macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀλλὰ^ μὴν καὶ δαυῒδ τὰ^ αὐτὰ^ ἐκήρυττε, καὶ πᾶς δὲ προφήτης τὰ^ αὐτὰ^ ἐθέσπιζε· | ἀλλὰ μὴν καὶ δαυῒδ τὰ αὐτὰ ἐκήρυττε, καὶ πᾶς δὲ προφήτης τὰ αὐτὰ ἐθέσπιζε· |
πῶς φησι^ν ὁ προφήτης ἡσαΐας, σὺ^ γὰ^ρ θεὸς, καὶ οὐκ ᾔδειμεν, μὴ ἀ^ληθῶς τὸν σωτῆρα αἰνίττεται, τὸν ὄντα^ μὲν, οὐ γνωριζόμενον δέ; | πῶς φησιν ὁ προφήτης ἡσαΐας, σὺ γὰρ θεὸς, καὶ οὐκ ᾔδειμεν, μὴ ἀληθῶς τὸν σωτῆρα αἰνίττεται, τὸν ὄντα μὲν, οὐ γνωριζόμενον δέ; |
τὸ γὰ^ρ, σὺ^ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, οὐχ ἑαυτοῦ ἀ^γνοία_ς κα^τηγορεῖ, ἀλλὰ^ τοῦ λα_οῦ τὸ πρόσωπον ἀναδέχεται. | τὸ γὰρ, σὺ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, οὐχ ἑαυτοῦ ἀγνοίας κατηγορεῖ, ἀλλὰ τοῦ λαοῦ τὸ πρόσωπον ἀναδέχεται. |
συντείνει δὲ ἡ δι^δα^σκα^λί^α_, τὸ, σὺ^ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, τῷ φάσκοντι^, κύριε, ὑψηλός σου ὁ βρα^χίων, καὶ οὐκ ᾔδεισαν. | συντείνει δὲ ἡ διδασκαλία, τὸ, σὺ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, τῷ φάσκοντι, κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. |
καὶ ἵ^να_ ὅμως εἴπῃ. | καὶ ἵνα ὅμως εἴπῃ. |
σὺ γὰ^ρ εἶ ὁ θεὸς καὶ οὐκ ᾔδεισαν, θεὸς τοῦ ἰσραὴλ πάντων σωτὴρ, ἄ^κουε τῶν ἀγγέλων λεγόντων καὶ εὐαγγελιζομένων τοὺς ποιμένα^ς, μὴ φοβεῖσθε, εὐαγγελιζόμεθα^ ὑ_μῖν χαρὰν μεγὰλην· | σὺ γὰρ εἶ ὁ θεὸς καὶ οὐκ ᾔδεισαν, θεὸς τοῦ ἰσραὴλ πάντων σωτὴρ, ἄκουε τῶν ἀγγέλων λεγόντων καὶ εὐαγγελιζομένων τοὺς ποιμένας, μὴ φοβεῖσθε, εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγὰλην· |
ὅτι^ ἐτέχθη σήμερον ὑ_μῖν σωτὴρ, ὅς ἐστι^ χριστὸς κύριος· | ὅτι ἐτέχθη σήμερον ὑμῖν σωτὴρ, ὅς ἐστι χριστὸς κύριος· |
σὺ γὰ^ρ εἶ ὁ θεὸς τοῦ ἰσραὴλ πάντων σωτήρ. | σὺ γὰρ εἶ ὁ θεὸς τοῦ ἰσραὴλ πάντων σωτήρ. |
ἰδοὺ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορευθήσονται ἐν αἰσχύ_νῃ. | ἰδοὺ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορευθήσονται ἐν αἰσχύνῃ. |
ἔσονται γὰ^ρ ὡς οὐκ ὄντες, καὶ ὡς ἱ_μά^τι^ον παλαιωθήσονται· | ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ὡς ἱμάτιον παλαιωθήσονται· |
ἀντικειμένους κα^λῶν τοὺς τῷ λόγῳ ἀντιπίπτοντα^ς. | ἀντικειμένους καλῶν τοὺς τῷ λόγῳ ἀντιπίπτοντας. |
ἐπειδὴ γὰ^ρ ἐὰ^ν μὲν εἴπῃς ἕλληνι, ἢ ἑτέρῳ τι^νὶ^ τῷ τῆς εὐσεβεία_ς ἀπεσχοινισμένῳ, ὅτι^ ἐστι^ θεὸς, οὐ μά^χεται· | ἐπειδὴ γὰρ ἐὰν μὲν εἴπῃς ἕλληνι, ἢ ἑτέρῳ τινὶ τῷ τῆς εὐσεβείας ἀπεσχοινισμένῳ, ὅτι ἐστι θεὸς, οὐ μάχεται· |
ἐὰ^ν λέξῃς δὲ ὅτι^ ἐστι^ χριστὸς, δαιμονίζεται· | ἐὰν λέξῃς δὲ ὅτι ἐστι χριστὸς, δαιμονίζεται· |
ὥς πού φησι^ καὶ ὁ μα^κά^ριος δαυΐδ· | ὥς πού φησι καὶ ὁ μακάριος δαυΐδ· |
ὁ κύριος ἐβα^σί^λευσεν· | ὁ κύριος ἐβασίλευσεν· |
ὀργιζέσθωσα^ν λα_οί· | ὀργιζέσθωσαν λαοί· |
ὁ κα^θήμενος ἐπὶ^ τῶν χερουβίμ· | ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· |
σαλευθήτω ἡ γῆ. | σαλευθήτω ἡ γῆ. |
καὶ τι^ς ὁ κα^θήμενος; | καὶ τις ὁ καθήμενος; |
ἦ δῆλον ἐκεῖνος, πρὸς ὅν φησι^ν ὁ αὐτὸς προφήτης, ὁ κα^θήμενος ἐπὶ^ τῶν χερουβὶμ ἐμφάνηθι^, καὶ ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. | ἦ δῆλον ἐκεῖνος, πρὸς ὅν φησιν ὁ αὐτὸς προφήτης, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, καὶ ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. |
ὁρᾷς ὅτι^ οὐκ ἔχει χώρα_ν ἀπὸ τῶν λέξεων ἡ κα^τα^σκευα^ζομένη τοῖς αἱρετι^κοῖς κα^κουργία_. | ὁρᾷς ὅτι οὐκ ἔχει χώραν ἀπὸ τῶν λέξεων ἡ κατασκευαζομένη τοῖς αἱρετικοῖς κακουργία. |
ἀλλ' ὅπου μὲν τὸ ἰσότιμον, ἐγώ καὶ ὁ πατήρ· | ἀλλ' ὅπου μὲν τὸ ἰσότιμον, ἐγώ καὶ ὁ πατήρ· |
ὅπου δὲ τὸ οἰκονομι^κὸν, ὁ πέμψα_ς με μείζων μου ἐστί^· | ὅπου δὲ τὸ οἰκονομικὸν, ὁ πέμψας με μείζων μου ἐστί· |
δι^ὰ^ τὸ σχῆμα^ τῆς ἀ^ποστολῆς μείζων, οὐ δι^ὰ^ τὴν τῆς θεότητος ἕνωσι^ν. | διὰ τὸ σχῆμα τῆς ἀποστολῆς μείζων, οὐ διὰ τὴν τῆς θεότητος ἕνωσιν. |
οὕτως οὖν δεῖ προσέχειν ταῖς γραφαῖς, καὶ μὴ πα^ρέρχεσθαι τὰ^ θεῖα^ λόγι^α^. | οὕτως οὖν δεῖ προσέχειν ταῖς γραφαῖς, καὶ μὴ παρέρχεσθαι τὰ θεῖα λόγια. |
νῦν μὲν σὺ ὁλοκλήρου εὐαγγελίου καταγινώσκεις, ὁ δὲ σωτὴρ οὐδενὸς γράμμα^τος. | νῦν μὲν σὺ ὁλοκλήρου εὐαγγελίου καταγινώσκεις, ὁ δὲ σωτὴρ οὐδενὸς γράμματος. |
τοσοῦτον γοῦν ἐβουλήθη εὐλαβεῖς εἶναι ἡμᾶς περὶ^ τὴν γραφὴν, ὡς εἰπεῖν· | τοσοῦτον γοῦν ἐβουλήθη εὐλαβεῖς εἶναι ἡμᾶς περὶ τὴν γραφὴν, ὡς εἰπεῖν· |
ἀμὴν, ἀμὴν λέγω ὑ_μῖν, εὐκολώτερόν ἐστι^ τὸν οὐρα^νὸν καὶ τὴν γῆν πα^ρελθεῖν, ἢ τοῦ νόμου ἰῶτα^ ἓν, ἢ μί^α^ν κεραίαν πεσεῖν. | ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εὐκολώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου ἰῶτα ἓν, ἢ μίαν κεραίαν πεσεῖν. |
ὁ μὲν οὖν σωτὴρ οὐ δὲ τοῦ ἰῶτα^ κα^ταφρονεῖ, σὺ δὲ ὁλόκληρον γραφὴν διασπᾷς. | ὁ μὲν οὖν σωτὴρ οὐ δὲ τοῦ ἰῶτα καταφρονεῖ, σὺ δὲ ὁλόκληρον γραφὴν διασπᾷς. |
σαφῶς δὲ ἡμῖν ὁ λόγος δείκνυ_σι^ν, ὅτι^ ἡ περὶ^ τῶν γραφῶν γνῶσι^ς καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ἰσχυροτέρα τυγχά^νει. | σαφῶς δὲ ἡμῖν ὁ λόγος δείκνυσιν, ὅτι ἡ περὶ τῶν γραφῶν γνῶσις καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ἰσχυροτέρα τυγχάνει. |
οὐ γὰ^ρ τοσοῦτον δύ^να^ται νεκρῶν ἀνάστα^σι^ς, ὅσον ἡ τῶν γραφῶν ἀνάγνωσι^ς. | οὐ γὰρ τοσοῦτον δύναται νεκρῶν ἀνάστασις, ὅσον ἡ τῶν γραφῶν ἀνάγνωσις. |
καὶ ἄ^κουε τοῦ πατριά^ρχου ἀβραάμ, ὃς ἀ^κούει λέγοντος τοῦ πλουσί^ου αὐτῷ· | καὶ ἄκουε τοῦ πατριάρχου ἀβραάμ, ὃς ἀκούει λέγοντος τοῦ πλουσίου αὐτῷ· |
πά^τερ ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον λάζαρον, ἵνa εἴπῃ τοῖς ἀ^δελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν κρί^σιν ταύτην. | πάτερ ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον λάζαρον, ἵνa εἴπῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν κρίσιν ταύτην. |
καὶ τί φησι^ν; | καὶ τί φησιν; |
ἔχουσι μωϋσέα καὶ τοὺς προφήτα_ς ἀκουσάτωσα^ν αὐτῶν· | ἔχουσι μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν· |
ὁ δὲ λέγει, οὐχί, πάτερ ἀβραάμ· | ὁ δὲ λέγει, οὐχί, πάτερ ἀβραάμ· |
ἐὰ^ν μὴ τι^ς ἐκ νεκρῶν ἀ^να^στῇ, οὐ πι^στεύσουσι^ν. | ἐὰν μὴ τις ἐκ νεκρῶν ἀναστῇ, οὐ πιστεύσουσιν. |
ὁ δέ φησι^ πρὸς αὐτόν· | ὁ δέ φησι πρὸς αὐτόν· |
ἀμήν λέγω σοι, εἰ μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀ^κούσουσι^ν, οὐ δὲ ἐὰν τι^ς ἐκ νεκρῶν ἀ^να^στῇ, πι^στεύσουσι^. | ἀμήν λέγω σοι, εἰ μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούσουσιν, οὐ δὲ ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσι. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἆρα οὖν, εἰ ἀ^νέστη τι^ς ἐκ νεκρών, οὐχ ἂ^ν ἐπί^στευσα^ν; | ἆρα οὖν, εἰ ἀνέστη τις ἐκ νεκρών, οὐχ ἂν ἐπίστευσαν; |
οὐδαμώς. | οὐδαμώς. |
καὶ ὅρα_ τὴν ἀκολουθίαν. | καὶ ὅρα τὴν ἀκολουθίαν. |
ἆρα εἰ ἐφά^νη τι^ς ἐκ νεκρῶν τῶν πα^λαιῶν, ἢ τῶν καθ' ἡμᾶς ἀγνοουμένων, ἢ τῶν γνωριζομένων· | ἆρα εἰ ἐφάνη τις ἐκ νεκρῶν τῶν παλαιῶν, ἢ τῶν καθ' ἡμᾶς ἀγνοουμένων, ἢ τῶν γνωριζομένων· |
εἰ μὲν οὖν τῶν ἀγνοουμένων, ἡ ἄ^γνοια^ ἐσκέπαζε τὰ^ θαύμα^τα^. | εἰ μὲν οὖν τῶν ἀγνοουμένων, ἡ ἄγνοια ἐσκέπαζε τὰ θαύματα. |
εἰ ἐφά^νη σήμερον μωϋσῆς, πόθεν ᾔδεις ὅτι^ μωϋσῆς ἦν; | εἰ ἐφάνη σήμερον μωϋσῆς, πόθεν ᾔδεις ὅτι μωϋσῆς ἦν; |
εἰ ἐφά^νη σήμερον ἡσαΐας, πόθεν ᾔδεις ὅτι^ ἡσαΐας ἦν; | εἰ ἐφάνη σήμερον ἡσαΐας, πόθεν ᾔδεις ὅτι ἡσαΐας ἦν; |
εἰ δὲ ἄλλος τι^ς τῶν καθ' ἡμᾶς ἀποθα^νόντων ἠγείρετο, ἀλλὰ^ καὶ πάλιν τὸ θαῦμα^ συνεσκιάζετο, τῶν μὲν λεγόντων, οὗτός ἐστι^ν ὁ ἀποθα^νὼν, τῶν δὲ φασκόντων, οὐχ ὁ τεθνεώς ἐστι^ν οὗτος, ἀλλὰ^ δαίμων τι^ς καὶ φάντα^σμα^ ὑ^πά^ρχει. | εἰ δὲ ἄλλος τις τῶν καθ' ἡμᾶς ἀποθανόντων ἠγείρετο, ἀλλὰ καὶ πάλιν τὸ θαῦμα συνεσκιάζετο, τῶν μὲν λεγόντων, οὗτός ἐστιν ὁ ἀποθανὼν, τῶν δὲ φασκόντων, οὐχ ὁ τεθνεώς ἐστιν οὗτος, ἀλλὰ δαίμων τις καὶ φάντασμα ὑπάρχει. |
οὐκ ἀ^πορεῖ γὰ^ρ ἡ ἀ^πι^στί^α_ κα^κῆς ὁδοῦ. | οὐκ ἀπορεῖ γὰρ ἡ ἀπιστία κακῆς ὁδοῦ. |
καὶ τί θαυμαστὸν, εἰ ἠδύνατο ἡ τῶν ἀνθρώπων ἀγνωμοσύ^νη συκοφαντῆσαι καὶ νεκρὸν ἀ^ναστά^ντα^; | καὶ τί θαυμαστὸν, εἰ ἠδύνατο ἡ τῶν ἀνθρώπων ἀγνωμοσύνη συκοφαντῆσαι καὶ νεκρὸν ἀναστάντα; |
ὅπουγε ὁ τυφλὸς ἐθερα^πεύθη, καὶ οἱ μὲν ἔλεγον, ὅτι^ αὐτός ἐστι^ν· | ὅπουγε ὁ τυφλὸς ἐθεραπεύθη, καὶ οἱ μὲν ἔλεγον, ὅτι αὐτός ἐστιν· |
ἕτεροι ἔφασκον· | ἕτεροι ἔφασκον· |
οὔ· | οὔ· |
ἀλλ' ὅμοιος αὐτῷ ἐστι^ν· | ἀλλ' ὅμοιος αὐτῷ ἐστιν· |
ἐκείνου λέγοντος· | ἐκείνου λέγοντος· |
ἐγώ εἰμι^. | ἐγώ εἰμι. |
καὶ ὁ μὲν ἑαυτῷ ἐμα^ρτύ^ρει, καὶ τὸ θαῦμα^ ἐβόα_· | καὶ ὁ μὲν ἑαυτῷ ἐμαρτύρει, καὶ τὸ θαῦμα ἐβόα· |
ἡ δὲ ἀγνωμοσύ^νη ἠρνεῖτο. | ἡ δὲ ἀγνωμοσύνη ἠρνεῖτο. |
μὴ γὰ^ρ οὐκ ἀ^νέστησα^ν πολλοὶ ἐπὶ^ τοῦ σωτῆρος; | μὴ γὰρ οὐκ ἀνέστησαν πολλοὶ ἐπὶ τοῦ σωτῆρος; |
πολλὰ σώμα^τα^ τῶν κεκοιμημένων ἁ^γί^ων, ὥς φησι^ν ἡ γραφὴ, μετὰ^ τὴν τοῦ σταυροῦ οἰκονομίαν ἀ^νέστησα^ν ἐκ τῶν μνημείων, καὶ ἦλθον εἰς τὴν ἁγί^α_ν πόλι^ν, καὶ ἐνεφανίσθησα^ν πολλοῖς. | πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων, ὥς φησιν ἡ γραφὴ, μετὰ τὴν τοῦ σταυροῦ οἰκονομίαν ἀνέστησαν ἐκ τῶν μνημείων, καὶ ἦλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. |
μὴ τὸ θαῦμα^ τὴν ἀ^πιστίαν ἔσβεσεν, ἢ τὴν ἀγνωμοσύνην ἐνί_κησε; | μὴ τὸ θαῦμα τὴν ἀπιστίαν ἔσβεσεν, ἢ τὴν ἀγνωμοσύνην ἐνίκησε; |
καὶ γὰ^ρ σημεῖα^ τοῖς ἀπί^στοις, καὶ οὐ τοῖς πιστοῖς· | καὶ γὰρ σημεῖα τοῖς ἀπίστοις, καὶ οὐ τοῖς πιστοῖς· |
ὁ δὲ ἄπι^στος εὐκαίρως καὶ σημείων κα^ταφρονεῖ. | ὁ δὲ ἄπιστος εὐκαίρως καὶ σημείων καταφρονεῖ. |
ἀλλ' ὅρα_ εἰ ἐδυσωποῦντο ἀ^ναστά^ντα^ νεκρὸν, ὡς ἡδέως ᾐδέσθησα^ν λαζάρου. | ἀλλ' ὅρα εἰ ἐδυσωποῦντο ἀναστάντα νεκρὸν, ὡς ἡδέως ᾐδέσθησαν λαζάρου. |
