macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὁρᾷς πῶς ποικί^λος ὁ ἄνθρωπος καὶ πῶς ἡ εἰκὼν ἐκείνη ἡ καθ' ὁμοίωσι^ν θεοῦ γενομένη κατηνέχθη πρὸς τὴν τῶν ἀλόγων ὁμοιότητα^, οὐκ ἄλλου τι^νὸς βιασαμένου, ἀλλὰ^ τὸν ἄνθρωπον ἑαυτὸν ῥίψαντος;
ὁρᾷς πῶς ποικίλος ὁ ἄνθρωπος καὶ πῶς ἡ εἰκὼν ἐκείνη ἡ καθ' ὁμοίωσιν θεοῦ γενομένη κατηνέχθη πρὸς τὴν τῶν ἀλόγων ὁμοιότητα, οὐκ ἄλλου τινὸς βιασαμένου, ἀλλὰ τὸν ἄνθρωπον ἑαυτὸν ῥίψαντος;
ἡ γὰ^ρ γρα^φὴ οὐ τῇ ἀ^νάγκῃ τὴν παράβασι^ν ἐπέγραψεν, ἀλλὰ^ τῇ προαιρέσει τοῦ τιμηθέντος καὶ τὴν τι_μὴν ἀγνοήσαντος.
ἡ γὰρ γραφὴ οὐ τῇ ἀνάγκῃ τὴν παράβασιν ἐπέγραψεν, ἀλλὰ τῇ προαιρέσει τοῦ τιμηθέντος καὶ τὴν τιμὴν ἀγνοήσαντος.
ἄνθρωπος γά^ρ φησι^ ἐν τι_μῇ ὧν οὐ συ^νῆκε.
ἄνθρωπος γάρ φησι ἐν τιμῇ ὧν οὐ συνῆκε.
φέρε πά^λι^ν, εἰ δοκεῖ, σκοπήσωμεν ὡς αὖθι^ς ἑτέρους τι^νὰ^ς ἡ γρα^φὴ δι^ὰ^ τὸ ποικί^λον καὶ πανουργι^κὸν καὶ ὑποκρίσεως γέμον τῆς γνώμης ἐπάγγελμα^ ἀ^λώπεκα^ς ὀνομάζει.
φέρε πάλιν, εἰ δοκεῖ, σκοπήσωμεν ὡς αὖθις ἑτέρους τινὰς ἡ γραφὴ διὰ τὸ ποικίλον καὶ πανουργικὸν καὶ ὑποκρίσεως γέμον τῆς γνώμης ἐπάγγελμα ἀλώπεκας ὀνομάζει.
δι^ὰ^ τοῦτο γοῦν τὸν ἡρώδην ποικί^λον ὄντα^ ταῖς γνώμαις καὶ πα^νοῦργον ταῖς ἐνθυμήσεσι^ καὶ ἀ^σεβείᾳ συζῶντα^, εὐσεβείᾳ συσχηματιζόμενον, ὁ σωτὴρ ἀλώπεκα^ προσα^γορεύει.
διὰ τοῦτο γοῦν τὸν ἡρώδην ποικίλον ὄντα ταῖς γνώμαις καὶ πανοῦργον ταῖς ἐνθυμήσεσι καὶ ἀσεβείᾳ συζῶντα, εὐσεβείᾳ συσχηματιζόμενον, ὁ σωτὴρ ἀλώπεκα προσαγορεύει.
ἐλθόντων γά^ρ τι^νων καὶ ἀ^πα^γγελλόντων αὐτῷ ὅτι^·
ἐλθόντων γάρ τινων καὶ ἀπαγγελλόντων αὐτῷ ὅτι·
βούλεταί σε ἰ^δεῖν ἡρώδης, ἡ ἁγί^α_ καὶ με γάλη φωνὴ ἀ^ποκρι^θεῖσά^ φησι^ν·
βούλεταί σε ἰδεῖν ἡρώδης, ἡ ἁγία καὶ με γάλη φωνὴ ἀποκριθεῖσά φησιν·
εἴπατε τῇ ἀλώπεκι^ ταύτῃ·
εἴπατε τῇ ἀλώπεκι ταύτῃ·
σήμερον καὶ αὔριον ποιῶ σημεῖα^ καὶ τῇ τρί^τῃ τελειοῦμαι.
σήμερον καὶ αὔριον ποιῶ σημεῖα καὶ τῇ τρίτῃ τελειοῦμαι.
