macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἰ δὲ μέγα^ς θεὸς καὶ μέγα^ς κύριος, μέγα^ς βα^σι^λεύς· | εἰ δὲ μέγας θεὸς καὶ μέγας κύριος, μέγας βασιλεύς· |
βασιλεὺς μέγας ἐπὶ^ πᾶσα^ν τὴν γῆν. | βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. |
ὄρη σιών, τὰ^ πλευρὰ^ τοῦ βορρᾶ, ἡ πόλι^ς τοῦ βα^σι^λέως τοῦ μεγά^λου. | ὄρη σιών, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. |
μέγα^ς προφήτης, μέγα^ς ἱ^ερεύς, μέγα^ φῶς, τὰ^ πά^ντα^ μέγα^ς. | μέγας προφήτης, μέγας ἱερεύς, μέγα φῶς, τὰ πάντα μέγας. |
καὶ ἀ^εὶ ἡ γραφὴ μετὰ^ προσθήκης αὐτὸν λέγει μέγα^ν, ὡς ὅτα^ν λέγῃ παῦλος· | καὶ ἀεὶ ἡ γραφὴ μετὰ προσθήκης αὐτὸν λέγει μέγαν, ὡς ὅταν λέγῃ παῦλος· |
τοῦ μεγά^λου θεοῦ καὶ σωτῆρος ἡμῶν, ἰησοῦ χριστοῦ· | τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, ἰησοῦ χριστοῦ· |
ὡς καὶ δαυῒδ λέγει· | ὡς καὶ δαυῒδ λέγει· |
μέγα^ς κύριος καὶ αἰνετὸς σφόδρα^. | μέγας κύριος καὶ αἰνετὸς σφόδρα. |
μέγα^ς βα^σι^λεύς, μέγα^ς προφήτης· | μέγας βασιλεύς, μέγας προφήτης· |
ὅτε ἐποίει τὰ^ θαύμα^τα^ ὁ ἰησοῦς, ἔλεγον ὅτι^ μέγα^ς προφήτης ἐγήγερται, καὶ ὅτι^ ἐπεσκέψα^το ὁ θεὸς τὸν λα_ὸν αὐτοῦ. | ὅτε ἐποίει τὰ θαύματα ὁ ἰησοῦς, ἔλεγον ὅτι μέγας προφήτης ἐγήγερται, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. |
οὐ μόνον γὰ^ρ κα^τὰ^ τὴν θεότητα^ μέγα^ς, ἀλλὰ^ καὶ κα^τὰ^ τὴν σάρκα^· | οὐ μόνον γὰρ κατὰ τὴν θεότητα μέγας, ἀλλὰ καὶ κατὰ τὴν σάρκα· |
ὥσπερ γὰ^ρ θεὸς μέγα^ς, καὶ κύριος μέγα^ς, καὶ βα^σι^λεὺς μέγα^ς κα^τὰ^ τὴν θεότητα^· | ὥσπερ γὰρ θεὸς μέγας, καὶ κύριος μέγας, καὶ βασιλεὺς μέγας κατὰ τὴν θεότητα· |
οὕτω πά^λι^ν ἱ^ερεὺς μέγα^ς, προφήτης μέγα^ς. | οὕτω πάλιν ἱερεὺς μέγας, προφήτης μέγας. |
πόθεν τοῦτο; | πόθεν τοῦτο; |
λέγει παῦλος· | λέγει παῦλος· |
ἔχοντες οὖν ἀρχιερέα^ μέγα^ν, δι^εληλυθότα^ τοὺς οὐρανοὺς ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρα^τῶμεν τῆς ὁμολογία_ς ἡμῶν. | ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας ἡμῶν. |