λάζαρος ἐκ νεκρῶν ἀ^νέστη, καὶ ἐπειδὴ πολλοὶ δι^ὰ^ τὴν τοῦ λαζάρου ἀνάστασι^ν εἰς θέαν τοῦ σωτῆρος ἤρχοντο, ἐβουλεύσαντο οἱ ἰουδαῖοι ἀποκτεῖναι τὸν λάζαρον. | λάζαρος ἐκ νεκρῶν ἀνέστη, καὶ ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ λαζάρου ἀνάστασιν εἰς θέαν τοῦ σωτῆρος ἤρχοντο, ἐβουλεύσαντο οἱ ἰουδαῖοι ἀποκτεῖναι τὸν λάζαρον. |
ὅρα τὴν ἀγνωμοσύνην πανταχοῦ ἑαυτῆς μὴ ἀ^φιστα^μένην. | ὅρα τὴν ἀγνωμοσύνην πανταχοῦ ἑαυτῆς μὴ ἀφισταμένην. |
εἰκότως οὖν καὶ ὁ πατριάρχης ἔλεγεν· | εἰκότως οὖν καὶ ὁ πατριάρχης ἔλεγεν· |
εἰ μωϋσέως καὶ τῶν προφητῶν μὴ ἀ^κούσωσι^ν, οὐ δὲ, ἐὰν τι^ς ἐκ νεκρῶν ἀ^να^στῇ, πι^στεύσουσι^ν αὐτῷ. | εἰ μωϋσέως καὶ τῶν προφητῶν μὴ ἀκούσωσιν, οὐ δὲ, ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσιν αὐτῷ. |
καὶ νῦν οὖν αἱρετι^κῶν παῖδες, εἰ μωϋσέως καὶ τῶν προφητῶν καὶ τῶν εὐαγγελίων οὐχ ἀ^κούουσι^ν, οὐ δὲ ἐά^ν τι^ς ῥήξῃ μυ_ρί^α_ς φωνὰ_ς, ἀ^κούσονται. | καὶ νῦν οὖν αἱρετικῶν παῖδες, εἰ μωϋσέως καὶ τῶν προφητῶν καὶ τῶν εὐαγγελίων οὐχ ἀκούουσιν, οὐ δὲ ἐάν τις ῥήξῃ μυρίας φωνὰς, ἀκούσονται. |
ἀλλ' ἡμεῖς μὴ ἀποστῶμὲν τῆς ὁδοῦ. | ἀλλ' ἡμεῖς μὴ ἀποστῶμὲν τῆς ὁδοῦ. |
ἐγὼ γά^ρ εἰμι^ ἡ ὁδὸς, φησὶ^ν ὁ κύριος· | ἐγὼ γάρ εἰμι ἡ ὁδὸς, φησὶν ὁ κύριος· |
ὁ τοίνυ^ν ἐκβαίνων ἐκ τῆς ὁδοῦ, πλα^νᾶται· | ὁ τοίνυν ἐκβαίνων ἐκ τῆς ὁδοῦ, πλανᾶται· |
ὁ ἔξω τῶν γραφῶν ὁδεύων, χειμάζεται. | ὁ ἔξω τῶν γραφῶν ὁδεύων, χειμάζεται. |
ὥσπερ γὰ^ρ ἐν θα^λά^σσῃ ὁ πολλοῖς ἀ^νέμοις περι^φερόμενος οὐκ ἔχει ἐξ εὐθεία_ς διευθυνόμενον τὸν πλοῦν, ἀλλ' ὧδε κ ἀκεῖ ὑ^πὸ δι^α^φόρων ἀ^νέμων ῥιπίζεται· | ὥσπερ γὰρ ἐν θαλάσσῃ ὁ πολλοῖς ἀνέμοις περιφερόμενος οὐκ ἔχει ἐξ εὐθείας διευθυνόμενον τὸν πλοῦν, ἀλλ' ὧδε κ ἀκεῖ ὑπὸ διαφόρων ἀνέμων ῥιπίζεται· |
