macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐγὼ τούτῳ κλί_νω τὴν κεφαλήν; | ἐγὼ τούτῳ κλίνω τὴν κεφαλήν; |
ἐγὼ πρὸς τοῦτον ἔλθω, ἵ^να_ με οὗτος εὐλογήσῃ; | ἐγὼ πρὸς τοῦτον ἔλθω, ἵνα με οὗτος εὐλογήσῃ; |
εἶτα ἐμοῦ κατέγνως, ἀλλὰ^ μὴ τοῦ ὀνόμα^τος. | εἶτα ἐμοῦ κατέγνως, ἀλλὰ μὴ τοῦ ὀνόματος. |
μὴ γὰ^ρ ἐγώ ἐπαγγέλλομαι εὐλογεῖν ὅτι^ φεύγεις; | μὴ γὰρ ἐγώ ἐπαγγέλλομαι εὐλογεῖν ὅτι φεύγεις; |
ἐπονομάζω τὸ ὄνομα^ τοῦ θεοῦ καὶ αὐτὸς εὐλογεῖ. | ἐπονομάζω τὸ ὄνομα τοῦ θεοῦ καὶ αὐτὸς εὐλογεῖ. |
ἆρα ἐὰν ἀποστα^λῇ σοὶ πα^ρὰ^ βα^σι^λέως ἀντιγρα^φή, περι^εργάζῃ τὸν βί^ον τοῦ ἀποσταλέντος, ἢ τὴν δωρεὰν τοῦ ἀποστείλαντος; | ἆρα ἐὰν ἀποσταλῇ σοὶ παρὰ βασιλέως ἀντιγραφή, περιεργάζῃ τὸν βίον τοῦ ἀποσταλέντος, ἢ τὴν δωρεὰν τοῦ ἀποστείλαντος; |
μὴ ζητεῖς τίς ἡ ἀ^ξί^α_ τοῦ ἀποστελλομένου πα^ρὰ^ τοῦ βα^σι^λέως· | μὴ ζητεῖς τίς ἡ ἀξία τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως· |
ἀγροῖκος ἐστὶ^ν ἢ πολίτης, συγκλητι^κὸς ἢ ἀξιωμα^τι^κός; | ἀγροῖκος ἐστὶν ἢ πολίτης, συγκλητικὸς ἢ ἀξιωματικός; |
οὐ δι^α^φέρει περὶ^ τὸ ἀξί^ωμα^ τοῦ ἀποσταλέντος· | οὐ διαφέρει περὶ τὸ ἀξίωμα τοῦ ἀποσταλέντος· |
ἀλλὰ^ δέχῃ τήν τι_μὴν τοῦ ἀποστείλαντος. | ἀλλὰ δέχῃ τήν τιμὴν τοῦ ἀποστείλαντος. |
δεικνὺς οὖν ὁ σωτὴρ τοὺς τύ^πους, ἁπλοῖ τὰ_ς χεῖρα^ς ὁμοῦ καὶ εὐλογεῖ, ἕως ἐσχά^της ἀναλήψεως τοὺς τύ^πους δεικνύ_ς, ὅπως ἐν τ αὐτῷ καὶ τὴν εὐλογίαν πληρώσῃ, καὶ τὸ πά^θος δείξῃ· | δεικνὺς οὖν ὁ σωτὴρ τοὺς τύπους, ἁπλοῖ τὰς χεῖρας ὁμοῦ καὶ εὐλογεῖ, ἕως ἐσχάτης ἀναλήψεως τοὺς τύπους δεικνύς, ὅπως ἐν τ αὐτῷ καὶ τὴν εὐλογίαν πληρώσῃ, καὶ τὸ πάθος δείξῃ· |
ὅτι^ τὸ πα^θὸν αὐτὸ καὶ σταυρωθὲν καὶ ἡλωθέν, τοῦτο ἀναλαμβάνεται. | ὅτι τὸ παθὸν αὐτὸ καὶ σταυρωθὲν καὶ ἡλωθέν, τοῦτο ἀναλαμβάνεται. |
πρόσεχε. | πρόσεχε. |
ἔμειναν δὲ οἱ τύ^ποι ὥσπερ οὐλαὶ φαινόμεναι, λαμπρότητα^ στίλβουσαι· | ἔμειναν δὲ οἱ τύποι ὥσπερ οὐλαὶ φαινόμεναι, λαμπρότητα στίλβουσαι· |