εἰ δὲ ἀρχιερεὺς μέγα^ς καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψα^το ὁ θεὸς τὸν λα_ὸν αὐτοῦ, καὶ ἀ^νέστησε προφήτην μέγα^ν ἐν τῷ ἰσραήλ. | εἰ δὲ ἀρχιερεὺς μέγας καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀνέστησε προφήτην μέγαν ἐν τῷ ἰσραήλ. |
εἰ δὲ μέγας προφήτης, μέγας ἱ^ερεύς, φῶς μέγα^· | εἰ δὲ μέγας προφήτης, μέγας ἱερεύς, φῶς μέγα· |
γαλιλαία τῶν ἐθνῶν, ὁ λα_ὸς ὁ κα^θήμενος ἐν σκότει, εἶδε φῶς μέγα^. | γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα. |
ἀλλὰ^ καὶ ἡ ἡμέρα_ αὐτοῦ μεγά^λη, ὡς λέγει ὁ προφήτης· | ἀλλὰ καὶ ἡ ἡμέρα αὐτοῦ μεγάλη, ὡς λέγει ὁ προφήτης· |
πρὶν ἐλθεῖν τὴν ἡμέρα_ν κυρίου τὴν μεγά^λην. | πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην. |
πανταχοῦ μέγα^ν ἀ^κούων, καὶ μεγά^λα_ τὰ^ ἔργα^ κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετι^κέ, καὶ σμικρύ^νειν τὸν μέγα^ν; | πανταχοῦ μέγαν ἀκούων, καὶ μεγάλα τὰ ἔργα κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετικέ, καὶ σμικρύνειν τὸν μέγαν; |
ἔχομεν οὖν ἀρραβῶνα^ τῆς ζωῆς ἡμῶν ἐν οὐρα^νῷ· | ἔχομεν οὖν ἀρραβῶνα τῆς ζωῆς ἡμῶν ἐν οὐρανῷ· |
συνανελήφθημεν γὰ^ρ τῷ χριστῷ. | συνανελήφθημεν γὰρ τῷ χριστῷ. |
πάλιν οὖν ἁρπα^ζόμεθα^ ἐν νεφέλαις, ἐὰ^ν ὦμεν ἄ^ξι^οι ἐπὶ^ νεφελῶν ἀ^πα^ντῆσαι. | πάλιν οὖν ἁρπαζόμεθα ἐν νεφέλαις, ἐὰν ὦμεν ἄξιοι ἐπὶ νεφελῶν ἀπαντῆσαι. |
ὑπόδικος οὐκ ἀ^πα^ντᾷ δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ πα^ρι^στά^μενος· | ὑπόδικος οὐκ ἀπαντᾷ δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ παριστάμενος· |
οὐκ ἀ^πα^ντᾷ δέ, ὡς ἀπαρρησίαστος ὤν. | οὐκ ἀπαντᾷ δέ, ὡς ἀπαρρησίαστος ὤν. |
εὐξώμεθα οὖν, ἵ^να_ τῶν ἀ^πα^ντώντων κ ἂ_ν ἐν μικρᾷ τάξει τύ^χωμεν. | εὐξώμεθα οὖν, ἵνα τῶν ἀπαντώντων κ ἂν ἐν μικρᾷ τάξει τύχωμεν. |
ὥσπερ γὰ^ρ οἱ ἀ^παντῶντες βα^σι^λεῖ, κ ἂ_ν μὴ πάντες ὦσι^ν ὁμότι_μοι, ἀλλ' ὅμως τετί_μηνται· | ὥσπερ γὰρ οἱ ἀπαντῶντες βασιλεῖ, κ ἂν μὴ πάντες ὦσιν ὁμότιμοι, ἀλλ' ὅμως τετίμηνται· |
οὕτως ἔσται καὶ τότε. | οὕτως ἔσται καὶ τότε. |
οὐδὲ γὰ^ρ πάντες ὁμοίως ἐπολι_τεύσα^ντο. | οὐδὲ γὰρ πάντες ὁμοίως ἐπολιτεύσαντο. |
ἕκαστος γὰ^ρ τὸν ἴ^δι^ον μισθὸν λήψεται κα^τὰ^ τὸν ἴ^δι^ον κόπον. | ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. |
μηδέποτε κωλυ_έσθω λόγος λόγου. | μηδέποτε κωλυέσθω λόγος λόγου. |
μετ' ἀ^ληθεία_ς παρρησιαζόμεθα^ γά^ρ, ἀγάπῃ χριστοῦ λα_ὸν τρέφοντες, ψυ_χὰ_ς ἀρδεύοντες· | μετ' ἀληθείας παρρησιαζόμεθα γάρ, ἀγάπῃ χριστοῦ λαὸν τρέφοντες, ψυχὰς ἀρδεύοντες· |
ψυ_χαῖς μεριζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. | ψυχαῖς μεριζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. |
ὁ εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα^. | ὁ εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα. |
καὶ ἐπειδή, ἀ^δελφοί, ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα^, μάρτυ^ς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀ^παιτήσει λόγον πά^ντα^ τὸν λαλοῦντα^ τὸ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης, οὔ τε ἠθελήσα^μεν, οὔ τε θέλομεν γενέσθαι. | καὶ ἐπειδή, ἀδελφοί, ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα, μάρτυς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀπαιτήσει λόγον πάντα τὸν λαλοῦντα τὸ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης, οὔ τε ἠθελήσαμεν, οὔ τε θέλομεν γενέσθαι. |
ἐὰν γὰ^ρ τὴν εἰρήνην ἀ^πολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀ^κουόντων· | ἐὰν γὰρ τὴν εἰρήνην ἀπολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀκουόντων· |
εἰρήνη ὑ_μῖν. | εἰρήνη ὑμῖν. |
ἀλλ' ὅτι^ εἰρήνην θέλομεν, καὶ σπεύδομεν, καὶ ποθοῦμεν, μάρτυ^ς ὁ εἰδώς· | ἀλλ' ὅτι εἰρήνην θέλομεν, καὶ σπεύδομεν, καὶ ποθοῦμεν, μάρτυς ὁ εἰδώς· |
περὶ^ δὲ τῶν λοιπῶν σι^ωπήσομαι. | περὶ δὲ τῶν λοιπῶν σιωπήσομαι. |
