macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οὐ δὲ τοῦτο πα^ρέλι^πεν ὁ παῦλος, ἀλλὰ^ λα^μβά^νει αὐτὸ εἰς τύ^πον τοῦ σωτῆρος, καὶ φησι^ν· | οὐ δὲ τοῦτο παρέλιπεν ὁ παῦλος, ἀλλὰ λαμβάνει αὐτὸ εἰς τύπον τοῦ σωτῆρος, καὶ φησιν· |
οὐκ εἰς χειροποίητα^ ἅγι^α^ εἰσῆλθεν ὁ χριστὸς, ἀντίτυπα^ τῶν ἀ^ληθι^νῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρα^νὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑ^πὲρ ἡμῶν. | οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν. |
ὁρᾷς τὸν ἀρχιερέα^, ὅρα_ τὸν τύ^πον. | ὁρᾷς τὸν ἀρχιερέα, ὅρα τὸν τύπον. |
πά^λι^ν ἐθύ_ετο πρόβα^τον, καὶ ἦν εἰκὼν τοῦ σωτῆρος· | πάλιν ἐθύετο πρόβατον, καὶ ἦν εἰκὼν τοῦ σωτῆρος· |
ὡς πρόβα^τον ἐπὶ^ σφαγὴν ἤχθη. | ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. |
ἐθύετο μόσχος, ταῦρος, τὰ^ ἄλλα^ πά^ντα^ καὶ ἀ^πὸ τοῦ αἵμα^τος τῶν θυομένων ἐλά^μβα^νεν ὁ ἀρχιερεὺς τῷ δακτύ^λῳ, καὶ εἰσῄει εἰς τὰ^ ἅγια τῶν ἁ^γί^ων, καὶ ἔῤῥαινεν ἀ^πέναντι^ τοῦ ἱλαστηρί^ου ἑπτάκις. | ἐθύετο μόσχος, ταῦρος, τὰ ἄλλα πάντα καὶ ἀπὸ τοῦ αἵματος τῶν θυομένων ἐλάμβανεν ὁ ἀρχιερεὺς τῷ δακτύλῳ, καὶ εἰσῄει εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ ἔῤῥαινεν ἀπέναντι τοῦ ἱλαστηρίου ἑπτάκις. |
καὶ ἦν καὶ αὐτὸ τὸ ἱλαστήριον τύ^πος τοῦ σωτῆρος, καὶ τὸ αἷμα^ τὸ ῥαινόμενον τύπος αὐτοῦ, ἵ^να_ καὶ ὁ προσκυ^νούμενος καὶ τὸ δῶρον τὸ προσφερόμενον τῷ προσκυνουμένῳ εἶς καὶ ὁ αὐτὸς ᾖ. | καὶ ἦν καὶ αὐτὸ τὸ ἱλαστήριον τύπος τοῦ σωτῆρος, καὶ τὸ αἷμα τὸ ῥαινόμενον τύπος αὐτοῦ, ἵνα καὶ ὁ προσκυνούμενος καὶ τὸ δῶρον τὸ προσφερόμενον τῷ προσκυνουμένῳ εἶς καὶ ὁ αὐτὸς ᾖ. |
τούτων δὲ τῶν ζώων, ὧν τὸ αἷμα^ προσεφέρετο εἰς τὰ^ ἅγια, τὰ^ σώμα^τα^ κατεκαίετο ἔξω τῆς πα^ρεμβολῆς, καὶ ἡ τέφρα_ αὐτῶν ἡγίαζε τοὺς ἀνθρώπους, καὶ τοὺς κεκοινωμένους ἡγίαζε τὰ^ τῶν νεκρωθέντων ζώων λείψα^να^. | τούτων δὲ τῶν ζώων, ὧν τὸ αἷμα προσεφέρετο εἰς τὰ ἅγια, τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς, καὶ ἡ τέφρα αὐτῶν ἡγίαζε τοὺς ἀνθρώπους, καὶ τοὺς κεκοινωμένους ἡγίαζε τὰ τῶν νεκρωθέντων ζώων λείψανα. |