εἴπατε τῇ ἀλώπεκι^ ταύτῃ, ἀντὶ^ τοῦ τῇ πεπανουργημένῃ ψυ^χῇ, τῇ γεμούσῃ δόλου καὶ πά_σης πονηρία_ς καὶ ῥᾳδιουργία_ς.
εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἀντὶ τοῦ τῇ πεπανουργημένῃ ψυχῇ, τῇ γεμούσῃ δόλου καὶ πάσης πονηρίας καὶ ῥᾳδιουργίας.
ἔγνως, ἀ^δελφέ, πῶς κα^λεῖ ἡ γρα^φὴ τοὺς πα^νούργους ἀ^λώπεκα^ς;
ἔγνως, ἀδελφέ, πῶς καλεῖ ἡ γραφὴ τοὺς πανούργους ἀλώπεκας;
ὅταν τοίνυ^ν λέγῃς εἰσελεύσονται εἰς τὰ^ κατώτατα^ τῆς γῆς, μερί^δες ἀ^λωπέκων ἔσονται, νόησον τὸ αἴνιγμα^ καὶ μὴ ὑ^πολά^βῃς τὸ αἴνιγμα^ εἰ μὴ εἰς θεωρί^α_ν ἐκλαμβάνεσθαι.
ὅταν τοίνυν λέγῃς εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, μερίδες ἀλωπέκων ἔσονται, νόησον τὸ αἴνιγμα καὶ μὴ ὑπολάβῃς τὸ αἴνιγμα εἰ μὴ εἰς θεωρίαν ἐκλαμβάνεσθαι.
καὶ πά^λι^ν ἀλλαχοῦ ἔφη·
καὶ πάλιν ἀλλαχοῦ ἔφη·
μερίδες ὑ^ποκρι^τῶν ἔσονται.
μερίδες ὑποκριτῶν ἔσονται.
οἱ γὰ^ρ τὴν ἀ^λήθεια^ν ἀγνοοῦντες, οὐ μετὰ^ τῶν πιστῶν, ἀλλὰ^ μετὰ^ τῶν ὑ^ποκρι^τῶν τὸ μέρος λα^μβά^νουσι^ν.
οἱ γὰρ τὴν ἀλήθειαν ἀγνοοῦντες, οὐ μετὰ τῶν πιστῶν, ἀλλὰ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος λαμβάνουσιν.
ὅθεν καὶ ὁ σωτὴρ τὴν ἔννοια^ν ταύτην ἐπι^σφραγίζων φησὶ^ περὶ^ τοῦ κα^κῶς οἰκονομήσαντος·
ὅθεν καὶ ὁ σωτὴρ τὴν ἔννοιαν ταύτην ἐπισφραγίζων φησὶ περὶ τοῦ κακῶς οἰκονομήσαντος·
εἰσελεύσεται ὁ δεσπότης τοῦ οἰκέτου ἐκείνου καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ κα^τὰ^ τῶν ὑ^ποκρι^τῶν θήσει.
εἰσελεύσεται ὁ δεσπότης τοῦ οἰκέτου ἐκείνου καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ κατὰ τῶν ὑποκριτῶν θήσει.
τοὺς τοίνυ^ν ὑ^ποκρι^τὰ_ς ἀ^λώπεκα^ς ἐκά^λεσεν ἡ γρα^φή.
τοὺς τοίνυν ὑποκριτὰς ἀλώπεκας ἐκάλεσεν ἡ γραφή.
εἰς τοσαύτα_ς οὖν, ἀ^δελφοί, ἀπρεπεῖς κατηνέχθη μορφὰ_ς καὶ ὁμοιώσεις ἡ εἰκὼν τοῦ θεοῦ, ὥστε οὐδὲν ἕτερον ὀνομάζει ἡ γρα^φὴ τὴν οἰκουμένην ἅ^πα_σα^ν πρὶ^ν ἐπι^λάμψῃ αὐτῇ ἡ γνῶσι^ς τῆς εὐσεβεία_ς ἢ ἄλογα^ καὶ κτήνη καὶ ἑρπετὰ^ καὶ θῆρα^ς ἀγρί^ους.
εἰς τοσαύτας οὖν, ἀδελφοί, ἀπρεπεῖς κατηνέχθη μορφὰς καὶ ὁμοιώσεις ἡ εἰκὼν τοῦ θεοῦ, ὥστε οὐδὲν ἕτερον ὀνομάζει ἡ γραφὴ τὴν οἰκουμένην ἅπασαν πρὶν ἐπιλάμψῃ αὐτῇ ἡ γνῶσις τῆς εὐσεβείας ἢ ἄλογα καὶ κτήνη καὶ ἑρπετὰ καὶ θῆρας ἀγρίους.