καὶ αὗται αἱ οὐλαὶ οὐκ ἀφα^νί^ζονται ἕως ἐσχά^της πα^ρουσί^α_ς. | καὶ αὗται αἱ οὐλαὶ οὐκ ἀφανίζονται ἕως ἐσχάτης παρουσίας. |
ὥσπερ γὰ^ρ ἐπληροφόρησε τοὺς μα^θητά_ς, ὅτι^ ἀποθα^νὼν ἀ^νέστη· | ὥσπερ γὰρ ἐπληροφόρησε τοὺς μαθητάς, ὅτι ἀποθανὼν ἀνέστη· |
οὕτω δεῖ πληροφορηθῆναι καὶ ἰουδαίους τοὺς σταυρώσαντα^ς, ὅτι^ ὃν ὕβρι^σα^ν, αὐτὸς βα^σι^λεύει, καὶ πεπλήρωται τὸ τοῦ προφήτου λόγι^ον· | οὕτω δεῖ πληροφορηθῆναι καὶ ἰουδαίους τοὺς σταυρώσαντας, ὅτι ὃν ὕβρισαν, αὐτὸς βασιλεύει, καὶ πεπλήρωται τὸ τοῦ προφήτου λόγιον· |
ὄψονται εἰς ὂν ἐξεκέντησα^ν· | ὄψονται εἰς ὂν ἐξεκέντησαν· |
καὶ τότε ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, τῶν ἰουδαίων οὐχὶ^ πάντων. | καὶ τότε ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, τῶν ἰουδαίων οὐχὶ πάντων. |
ἡ γὰ^ρ δόξα_ τοῦ πα^θόντος ὅσον στεφα^νοῖ τοὺς πιστεύσαντα^ς, τοσοῦτον κα^ταισχύ^νει τοὺς ἀπιστήσαντα^ς. | ἡ γὰρ δόξα τοῦ παθόντος ὅσον στεφανοῖ τοὺς πιστεύσαντας, τοσοῦτον καταισχύνει τοὺς ἀπιστήσαντας. |
οὐκ εἶδες ἐν εἰκόσι^ βα^σι^λι^καῖς, ἐν ποίᾳ ὄψει πα^ρεστήκα_σι^ τὰ^ τῶν δορυ^φόρων τά^γμα^τα^, καὶ ἐν οἵᾳ ταπεινώσει ὑποτέτακται τὰ^ τῶν πολεμί^ων; | οὐκ εἶδες ἐν εἰκόσι βασιλικαῖς, ἐν ποίᾳ ὄψει παρεστήκασι τὰ τῶν δορυφόρων τάγματα, καὶ ἐν οἵᾳ ταπεινώσει ὑποτέτακται τὰ τῶν πολεμίων; |
πῶς περὶ^ τὴν ἄ^νω ζώνην οἱ σύντροφοι τῆς βα^σι^λεία_ς, πα^ρρησί^ᾳ πολλῇ πα^ρεστήκα_σι^ν, ὡς πεπαρρησιασμένοι τῇ κοινωνίᾳ τῆς δόξης· | πῶς περὶ τὴν ἄνω ζώνην οἱ σύντροφοι τῆς βασιλείας, παρρησίᾳ πολλῇ παρεστήκασιν, ὡς πεπαρρησιασμένοι τῇ κοινωνίᾳ τῆς δόξης· |
οἱ δὲ πολέμου νόμῳ καταληφθέντες δέσμιοι, ὑ^πὸ τοὺς πόδα^ς κείμενοι ἐν αὐτῇ τῇ εἰκόνι^· | οἱ δὲ πολέμου νόμῳ καταληφθέντες δέσμιοι, ὑπὸ τοὺς πόδας κείμενοι ἐν αὐτῇ τῇ εἰκόνι· |
οἱ μὲν παρ' αὐτόν, οἱ δὲ ὑπ' αὐτόν; | οἱ μὲν παρ' αὐτόν, οἱ δὲ ὑπ' αὐτόν; |
οὕτως ὅτα^ν φα^νῇ ὁ πάντων δεσπότης ἐν τῇ δευτέρᾳ πα^ρουσί^ᾳ ἐν σαρκί^, καὶ δείξῃ τοὺς τύ^πους τῶν ἥλων καὶ τὰ^ τραύμα^τα^ ἐκεῖνα^ λάμποντα^ τὴν ἀθανασίαν, πα^ρα^στήσει μὲν ἑαυτῷ τοὺς ἁ^γί^ους ὥσπερ συντρόφους τι^νὰ^ς τῆς βα^σι^λεία_ς, καὶ ταῖς ζώναις ταῖς βα^σι^λι^καῖς λάμποντα^ς, τῷ θρόνῳ τῆς βα^σι^λεία_ς πα^ρεστῶτα^... | οὕτως ὅταν φανῇ ὁ πάντων δεσπότης ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐν σαρκί, καὶ δείξῃ τοὺς τύπους τῶν ἥλων καὶ τὰ τραύματα ἐκεῖνα λάμποντα τὴν ἀθανασίαν, παραστήσει μὲν ἑαυτῷ τοὺς ἁγίους ὥσπερ συντρόφους τινὰς τῆς βασιλείας, καὶ ταῖς ζώναις ταῖς βασιλικαῖς λάμποντας, τῷ θρόνῳ τῆς βασιλείας παρεστῶτας· |
καὶ πά^ντα^ς τοὺς ἐναντιωθέντας τῷ σταυρῷ, ἰουδαίους τε καὶ ἕλληνας, καὶ αἱρετι^κοὺς τοὺς κα^τά^ τῆς θεότητος μανέντας, τοὺς μὲν δεσμί^ους πα^ρα^στήσει, τοὺς δέ σταυρώσει. | καὶ πάντας τοὺς ἐναντιωθέντας τῷ σταυρῷ, ἰουδαίους τε καὶ ἕλληνας, καὶ αἱρετικοὺς τοὺς κατά τῆς θεότητος μανέντας, τοὺς μὲν δεσμίους παραστήσει, τοὺς δέ σταυρώσει. |
οὐκ εἶδες βα^ρβά^ρων πλήθη, τὰ^ μὲν δεδεμένα^, τὰ^ δὲ ἐσφαγμένα^; | οὐκ εἶδες βαρβάρων πλήθη, τὰ μὲν δεδεμένα, τὰ δὲ ἐσφαγμένα; |
τοῦτο γί_νεται καὶ ἐπὶ^ τοῦ χριστοῦ· | τοῦτο γίνεται καὶ ἐπὶ τοῦ χριστοῦ· |
δεθήσονται πάντες οἱ ἀντιλέγοντες κα^θὼς γέγραπται· | δεθήσονται πάντες οἱ ἀντιλέγοντες καθὼς γέγραπται· |
τοῦ δῆσαι τοὺς βα^σι^λεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· | τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· |
τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα^ ἔγγραπτον. | τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. |
εἶτα τούτων οὕτως γι_νομένων, τί^ ἔσται; | εἶτα τούτων οὕτως γινομένων, τί ἔσται; |
δόξα αὕτη ἐστὶ^ πᾶσι^ τοῖς ὁσί^οις αὐτοῦ. | δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
ὅτι^ μὲν οὖν δεθήσονται, ὡμολόγηται· | ὅτι μὲν οὖν δεθήσονται, ὡμολόγηται· |
ὅτι^ δὲ καὶ σφαγήσονται, ποῦ; | ὅτι δὲ καὶ σφαγήσονται, ποῦ; |
σφαγὴν δὲ λέγω, οὐ τὴν δι' αἵμα^τος, ἀλλὰ^ τὴν ἐν τῇ κρί^σει τι_μωρί^α_ν. | σφαγὴν δὲ λέγω, οὐ τὴν δι' αἵματος, ἀλλὰ τὴν ἐν τῇ κρίσει τιμωρίαν. |
πά^λι^ν ἡ γρα^φὴ μνημονεύει λέγουσα^· | πάλιν ἡ γραφὴ μνημονεύει λέγουσα· |
ἄνθρωπός τι^ς εὐγενὴς ἐπορεύθη εἰς χώρα_ν μα^κρὰ_ν, λα^βεῖν ἑαυτῷ βα^σι^λεία_ν. | ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν. |
ἀ^πὸ γῆς εἰς οὐρα^νόν. | ἀπὸ γῆς εἰς οὐρανόν. |
οὐκ εἶπε, λα^βεῖν πα^ρά^ τι^νος, ἀλλ' ἑαυτῷ. | οὐκ εἶπε, λαβεῖν παρά τινος, ἀλλ' ἑαυτῷ. |
ἄνθρωπός τι^ς εὐγενὴς ἐπορεύθη εἰς χώρα_ν μα^κρά_ν, λα^βεῖν ἑαυτῷ βα^σι^λεία_ν καὶ ὑποστρέψαι. | ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. |
ἔρχεται μετὰ τῆς βα^σι^λεία_ς· | ἔρχεται μετὰ τῆς βασιλείας· |
ἦλθε λα^βὼν ἑαυτῷ τὴν βα^σι^λεία_ν. | ἦλθε λαβὼν ἑαυτῷ τὴν βασιλείαν. |
οἱ δὲ πολίται αὐτοῦ· | οἱ δὲ πολίται αὐτοῦ· |
ἰουδαῖοι· | ἰουδαῖοι· |
μισοῦντες αὐτόν, ἀπέστειλα^ν πρεσβευτὰς λέγοντες· | μισοῦντες αὐτόν, ἀπέστειλαν πρεσβευτὰς λέγοντες· |
οὐ θέλομεν τοῦτον βα^σι^λεῦσαι ἐφ' ἡμᾶς. | οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. |
ποῦ ἀπέστειλα^ν πρεσβευτάς; | ποῦ ἀπέστειλαν πρεσβευτάς; |
ὅτε ἐβόησε πιλάτος· | ὅτε ἐβόησε πιλάτος· |
τὸν βα^σι^λέα^ ὑ_μῶν σταυρώσω; | τὸν βασιλέα ὑμῶν σταυρώσω; |
λέγουσι^ν ἐκεῖνοι· | λέγουσιν ἐκεῖνοι· |
οὐκ ἔχομεν βα^σι^λέα^ εἰ μὴ καίσαρα, παραιτούμενοι αὐτόν. | οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα, παραιτούμενοι αὐτόν. |
χρόνου δὲ πολλοῦ δι^ελθόντος ὑποστρέψας ἐκεῖνος ὁ εὐγενής, ἔχων τὴν βα^σι^λεία_ν, ἐκά^λεσε πρῶτον τοὺς ἰ^δί^ους ὑπηρέτα_ς οἷς ἐνεχείρισε τὰ^ τά^λαντα^ καὶ λέγει· | χρόνου δὲ πολλοῦ διελθόντος ὑποστρέψας ἐκεῖνος ὁ εὐγενής, ἔχων τὴν βασιλείαν, ἐκάλεσε πρῶτον τοὺς ἰδίους ὑπηρέτας οἷς ἐνεχείρισε τὰ τάλαντα καὶ λέγει· |
πόσα σὺ^ ἐπραγματεύσω; | πόσα σὺ ἐπραγματεύσω; |
τίνας ὠφέλησα^ς; | τίνας ὠφέλησας; |
τίνας ἐδί^δα^ξα^ς; | τίνας ἐδίδαξας; |
τίνας ἐφώτισα^ς; | τίνας ἐφώτισας; |
λέγει αὐτῷ ὁ εἷς· | λέγει αὐτῷ ὁ εἷς· |
κύριε, ἡ μνᾶ σου ἐποίησε δέ^κα^ μνᾶς· | κύριε, ἡ μνᾶ σου ἐποίησε δέκα μνᾶς· |
ἐδεκαπλασίασα^ φησὶ^ τὸ κήρυγμα^. | ἐδεκαπλασίασα φησὶ τὸ κήρυγμα. |
καὶ λέγει πρὸς αὐτὸν ὁ βα^σι^λεύς· | καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· |
εὖ δοῦλε ἀ^γα^θὲ καὶ πιστέ· | εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· |
ἔσο ἔχων ἐξουσί^α_ν ἐπά^νω δέ^κα^ πόλεων. | ἔσο ἔχων ἐξουσίαν ἐπάνω δέκα πόλεων. |
λοιπὸν ὁ βα^σι^λεὺς ἐγείρει ἄ^ρχοντα^ς, δέλτους δι^δοὺς τῆς ἀρχῆς. | λοιπὸν ὁ βασιλεὺς ἐγείρει ἄρχοντας, δέλτους διδοὺς τῆς ἀρχῆς. |
εἶτα λέγει τῷ δευτέρῳ· | εἶτα λέγει τῷ δευτέρῳ· |
καὶ σὺ^ τί^ ἐποίησα^ς; | καὶ σὺ τί ἐποίησας; |
λέγει· | λέγει· |
κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. | κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. |
λέγει αὐτῷ· | λέγει αὐτῷ· |
ἔσο καὶ σὺ^ ἐπά^νω πέντε πόλεων. | ἔσο καὶ σὺ ἐπάνω πέντε πόλεων. |
οὐκ εἶπεν αὐτῷ· | οὐκ εἶπεν αὐτῷ· |
δι^ὰ^ τί^ καὶ σὺ^ οὐκ ἐποίησα^ς δεκαπλασίονα^; | διὰ τί καὶ σὺ οὐκ ἐποίησας δεκαπλασίονα; |
ἀλλ' ἑκάστου τὸν τόκον ζητεῖ κα^θὼς δύ^να^ται. | ἀλλ' ἑκάστου τὸν τόκον ζητεῖ καθὼς δύναται. |
ἕκαστος γὰ^ρ τὸν ἴ^δι^ον μισθὸν λήψεται κα^τὰ^ τὸν ἴ^δι^ον κόπον. | ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. |
λέγει τῷ ἄλλῳ· | λέγει τῷ ἄλλῳ· |
καὶ σὺ^ τί^ ἐποίησα^ς; | καὶ σὺ τί ἐποίησας; |
λέγει ἐκεῖνος· | λέγει ἐκεῖνος· |
κύριε, ἴ^δε τὸ τά^λαντόν σου· | κύριε, ἴδε τὸ τάλαντόν σου· |
ᾔδειν ὅτι^ ἄνθρωπος εἶ σκληρός, θερίζων ὃ οὐκ ἔσπειρα^ς καὶ συ^νά^γων ὅπου οὐκ ἐσκόρπι^σα^ς, καὶ ἔδησα^ ἐν σουδαρίῳ τὸ τά^λαντον ἴ^δε τὸ σόν. | ᾔδειν ὅτι ἄνθρωπος εἶ σκληρός, θερίζων ὃ οὐκ ἔσπειρας καὶ συνάγων ὅπου οὐκ ἐσκόρπισας, καὶ ἔδησα ἐν σουδαρίῳ τὸ τάλαντον ἴδε τὸ σόν. |
καὶ λέγει ὁ δεσπότης· | καὶ λέγει ὁ δεσπότης· |
ἄρατε απ' αὐτοῦ τὸ τά^λαντον καὶ δότε τῷ ἔχοντι^ τὰ^ δέ^κα^ τά^λαντα^. | ἄρατε απ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. |
εἶτα λέγουσι^ν οἱ ἄλλοι· | εἶτα λέγουσιν οἱ ἄλλοι· |
κύριε, ἔχει δέ^κα^ τά^λαντα^. | κύριε, ἔχει δέκα τάλαντα. |
τί^ οὖν ἀ^ποκρί_νεται; | τί οὖν ἀποκρίνεται; |
ἀμὴν ἀμὴν λέγω ὑ_μῖν· | ἀμὴν ἀμὴν λέγω ὑμῖν· |
τῷ ἔχοντι^ δοθήσεται· | τῷ ἔχοντι δοθήσεται· |
ἀ^πὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. | ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. |
διατυπώσας τὸν λόγον, τοὺς μὲν ἰ^δί^ους στεφα^νοῖ· | διατυπώσας τὸν λόγον, τοὺς μὲν ἰδίους στεφανοῖ· |
τοὺς δὲ ἐχθροὺς σφάζει. | τοὺς δὲ ἐχθροὺς σφάζει. |
ταύτην τὴν εἰκόνα^ εἶπε τῶν προσκυ^νούντων καὶ τῶν πιπτόντων ὁ δαυῒδ εἰπών· | ταύτην τὴν εἰκόνα εἶπε τῶν προσκυνούντων καὶ τῶν πιπτόντων ὁ δαυῒδ εἰπών· |
μνησθήσονται καὶ ἐπι^στραφήσονται πρὸς κύριον πά^ντα^ τὰ^ πέρα^τα^ τῆς γῆς· | μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· |
τῶν πιστευσάντων· | τῶν πιστευσάντων· |
καὶ προσκυ^νήσουσι^ν ἐνώπι^ον αὐτοῦ πᾶσαι αἱ πα^τρι^αὶ τῶν ἐθνῶν, ὅτι^ τοῦ κυρίου ἡ βα^σι^λεία_. | καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία. |
εἰπὼν τὴν τάξι^ν τῶν προσκυ^νούντων, εἰσάγει καὶ τῶν ὑποπιπτόντων· | εἰπὼν τὴν τάξιν τῶν προσκυνούντων, εἰσάγει καὶ τῶν ὑποπιπτόντων· |
ἐνώπι^ον αὐτοῦ προσπεσοῦνται πάντες οἱ κα^ταβαίνοντες εἰς γῆν. | ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. |
ἔδειξε τοίνυ^ν τοὺς τύ^πους τῶν ἥλων τοῖς μα^θηταῖς· | ἔδειξε τοίνυν τοὺς τύπους τῶν ἥλων τοῖς μαθηταῖς· |
ἐντεῦθεν γὰ^ρ ἡμῖν ἐξῆλθεν εἰς ταύτην τὴν ἀκολουθίαν ὁ λόγος· | ἐντεῦθεν γὰρ ἡμῖν ἐξῆλθεν εἰς ταύτην τὴν ἀκολουθίαν ὁ λόγος· |
ὅτι^ μένουσι^ν οἱ τύ^ποι ἄ^χρι^ τῆς πα^ρουσί^α_ς, ἵ^να_ καὶ οἱ ἴ^δι^οι τότε ἰδόντες σεμνύνωνται, ὅτι^ κα^λῶς ἐπί^στευσα^ν τῷ σταυρωθέντι^, καὶ οἱ ἐχθροὶ αἰσχυνθήσονται οἱ ἀντιπίπτοντες τῷ σταυρωθέντι^· | ὅτι μένουσιν οἱ τύποι ἄχρι τῆς παρουσίας, ἵνα καὶ οἱ ἴδιοι τότε ἰδόντες σεμνύνωνται, ὅτι καλῶς ἐπίστευσαν τῷ σταυρωθέντι, καὶ οἱ ἐχθροὶ αἰσχυνθήσονται οἱ ἀντιπίπτοντες τῷ σταυρωθέντι· |
περὶ^ ὧν λέγει παῦλος· | περὶ ὧν λέγει παῦλος· |
πολλοὶ γὰ^ρ περι^έρχονται οὓς πολλά^κι^ς λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια^. | πολλοὶ γὰρ περιέρχονται οὓς πολλάκις λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.