macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀπειλεῖ τὴν τι_μωρί^α_ν, ἵ^να_ φύ^γωμεν τὴν πεῖρα^ν τῆς τι_μωρί^α_ς·
ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας·
φοβεῖ τῷ λόγῳ, ἵ^να_ μὴ κολά^σῃ τῷ ἔργῳ.
φοβεῖ τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ.
δανείσωμεν τοίνυ^ν τῷ θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵ^να_ εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπών, καὶ μὴ δικαστήν.
δανείσωμεν τοίνυν τῷ θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵνα εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπών, καὶ μὴ δικαστήν.
αἰδεῖται γὰ^ρ ὁ χρεώστης τὸν δανείσαντα^, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται.
αἰδεῖται γὰρ ὁ χρεώστης τὸν δανείσαντα, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται.
ἐὰ^ν ἀ^πέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰ^ν μὲν ᾖ ἄπορος, φεύγει·
ἐὰν ἀπέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰν μὲν ᾖ ἄπορος, φεύγει·
ἐὰν δὲ εὔπορος, μετὰ^ πα^ρρησί^α_ς δέχεται αὐτόν.
ἐὰν δὲ εὔπορος, μετὰ παρρησίας δέχεται αὐτόν.
ὅρα δέ μοι καὶ ἕτερον θαῦμα^ τοῦ δι^καίου κριτοῦ ἐκ τῶν ἀ^νθρωπί^νων πα^ρα^τι^θέμενον·
ὅρα δέ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον·
ἐά^ν τι^νι^ ἐν πενί^ᾳ κα^θεστῶτι^ δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύ_νηταί σοι λοιπὸν ἀ^ποδοῦναι τὸ χρέος, λα^νθά^νει τοὺς πολλούς, καὶ ἀποδί^δωσι^ν, ἵ^να_ μὴ αἰσχύ_νηται ἐπὶ^ τῇ προτέρᾳ καταστάσει·
ἐάν τινι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει τοὺς πολλούς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται ἐπὶ τῇ προτέρᾳ καταστάσει·
καὶ χάριτα^ς μὲν ὁμολογεῖ, κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέρα_ν ἔνδεια^ν αἰσχυ_νόμενος.
καὶ χάριτας μὲν ὁμολογεῖ, κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέραν ἔνδειαν αἰσχυνόμενος.
ὁ δὲ θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐν κρυπτῷ δανειζόμενος, πα^ρρησί^ᾳ τὸ χρέος ἀποδί^δωσι^ν.
ὁ δὲ θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐν κρυπτῷ δανειζόμενος, παρρησίᾳ τὸ χρέος ἀποδίδωσιν.
ὅτε μὲν γὰ^ρ λα^μβά^νει, διὰ λα^νθα^νούσης ἐλεημοσύνης·
ὅτε μὲν γὰρ λαμβάνει, διὰ λανθανούσης ἐλεημοσύνης·
ὅτε δὲ ἀποδί^δωσι^ν, ἐπ' ὄψεσι^ πά_σης τῆς δημιουργία_ς ἀποδί^δωσι^ν.
ὅτε δὲ ἀποδίδωσιν, ἐπ' ὄψεσι πάσης τῆς δημιουργίας ἀποδίδωσιν.
ἀλλ' ἐρεῖ τι^ς ἴ_σως·
ἀλλ' ἐρεῖ τις ἴσως·
διὰ τί^ δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσί^ῳ δέδωκεν, οὐχὶ^ καὶ τῷ πένητι^ πα^ρα^πλησί^ως δέδωκεν;
διὰ τί δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσίῳ δέδωκεν, οὐχὶ καὶ τῷ πένητι παραπλησίως δέδωκεν;
ἐδύνατο μὲν καὶ σοὶ δοῦναι ὁμοίως, καὶ τῷ πένητι^, ἀλλ' οὐκ ἠθέλησεν οὔ τε σοῦ ἄ^κα^ρπον εἶναι τὸν πλοῦτον, οὔ τε ἐκείνου ἄμισθον τὴν πενίαν.
ἐδύνατο μὲν καὶ σοὶ δοῦναι ὁμοίως, καὶ τῷ πένητι, ἀλλ' οὐκ ἠθέλησεν οὔ τε σοῦ ἄκαρπον εἶναι τὸν πλοῦτον, οὔ τε ἐκείνου ἄμισθον τὴν πενίαν.