βλέπε τοίνυ^ν. | βλέπε τοίνυν. |
ζῶντα μὲν οὐχ ἡγίαζεν, ἀποτεφρωθέντα^ δὲ, καὶ εἰς θυ^σί^α_ν ἀ^παρτισθέντα^, ἁγιασμὸν ἔφερον τοῖς κεκοινωμένοις, καὶ ἦν τὰ^ αὐτὰ^ ζῷα^ καὶ ἔξω καιόμενα^, καὶ ἔσω προσφερόμενα^. | ζῶντα μὲν οὐχ ἡγίαζεν, ἀποτεφρωθέντα δὲ, καὶ εἰς θυσίαν ἀπαρτισθέντα, ἁγιασμὸν ἔφερον τοῖς κεκοινωμένοις, καὶ ἦν τὰ αὐτὰ ζῷα καὶ ἔξω καιόμενα, καὶ ἔσω προσφερόμενα. |
ὧν γὰ^ρ, φησὶ^ν, εἰσφέρεται ζώων τὸ αἷμα^ εἰς τὰ^ ἅγια τῶν ἁ^γί^ων, τούτων τὰ^ σώμα^τα^ κατεκαίετο ἔξω τῆς πα^ρεμβολῆς. | ὧν γὰρ, φησὶν, εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια τῶν ἁγίων, τούτων τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς. |
εἶπε τὸν τύ^πον, κα^θερμηνεύει τὴν ἀ^λήθεια^ν, καὶ φησι^· | εἶπε τὸν τύπον, καθερμηνεύει τὴν ἀλήθειαν, καὶ φησι· |
δι^ὸ καὶ ἰησοῦς, ἵ^να_ ἁγιάσῃ τὸν λα_ὸν, ἔξω τῆς πύλης ἔπα^θε. | διὸ καὶ ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. |
καὶ τί^ ἐπά^γει; | καὶ τί ἐπάγει; |
ἐξερχώμεθα οὖν πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. | ἐξερχώμεθα οὖν πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. |
ἔχεις τὸν τύ^πον· | ἔχεις τὸν τύπον· |
ἴ^δε τὴν ἀ^λήθεια^ν. | ἴδε τὴν ἀλήθειαν. |
ζήτησον πάλιν τὸ αἷμα^ καὶ τὸ ἱλαστήριον. | ζήτησον πάλιν τὸ αἷμα καὶ τὸ ἱλαστήριον. |
τὸ αἷμα^ ἐῤῥαίνετο, καὶ τὸ ἱλαστήριον ἐδέχετο, ὁ ἱλα^σμὸς ἐπέκειτο. | τὸ αἷμα ἐῤῥαίνετο, καὶ τὸ ἱλαστήριον ἐδέχετο, ὁ ἱλασμὸς ἐπέκειτο. |
τί^ τὸ ἱλαστήριον; | τί τὸ ἱλαστήριον; |
παύλου πάλιν ἄ^κουε λέγοντος ἐν τῇ πρὸς ῥωμαίους· | παύλου πάλιν ἄκουε λέγοντος ἐν τῇ πρὸς ῥωμαίους· |
πάντες γὰ^ρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι^, δι^ὰ^ τοῦ αἵμα^τος αὐτοῦ, δι^ὰ^ τῆς ἀπολυτρώσεως τῆς ἐν χριστῷ ἰησοῦ, ὃν προέθετο ὁ θεὸς ἱλα^ στήριον δι^ὰ^ τῆς πίστεως αὐτοῦ ἐν τῷ αἵμα^τι^ αὐτοῦ. | πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τοῦ αἵματος αὐτοῦ, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν χριστῷ ἰησοῦ, ὃν προέθετο ὁ θεὸς ἱλα στήριον διὰ τῆς πίστεως αὐτοῦ ἐν τῷ αἵματι αὐτοῦ. |