ἀμέλει γοῦν καὶ τὸν κορυ^φαῖον τῶν ἀ^ποστόλων πέτρον βουληθεὶς ὁ φι^λάνθρωπος θεὸς δυσωπῆσαι, ὥστε πά^ντα^ς δέχεσθαι τοὺς ἐκ τῶν ἀλλοφύ_λων προσι^όντα^ς, τὴν θαυμασίαν ἐκείνην καὶ ξένην ἔδειξε σινδόνα κα^θιεμένην ἐκ τοῦ οὐρα^νοῦ ἐν τέτταρσι^ν ἀρχαῖς, ἐν ᾗ ὑ^πῆρχε πά^ντα^ τὰ^ τετρά^ποδα^ τῆς γῆς καὶ τὰ^ πετεινὰ^ τοῦ οὐρ...
ἀμέλει γοῦν καὶ τὸν κορυφαῖον τῶν ἀποστόλων πέτρον βουληθεὶς ὁ φιλάνθρωπος θεὸς δυσωπῆσαι, ὥστε πάντας δέχεσθαι τοὺς ἐκ τῶν ἀλλοφύλων προσιόντας, τὴν θαυμασίαν ἐκείνην καὶ ξένην ἔδειξε σινδόνα καθιεμένην ἐκ τοῦ οὐρανοῦ ἐν τέτταρσιν ἀρχαῖς, ἐν ᾗ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία κ...
καί φησι^ πρὸς αὐτόν·
καί φησι πρὸς αὐτόν·
ἀναστάς, πέτρε, θῦσον καὶ φά^γε.
ἀναστάς, πέτρε, θῦσον καὶ φάγε.
ὁ δὲ ἀ^πόστολος ἔφη·
ὁ δὲ ἀπόστολος ἔφη·
μηδαμῶς, κύ_ρι^ε·
μηδαμῶς, κύριε·
οὐδέποτε γὰ^ρ ἔφα^γον πᾶν κοινὸν καὶ ἀ^κά^θα^ρτον.
οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
ἀγνοήσας γὰ^ρ τῆς εἰκόνος τὸ αἴνιγμα^ ὁ πέτρος καὶ νομί^σα_ς αἰσθητὰ^ εἶναι τὰ^ ὁρώμενα^, ἀ^παγορεύει τὴν βρῶσι^ν, τὴν ἰουδαϊκὴν φυλάττων συνήθεια^ν, καί φησι^·
ἀγνοήσας γὰρ τῆς εἰκόνος τὸ αἴνιγμα ὁ πέτρος καὶ νομίσας αἰσθητὰ εἶναι τὰ ὁρώμενα, ἀπαγορεύει τὴν βρῶσιν, τὴν ἰουδαϊκὴν φυλάττων συνήθειαν, καί φησι·
μηδαμῶς, κύ_ρι^ε·
μηδαμῶς, κύριε·
οὐδέποτε γὰ^ρ ἔφα^γον πᾶν κοινὸν ἢ ἀ^κά^θα^ρτον.
οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
ὁ δὲ κύ_ρι^ος ἔφη πρὸς αὐτόν·
ὁ δὲ κύριος ἔφη πρὸς αὐτόν·
ἃ ὁ θεὸς ἐκα^θά^ρι^σε, σὺ^ μὴ κοίνου.
ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
ταῦτα^ τοίνυ^ν δι^ελέγετο ὁ σωτὴρ τῷ ἀποστόλῳ περὶ^ τῶν τετρα^πόδων τῶν φαινομένων καὶ τῶν θηρί^ων καὶ τῶν πετεινῶν·
ταῦτα τοίνυν διελέγετο ὁ σωτὴρ τῷ ἀποστόλῳ περὶ τῶν τετραπόδων τῶν φαινομένων καὶ τῶν θηρίων καὶ τῶν πετεινῶν·
ὁ δὲ ἀ^πόστολος τοῦ χριστοῦ πέτρος ἐνόησε μετὰ^ ταῦτα, ὅτι^ οὐ τὰ^ πετεινὰ^ καὶ τὰ^ θηρί^α^ ᾐνίξατο ὁ σωτὴρ δι^ὰ^ τῆς ὀθόνης, ἀλλὰ^ τὰ^ ἔθνη πά^ντα^, καί φησι^ τῷ κορνηλίῳ, δι^α^λεγόμενος αὐτῷ·
ὁ δὲ ἀπόστολος τοῦ χριστοῦ πέτρος ἐνόησε μετὰ ταῦτα, ὅτι οὐ τὰ πετεινὰ καὶ τὰ θηρία ᾐνίξατο ὁ σωτὴρ διὰ τῆς ὀθόνης, ἀλλὰ τὰ ἔθνη πάντα, καί φησι τῷ κορνηλίῳ, διαλεγόμενος αὐτῷ·
ὑμεῖς ἐπίστασθε, ὅτι^ ἀθέμιτόν ἐστι^ν ἀνδρὶ^ ἰουδαίῳ κολλᾶσθαι τι^νι^ ἀλλοφύ_λῳ·
ὑμεῖς ἐπίστασθε, ὅτι ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι τινι ἀλλοφύλῳ·
ὁ δὲ θεὸς ἔδειξέ μοι μηδενα^ κοινὸν ἢ ἀ^κά^θα^ρτον λέγειν ἄνθρωπον.
ὁ δὲ θεὸς ἔδειξέ μοι μηδενα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
ἔμαθες, ἀ^δελφέ, ὅπως δι^α^φόρως ταῖς τῶν ἀλόγων προσηγορί^αις ὑβρίσθημεν;
ἔμαθες, ἀδελφέ, ὅπως διαφόρως ταῖς τῶν ἀλόγων προσηγορίαις ὑβρίσθημεν;
ὅταν πά^λι^ν τότε συμβοσκησθήσεται λύ^κος μετὰ^ ἀρνοῦ καὶ πάρδα^λι^ς συ^ναναπαύσεται ἐρί^φῳ καὶ λέων καὶ βοῦς βοσκηθήσονται καὶ ἅ^μα^ ἄχυ^ρα^ φά^γονται.
ὅταν πάλιν τότε συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ λέων καὶ βοῦς βοσκηθήσονται καὶ ἅμα ἄχυρα φάγονται.
νόησον τὸ αἴνιγμα^ καὶ ἔκλαβε σα^φῶς τὴν θεωρί^α_ν, ὅτι^ οὐ τῶν ἀλόγων θηρί^ων σύνοδον μηνύ^ει, ἀλλὰ^ τὴν ἀνθρώπων κοινωνί^α_ν, καὶ ἑρμηνεύει σα^φῶς τῆς εὐσεβεία_ς τὴν κονωνίαν καὶ τὴν δι^ὰ^ τῆς χά^ρι^τος ἐπι^λάμψασα^ν σωτηρί^α_ν πᾶσι^ν ἀνθρώποις.
νόησον τὸ αἴνιγμα καὶ ἔκλαβε σαφῶς τὴν θεωρίαν, ὅτι οὐ τῶν ἀλόγων θηρίων σύνοδον μηνύει, ἀλλὰ τὴν ἀνθρώπων κοινωνίαν, καὶ ἑρμηνεύει σαφῶς τῆς εὐσεβείας τὴν κονωνίαν καὶ τὴν διὰ τῆς χάριτος ἐπιλάμψασαν σωτηρίαν πᾶσιν ἀνθρώποις.
ὅταν γὰ^ρ ἴ^δῃς ἐν ἐκκλησί^ᾳ πένητα^ πλουσί^ῳ συ^μπαρεστῶτα^, ἰδιώτην ἄ^ρχοντι^, εὐτελῆ τῷ ὑπερέχοντι^, τὸν ἔξω τρέμοντα^ τὴν δυναστείαν, νόησον τί^ ἐστι^ τὸ συμβοσκησθήσεται λύ^κος μετὰ^ ἀρνοῦ.
ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ συμπαρεστῶτα, ἰδιώτην ἄρχοντι, εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, νόησον τί ἐστι τὸ συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ.
λύκον τοίνυ^ν κα^λεῖ τὸν πλούσι^ον, ἀρνί^ον δὲ τὸν πτωχόν.
λύκον τοίνυν καλεῖ τὸν πλούσιον, ἀρνίον δὲ τὸν πτωχόν.
καὶ πόθεν τοῦτο;
καὶ πόθεν τοῦτο;
ὅτι^ κοινωνήσει λύ^κος ἀρνίῳ, ὃν τρόπον πλούσι^ος μετὰ^ πτωχοῦ.
ὅτι κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ.