σοὶ τῷ πλουτοῦντι^ δέδωκε πλουτεῖν ἐλεημοσύνῃ, καὶ σκορπίζειν ἐν δι^καιοσύ^νῃ·
σοὶ τῷ πλουτοῦντι δέδωκε πλουτεῖν ἐλεημοσύνῃ, καὶ σκορπίζειν ἐν δικαιοσύνῃ·
ἐσκόρπισε γά^ρ·
ἐσκόρπισε γάρ·
ἔδωκε τοῖς πένησι^ν·
ἔδωκε τοῖς πένησιν·
ἡ δι^καιοσύ^νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα^.
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
ὁρᾷς, ὅτι ὁ πλούσι^ος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δι^καιοσύ^νην αἰώνι^ον;
ὁρᾷς, ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον;
ὅρα πά^λι^ν καὶ τὸν πένητα^·
ὅρα πάλιν καὶ τὸν πένητα·
ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργά^σηται δι^καιοσύ^νην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνι^ον·
ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνιον·
ἡ γὰ^ρ ὑπομονὴ τῶν πενήτων οὐκ ἀ^πολεῖται εἰς τὸν αἰῶνα^ ἐν χριστῷ τῷ κυ_ρί^ῳ ἡμῶν, ᾧ ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ἡ γὰρ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα ἐν χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
χθὲς ἡμῖν ὁ λόγος πρός τε τὴν αἱρετι^κὴν πάλην καὶ πρὸς τοὺς ὑ^πὲρ τῆς δόξης τοῦ μονογενοῦς ἀ^γῶνα^ς ἑαυτὸν ἐπι^δέδωκεν, οὐχ ἵ^να_ τὰ^ κεκρυμμένα^ γνωρί^σῃ, ἀλλ' ἵ^να_ τὴν χά^ρι^ν εὐγνωμόνως ὁμολογήσῃ.
χθὲς ἡμῖν ὁ λόγος πρός τε τὴν αἱρετικὴν πάλην καὶ πρὸς τοὺς ὑπὲρ τῆς δόξης τοῦ μονογενοῦς ἀγῶνας ἑαυτὸν ἐπιδέδωκεν, οὐχ ἵνα τὰ κεκρυμμένα γνωρίσῃ, ἀλλ' ἵνα τὴν χάριν εὐγνωμόνως ὁμολογήσῃ.
οὐ γὰ^ρ ἐξ ὧν φθεγγόμεθα^ χριστὸς μεγαλύνεται, ἀλλ' ἐξ ὧν ἐμεγαλύνθημεν, εὐγνωμόνως τὴν εὐεργεσίαν κηρύττομεν καὶ γὰ^ρ ἂ^ν εἴη τῶν ἀτοπωτά^των, ἔργοις εὐπαθοῦντα^ς, ἀ^φωνί^ᾳ τὴν εὐεργεσίαν ἀ^μείψα^σθαι καὶ μά^λι^στα^ πᾶσα^ ἡ γῆ προσκυνησάτωσά^ν σοι καὶ ψαλάτωσά^ν σοι.
οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα χριστὸς μεγαλύνεται, ἀλλ' ἐξ ὧν ἐμεγαλύνθημεν, εὐγνωμόνως τὴν εὐεργεσίαν κηρύττομεν καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, ἔργοις εὐπαθοῦντας, ἀφωνίᾳ τὴν εὐεργεσίαν ἀμείψασθαι καὶ μάλιστα πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
ὑμνοῦμεν τὸν θεὸν οὐ τι_μὴν αὐτῷ περι^τιθέντες, ἀλλὰ^ τι_μὴν ἑαυτοῖς περι^ποιούμενοι.
ὑμνοῦμεν τὸν θεὸν οὐ τιμὴν αὐτῷ περιτιθέντες, ἀλλὰ τιμὴν ἑαυτοῖς περιποιούμενοι.
δοξάζομεν τὸν θεὸν οὐκ ἐκείνῳ δόξα^ν χα^ριζόμενοι, ἀλλ' ἑαυτοὺς τὴν ἀ_θά^να^τον δόξα^ν ἐνδύοντες.
δοξάζομεν τὸν θεὸν οὐκ ἐκείνῳ δόξαν χαριζόμενοι, ἀλλ' ἑαυτοὺς τὴν ἀθάνατον δόξαν ἐνδύοντες.
τοὺς γὰ^ρ δοξάζοντά^ς με, φησί^, δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουδενωθήσονται·
τοὺς γὰρ δοξάζοντάς με, φησί, δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουδενωθήσονται·
ἐδίδαξεν ὁ λόγος δι' ὧν ἠγωνί^σα^το κα^τὰ^ δύ^να^μι^ν, ὅτι^ τοὺς ὅρους τῆς δόξης τοῦ θεοῦ ὑπερβαίνειν οὐκ ