macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην;
τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην;
ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα^·
ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα·
ὁ κρι^τὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.
ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.
ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰ^δεῖν, τί^νος ἕνεκεν ὁ θεὸς εἶπεν, ὅτι^ ἐμοὶ δανείζει ὁ δι^δοὺς πτωχῷ.
ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ θεὸς εἶπεν, ὅτι ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ.
ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσα^ν εἰς πλεονασμόν, ὡς ἔφθην εἰπών, καὶ μηδα^μοῦ τὸν χρήμα^τα^ ἔχοντα^ δανείζειν θέλοντα^ ἄ^νευ ἀ^σφα^λεία_ς·
ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμόν, ὡς ἔφθην εἰπών, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας·
ἀ^παιτεῖ γὰ^ρ ὁ δανείζων ἢ ὑποθήκην ἢ ἐνέχυρα^ ἢ τὸν ἀντιφωνοῦντα^ καὶ διὰ τῶν τρι^ῶν τούτων ἀ^σφα^λειῶν ἐμπιστεύει τὰ^ ἑαυτοῦ χρήμα^τα^ ἢ ἐγγύ^α_ς δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πρα_γμά^των ἢ ἐνέχυρα^·
ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην ἢ ἐνέχυρα ἢ τὸν ἀντιφωνοῦντα καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πραγμάτων ἢ ἐνέχυρα·
ἐπειδὴ οὖν εἶδεν ὁ θεός, ὅτι^ ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐ δὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων·
ἐπειδὴ οὖν εἶδεν ὁ θεός, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐ δὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων·
οὐ κέκτηται γὰ^ρ οὐδέν·
οὐ κέκτηται γὰρ οὐδέν·
οὐκ ἐνέχυρα^ φέρων·
οὐκ ἐνέχυρα φέρων·
γεγύμνωται γά^ρ·
γεγύμνωται γάρ·
οὐ τὸν ἀντιφωνοῦντα^ πα^ρέχων·
οὐ τὸν ἀντιφωνοῦντα παρέχων·
ἀ^πι^στεῖται γὰ^ρ διὰ τὴν ἀ^πορί^α_ν·
ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν·
ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα^ τῇ ἀ^πορί^ᾳ, καὶ τὸν ἔχοντα^ χρήμα^τα^ κινδυ_νεύοντα^ διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυ^ον μὲν τῷ πένητι^, ἐνέχυ^ρον δὲ τῷ δανείζοντι^.
ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι.
ἀπιστεῖς τούτῳ, φησί^, διὰ τὴν ἀ^πορί^α_ν·
ἀπιστεῖς τούτῳ, φησί, διὰ τὴν ἀπορίαν·
ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν.
ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν.
εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν·
εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν·
εἶδε τὸν πτωχόν, καὶ οὐ πα^ρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυ^ρον τῷ μηδὲν ἔχοντι^, καὶ τῷ ἀπόρῳ πα^ρέστη διὰ πολλὴν ἀγαθότητα^, ὅτι^ πα^ρέστη ἐκ δεξι^ῶν πένητος.
εἶδε τὸν πτωχόν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.
θάρσει, φησί^ν, ἐμοὶ δανείζεις.
θάρσει, φησίν, ἐμοὶ δανείζεις.
καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων;
καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων;
μάλιστα μὲν οὖν πα^ρα^νομώτα^τον παρὰ θεοῦ λόγον ἀ^παιτεῖν·
μάλιστα μὲν οὖν παρανομώτατον παρὰ θεοῦ λόγον ἀπαιτεῖν·
πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύ_σω τῇ φι^λανθρωπί^ᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα.
πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα.
δανείζων τοῖς ἄλλοις τί κερδαίνεις;
δανείζων τοῖς ἄλλοις τί κερδαίνεις;
τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς;
τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς;
οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς;
οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς;
ἐὰν δὲ πλεονά^σῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν.
ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν.
ἐγὼ δέ σου νι_κῶ τὴν πλεονεξίαν·
ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν·
ὑπερβαίνω σου τὴν ὄρεξι^ν τῆς ἀ^πληστί^α_ς·
ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας·
κα^λύ^πτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν.
καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν.
σὺ^ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα^ δί^δωμί^ σοι.
σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι.
εἶτα δανείζῃ, κύριε·
εἶτα δανείζῃ, κύριε·
καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀ^ποδῷς;
καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς;
ἀπαιτῶ τὰ^ σύ^μφωνα^, στηρίξαι βουλόμενος τὸ συ^νάλλαγμα^.
ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα.
δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν·
δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν·
ὅρι^σον τῆς ἀπολήψεως τὴν προθεσμίαν.
ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν.
μάλιστα μὲν οὖν τοῦτο περιττόν·
μάλιστα μὲν οὖν τοῦτο περιττόν·
πιστὸς γὰ^ρ κύριος ἐν πᾶσι^ τοῖς λόγοις αὐτοῦ.
πιστὸς γὰρ κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ.
ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρα_ς ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδί^δωσι^ν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος.
ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος.
ὅταν κα^θίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ^ μὲν πρόβα^τα^ ἐκ δεξι^ῶν αὐτοῦ, τὰ^ δὲ ἐρί^φι^α^ ἐξ εὐωνύ^μων, καὶ ἐρεῖ τοῖς ἐκ δεξι^ῶν.
ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν.
ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ^ τὸν δανείσαντα^, πῶς ὁ δανεισάμενος μετὰ^ πολλῆς χά^ρι^τος ἀποδί^δωσι^·
ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι·
δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑ_μῖν βα^σι^λεία_ν ἀ^πὸ καταβολῆς κόσμου.
δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
ὑ^πὲρ τί^νων;
ὑπὲρ τίνων;
ὅτι^ ἐπείνα_σα^, καὶ ἐδώκα^τέ μοι φα^γεῖν·
ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδί^ψησα^, καὶ ἐποτίσατέ με·
ἐδίψησα, καὶ ἐποτίσατέ με·
γυμνὸς ἤμην, καὶ ἐνεδύ_σα^τέ με·
γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με·
ἐν φυ^λα^κῇ, καὶ ἤλθετε πρὸς μέ·
ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ·
ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με·
ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με·
ξένος ἤμην, καὶ συ^νηγά^γετέ με.
ξένος ἤμην, καὶ συνηγάγετέ με.
εἶτα οἱ κα^λῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκεία_ν ἀσθένεια^ν ἀ^φορῶντες, καὶ εἰς τὴν ἀ^ξί^α_ν τοῦ δανεισαμένου, λέγουσι^·
εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·
κύριε, πότε σε εἴδομεν πεινῶντα^, καὶ ἐθρέψα^μεν;
κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν;
ἢ διψῶντα^, καὶ ἐποτίσαμεν;
ἢ διψῶντα, καὶ ἐποτίσαμεν;
, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπί^ζουσι^, καὶ σὺ^ δί^δως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ.
, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ.
ὢ τῆς πολλῆς ἀγαθότητος·
ὢ τῆς πολλῆς ἀγαθότητος·
κρύπτει τὴν ἀ^ξί^α_ν διὰ φιλανθρωπίαν·
κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν·
ἐπείνασα γὰ^ρ καὶ ἐδώκα^τέ μοι φα^γεῖν.
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν.
ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος·
ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος·
ὁ δι^δοὺς τροφὴν πά^σῃ σαρκί^, καὶ ἀ^νοίγων τὰ_ς χεῖρα^ς, καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκία_ς.
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας.
ἐπείνων φησὶ^ καὶ ἐδώκα^τέ μοι φα^γεῖν, οὐ τῆς ἀ^ξί^α_ς ἐλαττουμένης, ἀλλὰ^ τῆς φιλανθρωπία_ς τοὺς πτωχοὺς ἐγγυωμένης.
ἐπείνων φησὶ καὶ ἐδώκατέ μοι φαγεῖν, οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης.
ἐδίψησα καὶ ἐποτίσατέ με.
ἐδίψησα καὶ ἐποτίσατέ με.
τίς ὁ ταῦτα λέγων;
τίς ὁ ταῦτα λέγων;
ὁ λίμναις καὶ ποτα^μοῖς καὶ πηγαῖς τῶν ὑ^δά^των τὴν φύ^σι^ν ἐκχέων·
ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐκχέων·
ὁ διὰ τῶν εὐαγγελίων φάσκων, ὅτι^ ὁ πιστεύων εἰς ἐμέ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος·
ὁ διὰ τῶν εὐαγγελίων φάσκων, ὅτι ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·
ὁ εἰπὼν εἴ τι^ς διψᾷ, ἐρχέσθω πρὸς μέ, καὶ πι_νέτω.
ὁ εἰπὼν εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μέ, καὶ πινέτω.
ἀλλά, γυμνὸς ἤμην φησὶ καὶ ἐνεδύ_σα^τέ με.
ἀλλά, γυμνὸς ἤμην φησὶ καὶ ἐνεδύσατέ με.
ἐνεδύσαμεν τὸν ἐνδύοντα^ τὸν οὐρα^νὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα^ τὴν ἐκκλησί^α_ν ἅ^πα_σα^ν καὶ τὴν οἰκουμένην.
ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν ἐκκλησίαν ἅπασαν καὶ τὴν οἰκουμένην.
ὅσοι γὰ^ρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε.
ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε.
ἐν φυ^λα^κῇ ἤμην·
ἐν φυλακῇ ἤμην·
ἐν φυ^λα^κῇ σὺ ὁ ἐξά^γων πεπεδημένους;
ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους;
ἑρμήνευσον ἃ^ λα^λεῖς·
ἑρμήνευσον ἃ λαλεῖς·
ἡ γὰ^ρ ἀξία ἀρνεῖται τὰ^ λεγόμενα^.
ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα.
πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ;
πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ;
πότε ταῦτα πεποιήκα^μεν;
πότε ταῦτα πεποιήκαμεν;
ἐφ' ὅσον φησι^ν ἑνὶ τούτων τῶν ἐλα^χί^στων πεποιήκα^τε, ἐμοὶ ἐποιήσα^τε.
ἐφ' ὅσον φησιν ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε.
μὴ οὐκ ἀ^ληθὴς ὁ λόγος, ὅτι^ ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ;
μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ;
καὶ ὅρα τὸ θαυμαστόν·
καὶ ὅρα τὸ θαυμαστόν·
οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀ^ρετῆς ἢ τοῦτο·
οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο·
καίτοι ἐδύ^να^το εἰπεῖν·
καίτοι ἐδύνατο εἰπεῖν·
δεῦτε οἱ εὐλογημένοι, ὅτι^ ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελι^κὴν πολι_τεία_ν ἀ^νελά^βετε·
δεῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε·
ἀλλὰ^ σι^ωπᾷ ταῦτα, οὐχ ὅτι ἀ^νάξια^ μνήμης, ἀλλ' ὡς δεύτερα^ φιλανθρωπία_ς.
ἀλλὰ σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ' ὡς δεύτερα φιλανθρωπίας.
ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξι^ῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βα^σι^λεία_ν·
ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν·
οὕτω καὶ τοῖς ἐξ ἀ^ριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τι_μωρί^α_ν.
οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν.
πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ δι^α^βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
διὰ τί;
διὰ τί;
ὑπὲρ τί^νος;
ὑπὲρ τίνος;
ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκα^τέ μοι φα^γεῖν.
ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ὅτι^ ἐπορνεύσα^τε, ὅτι^ ἐμοιχεύσατε, ὅτι^ ἐκλέψα^τε, ὅτι^ ἐψευδομαρτυρήσατε, ὅτι^ ἐπιωρκήσατε·
ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε·
κα^κὰ^ μὲν ὁμολογουμένως καὶ ταῦτα^, ἀλλὰ^ τῆς ἀπανθρωπία_ς κατώτερα^ καὶ τῆς ἀ^νελεημοσύνης.
κακὰ μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης.
δι^ὰ^ τί^ δέ, ὦ κύ_ρι^ε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην;
διὰ τί δέ, ὦ κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην;
οὐ κρί^νω, φησί^, τὴν ἁ^μαρτί^α_ν, ἀλλὰ^ τὴν ἀπανθρωπίαν·
οὐ κρίνω, φησί, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·
οὐ κρί^νω τοὺς ἁμαρτήσαντα^ς, ἀλλὰ^ τοὺς μὴ μετα^νοήσαντα^ς·
οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας·
ὑ^πὲρ ἀπανθρωπία_ς ὑ_μᾶς καταδι^κάζω, ὅτι^ ἔχοντες τοσοῦτον καὶ τηλι^κοῦτον φάρμα^κον σωτηρί^α_ς τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πά^ντα^ τὰ^ ἁ^μα^ρτήμα^τα^, πα^ρήκα^τε τοσαύτην εὐεργεσίαν.
ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν.
ὀνειδίζω τοίνυ^ν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κα^κί^α_ς καὶ πά_σης ἀ^σεβεία_ς·
ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας·
ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀ^γα^θῶν, καὶ ἀ^πειλῶ τοῖς μὲν πῦρ αἰώνι^ον, τοῖς δὲ βα^σι^λεία_ν οὐρα^νῶν ἐπαγγέλλομαι.
ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι.
καλαί σου, ὦ δέσποτα^, καὶ αἱ ἐπαγγελίαι·
καλαί σου, ὦ δέσποτα, καὶ αἱ ἐπαγγελίαι·
κα^λή σου καὶ ἡ προσδοκωμένη βα^σι^λεία_ καὶ ἡ γέεννα^ πά^λι^ν ἀ^πειλουμένη·
καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη·
ἡ μὲν προτρε πομένη, ἡ δὲ ἐκφοβοῦσα^.
ἡ μὲν προτρε πομένη, ἡ δὲ ἐκφοβοῦσα.
προτρέπεται γὰ^ρ κα^λῶς ἡ βα^σι^λεία_, φοβεῖ δὲ χρησί^μως ἡ γέεννα^.
προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα.
ἀπειλεῖ γὰ^ρ γέεννα^ν ὁ θεός, οὐχ ἵ^να_ εἰς γέεννα^ν ἐμβά^λῃ, ἀλλ' ἵ^να_ γεέννης ἀ^πα^λλά^ξῃ.
ἀπειλεῖ γὰρ γέενναν ὁ θεός, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ.
εἰ γὰ^ρ ἐβούλετο κολά^σαι, οὐκ ἂ_ν προηπείλησεν, ἵ^να_ ἀσφαλισάμενοι φύ^γωμεν τὰ^ ἀ^πειλούμενα^.
εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα.