macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐπὶ^ τῇ τοῦ σωτῆρος ἐπι^φα^νείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολὴ, δύ^σις, μεσημβρί^α_, ἄρκτος.
ἐπὶ τῇ τοῦ σωτῆρος ἐπιφανείᾳ πᾶς τόπος ἠνοίγη, ἀνατολὴ, δύσις, μεσημβρία, ἄρκτος.
καὶ ἔσται ἐν ταῖς ἐσχά^ταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴ^κῳ δαυῒδ, καὶ ἐξελεύσεται ὕ^δωρ ζῶν ἐξ ἱερουσαλήμ.
καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις πᾶς τόπος διανοιγόμενος τῷ oἴκῳ δαυῒδ, καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
ποῖον ὕ^δωρ ζῶν;
ποῖον ὕδωρ ζῶν;
ποταμοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος.
ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
καὶ ἐξελεύσεται ὕ^δωρ ζῶν ἐξ ἱερουσαλήμ.
καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
πόθεν ἐξέρχεται;
πόθεν ἐξέρχεται;
ἐξελεύσεται λόγος ἐξ ἱερουσαλὴμ, ὅθεν ὁ χριστὸς, ἐκ σιών.
ἐξελεύσεται λόγος ἐξ ἱερουσαλὴμ, ὅθεν ὁ χριστὸς, ἐκ σιών.
τὸ ὕδωρ τὸ ζῶν ἐξ ἱερουσαλήμ.
τὸ ὕδωρ τὸ ζῶν ἐξ ἱερουσαλήμ.
διὰ τί δὲ ἐξ ἱερουσαλήμ;
διὰ τί δὲ ἐξ ἱερουσαλήμ;
ἐκεῖθεν γὰ^ρ ἤρξα^το ἡ ἐπι^φά^νεια^ τοῦ πνεύματος·
ἐκεῖθεν γὰρ ἤρξατο ἡ ἐπιφάνεια τοῦ πνεύματος·
οἱ γὰ^ρ ἀ^πόστολοι ἐν ἱεροσολύμοις ἐδέξαντο τὸ πνεῦμα τὸ ἅ^γι^ον, κ ἀκεῖθεν διὰ τῶν ἀ^ποστόλων προῆλθεν εἰς τὰ^ πέρα^τα^.
οἱ γὰρ ἀπόστολοι ἐν ἱεροσολύμοις ἐδέξαντο τὸ πνεῦμα τὸ ἅγιον, κ ἀκεῖθεν διὰ τῶν ἀποστόλων προῆλθεν εἰς τὰ πέρατα.
ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
ἐξελεύσεται οὖν ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την.
τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.
τί ἦν, εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ, εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την;
τί ἦν, εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ, εἰς τὴν θάλασσαν τὴν ἐσχάτην;
μυθάρια ἐξηγεῖται ἡ γραφή;
μυθάρια ἐξηγεῖται ἡ γραφή;
ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυ^νά^μεις ἀποκαλύ^πτει.
ἀλήθειαν κηρύττει, μυστήριον ἑρμηνεύει, δυνάμεις ἀποκαλύπτει.
ἐξελεύσεται ὕδωρ ζῶν.
ἐξελεύσεται ὕδωρ ζῶν.
βλέπε τὸ θαυμαστόν.
βλέπε τὸ θαυμαστόν.
οὐ λέγει, ποταμὸς, ἀλλὰ πρῶτον, ὕδωρ.
οὐ λέγει, ποταμὸς, ἀλλὰ πρῶτον, ὕδωρ.
ἀεὶ γὰ^ρ ἡ χά^ρι^ς ἀ^πὸ μικρῶν ἀρχομένη εἰς μεγά^λα_ πληθύ_νει.
ἀεὶ γὰρ ἡ χάρις ἀπὸ μικρῶν ἀρχομένη εἰς μεγάλα πληθύνει.
ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
ἐξελεύσεται ὕδωρ ζῶν ἐξ ἱερουσαλήμ.
τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν πρώτην, καὶ τὸ ἥμι^συ^ αὐτοῦ εἰς τὴν θά^λα^σσα^ν τὴν ἐσχά^την.
τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.
θά^λα^σσα^ν κα^λεῖ τὴν πρώτην τὰ^ οἰκισθέντα^ πρῶτα^ μέρη τῆς οἰκουμένης ἀ^πὸ τῆς ἀνατολῆς.
θάλασσαν καλεῖ τὴν πρώτην τὰ οἰκισθέντα πρῶτα μέρη τῆς οἰκουμένης ἀπὸ τῆς ἀνατολῆς.
ἀδὰμ γὰ^ρ ἐκεῖ τὸ γένος ἤνθησε πρῶτον·
ἀδὰμ γὰρ ἐκεῖ τὸ γένος ἤνθησε πρῶτον·
εἶτα μετὰ^ ταῦτα ἐξῆλθεν εἰς δύσιν, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.
εἶτα μετὰ ταῦτα ἐξῆλθεν εἰς δύσιν, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.
θάλασσαν οὖν κα^λεῖ πρώτην τὰ^ πρῶτα^ οἰκισθέντα^ κλίμα^τα^ τῆς γῆς·
θάλασσαν οὖν καλεῖ πρώτην τὰ πρῶτα οἰκισθέντα κλίματα τῆς γῆς·
θάλασσαν ἐσχά^την, τὰ ἔσχα^τα^ τῆς δύσεως·
θάλασσαν ἐσχάτην, τὰ ἔσχατα τῆς δύσεως·
καὶ ἀνατολὴν πληροῦσα^ν, καὶ δύσιν τι_μῶσα^ν.
καὶ ἀνατολὴν πληροῦσαν, καὶ δύσιν τιμῶσαν.
ἐννόησον τοίνυ^ν τὸ μυστήριον, ὃ γελῶσι^ν αἱρετι^κῶν παῖδες, τὸ πνεῦμα τὸ ἅ^γι^ον ὑβρίζοντες, καὶ δεσποτι^κῇ δυ^νά^μει οἰκετικὴν τάξι^ν ἐπεισάγοντες.
ἐννόησον τοίνυν τὸ μυστήριον, ὃ γελῶσιν αἱρετικῶν παῖδες, τὸ πνεῦμα τὸ ἅγιον ὑβρίζοντες, καὶ δεσποτικῇ δυνάμει οἰκετικὴν τάξιν ἐπεισάγοντες.
φύ^γωμεν κα^κί^α_ν, φύ^γωμεν αἱρετι^κὴν βλασφημίαν, φύγωμεν καὶ φαύλων ἔργων ἀναστροφήν.
φύγωμεν κακίαν, φύγωμεν αἱρετικὴν βλασφημίαν, φύγωμεν καὶ φαύλων ἔργων ἀναστροφήν.
τεκμήρι^ον πίστεως ἀγαθοποιία, τεκμήριον πίστεως φι^λανθρωπί^α_.
τεκμήριον πίστεως ἀγαθοποιία, τεκμήριον πίστεως φιλανθρωπία.
ἐλέει πένητα^ς.
ἐλέει πένητας.
ὤνησον, καὶ λά^μβα^νε·
ὤνησον, καὶ λάμβανε·
οὐ γὰ^ρ δύ^να^σαι ὃ μὴ σπείρεις θερίζειν.
οὐ γὰρ δύνασαι ὃ μὴ σπείρεις θερίζειν.
πῶς λέγεις θεῷ, συγχώρησόν μοι;
πῶς λέγεις θεῷ, συγχώρησόν μοι;
ὃ μὴ δί^δως, πῶς αἰτεῖς;
ὃ μὴ δίδως, πῶς αἰτεῖς;
ὃ μὴ ποιεῖς, πῶς λα^μβά^νεις;
ὃ μὴ ποιεῖς, πῶς λαμβάνεις;
μνημόνευσον οὖν τῶν ῥημά^των σου τῶν ἐν τῇ πενί^ᾳ.