ὁ γὰ^ρ βραβευτὴν ἐκδεχόμενος τὸν θεόν, τῇ ἀ^πολογί^ᾳ οὐχ ὑβρίζει τὸ ἄ^νω δι^καστήριον. | ὁ γὰρ βραβευτὴν ἐκδεχόμενος τὸν θεόν, τῇ ἀπολογίᾳ οὐχ ὑβρίζει τὸ ἄνω δικαστήριον. |
δυνατὸς δὲ ὁ θεὸς εἰρήνην δοῦναι, εἰρήνην πῆξαι, ἐν τοῖς κηρύσσουσι^ν, ἐν τοῖς κηρυσσομένοις, ἐν τοῖς δι^δά^σκουσι^ν, ἐν τοῖς μα^νθά^νουσι^ν, ἵ^να_ δι^ὰ^ πάντων ἀ^πὸ εἰρήνης ἀρξά^μενοι, καὶ ἐν εἰρήνῃ μεσάσαντες, καὶ ἐν εἰρήνῃ πληρώσαντες, τῷ θεῷ τῆς εἰρήνης δόξα^ν ἀναπέμψωμεν, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁ^γί^ῳ πνεύματι... | δυνατὸς δὲ ὁ θεὸς εἰρήνην δοῦναι, εἰρήνην πῆξαι, ἐν τοῖς κηρύσσουσιν, ἐν τοῖς κηρυσσομένοις, ἐν τοῖς διδάσκουσιν, ἐν τοῖς μανθάνουσιν, ἵνα διὰ πάντων ἀπὸ εἰρήνης ἀρξάμενοι, καὶ ἐν εἰρήνῃ μεσάσαντες, καὶ ἐν εἰρήνῃ πληρώσαντες, τῷ θεῷ τῆς εἰρήνης δόξαν ἀναπέμψωμεν, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ κα... |
ἀμήν. | ἀμήν. |
φέρε πά^λι^ν τῶν εὐαγγελι^κῶν ὑ_μῖν ἀπαρξώμεθα^ να_μά^των· | φέρε πάλιν τῶν εὐαγγελικῶν ὑμῖν ἀπαρξώμεθα ναμάτων· |
φέρε μεθ' ὑ_μῶν τὸ διειδὲς καὶ κα^θα^ρὸν ἀρυσώμεθα^ ῥεῖθρον πειθόμενοι τῷ προφήτῃ τῷ λεγοντι^· | φέρε μεθ' ὑμῶν τὸ διειδὲς καὶ καθαρὸν ἀρυσώμεθα ῥεῖθρον πειθόμενοι τῷ προφήτῃ τῷ λεγοντι· |
ἀντλήσατε ὕ^δωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρί^ου. | ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. |
πολλαὶ μὲν αἱ πηγαί· | πολλαὶ μὲν αἱ πηγαί· |
ἓν δὲ τὸ σωτήριον· | ἓν δὲ τὸ σωτήριον· |
μία ἐστὶ^ πάντων τῶν ἀ^γα^θῶν ἡ πηγὴ ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς χριστός, ὁ πᾶσα^ν γνῶσι^ν καὶ πᾶσα^ν σοφί^α_ν ἀ^νομβρίσας. | μία ἐστὶ πάντων τῶν ἀγαθῶν ἡ πηγὴ ὁ κύριος ἡμῶν ἰησοῦς χριστός, ὁ πᾶσαν γνῶσιν καὶ πᾶσαν σοφίαν ἀνομβρίσας. |
καὶ θαυμάζω πῶς ξενίζονται οἱ ἰουδαῖοι ὅτι^ γρά^μμα^τα^ οἶδε μὴ μεμα^θηκώς. | καὶ θαυμάζω πῶς ξενίζονται οἱ ἰουδαῖοι ὅτι γράμματα οἶδε μὴ μεμαθηκώς. |
τοῦτο γὰ^ρ ἡμῖν ἀ^ρτί^ως ὑ^πανέγνωσται ὅτι^ σὺ^ σωτῆρος τὴν ἔνθεον προφέροντος δι^δασκαλί^α_ν, ἐθαύμαζον οἱ ἰουδαῖοι. | τοῦτο γὰρ ἡμῖν ἀρτίως ὑπανέγνωσται ὅτι σὺ σωτῆρος τὴν ἔνθεον προφέροντος διδασκαλίαν, ἐθαύμαζον οἱ ἰουδαῖοι. |
πῶς οὗτός φησι^ν οἶδε γρά^μμα^τα^ μὴ μεμα^θηκώς; | πῶς οὗτός φησιν οἶδε γράμματα μὴ μεμαθηκώς; |
γρά^μμα^τα^ ζητοῦσι^ πα^ρὰ^ τῆς πηγῆς τοῦ λόγου, μᾶλλον δὲ πα^ρὰ^ τῷ θεῷ λόγῳ· | γράμματα ζητοῦσι παρὰ τῆς πηγῆς τοῦ λόγου, μᾶλλον δὲ παρὰ τῷ θεῷ λόγῳ· |
γρά^μμα^τα^ ἀ^παιτοῦσι^ πα^ρὰ^ τοῦ χριστοῦ, ὃς ἐπήγαγε νόμον, ὃς προσήνεγκε προφητείαν· | γράμματα ἀπαιτοῦσι παρὰ τοῦ χριστοῦ, ὃς ἐπήγαγε νόμον, ὃς προσήνεγκε προφητείαν· |
παρ' οὗ πᾶσα^ γνῶσι^ς καὶ λόγος καὶ νόμος καὶ βούλημα^ καὶ σκέψις· | παρ' οὗ πᾶσα γνῶσις καὶ λόγος καὶ νόμος καὶ βούλημα καὶ σκέψις· |
πᾶσα^ γὰ^ρ σοφί^α_ πα^ρὰ^ κυ_ρί^ου. | πᾶσα γὰρ σοφία παρὰ κυρίου. |
γρά^μμα^τα^ ζητοῦσι^ πα^ρὰ^ τοῦ λογου, παρ' οὗ πάντες προφῆται ἤντλησα^ν καὶ πάντες οἱ θεολόγοι ἐν ταῖς δεξαμεναῖς τῆς ἰ^δί^α_ς ψυ_χῆς ἐδέξαντο. | γράμματα ζητοῦσι παρὰ τοῦ λογου, παρ' οὗ πάντες προφῆται ἤντλησαν καὶ πάντες οἱ θεολόγοι ἐν ταῖς δεξαμεναῖς τῆς ἰδίας ψυχῆς ἐδέξαντο. |
τοῦτον ἐδέξα^το μωϋσῆς· | τοῦτον ἐδέξατο μωϋσῆς· |
ἐκ ταύτης τῆς πηγῆς ἤντλησα^ν οἱ προφῆται· | ἐκ ταύτης τῆς πηγῆς ἤντλησαν οἱ προφῆται· |
ἐκ ταύτης τῆς πηγῆς πάντες οἱ ἀ^πόστολοι ἔλα^βον. | ἐκ ταύτης τῆς πηγῆς πάντες οἱ ἀπόστολοι ἔλαβον. |
καὶ μα^ρτυ^ρεῖ ἰωάννης λέγων ὅτι^ ἐκ τοῦ πληρώμα^τος αὐτοῦ πάντες ἐλά^βομεν. | καὶ μαρτυρεῖ ἰωάννης λέγων ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν. |
ἀπαιτεῖς γρά^μμα^τα^ πα^ρὰ^ θεοῦ, ὡς τῶν γρα^μμά^των τὸν λόγον ποιησάντων ἢ τοῦ λόγου τὴν τῶν γρα^μμά^των τέχνην ἐφευρηκότος; | ἀπαιτεῖς γράμματα παρὰ θεοῦ, ὡς τῶν γραμμάτων τὸν λόγον ποιησάντων ἢ τοῦ λόγου τὴν τῶν γραμμάτων τέχνην ἐφευρηκότος; |
μὴ τὰ^ γρά^μμα^τα^ τὸν λόγον ἐποίησεν; | μὴ τὰ γράμματα τὸν λόγον ἐποίησεν; |