καὶ τὸ αἷμα^ αὐτοῦ, καὶ τὸ ἱλαστήριον αὐτοῦ. | καὶ τὸ αἷμα αὐτοῦ, καὶ τὸ ἱλαστήριον αὐτοῦ. |
ταῦτά μοι εἴρηται πά^ντα^, ὅτι^ πά^ντα^ δι' ἡμᾶς γέγονεν ὁ σωτὴρ θεὸς, καὶ θεοῦ μονογενὴς υἱὸς, οὐ δι' ἑαυτόν. | ταῦτά μοι εἴρηται πάντα, ὅτι πάντα δι' ἡμᾶς γέγονεν ὁ σωτὴρ θεὸς, καὶ θεοῦ μονογενὴς υἱὸς, οὐ δι' ἑαυτόν. |
ἄλλο δὲ τὸ δι' ἡμᾶς πραγματευόμενον, ἄλλο τὸ δι' ἑαυτὸν κα^τὰ^ τὴν θεότητα^ προσκυ^νούμενον· | ἄλλο δὲ τὸ δι' ἡμᾶς πραγματευόμενον, ἄλλο τὸ δι' ἑαυτὸν κατὰ τὴν θεότητα προσκυνούμενον· |
ἄλλο καὶ ἄλλο, οὐ νῦν μεμερισμένον, ἀλλὰ^ τῇ οἰκονομί^ᾳ συ^νημμένον, τῇ δὲ ἔννοιᾳ τεμνόμενον. | ἄλλο καὶ ἄλλο, οὐ νῦν μεμερισμένον, ἀλλὰ τῇ οἰκονομίᾳ συνημμένον, τῇ δὲ ἔννοιᾳ τεμνόμενον. |
ὅτα^ν τοίνυ^ν ἀ^κούσῃς ἢ ἀρχιερέα^, ἢ ποιμένα^, ἢ πρόβατον, ἢ να_ὸν, ἢ καταπέτασμα^, ἢ ἱλαστήριον, ἢ αἷμα^ ῥαντισμοῦ, ἢ ὅσα^ τοιαῦτα^, δι^ὰ^ πάντων γνώρισε τὴν δι^ὰ^ σέ γενομένην οἰκονομίαν. | ὅταν τοίνυν ἀκούσῃς ἢ ἀρχιερέα, ἢ ποιμένα, ἢ πρόβατον, ἢ ναὸν, ἢ καταπέτασμα, ἢ ἱλαστήριον, ἢ αἷμα ῥαντισμοῦ, ἢ ὅσα τοιαῦτα, διὰ πάντων γνώρισε τὴν διὰ σέ γενομένην οἰκονομίαν. |
ὅταν δὲ ἴ^δῃς σύνθρονον τὸν μονογενῆ τοῦτον γὰ^ρ ἐκήρυττεν ἡ ἐκκλησία, καὶ ἐπόμπευσεν, οὐκ ἐπαισχύνῃ τὰ^ θεῖα^ λόγι^α^. | ὅταν δὲ ἴδῃς σύνθρονον τὸν μονογενῆ τοῦτον γὰρ ἐκήρυττεν ἡ ἐκκλησία, καὶ ἐπόμπευσεν, οὐκ ἐπαισχύνῃ τὰ θεῖα λόγια. |
σοφία γὰ^ρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλα^τείαις παῤῥησίαν ἄ^γει, ἐπ ' ἄκρων δὲ τειχέων κηρύττεται. | σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει, ἐπ ' ἄκρων δὲ τειχέων κηρύττεται. |
ὅταν δὲ ἴ^δῃς κηρυττομένην θεοῦ σοφί^α_ν καὶ δύ^να^μι^ν, νόει τὴν ὑπεροχὴν τῆς δόξης, τὴν προαιώνιον ἀ^ξί^α_ν, τὴν ἄτρωτον, τὴν ἀμετάβλητον, τὴν ἀναλλοίωτον. | ὅταν δὲ ἴδῃς κηρυττομένην θεοῦ σοφίαν καὶ δύναμιν, νόει τὴν ὑπεροχὴν τῆς δόξης, τὴν προαιώνιον ἀξίαν, τὴν ἄτρωτον, τὴν ἀμετάβλητον, τὴν ἀναλλοίωτον. |
ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. | ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. |
παντα^χοῦ τὸ, ἦν, τὸ δὲ, οὐκ ἦν, οὐδα^μοῦ. | πανταχοῦ τὸ, ἦν, τὸ δὲ, οὐκ ἦν, οὐδαμοῦ. |