μνημόνευσον οὖν τῶν ῥημάτων σου τῶν ἐν τῇ πενίᾳ.
ὅτε πένης ἦσθα^, αἰτούμενος πα^ρὰ^ πενήτων ἔλεγες, ἤθελον ἔχειν καὶ μετα^δί^δωμι^·
ὅτε πένης ἦσθα, αἰτούμενος παρὰ πενήτων ἔλεγες, ἤθελον ἔχειν καὶ μεταδίδωμι·
ἤθελον δι^δόναι, οἶδεν ὁ θεὸς τὴν προαίρεσι^ν.
ἤθελον διδόναι, οἶδεν ὁ θεὸς τὴν προαίρεσιν.
ὁ θεὸς πολλά^κι^ς γυμνάζων τὴν τοιαύτην δι^ά^νοια^ν, καὶ δι' αὐτῶν τῶν πρα_γμά^των ἐλέγχων, ἄ^γει αὐτὸν εἰς πλοῦτον, καὶ οὐκέτι^ αὐτὸς ἑαυτὸν κρί_νει, ἀλλὰ τὰ πρῶτα^ ῥήμα^τα^ ἐπιλανθάνεται.
ὁ θεὸς πολλάκις γυμνάζων τὴν τοιαύτην διάνοιαν, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐλέγχων, ἄγει αὐτὸν εἰς πλοῦτον, καὶ οὐκέτι αὐτὸς ἑαυτὸν κρίνει, ἀλλὰ τὰ πρῶτα ῥήματα ἐπιλανθάνεται.
ἕκαστος γὰ^ρ ὄντως κρί_νεται ἐξ ὧν λα^λεῖ.
ἕκαστος γὰρ ὄντως κρίνεται ἐξ ὧν λαλεῖ.
ἕως μή ἔσμεν δι^κασταὶ, λέγομεν·
ἕως μή ἔσμεν δικασταὶ, λέγομεν·
ἐγὼ εἰ ἤμην δι^καστὴς, τόδε ἂ^ν ἐποίουν·
ἐγὼ εἰ ἤμην δικαστὴς, τόδε ἂν ἐποίουν·
ἐγὼ εἰ ἤμην δι^καστὴς, οὕτως ἂ^ν ᾠκονόμουν·
ἐγὼ εἰ ἤμην δικαστὴς, οὕτως ἂν ᾠκονόμουν·
ἐγὼ δὲ εἰ ἤμην δι^καστὴς, τὸ καὶ τὸ ἐθέσπιζον.
ἐγὼ δὲ εἰ ἤμην δικαστὴς, τὸ καὶ τὸ ἐθέσπιζον.
προῆλθες εἰς δι^καστήριον·
προῆλθες εἰς δικαστήριον·
δεῖξον τὴν ἐπαγγελίαν.
δεῖξον τὴν ἐπαγγελίαν.
ὡς ἦσθα^ πένης, ἐπηγγείλω τὴν ἐλεημοσύνην, ἐπηγγείλω τὴν δικαιοκρισίαν.
ὡς ἦσθα πένης, ἐπηγγείλω τὴν ἐλεημοσύνην, ἐπηγγείλω τὴν δικαιοκρισίαν.
δεῖξον ἄρτι^ καὶ τὰ ἔργα^.
δεῖξον ἄρτι καὶ τὰ ἔργα.
ἀλλ' ἐοίκα_σι^ν οἱ ἄνθρωποι ἐν τῇ ταπεινώσει ταῖς ἀ^κρί^σι^ν.
ἀλλ' ἐοίκασιν οἱ ἄνθρωποι ἐν τῇ ταπεινώσει ταῖς ἀκρίσιν.