ὁ λόγος τῶν γρα^μμά^των τὴν φύ^σι^ν εὗρε· | ὁ λόγος τῶν γραμμάτων τὴν φύσιν εὗρε· |
καὶ ὥσπερ οὐχ αἱ τέχναι τὰ_ς ὕ_λα_ς ἐγέννησα^ν, ἀλλ' αἱ ὕλαι ταῖς τέχναις ἀ^φορμὰς ἐχα^ρί^σα^ντο, οὕτως οὐ τὰ^ γρά^μμα^τα^ τὸν λόγον ἐποίησεν, ἀλλ' ὁ λόγος τῶν γρα^μμά^των τὴν ἐπιστήμην εὗρεν. | καὶ ὥσπερ οὐχ αἱ τέχναι τὰς ὕλας ἐγέννησαν, ἀλλ' αἱ ὕλαι ταῖς τέχναις ἀφορμὰς ἐχαρίσαντο, οὕτως οὐ τὰ γράμματα τὸν λόγον ἐποίησεν, ἀλλ' ὁ λόγος τῶν γραμμάτων τὴν ἐπιστήμην εὗρεν. |
οὐ πρῶτα^ τὰ^ γρά^μμα^τα^ καὶ δεύτερος ὁ λόγος, ἀλλὰ^ πρῶτος ὁ λόγος καὶ ταῦτα^ ἀπ' ἐκείνου. | οὐ πρῶτα τὰ γράμματα καὶ δεύτερος ὁ λόγος, ἀλλὰ πρῶτος ὁ λόγος καὶ ταῦτα ἀπ' ἐκείνου. |
προηγεῖται πά^ντα^ τὰ^ πα^ρὰ^ τοῦ θεοῦ καὶ τότε ἕπεται τὰ^ τῆς ἐπιστήμης. | προηγεῖται πάντα τὰ παρὰ τοῦ θεοῦ καὶ τότε ἕπεται τὰ τῆς ἐπιστήμης. |
οὐ τὰ^ βλεπόμενα^ ὀφθαλμὸς ἐποίησεν, ἀλλ' ὀφθαλμὸς τῶν ὁρωμένων τὴν φύ^σι^ν δι^έκρι_νεν. | οὐ τὰ βλεπόμενα ὀφθαλμὸς ἐποίησεν, ἀλλ' ὀφθαλμὸς τῶν ὁρωμένων τὴν φύσιν διέκρινεν. |
οὐχ αἱ τέχναι τὰ_ς χεῖρα^ς ἔδωκα^ν, ἀλλ' αἱ χεῖρες τὰ_ς τέχνα_ς ἐποιήσαντο. | οὐχ αἱ τέχναι τὰς χεῖρας ἔδωκαν, ἀλλ' αἱ χεῖρες τὰς τέχνας ἐποιήσαντο. |
οὐχ ὁ δρόμος πόδα^ς εἰργά^σα^το, ἀλλ' οἱ ποδες τοῦ δρόμου τὴν φύ^σι^ν ἔδειξα^ν. | οὐχ ὁ δρόμος πόδας εἰργάσατο, ἀλλ' οἱ ποδες τοῦ δρόμου τὴν φύσιν ἔδειξαν. |
οὕτως οὐ γρά^μμα^τα^ λόγον ἔδειξεν, ἀλλ' ὁ λόγος τῶν γρα^μμά^των τὴν ἐπιστήμην ἐφεῦρε. | οὕτως οὐ γράμματα λόγον ἔδειξεν, ἀλλ' ὁ λόγος τῶν γραμμάτων τὴν ἐπιστήμην ἐφεῦρε. |
δι^ὰ^ τί^ οὖν ζητεῖς τὰ^ δεύτερα^ πα^ρὰ^ τῆς πηγῆς τῶν πρώτων; | διὰ τί οὖν ζητεῖς τὰ δεύτερα παρὰ τῆς πηγῆς τῶν πρώτων; |
ὅτι^ γρά^μμα^τα^ οἶδε μὴ μεμα^θηκώς. | ὅτι γράμματα οἶδε μὴ μεμαθηκώς. |
οὐ θαυμάζεις ὅτι^ νεκροὺς ἐγείρει καὶ ἐπλήττῃ τὸ εἰδέναι γράμματα μὴ μεμαθηκότα^ ἐνδεχόμενον τῇ φύ^σει. | οὐ θαυμάζεις ὅτι νεκροὺς ἐγείρει καὶ ἐπλήττῃ τὸ εἰδέναι γράμματα μὴ μεμαθηκότα ἐνδεχόμενον τῇ φύσει. |
οἱ γὰ^ρ πρῶτοι τὰ^ γράμματα εὑρόντες, οὐ παρ' ἑτέρου μα^θόντες εὗρον καὶ οἱ εὑρεταὶ τῶν γρα^μμά^των ἄνθρωποι ἦσα^ν. | οἱ γὰρ πρῶτοι τὰ γράμματα εὑρόντες, οὐ παρ' ἑτέρου μαθόντες εὗρον καὶ οἱ εὑρεταὶ τῶν γραμμάτων ἄνθρωποι ἦσαν. |
τὸ δὲ νεκροὺς ἐγεῖραι ὑπερβαίνει φύ^σι^ν ἀνθρώπων. | τὸ δὲ νεκροὺς ἐγεῖραι ὑπερβαίνει φύσιν ἀνθρώπων. |
τὰ^ μεγά^λα_ πα^ρορᾷς καὶ περὶ^ τὰ^ μικρὰ^ ἀκριβολογῇ; | τὰ μεγάλα παρορᾷς καὶ περὶ τὰ μικρὰ ἀκριβολογῇ; |
πηγὴ τοίνυ^ν πά_σης σοφί^α_ς καὶ πά_σης γνώσεως ὁ χριστός. | πηγὴ τοίνυν πάσης σοφίας καὶ πάσης γνώσεως ὁ χριστός. |
οὐδὲν αὐτὸν λα^νθά^νει. | οὐδὲν αὐτὸν λανθάνει. |
πάντων γά^ρ ἐστι^ν εὑρετής, λέγω, οὐχ ὡς ἄλλου ποιήσαντος καὶ τούτου ἐπι^νοήσαντος· | πάντων γάρ ἐστιν εὑρετής, λέγω, οὐχ ὡς ἄλλου ποιήσαντος καὶ τούτου ἐπινοήσαντος· |
ἀλλ' ὅτι^ αὐτὸς καὶ ποιητὴς τῆς σοφί^α_ς καὶ εὑρετὴς τῶν ἐπὶ^ τῆς σοφί^α_ς θεωρουμένων. | ἀλλ' ὅτι αὐτὸς καὶ ποιητὴς τῆς σοφίας καὶ εὑρετὴς τῶν ἐπὶ τῆς σοφίας θεωρουμένων. |
οὐδὲν αὐτὸν τῶν πα^ρελθόντων, οὐδὲν αὐτὸν τῶν πα^ρόντων, οὐδὲν τῶν μελλόντων λα^νθά^νει· | οὐδὲν αὐτὸν τῶν παρελθόντων, οὐδὲν αὐτὸν τῶν παρόντων, οὐδὲν τῶν μελλόντων λανθάνει· |
πηγὴ γά^ρ ἐστι^ τῶν ἁ^πά^ντων. | πηγὴ γάρ ἐστι τῶν ἁπάντων. |
εἰ τοίνυ^ν, φησὶ^ν ὁ αἱρετι^κός ἀνακύ^πτει γὰ^ρ ἐν τῷ σί^τῳ ζι^ζά^νι^α^ , εἰ τοίνυ^ν πηγὴ τῆς σοφί^α_ς ἐστὶ^ καὶ τῆς γνώσεως, πῶς περὶ^ τῆς ἡμέρα_ς ἐκείνης, τουτέστι^, τῆς συ^ντελεία_ς, ἐν ᾗ ἀνάστα^σι^ς τῶν νεκρῶν καὶ ἡ ἐπι^δημία_ τοῦ σωτῆρος, λέγει ὅτι^ οὐδεὶς οἶδεν, οὔ τε οἱ ἄγγελοι, οὔ τε ὁ υἱός, εἰ μὴ ὁ πα^τήρ. | εἰ τοίνυν, φησὶν ὁ αἱρετικός ἀνακύπτει γὰρ ἐν τῷ σίτῳ ζιζάνια , εἰ τοίνυν πηγὴ τῆς σοφίας ἐστὶ καὶ τῆς γνώσεως, πῶς περὶ τῆς ἡμέρας ἐκείνης, τουτέστι, τῆς συντελείας, ἐν ᾗ ἀνάστασις τῶν νεκρῶν καὶ ἡ ἐπιδημία τοῦ σωτῆρος, λέγει ὅτι οὐδεὶς οἶδεν, οὔ τε οἱ ἄγγελοι, οὔ τε ὁ υἱός, εἰ μὴ ὁ πατήρ. |