ἐὰ^ν νοήσῃς τὴν ὑπεροχὴν τῆς δόξης, οὐ σκανδαλισθήσῃ πρὸς τὴν τῆς σαρκὸς οἰκονομίαν. | ἐὰν νοήσῃς τὴν ὑπεροχὴν τῆς δόξης, οὐ σκανδαλισθήσῃ πρὸς τὴν τῆς σαρκὸς οἰκονομίαν. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
ἐὰ^ν ἀ^κούσῃς λέγοντος αἱρετι^κοῦ ὅτι^ ὁ πατὴρ ὁ πέμψα_ς με μείζων μου ἐστὶ^, λέγε αὐτῷ, ὅτι^ οὐδὲν θαυμαστὸν, εἰ τοῦ πατρὸς ἐλάττων δι^ὰ^ τὴν οἰκονομίαν, ὅπουγε καὶ ἀγγέλων ἠλαττώθη. | ἐὰν ἀκούσῃς λέγοντος αἱρετικοῦ ὅτι ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ, λέγε αὐτῷ, ὅτι οὐδὲν θαυμαστὸν, εἰ τοῦ πατρὸς ἐλάττων διὰ τὴν οἰκονομίαν, ὅπουγε καὶ ἀγγέλων ἠλαττώθη. |
σὺ^ σπουδάζεις δεῖξαι δι^ὰ^ τὴν κα^κί^α_ν, ὅτι^ τοῦ πατρὸς ἐλάττων· | σὺ σπουδάζεις δεῖξαι διὰ τὴν κακίαν, ὅτι τοῦ πατρὸς ἐλάττων· |
ἐγὼ δὲ αὐτὸν δείκνυ_μι^ δι^ὰ^ τὴν οἰκονομίαν καὶ ἀγγέλων ἐλάττονα^. | ἐγὼ δὲ αὐτὸν δείκνυμι διὰ τὴν οἰκονομίαν καὶ ἀγγέλων ἐλάττονα. |
καὶ σὺ^ μὲν οὖν βουλόμενος κα^τα^σκευά^σαι δι^α^φορὰ_ν οὐσί^α_ς πατρὸς καὶ υἱοῦ, πα^ρά^γεις τὸ ῥῆμα^, ὅτι^ ὁ πατὴρ ὁ πέμψα_ς με μείζων μου ἐστὶ^· | καὶ σὺ μὲν οὖν βουλόμενος κατασκευάσαι διαφορὰν οὐσίας πατρὸς καὶ υἱοῦ, παράγεις τὸ ῥῆμα, ὅτι ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ· |
ἐγὼ δὲ δείκνυ_μι^, ὅτι^ οὐ μόνον τοῦ πατρὸς ἐλάττων κα^τὰ^ τὴν λέξι^ν, ἀλλὰ^ καὶ ἀγγέλων. | ἐγὼ δὲ δείκνυμι, ὅτι οὐ μόνον τοῦ πατρὸς ἐλάττων κατὰ τὴν λέξιν, ἀλλὰ καὶ ἀγγέλων. |
ὁ γὰ^ρ μα^κά^ριος παῦλος πα^ρά^γων τοῦ δαυῒδ τὴν μαρτυρίαν, τὸ, τί^ ἐστι^ν ἄνθρωπος, ὅτι^ μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι^ ἐπισκέπτῃ αὐτόν ἠλάττωσας αὐτὸν βραχύ τι^ παρ' ἀγγέλους· | ὁ γὰρ μακάριος παῦλος παράγων τοῦ δαυῒδ τὴν μαρτυρίαν, τὸ, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· |
ἡρμήνευσε δι^ὰ^ τῆς πρὸς ἑβραίους ἐπιστολῆς· | ἡρμήνευσε διὰ τῆς πρὸς ἑβραίους ἐπιστολῆς· |
τὸν δὲ βρα^χὺ^ τι^ παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν ἰησοῦν δι^ὰ^ τὸ πά^θημα^ τοῦ θα^νά^του. | τὸν δὲ βραχὺ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου. |
τί^ τοίνυ^ν κάμνεις πολλὰ^, καὶ κα^τα^σκευά^ζεις δεῖξαι υἱὸν ἐλάττονα^ πατρός, ὅπου καὶ ἀγγέλων ἐλάττων, οὐ δι^ὰ^ τὴν ἀ^ξί^α_ν, ἀλλὰ^ δι^ὰ^ τὴν οἰκονομίαν; | τί τοίνυν κάμνεις πολλὰ, καὶ κατασκευάζεις δεῖξαι υἱὸν ἐλάττονα πατρός, ὅπου καὶ ἀγγέλων ἐλάττων, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν οἰκονομίαν; |
εἶτα τὸ, ὁ πέμψα_ς με πατὴρ μείζων μου ἐστὶ^ν, ἀ^κήκοα^ς· | εἶτα τὸ, ὁ πέμψας με πατὴρ μείζων μου ἐστὶν, ἀκήκοας· |
τῆς εὐαγγελικῆς ταύτης οὐκ ἀ^κούεις φωνῆς, ἢ σήμερον ἐπεβόα πᾶσι^ν, ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν; | τῆς εὐαγγελικῆς ταύτης οὐκ ἀκούεις φωνῆς, ἢ σήμερον ἐπεβόα πᾶσιν, ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν; |
καὶ πρόσεχε τῇ διαφορᾷ. | καὶ πρόσεχε τῇ διαφορᾷ. |
ὅπου τὸ, ἓν, οὐκ εἶπε τὸ, ὁ πέμψα_ς με, ἀλλ', ὁ πατήρ· | ὅπου τὸ, ἓν, οὐκ εἶπε τὸ, ὁ πέμψας με, ἀλλ', ὁ πατήρ· |
ὅπου τὴν ἕνωσι^ν ἠβουλήθη δεῖξαι καὶ τὴν τ αὐτότητα^, οὐκ εἶπεν, ἐγὼ καὶ ὁ πέμψα_ς με ἕν ἐσμεν, ἀλλ', ἐγὼ καὶ ὁ πατήρ. | ὅπου τὴν ἕνωσιν ἠβουλήθη δεῖξαι καὶ τὴν τ αὐτότητα, οὐκ εἶπεν, ἐγὼ καὶ ὁ πέμψας με ἕν ἐσμεν, ἀλλ', ἐγὼ καὶ ὁ πατήρ. |
πατρὸς καὶ υἱοῦ οὐδὲν τὸ μέσον· | πατρὸς καὶ υἱοῦ οὐδὲν τὸ μέσον· |
ὅπου δὲ τὸ, μείζων, προστί^θησι^ τὸ, ὁ πέμψα_ς με. | ὅπου δὲ τὸ, μείζων, προστίθησι τὸ, ὁ πέμψας με. |
τὸ γὰ^ρ πέμψαι, ἔργον οἰκονομί^α_ς· | τὸ γὰρ πέμψαι, ἔργον οἰκονομίας· |
τὸ δὲ πεμφθῆναι, οὐχ ἑρμηνεία_ θεότητος, ἀλλ' ἑρμηνεία_ τῆς οἰκονομί^α_ς. | τὸ δὲ πεμφθῆναι, οὐχ ἑρμηνεία θεότητος, ἀλλ' ἑρμηνεία τῆς οἰκονομίας. |
θεὸς γὰ^ρ οὔ τε ἀποστέλλει σωμα^τι^κῶς, οὔ τε ἀποστέλλεται. | θεὸς γὰρ οὔ τε ἀποστέλλει σωματικῶς, οὔ τε ἀποστέλλεται. |
καὶ ὅπως, ἄ^κουε. | καὶ ὅπως, ἄκουε. |
ὁ γὰ^ρ ἀποστέλλων, ἐν ἐκείνοις ἀποστέλλει τοῖς τόποις, ἐν οἷς μὴ πά^ρεστι^. | ὁ γὰρ ἀποστέλλων, ἐν ἐκείνοις ἀποστέλλει τοῖς τόποις, ἐν οἷς μὴ πάρεστι. |
δεῖξον τοίνυ^ν ἔρημον τόπον πατρὸς, δεῖξον τόπον γυμνὸν τοῦ υἱοῦ, δεῖξον τόπον ἀφεστηκότα^ τοῦ πνεύματος. | δεῖξον τοίνυν ἔρημον τόπον πατρὸς, δεῖξον τόπον γυμνὸν τοῦ υἱοῦ, δεῖξον τόπον ἀφεστηκότα τοῦ πνεύματος. |