ἡ γὰ^ρ ἀκρὶς χειμῶνος ὥρᾳ ἐφέστηκε φραγμῷ, μη δὲ ἀ^ναγεῦσαι δυ^να^μένη·
ἡ γὰρ ἀκρὶς χειμῶνος ὥρᾳ ἐφέστηκε φραγμῷ, μη δὲ ἀναγεῦσαι δυναμένη·
τῷ γὰ^ρ κρύ^ει δέδεται, καὶ ἔστι^ τα^πεινὴ, καὶ εὐμεταχείριστος καὶ εὐά^λωτος ὀλί^γον δὲ θα^λφθεῖσα^ ἡλί^ῳ ἀνίπταται, ἡ ἐπὶ τόπῳ μὴ δυ^να^μένη πρότερον ἐπαίρεσθαι εἰς τὸν ἀ_έρα^ πέταται.
τῷ γὰρ κρύει δέδεται, καὶ ἔστι ταπεινὴ, καὶ εὐμεταχείριστος καὶ εὐάλωτος ὀλίγον δὲ θαλφθεῖσα ἡλίῳ ἀνίπταται, ἡ ἐπὶ τόπῳ μὴ δυναμένη πρότερον ἐπαίρεσθαι εἰς τὸν ἀέρα πέταται.
οὕτω καὶ ὁ ἄνθρωπος, τα^πεινὸς ἐν ταῖς θλί_ψεσι^ν, εὐλαβὴς ἐπι^εικὴς, χρηστότητα^ ἐνδεικνύμενος.
οὕτω καὶ ὁ ἄνθρωπος, ταπεινὸς ἐν ταῖς θλίψεσιν, εὐλαβὴς ἐπιεικὴς, χρηστότητα ἐνδεικνύμενος.
ἀνέκυψεν ἡ λαμπρότης, ἐγυμνώθη ἡ γνώμη.
ἀνέκυψεν ἡ λαμπρότης, ἐγυμνώθη ἡ γνώμη.
διὰ τοῦτό φησι^ν ἡ γραφὴ πρὸς τοὺς ἰουδαίους τοὺς ἐν μὲν ταῖς δυσπραγίαις εὐλαβεῖς, ἐν δὲ ταῖς εὐπραγίαις ἀ^νευλαβεῖς·
διὰ τοῦτό φησιν ἡ γραφὴ πρὸς τοὺς ἰουδαίους τοὺς ἐν μὲν ταῖς δυσπραγίαις εὐλαβεῖς, ἐν δὲ ταῖς εὐπραγίαις ἀνευλαβεῖς·
βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος·
βροῦχος ἐξήλατο, ὡς ἀττέλεβος·
ὁ ἐπίμικτός σου, ὡς ἀκρίς.
ὁ ἐπίμικτός σου, ὡς ἀκρίς.
ἀνέτειλεν ὁ ἥλι^ος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη καὶ ἐπελάθετο τοῦ τόπου αὐτῆς.
τὸν λα_ὸν λέγει τὸν μιγά^δα^.
τὸν λαὸν λέγει τὸν μιγάδα.
ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπι^βεβηκυῖα^ φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ.
ἐξήλατο ὡς βροῦχος, καὶ ὡς ἀκρὶς ἐπιβεβηκυῖα φραγμῷ ἐν ἡμέρᾳ παγετοῦ.
ἀνέτειλεν ὁ ἥλι^ος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς·
ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξεπετάσθη, καὶ οὐκ ἐπέγνω τὸν τόπον αὐτῆς·
ἀντὶ^ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς.
ἀντὶ τοῦ, ἐπελάθετο τῆς ταπεινώσεως αὐτῆς.
οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν τα^πεινοί·
οὕτω καὶ ἡμεῖς ἐν πτωχείᾳ ἐσμὲν ταπεινοί·
ἐπλουτήσαμεν, ἐπελαθόμεθα^.
ἐπλουτήσαμεν, ἐπελαθόμεθα.
ἐν θα^νά^τῳ φι^λοσοφοῦμεν, καὶ ὅτα^ν προκομίζηται νεκρὸς, ἕκαστος φι^λοσοφεῖ τὰ^ ἀ^νθρώπι^να^, λέγων·
ἐν θανάτῳ φιλοσοφοῦμεν, καὶ ὅταν προκομίζηται νεκρὸς, ἕκαστος φιλοσοφεῖ τὰ ἀνθρώπινα, λέγων·
παρέρχεται τὰ^ πά^ντα^, οὐδέν ἐσμεν.
παρέρχεται τὰ πάντα, οὐδέν ἐσμεν.
ἕως ὁρᾷ τὴν πρῶσι^ν, φι^λοσοφεῖ·
ἕως ὁρᾷ τὴν πρῶσιν, φιλοσοφεῖ·
ἐξῆλθεν ἡ ὄψι^ς ἡ φοβοῦσα^, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως.
ἐξῆλθεν ἡ ὄψις ἡ φοβοῦσα, εὐθέως ἐπελάθετο τῆς προαιρέσεως.
διὰ τοῦτο λέγει ἡ γραφή·
διὰ τοῦτο λέγει ἡ γραφή·
ἐν πᾶσι^ τοῖς λόγοις σου μιμνήσκου τὰ^ ἔσχα^τά^ σου, καὶ εἰς τὸν αἰῶνα^ οὐχ ἁ^μα^ρτήσεις.
ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
ἐπὶ πάντων μέμνησο τὰ^ ἔσχα^τά^ σου, καὶ ἕξεις τὴν γνώμην ἀσά^λευτον.
ἐπὶ πάντων μέμνησο τὰ ἔσχατά σου, καὶ ἕξεις τὴν γνώμην ἀσάλευτον.
εἴη δὲ ἡμᾶς, ἀ^δελφοὶ, ἐν πᾶσι^ πιστοὺς δι^α^μένειν θεῷ, ᾧ πρέπει πᾶσα^ δόξα_, τι_μὴ καὶ κρά^τος, εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
εἴη δὲ ἡμᾶς, ἀδελφοὶ, ἐν πᾶσι πιστοὺς διαμένειν θεῷ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
κατ' εἰκόνα^ θεοῦ καὶ ὁμολόγησι^ν γεγονέναι τὸν ἄνθρωπον καὶ ἡ θεία_ γρα^φὴ παραδέδωκε καὶ ὁ τῆς δι^δα^σκα^λί^α_ς λόγος ἠρέμα^ πως τοῖς φιλομαθέσι^ν ὑ^πέδειξε.
κατ' εἰκόνα θεοῦ καὶ ὁμολόγησιν γεγονέναι τὸν ἄνθρωπον καὶ ἡ θεία γραφὴ παραδέδωκε καὶ ὁ τῆς διδασκαλίας λόγος ἠρέμα πως τοῖς φιλομαθέσιν ὑπέδειξε.
καὶ μέμνησθε πάντως οἵ γε φι^λόπονοι τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ^ τούτων δι^ηνύσθη λόγος, ὅτι^ τὸ κατ' εἰκόνα^ προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑ^παγορεύεται·
καὶ μέμνησθε πάντως οἵ γε φιλόπονοι τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος, ὅτι τὸ κατ' εἰκόνα προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑπαγορεύεται·
ἡ δὲ ὁμοίωσι^ς ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀ^ρετῶν τελείωσι^ν ἐκλαμβάνεται.
ἡ δὲ ὁμοίωσις ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀρετῶν τελείωσιν ἐκλαμβάνεται.
ἀ^να^γκαῖον δὲ δεῖξαι, ἀ^δελφοί, καὶ σα^φῶς πα^ρα^στῆσαι, πῶς ὁ πα^ρὰ^ πά^ντα^ τὰ^ ποιήμα^τα^ τοῦ θεοῦ μειζόνως τι_μηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμί^ου καὶ πρωτοτύ^που κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύ^σι^ν καὶ ὁμοιότητα^ κατηνέχθη.
ἀναγκαῖον δὲ δεῖξαι, ἀδελφοί, καὶ σαφῶς παραστῆσαι, πῶς ὁ παρὰ πάντα τὰ ποιήματα τοῦ θεοῦ μειζόνως τιμηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμίου καὶ πρωτοτύπου κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύσιν καὶ ὁμοιότητα κατηνέχθη.
εἰκὼν γὰ^ρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κα^κί^αις καὶ ταῖς πα^ρα^νομί^αις ἤμβλυνε, καὶ ἀ^ληθῶς παρασυνεβληθη τοῖς κτήνεσι^ τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
εἰκὼν γὰρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κακίαις καὶ ταῖς παρανομίαις ἤμβλυνε, καὶ ἀληθῶς παρασυνεβληθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
ὅπως ἀνοήτοις κτήνεσι^ πα^ρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰ^δεῖν τῶν ἔργων, οὐχ ἵ^να_ τὰ^ προλαβόντα^ μεμψώμεθα^, ἀλλὰ^ ἵ^να_ τὰ^ πα^ρόντα^ διορθωσώμεθα^.
ὅπως ἀνοήτοις κτήνεσι παρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰδεῖν τῶν ἔργων, οὐχ ἵνα τὰ προλαβόντα μεμψώμεθα, ἀλλὰ ἵνα τὰ παρόντα διορθωσώμεθα.
καὶ γὰ^ρ τὰ^ κα^τὰ^ τὸν ἀδὰμ ἀναγινώσκεται καὶ πᾶσα^ ἡ τῶν προλαβόντων ἱ^στορί^α_, οὐχ ἵ^να_ τοὺς προλαβόντας ἐπαινέσωμεν ἢ μεμψώμεθα^, ἀλλ' ἵ^να_ τὴν ἀ^ρετὴν μι_μησώμεθα^ καὶ τὴν κα^κί^α_ν ἐκκλίνωμεν.
καὶ γὰρ τὰ κατὰ τὸν ἀδὰμ ἀναγινώσκεται καὶ πᾶσα ἡ τῶν προλαβόντων ἱστορία, οὐχ ἵνα τοὺς προλαβόντας ἐπαινέσωμεν ἢ μεμψώμεθα, ἀλλ' ἵνα τὴν ἀρετὴν μιμησώμεθα καὶ τὴν κακίαν ἐκκλίνωμεν.
ταῦτα^ δέ, φησὶ^ν ὁ θαυμάσιος παῦλος, ἐγρά^φη πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ^ τέλη τῶν αἰώνων κατήντησε.
ταῦτα δέ, φησὶν ὁ θαυμάσιος παῦλος, ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.
τὴν εἰκόνα^ τοίνυ^ν τὴν καθ' ὁμοίωσι^ν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος δι^ὰ^ τῆς πα^ρακοῆς, καὶ πάτημα^ ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσι^ν ὕβρι^σε·
τὴν εἰκόνα τοίνυν τὴν καθ' ὁμοίωσιν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος διὰ τῆς παρακοῆς, καὶ πάτημα ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσιν ὕβρισε·
καὶ τὸν μὲν δι^ὰ^ τὸ ὡμὸν καὶ τυραννι^κὸν τῶν τρόπων λέοντα^ μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύ^κον δι^ὰ^ τὸ ἁρπακτι^κὸν εἰργά^σα^το.
καὶ τὸν μὲν διὰ τὸ ὡμὸν καὶ τυραννικὸν τῶν τρόπων λέοντα μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύκον διὰ τὸ ἁρπακτικὸν εἰργάσατο.
οἱ ἄρχοντες ὑ_μῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κρι^ταὶ ὑ_μῶν ὡς λύ^κοι τῆς ἀραβίας, λέοντα^ς κα^λέσα_σα^ τοὺς ὠμοὺς καὶ τυραννι^κούς, λύ^κους δὲ τοὺς ἁρπακτι^κοὺς καὶ πρὸς πλεονεξίαν βλέποντα^ς.
οἱ ἄρχοντες ὑμῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κριταὶ ὑμῶν ὡς λύκοι τῆς ἀραβίας, λέοντας καλέσασα τοὺς ὠμοὺς καὶ τυραννικούς, λύκους δὲ τοὺς ἁρπακτικοὺς καὶ πρὸς πλεονεξίαν βλέποντας.
ὁρᾷς πῶς ὁ κατ' εἰκόνα^ θεοῦ γενόμενος ἄνθρωπος εἰς τὴν τῶν ἀλόγων τάξι^ν κατηνέχθη;
ὁρᾷς πῶς ὁ κατ' εἰκόνα θεοῦ γενόμενος ἄνθρωπος εἰς τὴν τῶν ἀλόγων τάξιν κατηνέχθη;
ὅτα^ν οὖν τυ^ρα^ννῇ ὁ ἄνθρωπος, προσα^γορεύεται λέων·
ὅταν οὖν τυραννῇ ὁ ἄνθρωπος, προσαγορεύεται λέων·
ὅτα^ν ἁρπάζῃ, δέχεται τοῦ λύ^κου τὴν προσηγορίαν·
ὅταν ἁρπάζῃ, δέχεται τοῦ λύκου τὴν προσηγορίαν·
ὅταν ταῖς ἀκολά^στοις ἐπι^θυ_μί^αις ἐμφύρηται καὶ δί^κην ἀλόγων ἐπὶ^ ταῖς πα^ρα^νόμους πράξεις ἐκφέρηται.
ὅταν ταῖς ἀκολάστοις ἐπιθυμίαις ἐμφύρηται καὶ δίκην ἀλόγων ἐπὶ ταῖς παρανόμους πράξεις ἐκφέρηται.
εὑρίσκεται πά^λι^ν ἵππος ὁ ἄνθρωπος·
εὑρίσκεται πάλιν ἵππος ὁ ἄνθρωπος·
ἵπποι γά^ρ φησι^ θηλυμανεῖς ἐγενήθησα^ν·
ἵπποι γάρ φησι θηλυμανεῖς ἐγενήθησαν·
ἕκαστος ἐπὶ^ τὴν γυ^ναῖκα^ τοῦ πλησί^ον αὐτοῦ ἐχρεμέτιζεν.
ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν.
ἄλλους πά^λι^ν ἡ κα^κί^α_ ἀ^πὸ ἀνθρώπων κύ^να^ς ἐποίησε.
ἄλλους πάλιν ἡ κακία ἀπὸ ἀνθρώπων κύνας ἐποίησε.
κύνας, δι^ὰ^ τί^;
κύνας, διὰ τί;
δι^ὰ^ τὸ ὑλακτι^κόν, δι^ὰ^ τὸ πάντοτε θορύ^βοις καὶ τα^ρα^χαῖς χαίρειν.
διὰ τὸ ὑλακτικόν, διὰ τὸ πάντοτε θορύβοις καὶ ταραχαῖς χαίρειν.
περιεκύκλωσάν με κύ^νες.
περιεκύκλωσάν με κύνες.
καὶ τί^νες οἱ κύ^νες;
καὶ τίνες οἱ κύνες;
συναγωγὴ πονηρευομένων περι^έσχον με.
συναγωγὴ πονηρευομένων περιέσχον με.
ἄλλους πά^λι^ν ἡ γρα^φὴ κα^λεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους.
ἄλλους πάλιν ἡ γραφὴ καλεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους.
μὴ ῥίπτετε τὰ^ ἅγι^α^ τοῖς κυ^σὶ^ καὶ τοὺς μαργα^ρί_τα_ς ἔμπροσθεν τῶν χοίρων.
μὴ ῥίπτετε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.