτό ἐστι^ν ὃ λέγει παῦλος· | καὶ τοῦτό ἐστιν ὃ λέγει παῦλος· |
ὁ πατὴρ ἔθετο ἐν τῇ ἰ^δί^ᾳ ἐξουσί^ᾳ. | ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. |
ἐξουσί^α_ν ἄ^ρα^ κα^λεῖ τοῦ πατρὸς τὸν υἱόν, ὥσπερ καὶ δύ^να^μι^ν καὶ σοφί^α_ν. | ἐξουσίαν ἄρα καλεῖ τοῦ πατρὸς τὸν υἱόν, ὥσπερ καὶ δύναμιν καὶ σοφίαν. |
χριστὸς γὰ^ρ θεοῦ δύ^να^μι^ς καὶ θεοῦ σοφί^α_. | χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς, ἀλλὰ^ λήψεσθε δύ^να^μι^ν ἐπελθόντος τοῦ ἁ^γί^ου πνεύματος ἐφ' ὑ_μᾶς. | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς. |
λήψεσθε δύ^να^μι^ν οὐκ εἰς τὸ πολυπραγμονεῖν χρόνους καὶ καιρούς, ἀλλ' εἰς τὸ πιστεύειν τῷ δεσπότῃ. | λήψεσθε δύναμιν οὐκ εἰς τὸ πολυπραγμονεῖν χρόνους καὶ καιρούς, ἀλλ' εἰς τὸ πιστεύειν τῷ δεσπότῃ. |
καὶ ἔσεσθέ μοι μά^ρτυ^ρες ἔν τε ἱερουσαλὴμ καὶ πά^σῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ, καὶ ἕως ἐσχά^του τῆς γῆς. | καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ἱερουσαλὴμ καὶ πάσῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. |
μὴ μετρήσῃς τῶν λόγων τὴν τάξι^ν, ἀλλὰ^ τῆς αὐθεντία_ς τὴν δύ^να^μι^ν. | μὴ μετρήσῃς τῶν λόγων τὴν τάξιν, ἀλλὰ τῆς αὐθεντίας τὴν δύναμιν. |
οὗτος εἶπε· | οὗτος εἶπε· |
κηρύξατέ με παντα^χοῦ. | κηρύξατέ με πανταχοῦ. |
τοῦτο δείκνυ_σι^ δύ^να^μι^ν, εἰ ἐξέβη εἰς πρᾶγμα^ τὸ ῥῆμα^. | τοῦτο δείκνυσι δύναμιν, εἰ ἐξέβη εἰς πρᾶγμα τὸ ῥῆμα. |
δύναμαι ἐγὼ αὐθεντίᾳ χρησά^μενος καὶ ἀλαζονείᾳ, εἰπεῖν πα^ρεστῶσι^ν ἢ ὀλί^γοις οἰκέταις ἢ ἀ^δελφοῖς· | δύναμαι ἐγὼ αὐθεντίᾳ χρησάμενος καὶ ἀλαζονείᾳ, εἰπεῖν παρεστῶσιν ἢ ὀλίγοις οἰκέταις ἢ ἀδελφοῖς· |
ἐξέλθετε εἰς τὰ^ ἔθνη, καὶ πά^ντα^ δι^δά^ξα^τε, πά^ντα^ς ἐπιστρέψα^τε, βα^ρβά^ρους ἀ^νέλετε, τοὺς ἐνα^ντι^ουμένους τῇ βα^σι^λείᾳ μου ἐκκόψατε αὐτούς· | ἐξέλθετε εἰς τὰ ἔθνη, καὶ πάντα διδάξατε, πάντας ἐπιστρέψατε, βαρβάρους ἀνέλετε, τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ μου ἐκκόψατε αὐτούς· |
τὰ^ ῥήμα^τα^ προβαίνει, ἀλλ' ἐὰ^ν τὰ^ πρά_γμα^τα^ μὴ ἀκολουθήσῃ, οὐ μόνον ὡς ψεύστης καταγινώσκομαι, ἀλλὰ^ καὶ ὡς ἀ^λα_ζὼν καὶ προπετής. | τὰ ῥήματα προβαίνει, ἀλλ' ἐὰν τὰ πράγματα μὴ ἀκολουθήσῃ, οὐ μόνον ὡς ψεύστης καταγινώσκομαι, ἀλλὰ καὶ ὡς ἀλαζὼν καὶ προπετής. |
ζητείσθω οὖν τὰ^ ῥήμα^τα^ τοῦ σωτῆρος, μὴ ἐξ ὧν ἐλά^λησεν, ἀλλ' ἐξ ὧν ἐτέλεσεν. | ζητείσθω οὖν τὰ ῥήματα τοῦ σωτῆρος, μὴ ἐξ ὧν ἐλάλησεν, ἀλλ' ἐξ ὧν ἐτέλεσεν. |
εἶπε· | εἶπε· |
μαθητεύσατε πά^ντα^ τὰ^ ἔθνη· | μαθητεύσατε πάντα τὰ ἔθνη· |
εἰ μὴ προῆλθεν ὁ λόγος εἰς ἔργον, ἀλαζονεία ἦν καὶ οὐκ αὐθεντία θεϊ^κή. | εἰ μὴ προῆλθεν ὁ λόγος εἰς ἔργον, ἀλαζονεία ἦν καὶ οὐκ αὐθεντία θεϊκή. |
εἶπε· | εἶπε· |
κηρύξατε ἕως ἐσχά^του τῆς γῆς. | κηρύξατε ἕως ἐσχάτου τῆς γῆς. |
εἰ ἔστι^ν ἐσχα^τιά τι^ς ἀμοιροῦσα^ τοῦ κηρύγμα^τος, ἐψεύσα^το ἡ πρόρρησι^ς· | εἰ ἔστιν ἐσχατιά τις ἀμοιροῦσα τοῦ κηρύγματος, ἐψεύσατο ἡ πρόρρησις· |
εἰ δὲ πρὸ τῶν ῥημά^των λάμπει τὰ^ πρά_γμα^τα^, ἀ^ληθεῖς οἱ μά^ρτυ^ρες καὶ ἀ^ληθὴς ὁ μα^ρτυ^ρούμενος. | εἰ δὲ πρὸ τῶν ῥημάτων λάμπει τὰ πράγματα, ἀληθεῖς οἱ μάρτυρες καὶ ἀληθὴς ὁ μαρτυρούμενος. |
καὶ ταῦτα^ εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη. | καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη. |
βλεπόντων· | βλεπόντων· |
ἠδύνατο μὲν γὰ^ρ μὴ φα^νερῶς ἀ^νελθεῖν, ἀλλ' ὥσπερ τῆς ἀναστάσεως ἔσχε μά^ρτυ^ρα^ς τοὺς ὀφθαλμοὺς τῶν μα^θητῶν, οὕτως αὐτοὺς αὐτόπτας ποιεῖ καὶ τῆς ἀναλήψεως. | ἠδύνατο μὲν γὰρ μὴ φανερῶς ἀνελθεῖν, ἀλλ' ὥσπερ τῆς ἀναστάσεως ἔσχε μάρτυρας τοὺς ὀφθαλμοὺς τῶν μαθητῶν, οὕτως αὐτοὺς αὐτόπτας ποιεῖ καὶ τῆς ἀναλήψεως. |
ὁ δὲ λουκᾶς οὗτος ὁ συγγρα^φεὺς τοῦ εὐαγγελί^ου προσέθηκε· | ὁ δὲ λουκᾶς οὗτος ὁ συγγραφεὺς τοῦ εὐαγγελίου προσέθηκε· |
καὶ ταῦτα^ εἰπών, ἐξήγα^γεν αὐτοὺς ἔξω εἰς βηθανίαν, ἐπὶ^ τὸ ὄρος τῶν ἐλαιῶν, ὅθεν καὶ τὸν λάζαρον ἤγειρεν. | καὶ ταῦτα εἰπών, ἐξήγαγεν αὐτοὺς ἔξω εἰς βηθανίαν, ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, ὅθεν καὶ τὸν λάζαρον ἤγειρεν. |
ἐκεῖθεν γὰ^ρ ἀνελήφθη ὅπου τὴν ζωοποιὸν ἐποίησε δύ^να^μι^ν. | ἐκεῖθεν γὰρ ἀνελήφθη ὅπου τὴν ζωοποιὸν ἐποίησε δύναμιν. |
ἅπαξ γὰ^ρ ἔφθημεν εἰπόντες ὅτι^ ὁ σωτὴρ ἄλλα^ δι' ἄλλων πραγματεύεται· | ἅπαξ γὰρ ἔφθημεν εἰπόντες ὅτι ὁ σωτὴρ ἄλλα δι' ἄλλων πραγματεύεται· |
ἐπι^λέγεται τόπον τῇ ἀ^να^λήψει ἐγγίζοντα^ τῇ ἀ^να^στά^σει λαζάρου, ἵ^να_ ἡ ἐγγύτης τοῦ τόπου εἰς ὑπόμνησι^ν ἐνέγκῃ τοὺς μα^θητὰ_ς ὅτι^, μὴ θαυμάζητε εἰ ζῇ καὶ ἀ^νέρχεται ζῶν ὁ ἄλλοις ζωὴν χα^ρι^σά^μενος. | ἐπιλέγεται τόπον τῇ ἀναλήψει ἐγγίζοντα τῇ ἀναστάσει λαζάρου, ἵνα ἡ ἐγγύτης τοῦ τόπου εἰς ὑπόμνησιν ἐνέγκῃ τοὺς μαθητὰς ὅτι, μὴ θαυμάζητε εἰ ζῇ καὶ ἀνέρχεται ζῶν ὁ ἄλλοις ζωὴν χαρισάμενος. |
λέγει οὖν ὅτι^ ἐξήγα^γεν αὐτοὺς ἕως βηθανίας, καὶ εἶπεν αὐτοῖς· | λέγει οὖν ὅτι ἐξήγαγεν αὐτοὺς ἕως βηθανίας, καὶ εἶπεν αὐτοῖς· |
κα^θίσα^τε ἐν τῇ πόλει ἱερουσαλὴμ ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους. | καθίσατε ἐν τῇ πόλει ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. |
μάθε τὴν ταυτότητα^ τῆς δυ^νά^μεως· | μάθε τὴν ταυτότητα τῆς δυνάμεως· |
ὁ πιστὸς ἐνδύ^εται χριστὸν καὶ ἐνδύ^εται πνεῦμα ἅ^γι^ον. | ὁ πιστὸς ἐνδύεται χριστὸν καὶ ἐνδύεται πνεῦμα ἅγιον. |
εἰ ἀ^λλότρι^ον τοῦτο ἐκείνου, πῶς ὑβρίζεται ἔνδυ_μα^ βα^σι^λι^κόν, ἐπι^τι^θέμενον τι^νί^ οὐκ ὄντι^ βα^σι^λεῖ; | εἰ ἀλλότριον τοῦτο ἐκείνου, πῶς ὑβρίζεται ἔνδυμα βασιλικόν, ἐπιτιθέμενον τινί οὐκ ὄντι βασιλεῖ; |
καὶ οὐδεὶς ἐπά^νω πορφύ^ρα_ς ἐνδύ^εται ἔνδυ_μα^ κοινόν· | καὶ οὐδεὶς ἐπάνω πορφύρας ἐνδύεται ἔνδυμα κοινόν· |
ὑβρίζεται γὰ^ρ τῆς βα^σι^λεία_ς τὸ ἀξί^ωμα^. | ὑβρίζεται γὰρ τῆς βασιλείας τὸ ἀξίωμα. |
οἱ οὖν πιστοὶ ἐνδύ^ονται χριστόν· | οἱ οὖν πιστοὶ ἐνδύονται χριστόν· |
ὅσοι γὰ^ρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε. | ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε. |
θεός ἐστι^ τὸ πνεῦμα τὸ ἅ^γι^ον, ὁ δὲ χριστὸς θεός ἐστι^ν. | θεός ἐστι τὸ πνεῦμα τὸ ἅγιον, ὁ δὲ χριστὸς θεός ἐστιν. |
πῶς οὖν πά^λι^ν λέγει· | πῶς οὖν πάλιν λέγει· |
ἐνδύσασθε πνεῦμα ἅ^γι^ον, εἰ μὴ θεὸς τὸ πνεῦμα ἦν, θεὸς δὲ καὶ ὁ υἱός; | ἐνδύσασθε πνεῦμα ἅγιον, εἰ μὴ θεὸς τὸ πνεῦμα ἦν, θεὸς δὲ καὶ ὁ υἱός; |
λέγω δὲ ταῦτα^ πρὸς τοὺς ἀ^πὸ μακεδονίου, τοὺς σκά^ζοντα^ς περὶ^ τὸ πνεῦμα. | λέγω δὲ ταῦτα πρὸς τοὺς ἀπὸ μακεδονίου, τοὺς σκάζοντας περὶ τὸ πνεῦμα. |
εἰ μὴ θεὸς τὸ πνεῦμα, εἰ μὴ θεϊ^κὴ χά^ρι^ς ἐστί^ν, οἱ θεϊ^κὸν ἔνδυ_μα^ τὸν χριστὸν ἐνδυσάμενοι πῶς ἰδιωτι^κὸν ἔνδυ_μα^ ἐπενδύ_ονται; | εἰ μὴ θεὸς τὸ πνεῦμα, εἰ μὴ θεϊκὴ χάρις ἐστίν, οἱ θεϊκὸν ἔνδυμα τὸν χριστὸν ἐνδυσάμενοι πῶς ἰδιωτικὸν ἔνδυμα ἐπενδύονται; |
ὅσοι γὰ^ρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε. | ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε. |
μείνατε εἰς ἱερουσαλὴμ ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους. | μείνατε εἰς ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. |
ποίαν δύ^να^μι^ν; | ποίαν δύναμιν; |
λήψεσθε δύ^να^μι^ν ἐπελθόντος τοῦ ἁ^γί^ου πνεύματος ἐφ' ὑ_μᾶς. | λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς. |
ἔνδυ_μα^ δὲ λέγεται χι^τών. | ἔνδυμα δὲ λέγεται χιτών. |
καὶ τὸ πνεῦμα τὸ ἅ^γι^ον τῶν πιστῶν ἔνδυμα· | καὶ τὸ πνεῦμα τὸ ἅγιον τῶν πιστῶν ἔνδυμα· |
οὐχ ὡς ἱ_μά^τι^ον, ἀλλ' ὡς ἐνδύ^εται ὁ σί^δηρος τὸ πῦρ· | οὐχ ὡς ἱμάτιον, ἀλλ' ὡς ἐνδύεται ὁ σίδηρος τὸ πῦρ· |
οὐκ ἔξωθεν περι^βα^λλόμενος, ἀλλ' ὅλος δι' ὅλου ἀνακιρνώμενος. | οὐκ ἔξωθεν περιβαλλόμενος, ἀλλ' ὅλος δι' ὅλου ἀνακιρνώμενος. |
οὕτως ἐνδύ^ονται οἱ πιστοὶ τὸν χριστόν· | οὕτως ἐνδύονται οἱ πιστοὶ τὸν χριστόν· |
οὐχ ὡς ἱ_μά^τι^ον ἔξωθεν περικείμενον, ἀλλὰ^ καὶ τὴν καρδί^α_ν πληροῦντα^ καὶ ἀ^κοὰ_ς φωτίζοντα^ καὶ λογισμοὺς καταστέλλοντα^ καὶ πρόσωπον χά^ρι^τος πληροῦντα^. | οὐχ ὡς ἱμάτιον ἔξωθεν περικείμενον, ἀλλὰ καὶ τὴν καρδίαν πληροῦντα καὶ ἀκοὰς φωτίζοντα καὶ λογισμοὺς καταστέλλοντα καὶ πρόσωπον χάριτος πληροῦντα. |
εἰ μὴ γὰ^ρ ἔξωθεν ἐπέλαμπεν ἡ χά^ρι^ς τοῦ χριστοῦ, πόθεν ἀτενίσαντες εἰς τὸ πρόσωπον στεφάνου, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου; | εἰ μὴ γὰρ ἔξωθεν ἐπέλαμπεν ἡ χάρις τοῦ χριστοῦ, πόθεν ἀτενίσαντες εἰς τὸ πρόσωπον στεφάνου, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου; |
λέγει τοίνυ^ν· | λέγει τοίνυν· |
καθίσατε ἐν τῇ πόλει ταύτῃ ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους, καὶ ἔσεσθέ μοι μά^ρτυ^ρες. | καθίσατε ἐν τῇ πόλει ταύτῃ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ ἔσεσθέ μοι μάρτυρες. |
πρόσεχε πα^ρα^κα^λῶ. | πρόσεχε παρακαλῶ. |
καὶ ἐκτείνα_ς τὴν χεῖρα^, ηὐλόγησεν αὐτούς. | καὶ ἐκτείνας τὴν χεῖρα, ηὐλόγησεν αὐτούς. |
ὁρᾷς τί^ ἐπεσημήνατο ὁ ἱστοριογρά^φος; | ὁρᾷς τί ἐπεσημήνατο ὁ ἱστοριογράφος; |