πῶς τοίνυ^ν πηγὴ σοφί^α_ς εἰ ἀγνοεῖ τὸ μέλλον; | πῶς τοίνυν πηγὴ σοφίας εἰ ἀγνοεῖ τὸ μέλλον; |
ἐγὼ δέ σε ἠβουλόμην μὴ κα^κοτέχνως στρέφειν τὸν λόγον, μη δὲ περι^στροφὰς λόγων εἰλεῖσθαι, ἀλλὰ^ τὴν εὐθύτητα^ τῶν δογμά^των φέρεσθαι. | ἐγὼ δέ σε ἠβουλόμην μὴ κακοτέχνως στρέφειν τὸν λόγον, μη δὲ περιστροφὰς λόγων εἰλεῖσθαι, ἀλλὰ τὴν εὐθύτητα τῶν δογμάτων φέρεσθαι. |
δι^ὰ^ τί^ λέγεις; | διὰ τί λέγεις; |
εἰ πηγὴ τῆς σοφί^α_ς καὶ θησαυρός ἐστι^, πῶς ἀγνοεῖ; | εἰ πηγὴ τῆς σοφίας καὶ θησαυρός ἐστι, πῶς ἀγνοεῖ; |
οἶδα^ ὅτι^ βαθὺ τὸ ῥῆμα^, πλὴν εἰς τὰ^ σύντομα^ ἥξομεν. | οἶδα ὅτι βαθὺ τὸ ῥῆμα, πλὴν εἰς τὰ σύντομα ἥξομεν. |
δεῖ καταστοχάζεσθαι οὐ τῆς δυ^νά^μεως τοῦ λόγου, ἀλλὰ^ τῆς δυ^νά^μεως τῶν ἀ^κουόντων. | δεῖ καταστοχάζεσθαι οὐ τῆς δυνάμεως τοῦ λόγου, ἀλλὰ τῆς δυνάμεως τῶν ἀκουόντων. |
φησὶ γὰ^ρ ὁ ἀ^πόστολος περὶ^ τοῦ χριστοῦ· | φησὶ γὰρ ὁ ἀπόστολος περὶ τοῦ χριστοῦ· |
ὁδηγούμεθα εἰς ἐπίγνωσι^ν μυ^στηρί^ων θεοῦ πατρὸς καὶ χριστοῦ, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφί^α_ς καὶ τῆς γνώσεως ἀπόκρυ^φοι. | ὁδηγούμεθα εἰς ἐπίγνωσιν μυστηρίων θεοῦ πατρὸς καὶ χριστοῦ, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. |
εἰ πά^ντα^ ἐν αὐτῷ, οὐδὲν αὐτὸν λα^νθά^νει. | εἰ πάντα ἐν αὐτῷ, οὐδὲν αὐτὸν λανθάνει. |
τί^ οὖν φησι^ πρὸς τὴν ἀ^πόφα^σι^ν τοῦ σωτῆρος, ὅτι^ οὐδεὶς οἶδεν, οὔ τε ὁ υἱὸς, εἰ μὴ ὁ πα^τήρ. | τί οὖν φησι πρὸς τὴν ἀπόφασιν τοῦ σωτῆρος, ὅτι οὐδεὶς οἶδεν, οὔ τε ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ. |
ἐρωτάσθω ὁ αἱρετι^κός· | ἐρωτάσθω ὁ αἱρετικός· |
τίς μείζων, ἢ ἡμέρα_ ἢ ὁ πα^τήρ; | τίς μείζων, ἢ ἡμέρα ἢ ὁ πατήρ; |
ὁ γι^νώσκων τὸν πα^τέρα^, οὐ γι^νώσκει τὴν ἡμέρα_ν; | ὁ γινώσκων τὸν πατέρα, οὐ γινώσκει τὴν ἡμέραν; |
οὐδεὶς οἶδε τὸν πα^τέρα^, εἰ μὴ ὁ υἱός. | οὐδεὶς οἶδε τὸν πατέρα, εἰ μὴ ὁ υἱός. |
τὸν πα^τέρα^ οὖν εὗρε· | τὸν πατέρα οὖν εὗρε· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.