οὕτω δὴ καὶ ὁ δι^α^φόροις δι^δα^σκα^λί^αις ἑαυτὸν δι^δοὺς, καὶ μὴ στοιχῶν τῇ εὐαγγελικῇ δι^δα^σκα^λί^ᾳ, οὐδὲν δι^α^φέρει ὁλκά^δος κλυδωνιζομένης. | οὕτω δὴ καὶ ὁ διαφόροις διδασκαλίαις ἑαυτὸν διδοὺς, καὶ μὴ στοιχῶν τῇ εὐαγγελικῇ διδασκαλίᾳ, οὐδὲν διαφέρει ὁλκάδος κλυδωνιζομένης. |
δι^ὰ^ τοῦτό φησι^ καὶ ἡ γραφή· | διὰ τοῦτό φησι καὶ ἡ γραφή· |
μὴ παντὶ^ ἀνέμῳ λίκμα_· | μὴ παντὶ ἀνέμῳ λίκμα· |
καὶ ὁ ἑρμηνεὺς ἐπά^γει, καὶ μὴ παντὶ^ λόγῳ πίστευε. | καὶ ὁ ἑρμηνεὺς ἐπάγει, καὶ μὴ παντὶ λόγῳ πίστευε. |
καὶ ἵ^να_ μά^θῃς, ὅτι^ πάντα ἄ^νεμον πᾶσα^ν δι^δασκαλί^α_ν κα^λεῖ ἡ γραφὴ, παύλου ἄκουε λέγοντος· | καὶ ἵνα μάθῃς, ὅτι πάντα ἄνεμον πᾶσαν διδασκαλίαν καλεῖ ἡ γραφὴ, παύλου ἄκουε λέγοντος· |
ἵ^να_ μὴ ὦμεν νήπι^οι, κλυδωνιζόμενοι καὶ περι^φερόμενοι παντὶ^ ἀνέμῳ τῆς δι^δα^σκα^λί^α_ς, ἐν τῇ κυ^βείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδείαν τῆς πλά^νης. | ἵνα μὴ ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδείαν τῆς πλάνης. |
παντὶ^ ἀνέμῳ τῆς δι^δα^σκα^λί^α_ς. | παντὶ ἀνέμῳ τῆς διδασκαλίας. |
τὸ οὖν, παντὶ ἀνέμῳ, ἀντὶ^ τοῦ, πάσῃ δι^δα^σκα^λί^ᾳ. | τὸ οὖν, παντὶ ἀνέμῳ, ἀντὶ τοῦ, πάσῃ διδασκαλίᾳ. |
ὁ ἐκδοὺς ἑαυτὸν, κλυδωνίζεται, χειμάζεται, ναυαγεῖ. | ὁ ἐκδοὺς ἑαυτὸν, κλυδωνίζεται, χειμάζεται, ναυαγεῖ. |
εἷς γά^ρ ἐστι^ πλοῦς, μί^α^ ὁδὸς, εἷς λι^μὴν, ἡ πί^στι_ς· | εἷς γάρ ἐστι πλοῦς, μία ὁδὸς, εἷς λιμὴν, ἡ πίστις· |
αὕτη ὁδηγεῖ, αὕτη συγκλείει, αὕτη δέχεται. | αὕτη ὁδηγεῖ, αὕτη συγκλείει, αὕτη δέχεται. |
ὁ δὲ ἐκ πίστεως ἐκπίπτων, ναυαγεῖ, ὥς φησι^ν ὁ παῦλος τιμοθέῳ γρά^φων· | ὁ δὲ ἐκ πίστεως ἐκπίπτων, ναυαγεῖ, ὥς φησιν ὁ παῦλος τιμοθέῳ γράφων· |
ταύτην τὴν πα^ραγγελίαν πα^ρα^τί^θημί^ σοι, τέκνον τιμόθεε, ἵ^να_ στρα^τεύσῃς ἐν αὐτῷ τὴν κα^λὴν στρατείαν, ἔχων πίστι^ν καὶ ἀ^γα^θὴν συ^νείδησι^ν, ἥν τι^νες ἀ^πωσά^μενοι, περὶ^ τὴν πίστι^ν ἐναυάγησα^ν. | ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον τιμόθεε, ἵνα στρατεύσῃς ἐν αὐτῷ τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. |
ὁ γοῦν τῆς πίστεως ἀ^φιστά^μενος, ναυαγεῖ· | ὁ γοῦν τῆς πίστεως ἀφιστάμενος, ναυαγεῖ· |
ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα^ τὸ σκά^φος ὁρμίζει. | ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα τὸ σκάφος ὁρμίζει. |
μὴ τοίνυ^ν παντὶ ἀνέμῳ ὑ^πα^γώμεθα^. | μὴ τοίνυν παντὶ ἀνέμῳ ὑπαγώμεθα. |
μετὰ^ κύριον οὐκ ἔνι ἄλλη δι^δα^σκα^λί^α_· | μετὰ κύριον οὐκ ἔνι ἄλλη διδασκαλία· |
μετὰ^ γὰ^ρ μωϋσέα προσεδοκᾶτο χριστός· | μετὰ γὰρ μωϋσέα προσεδοκᾶτο χριστός· |
μετὰ^ δὲ χριστὸν οὐ προσδοκᾶται ἄλλος. | μετὰ δὲ χριστὸν οὐ προσδοκᾶται ἄλλος. |
διὰ τοῦτο μωϋσῆς μὲν βουλόμενος παιδεῦσαι τὸν λαόν, ὅτι^ οὐ δεῖ τοῖς ἑαυτοῦ νόμοις στοιχῆσαι μόνοις, ἀλλ' ἐκδέξασθαι τὴν τελείωσι^ν, ἔλεγε· | διὰ τοῦτο μωϋσῆς μὲν βουλόμενος παιδεῦσαι τὸν λαόν, ὅτι οὐ δεῖ τοῖς ἑαυτοῦ νόμοις στοιχῆσαι μόνοις, ἀλλ' ἐκδέξασθαι τὴν τελείωσιν, ἔλεγε· |
προφήτην ὑ_μῖν ἀ^να^στήσει κύριος ὁ θεὸς ὑ_μῶν, αὐτὸν ἀ^κούσεσθε. | προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, αὐτὸν ἀκούσεσθε. |
εἰ γὰ^ρ συ^νῄδει τὸ ἐντελὲς τῆς δι^δα^σκα^λί^α_ς, οὐκ ἂ^ν ἄλλον δι^δά^σκα^λον πα^ρεπέμψα^το λέγων· | εἰ γὰρ συνῄδει τὸ ἐντελὲς τῆς διδασκαλίας, οὐκ ἂν ἄλλον διδάσκαλον παρεπέμψατο λέγων· |
προφήτην ὑ_μῖν ἀ^να^στήσει κύριος ὁ θεὸς ὑ_μῶν, ἐκ τῶν ἀ^δελφῶν ὑ_μῶν, ὡς ἐμέ· | προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· |
διὰ τοῦτο, προφήτην, ἐπειδὴ ἐξ ὑ_μῶν. | διὰ τοῦτο, προφήτην, ἐπειδὴ ἐξ ὑμῶν. |
θεὸς μὲν γὰ^ρ οὐκ ἐξ ὑ_μῶν, προφήτης δὲ ἐξ ὑ_μῶν· | θεὸς μὲν γὰρ οὐκ ἐξ ὑμῶν, προφήτης δὲ ἐξ ὑμῶν· |
ὁ μὲν γὰ^ρ θεὸς ἐκ θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑ_μῶν, τὸ κα^τὰ^ σάρκα^· | ὁ μὲν γὰρ θεὸς ἐκ θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑμῶν, τὸ κατὰ σάρκα· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.