εἰσά^γει τὸν σωτῆρα εὐλογοῦντα^ μέν, τέλος δὲ τῶν εὐλογι^ῶν μετα^διδόντα^ οὐκέτι^. | εἰσάγει τὸν σωτῆρα εὐλογοῦντα μέν, τέλος δὲ τῶν εὐλογιῶν μεταδιδόντα οὐκέτι. |
οὐκ εἶπεν ηὐλόγησε καὶ ἐπλήρωσεν, ἀλλ' ἐκτείνα_ς τὰ_ς χεῖρα^ς, ηὐλόγησεν αὐτούς. | οὐκ εἶπεν ηὐλόγησε καὶ ἐπλήρωσεν, ἀλλ' ἐκτείνας τὰς χεῖρας, ηὐλόγησεν αὐτούς. |
καὶ ἐν τῷ εὐλογεῖν αὐτόν, ἀνελήφθη· | καὶ ἐν τῷ εὐλογεῖν αὐτόν, ἀνελήφθη· |
ἀφ' οὗ γὰ^ρ ἄρχεται εὐλογεῖν, οὐ παύεται εὐλογῶν. | ἀφ' οὗ γὰρ ἄρχεται εὐλογεῖν, οὐ παύεται εὐλογῶν. |
ἐκτείνας τὰ_ς χεῖρα^ς. | ἐκτείνας τὰς χεῖρας. |
δύ^ο ποιεῖ ὁ σωτήρ· | δύο ποιεῖ ὁ σωτήρ· |
ἁπλοῖ τὰ_ς χεῖρα^ς, τύ^πον δι^δοὺς τοῖς ἱ^ερεῦσι^ν ὥστε τῇ ἁπλώσει τῶν χειρῶν, εὐλογεῖν τὸν λαόν. | ἁπλοῖ τὰς χεῖρας, τύπον διδοὺς τοῖς ἱερεῦσιν ὥστε τῇ ἁπλώσει τῶν χειρῶν, εὐλογεῖν τὸν λαόν. |
ἐπειδὴ γὰ^ρ ἡ ἀόρα_τός ἐστι^ δεξιὰ^ πά^ντα^ς εὐλογοῦσα^, δανείζεται τὴν ὁρωμένην ἡ ἀόρα_τος· | ἐπειδὴ γὰρ ἡ ἀόρατός ἐστι δεξιὰ πάντας εὐλογοῦσα, δανείζεται τὴν ὁρωμένην ἡ ἀόρατος· |
ἐκτείνει τὰ_ς χεῖρα^ς ὁ ἱ^ερεὺς ὥσπερ κά^λα^μον δανείζων τῷ δεσπότῃ, ἵ^να_ δι' αὐτοῦ γράψῃ τὴν εὐλογίαν. | ἐκτείνει τὰς χεῖρας ὁ ἱερεὺς ὥσπερ κάλαμον δανείζων τῷ δεσπότῃ, ἵνα δι' αὐτοῦ γράψῃ τὴν εὐλογίαν. |
ὅτι^ δὲ βούλεται ἐκτείνεσθαι τῶν ἱ^ερέων τὰ_ς χεῖρα^ς, ἄ^κουε αὐτοῦ· | ὅτι δὲ βούλεται ἐκτείνεσθαι τῶν ἱερέων τὰς χεῖρας, ἄκουε αὐτοῦ· |
λέγει τῷ μωϋσῇ ὁ θεός· | λέγει τῷ μωϋσῇ ὁ θεός· |
εἶπον ἀαρών, τῷ ἀ^δελφῷ σου· | εἶπον ἀαρών, τῷ ἀδελφῷ σου· |
ὅτα^ν ἐξέρχησθε ἀ^πὸ τοῦ θυσιαστηρί^ου, ἐκτείνα^τε τὰ_ς χεῖρα^ς ὑ_μῶν ἐπὶ^ τὸν λαόν, καὶ ἐπονομά^σα^τε τὸ ὄνομά^ μου κ ἀγὼ εὐλογήσω. | ὅταν ἐξέρχησθε ἀπὸ τοῦ θυσιαστηρίου, ἐκτείνατε τὰς χεῖρας ὑμῶν ἐπὶ τὸν λαόν, καὶ ἐπονομάσατε τὸ ὄνομά μου κ ἀγὼ εὐλογήσω. |
καθεῖλεν ἐνταῦθα^ τῶν ὑπερηφά^νων τὴν ἀλαζονείαν. | καθεῖλεν ἐνταῦθα τῶν ὑπερηφάνων τὴν ἀλαζονείαν. |
ἐνίοτε γὰ^ρ πολλοὶ τὰ^ ἑαυτῶν μὴ ἐξετάζοντες, ἀλλὰ^ τοὺς ἑτέρων βί^ους πολυπραγμονοῦντες, μερίζονται τὴν δι^ά^νοια^ν· | ἐνίοτε γὰρ πολλοὶ τὰ ἑαυτῶν μὴ ἐξετάζοντες, ἀλλὰ τοὺς ἑτέρων βίους πολυπραγμονοῦντες, μερίζονται τὴν διάνοιαν· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.