καὶ πρόσεχε ἀ^κρι_βῶς·
καὶ πρόσεχε ἀκριβῶς·
ἔστηκε πολλά^κι^ς πλούσι^ος καὶ πένης ἐν ἐκκλησί^ᾳ·
ἔστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ·
κα^τέλα^βέ σε ὥρα_ τῶν μυ^στηρί^ων·
κατέλαβέ σε ὥρα τῶν μυστηρίων·
ἐξωθεῖται ὁ πλούσι^ος ὡς ἀμύητος, ἵ^στα^ται δὲ ὁ πένης ἐντὸς τῶν οὐρα^νί^ων σκηνῶν·
ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν·
καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσι^ος·
καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος·
οἶδε γὰ^ρ ἑαυτὸν ἀ^λλότρι^ον τῶν θείων μυ^στηρί^ων.
οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων.
ἀλλ' ὢ τῆς θεία_ς χά^ρι^τος·
ἀλλ' ὢ τῆς θείας χάριτος·
οὐ μόνον ὁμοτι_μία ὑ^πά^ρχει ἐν τῇ ἐκκλησί^ᾳ δι^ὰ^ τὴν τοῦ θεοῦ χά^ρι^ν, ἀλλὰ^ καὶ ἡνί^κα^ ἵστανται, πολλά^κι^ς ὁ πένης τὸν πλούσι^ον πρωτεύει ἐν τῇ εὐσεβείᾳ·
οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ·
καὶ οὐδὲν ὁ πλοῦτος ὤνησε τὸν ἔχοντα^ ἐκ τῆς εὐσεβεία_ς, οὐ δὲ πενί^α_ τὸν πιστὸν ἐζημίωσε, πα^ριστῶσα^ αὐτὸν μετὰ^ θάρσους τῷ ἁ^γί^ῳ θυσιαστηρίῳ.
καὶ οὐδὲν ὁ πλοῦτος ὤνησε τὸν ἔχοντα ἐκ τῆς εὐσεβείας, οὐ δὲ πενία τὸν πιστὸν ἐζημίωσε, παριστῶσα αὐτὸν μετὰ θάρσους τῷ ἁγίῳ θυσιαστηρίῳ.
ταῦτα δὲ λέγω, ἀ^γα^πητοί, περὶ^ τῶν κατηχουμένων καὶ οὐ περὶ^ τῶν ἁπλῶς πλουσί^ων.
ταῦτα δὲ λέγω, ἀγαπητοί, περὶ τῶν κατηχουμένων καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων.
ἐννόησον, ἀ^δελφέ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησί^α_ς πολλά^κι^ς δεσπότης καὶ προσεδρεύει τοῖς μυ^στηρί^οις πιστὸς οἰκέτης·
ἐννόησον, ἀδελφέ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας πολλάκις δεσπότης καὶ προσεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης·
ἀ^να^χωρεῖ ἡ δέσποινα^ καὶ μένει ἡ θεράπαινα^·
ἀναχωρεῖ ἡ δέσποινα καὶ μένει ἡ θεράπαινα·
πρόσωπον γὰ^ρ ἀνθρώπου θεὸς οὐ λα^μβά^νει.
πρόσωπον γὰρ ἀνθρώπου θεὸς οὐ λαμβάνει.
οὐκ ἔστι^ τοίνυ^ν ἐν τῇ ἐκκλησί^ᾳ δοῦλος καὶ ἐλεύθερος, ἀλλ' ἐκεῖνον οἶδεν ἡ γρα^φὴ δοῦλον τὸν τὴν ἁ^μαρτί^α_ν δεδουλωμένον.
οὐκ ἔστι τοίνυν ἐν τῇ ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος, ἀλλ' ἐκεῖνον οἶδεν ἡ γραφὴ δοῦλον τὸν τὴν ἁμαρτίαν δεδουλωμένον.
ὁ γὰ^ρ ποιῶν φησι^ τὴν ἁ^μαρτί^α_ν δοῦλός ἐστι^ τῆς ἁ^μαρτί^α_ς.
ὁ γὰρ ποιῶν φησι τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.
καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑ^πὸ τῆς θεία_ς χά^ρι^τος ἠλευθερωμένον.
καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον.
ὁ γὰ^ρ νόμος φησὶ^ τοῦ πνεύμα^τος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με ἀ^πὸ νόμου τῆς ἁ^μαρτί^α_ς.
ὁ γὰρ νόμος φησὶ τοῦ πνεύματος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ νόμου τῆς ἁμαρτίας.