καὶ ἔχει χώρα_ν, εἰ κα^τὰ^ τὴν λέξι^ν ἐνόησα^ς ὅτι^ ὁ μὲν ἀ^πέστειλεν, ὁ δὲ ἀπεστά^λη. | καὶ ἔχει χώραν, εἰ κατὰ τὴν λέξιν ἐνόησας ὅτι ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη. |
τὸ γοῦν, ἀπεστά^λη, οὐ τοπι^κὴν μετάβασι^ν δείκνυ_σι^ν, ἀλλὰ^ σωμα^τι^κὴν ὄψι^ν. | τὸ γοῦν, ἀπεστάλη, οὐ τοπικὴν μετάβασιν δείκνυσιν, ἀλλὰ σωματικὴν ὄψιν. |
οὐδὲ γὰ^ρ, ὅταν λέγῃ ἡ γραφὴ, ἐγένετο ἄνθρωπος ἀπεστα^λμένος πα^ρὰ^ θεοῦ, ὄνομα^ αὐτῷ ἰωάννης, ἤδη τὸν ἰωάννην ἐξ οὐρα^νῶν ἀ^φίχθαι νομίζομεν· | οὐδὲ γὰρ, ὅταν λέγῃ ἡ γραφὴ, ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ ἰωάννης, ἤδη τὸν ἰωάννην ἐξ οὐρανῶν ἀφίχθαι νομίζομεν· |
ἐπεὶ εἰ ἦν, φησὶ^, πῶς ἀπεστά^λη; | ἐπεὶ εἰ ἦν, φησὶ, πῶς ἀπεστάλη; |
ἀλλ' ἐπειδὴ οἰκονομίαν ἐνεχειρίσθη, τὴν οἰκονομίαν ἀποστολὴν ἐκά^λεσεν. | ἀλλ' ἐπειδὴ οἰκονομίαν ἐνεχειρίσθη, τὴν οἰκονομίαν ἀποστολὴν ἐκάλεσεν. |
ἡσαΐας ἐν ἱεροσολύμοις ἐν αὐτῷ τῷ να_ῷ εἶδε τὸν κύριον κα^θήμενον ἐπὶ^ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. | ἡσαΐας ἐν ἱεροσολύμοις ἐν αὐτῷ τῷ ναῷ εἶδε τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. |
ὢν ἐν τῇ πόλει καὶ ἐν τῷ να_ῷ, καὶ θεα_σά^μενος τὴν ὀπτασίαν, καὶ ἰ^δεῖν καταξιωθεὶς θεὸν ὡς δυ^να^τὸν ἀνθρώπῳ, ἤκουε τοῦ θεοῦ λέγοντος· | ὢν ἐν τῇ πόλει καὶ ἐν τῷ ναῷ, καὶ θεασάμενος τὴν ὀπτασίαν, καὶ ἰδεῖν καταξιωθεὶς θεὸν ὡς δυνατὸν ἀνθρώπῳ, ἤκουε τοῦ θεοῦ λέγοντος· |
τίνα ἀποστείλω πρὸς τὸν λα_ὸν τοῦτον; | τίνα ἀποστείλω πρὸς τὸν λαὸν τοῦτον; |
ἐν τῷ λα_ῷ ἦν, καὶ πῶς ἀποστέλλεται πρὸς τὸν λαόν; | ἐν τῷ λαῷ ἦν, καὶ πῶς ἀποστέλλεται πρὸς τὸν λαόν; |
οὕτως ἡ ἀποστολὴ οὐ τοπι^κὴν ἑρμηνεύει μετάβασι^ν, οὔ τε ὑπουργίαν δουλικὴν, ἀλλ' ἀ^νθρωπί^νην οἰκονομίαν. | οὕτως ἡ ἀποστολὴ οὐ τοπικὴν ἑρμηνεύει μετάβασιν, οὔ τε ὑπουργίαν δουλικὴν, ἀλλ' ἀνθρωπίνην οἰκονομίαν. |
ἄλλως δὲ εἰ τῇ λέξει δουλεύεις, τὴν λέξι^ν αἰδέσθητι^. | ἄλλως δὲ εἰ τῇ λέξει δουλεύεις, τὴν λέξιν αἰδέσθητι. |
εἰ ἀπεστά^λη, πῶς λέγει, καὶ ὁ πέμψα_ς με μετ' ἐμοῦ ἐστι^ν; | εἰ ἀπεστάλη, πῶς λέγει, καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν; |