ἐπεὶ οὖν ἡ εἰκὼν διαφθόρως, ὡς ἔφθημεν εἰπόντες, ἔφθαρτο καὶ δι^ελέλυ^το, ἦλθεν ὁ σωτὴρ καὶ τὴν ἰ^δί^α_ν εἰκόνα^ πά^λι^ν ἀ^νέστησε, καὶ ἣν κατέσπασεν ὁ δι^ά^βολος, ταύτην ἐφόρεσεν ὁ δημιουργός, ἄνθρωπος γενόμενος ὁ φι^λάνθρωπος, οὐ τὴν ἀ^ξί^α_ν ὑβρίζων, ἀλλὰ^ τὴν φιλανθρωπίαν ὁρίζων.
ἐπεὶ οὖν ἡ εἰκὼν διαφθόρως, ὡς ἔφθημεν εἰπόντες, ἔφθαρτο καὶ διελέλυτο, ἦλθεν ὁ σωτὴρ καὶ τὴν ἰδίαν εἰκόνα πάλιν ἀνέστησε, καὶ ἣν κατέσπασεν ὁ διάβολος, ταύτην ἐφόρεσεν ὁ δημιουργός, ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος, οὐ τὴν ἀξίαν ὑβρίζων, ἀλλὰ τὴν φιλανθρωπίαν ὁρίζων.
ὅθεν τοῦτο τὸ θεῖον καὶ ξένον ἔνδυ_μα^ ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν, εὐπρέπεια^ν ἐνεδύ_σα^το.
ὅθεν τοῦτο τὸ θεῖον καὶ ξένον ἔνδυμα ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
οὐ τῇ ἀ^νά^ρχῳ καὶ ἀσωμά^τῳ θεότητι^ ἔνδυ_μα^ δί^δοται οὐδὲν γὰ^ρ εὐπρεπέστερον θεοῦ, ἵ^να_ θεὸς εὐπρέπεια^ν ἐνδύ_σηται.
οὐ τῇ ἀνάρχῳ καὶ ἀσωμάτῳ θεότητι ἔνδυμα δίδοται οὐδὲν γὰρ εὐπρεπέστερον θεοῦ, ἵνα θεὸς εὐπρέπειαν ἐνδύσηται.
, ἀλλὰ^ τῇ ἀ^νθρωπί^νῃ φύ^σει.
, ἀλλὰ τῇ ἀνθρωπίνῃ φύσει.
ἡμεῖς γὰ^ρ οἱ ἄνθρωποι τὰ^ ἀσχήμονα^ τῶν μελῶν τῇ εὐπρεπείᾳ τῶν ἐνδυ_μά^των κα^λύ^πτομεν·
ἡμεῖς γὰρ οἱ ἄνθρωποι τὰ ἀσχήμονα τῶν μελῶν τῇ εὐπρεπείᾳ τῶν ἐνδυμάτων καλύπτομεν·
ὁ δὲ θεὸς ἁπλοῦς ὢν καὶ ἀσχημά^τιστος καὶ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσι^τον, ποία_ς εὐπρεπεία_ς δέεται ἢ ποῖον ἔνδυ_μα^ περι^βά^λλεται;
ὁ δὲ θεὸς ἁπλοῦς ὢν καὶ ἀσχημάτιστος καὶ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ποίας εὐπρεπείας δέεται ἢ ποῖον ἔνδυμα περιβάλλεται;
ἦ δῆλον ὅτι τοῦ σώμα^τος ἀνάληψι^ν ὁ προφήτης ὠνόμα^σεν εὐπρέπεια^ν.
ἦ δῆλον ὅτι τοῦ σώματος ἀνάληψιν ὁ προφήτης ὠνόμασεν εὐπρέπειαν.
καλεῖ δὲ καὶ τὴν οἰκεία_ν σάρκα^ εὐπρέπεια^ν, οὐ δι^ὰ^ τὴν τοῦ σώμα^τος φύ^σι^ν, ἀλλὰ^ δι^ὰ^ τὴν τῶν ἀ^ρετῶν κα^τόρθωσι^ν.
καλεῖ δὲ καὶ τὴν οἰκείαν σάρκα εὐπρέπειαν, οὐ διὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ διὰ τὴν τῶν ἀρετῶν κατόρθωσιν.
δι^ὰ^ τοῦτο εὐπρεπὲς τὸ σῶ^μα^ τοῦ κυ_ρί^ου, οὐκ ἐπειδὴ σῶ^μα^ ἦν μόνον, ἀλλ' ἐπειδὴ ἁ^μαρτί^α_ν οὐκ ἐποίησεν, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόμα^τι^ αὐτοῦ.
διὰ τοῦτο εὐπρεπὲς τὸ σῶμα τοῦ κυρίου, οὐκ ἐπειδὴ σῶμα ἦν μόνον, ἀλλ' ἐπειδὴ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.
ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν, εὐπρέπεια^ν ἐνεδύ_σα^το.
ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
πάντας ἀνθρώπους ἐνδύ_σει καὶ περι^θήσει ὡς κόσμον νύμφης.
πάντας ἀνθρώπους ἐνδύσει καὶ περιθήσει ὡς κόσμον νύμφης.
ἐνεδύσατο κύ_ρι^ος δύ^να^μι^ν καὶ περι^εζώσατο·
ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο·
καί·
καί·
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ^ τὸν μηρόν σου, δυ^να^τέ, καὶ τὰ^ ἑξῆς.
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, καὶ τὰ ἑξῆς.
καὶ ταῦτα ὥσπερ ὁπλίτην τι^νὰ^ δείκνυ_σι^ τὸν βα^σι^λέα^ χριστὸν, ὅπλα^ τι^νὰ^ τοῦ γηΐ^νου σώμα^τος ἐνδυ^όμενον.
καὶ ταῦτα ὥσπερ ὁπλίτην τινὰ δείκνυσι τὸν βασιλέα χριστὸν, ὅπλα τινὰ τοῦ γηΐνου σώματος ἐνδυόμενον.
καὶ εἰκότως γηΐ^νου.
καὶ εἰκότως γηΐνου.
οὐ γὰ^ρ ὁμοίως τοῖς ἀνθρώποις ὁπλίζεται.
οὐ γὰρ ὁμοίως τοῖς ἀνθρώποις ὁπλίζεται.
καὶ ὅπως ἄ^κουε.
καὶ ὅπως ἄκουε.
ἡμεῖς ἄνθρωποι ὅτε πολλά^κι^ς ὁπλιζόμεθα^, τὸ ἀσθενὲς φυλάττομεν ὑ^πὸ τοῦ ἰσχυ_ροῦ.
ἡμεῖς ἄνθρωποι ὅτε πολλάκις ὁπλιζόμεθα, τὸ ἀσθενὲς φυλάττομεν ὑπὸ τοῦ ἰσχυροῦ.
ὁ θεὸς ὢν ἰσχυ_ρὸς καὶ κρα^ταιὸς καὶ δυ^να^τός, τὸ γήϊ^νον καὶ ἀσθενὲς περι^βά^λλεται σῶ^μα^, οὐχ ὑβρίζων τὴν ἀ^ξί^α_ν, ἀλλὰ^ δι^ὰ^ τοῦ ἀσθενοῦς τὸ ὑπερβά^λλον τῆς δυ^νά^μεως ἐνδεικνύμενος, ὡς ἀρκεῖ σοι ἡ χά^ρι^ς μου·
ὁ θεὸς ὢν ἰσχυρὸς καὶ κραταιὸς καὶ δυνατός, τὸ γήϊνον καὶ ἀσθενὲς περιβάλλεται σῶμα, οὐχ ὑβρίζων τὴν ἀξίαν, ἀλλὰ διὰ τοῦ ἀσθενοῦς τὸ ὑπερβάλλον τῆς δυνάμεως ἐνδεικνύμενος, ὡς ἀρκεῖ σοι ἡ χάρις μου·
ἡ γὰ^ρ δύ^να^μί^ς μου ἐν ἀσθενείᾳ τελειοῦται.
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί^ν.
τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.
ἐνεδύσατο κύ_ρι^ος δύ^να^μι^ν, τουτέστι^ διὰ τῆς σαρκὸς ἀναλάμψασα^ν οἰκονομίαν.
ἐνεδύσατο κύριος δύναμιν, τουτέστι διὰ τῆς σαρκὸς ἀναλάμψασαν οἰκονομίαν.
τί^ γὰ^ρ ἐκείνης τῆς τιμία_ς καὶ ἁγί^α_ς σαρκὸς δυ^να^τώτερον;
τί γὰρ ἐκείνης τῆς τιμίας καὶ ἁγίας σαρκὸς δυνατώτερον;
τί^ δὲ ἰσχυρότερον;
τί δὲ ἰσχυρότερον;
διὰ γὰ^ρ σώμα^τος τοὺς ἀσωμά^τους καὶ πονηροὺς δαίμονα^ς κα^τηγωνίσατο καὶ διὰ σταυροῦ τὰ_ς ἀντικειμένας δυ^νά^μεις ἐθριάμβευσεν.
διὰ γὰρ σώματος τοὺς ἀσωμάτους καὶ πονηροὺς δαίμονας κατηγωνίσατο καὶ διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
τὸ περιζωσθῆναι περι^γραφῆναι σημαίνει.
τὸ περιζωσθῆναι περιγραφῆναι σημαίνει.
ἐπεὶ οὖν ἡ ἁγί^α_ καὶ ἀπερίγραπτος φύ^σι^ς ἔδοξεν ἐν τῷ σώμα^τι^ περι^γράφεσθαι, οὐ περι^γραφεῖσα^ μὲν κα^τὰ^ τὴν ἰ^δί^α_ν φύ^σι^ν, περι^γεγράφθαι δὲ νομι^σθεῖσα^ κα^τὰ^ τὴν φαινομένην ὄψι^ν, εἰκότως ἔλεγεν·
ἐπεὶ οὖν ἡ ἁγία καὶ ἀπερίγραπτος φύσις ἔδοξεν ἐν τῷ σώματι περιγράφεσθαι, οὐ περιγραφεῖσα μὲν κατὰ τὴν ἰδίαν φύσιν, περιγεγράφθαι δὲ νομισθεῖσα κατὰ τὴν φαινομένην ὄψιν, εἰκότως ἔλεγεν·
ἐνεδύσατο κύ_ρι^ος δύ^να^μι^ν·
ἐνεδύσατο κύριος δύναμιν·
καὶ περι^εζώσατο.
καὶ περιεζώσατο.
καὶ τί τὸ ἐπα^γόμενον;
καὶ τί τὸ ἐπαγόμενον;
καὶ γὰ^ρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτι^ς οὐ σαλευθήσεται.
καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
ἐπεὶ οὖν τὰ^ πρῶτα^ ἐσά^λευσε τὴν οἰκουμένην ἡ ἁμαρτία, ἐλθὼν ὁ σωτὴρ ἔπηξε τὸν σταυρὸν καὶ ἐστερέωσε τὴν οἰκουμένην.
ἐπεὶ οὖν τὰ πρῶτα ἐσάλευσε τὴν οἰκουμένην ἡ ἁμαρτία, ἐλθὼν ὁ σωτὴρ ἔπηξε τὸν σταυρὸν καὶ ἐστερέωσε τὴν οἰκουμένην.
σὺ εἶ πέτρος καὶ ἐπὶ^ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησί^α_ν καὶ πύ^λαι ᾅδου οὐ κα^τισχύσουσι^ν αὐτῆς.
σὺ εἶ πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
ὁ μέντοι στερεὸς θεμέλι^ος ἕστηκεν ἔχων τὴν σφραγῖδα^ ταύτην.
ὁ μέντοι στερεὸς θεμέλιος ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην.
δύο οὖν ῥήμα^τα^ ἐξήνεγκεν ὁ δεσπότης·
δύο οὖν ῥήματα ἐξήνεγκεν ὁ δεσπότης·
ἐπὶ^ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησί^α_ν καὶ πύ^λαι ᾅδου οὐ κα^τισχύσουσι^ν αὐτῆς.
ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
οὐκ ἐχρήσα^το πολλῇ περιόδῳ λόγων.
οὐκ ἐχρήσατο πολλῇ περιόδῳ λόγων.
οὐκ εἶπε·
οὐκ εἶπε·
στερεῶ τὴν ἐκκλησί^α_ν καὶ οὔ τε βα^σι^λεῖς, οὔ τε ἄρχοντες, οὔ τε τύ^ρα^ννοι, οὔ τε δήμι^οι, οὔ τε σοφοί, οὔ τε ἄγροικοι, οὔ τε ῥήτορες περι^γενήσονται τῆς ἐκκλησί^α_ς.
στερεῶ τὴν ἐκκλησίαν καὶ οὔ τε βασιλεῖς, οὔ τε ἄρχοντες, οὔ τε τύραννοι, οὔ τε δήμιοι, οὔ τε σοφοί, οὔ τε ἄγροικοι, οὔ τε ῥήτορες περιγενήσονται τῆς ἐκκλησίας.
ἄμαχος γὰ^ρ καὶ ἀκαταγώνιστος ἡ βα^σι^λεία_ τοῦ χριστοῦ.
ἄμαχος γὰρ καὶ ἀκαταγώνιστος ἡ βασιλεία τοῦ χριστοῦ.