οὐδεὶς γὰ^ρ ἀποστέλλων συ^ναπέρχεται τῷ ἀποσταλέντι^. | οὐδεὶς γὰρ ἀποστέλλων συναπέρχεται τῷ ἀποσταλέντι. |
τοῦτο γὰ^ρ οὐκ ἔστι^ν ἀποστεῖλαι, ἀλλὰ^ συ^νοδεῦσαι. | τοῦτο γὰρ οὐκ ἔστιν ἀποστεῖλαι, ἀλλὰ συνοδεῦσαι. |
ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί. | ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί. |
ποῦ ἡ ἀποστολή; | ποῦ ἡ ἀποστολή; |
καὶ ἵ^να_ μὴ τι^ς τὸ, ὁ πέμψα_ς με πατὴρ μετ' ἐμοῦ ἐστι^, κατ' ἐνέργεια^ν εἰρῆσθαι νομί^σῃ καὶ κα^τὰ^ βοήθεια^ν, φησί^ν· | καὶ ἵνα μὴ τις τὸ, ὁ πέμψας με πατὴρ μετ' ἐμοῦ ἐστι, κατ' ἐνέργειαν εἰρῆσθαι νομίσῃ καὶ κατὰ βοήθειαν, φησίν· |
ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων, κα^τὰ^ τὸ, ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί. | ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων, κατὰ τὸ, ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί. |
ταύτην γὰ^ρ τὴν φωνὴν καὶ ἡσαΐας προεκήρυξε λέγων· | ταύτην γὰρ τὴν φωνὴν καὶ ἡσαΐας προεκήρυξε λέγων· |
ἐκοπίασεν αἴγυπτος, καὶ ἡ ἐμπορία_ αἰθιόπων, καὶ οἱ σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ^ σὲ δι^α^βήσονται, καὶ ἐξακολουθήσουσί^ σοι χειροπέδαις δεδεμένοι, καὶ προσκυ^νήσουσί^ σοι, καὶ ἐν σοὶ προσεύξονται· | ἐκοπίασεν αἴγυπτος, καὶ ἡ ἐμπορία αἰθιόπων, καὶ οἱ σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἐξακολουθήσουσί σοι χειροπέδαις δεδεμένοι, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· |
ὅτι^ ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστι^ θεὸς πλὴν σοῦ. | ὅτι ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. |
πῶς ἐνδέχεται; | πῶς ἐνδέχεται; |
εἰ ἄλλος ἐστὶ^ν ἐν αὐτῷ, πῶς πλὴν αὐτοῦ οὐκ ἔστι^ν ἄλλος; | εἰ ἄλλος ἐστὶν ἐν αὐτῷ, πῶς πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος; |
ὅτι^ ἐν σοι ὁ θεὸς, καὶ οὐκ ἔστι^ θεὸς πλὴν σοῦ. | ὅτι ἐν σοι ὁ θεὸς, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. |
ἆρα οὐχ ἑρμηνεία_ ἐστὶ^ τοῦ εὐαγγελίου τούτου τοῦ λέγοντος, ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ, οἱ δύ^ο ἕν ἐσμεν; | ἆρα οὐχ ἑρμηνεία ἐστὶ τοῦ εὐαγγελίου τούτου τοῦ λέγοντος, ἐγὼ ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ, οἱ δύο ἕν ἐσμεν; |
τὸ γὰ^ρ, οὐκ ἔστι^ θεὸς πλὴν σοῦ, ἑρμηνεία_ ἐστὶ^ τοῦ, ἕν ἐσμεν. | τὸ γὰρ, οὐκ ἔστι θεὸς πλὴν σοῦ, ἑρμηνεία ἐστὶ τοῦ, ἕν ἐσμεν. |
καὶ ὅρα_ τὸ σοφὸν τῆς λέξεως, καὶ πεπληρωμένον δυ^νά^μεως. | καὶ ὅρα τὸ σοφὸν τῆς λέξεως, καὶ πεπληρωμένον δυνάμεως. |
τὸ, ἕν ἐσμεν, δίστομος μάχαιρα^ αἱρετι^κοὺς τέμνουσα^. | τὸ, ἕν ἐσμεν, δίστομος μάχαιρα αἱρετικοὺς τέμνουσα. |
τὸ μὲν γὰ^ρ, ἕν, ἐλέγχει τὴν τῶν ἀρειανῶν μανίαν· | τὸ μὲν γὰρ, ἕν, ἐλέγχει τὴν τῶν ἀρειανῶν μανίαν· |
τὸ δὲ, ἕν ἐσμεν, τὴν σαβελλίου σύγχυσι^ν. | τὸ δὲ, ἕν ἐσμεν, τὴν σαβελλίου σύγχυσιν. |
ὅτι^ ὁ θεὸς ἐν σοί ἐστι^, καὶ οὐκ ἔστι^ θεὸς πλὴν σοῦ. | ὅτι ὁ θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. |
καὶ ἵ^να_ δείξῃ ὁ προφήτης τὸν αὐτὸν ὄντα^ θεὸν ἐν θεῷ, ἐπά^γει· | καὶ ἵνα δείξῃ ὁ προφήτης τὸν αὐτὸν ὄντα θεὸν ἐν θεῷ, ἐπάγει· |
σὺ^ γὰ^ρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν. | σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν. |
οὐκ ᾔδεις σὺ^ ὅτι^ αὐτός ἐστι^ θεός; | οὐκ ᾔδεις σὺ ὅτι αὐτός ἐστι θεός; |
μωϋσῆς οὐ πρὸ σοῦ προεκήρυξεν; | μωϋσῆς οὐ πρὸ σοῦ προεκήρυξεν; |
οὐ μετὰ^ εἴκοσι^ καὶ μί^α^ν γενεὰν ἐγένου τοῦ μωϋσέως; | οὐ μετὰ εἴκοσι καὶ μίαν γενεὰν ἐγένου τοῦ μωϋσέως; |
ἀ^πὸ γὰ^ρ μωϋσέως ἕως δαυῒδ γενεαὶ ἑπτά^· | ἀπὸ γὰρ μωϋσέως ἕως δαυῒδ γενεαὶ ἑπτά· |
ἀ^πὸ δὲ τοῦ δαυῒδ μέχρι^ ἡσαΐου γενεαὶ δώδεκα^· | ἀπὸ δὲ τοῦ δαυῒδ μέχρι ἡσαΐου γενεαὶ δώδεκα· |
πρὸ γὰ^ρ δύ^ο γενεῶν βαβυλῶνός ἐστι^ν ἡσαΐας. | πρὸ γὰρ δύο γενεῶν βαβυλῶνός ἐστιν ἡσαΐας. |
ὃν τοίνυ^ν πρὸ εἰκοσι^πέντε γενεῶν ἐκήρυ^ξα^ν οἱ προφῆται, ὅτι^ θεὸς ἐστι^· | ὃν τοίνυν πρὸ εἰκοσιπέντε γενεῶν ἐκήρυξαν οἱ προφῆται, ὅτι θεὸς ἐστι· |
καὶ μωϋσῆς ἔλεγεν· | καὶ μωϋσῆς ἔλεγεν· |
ἄ^κουε, ἰσραὴλ, κύριος ὁ θεός σου. | ἄκουε, ἰσραὴλ, κύριος ὁ θεός σου. |
κύριος εἷς ἐστι^· | κύριος εἷς ἐστι· |
καὶ σαμουὴλ μὲν ἐπεβόα τὰ^ αὐτά^· | καὶ σαμουὴλ μὲν ἐπεβόα τὰ αὐτά· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.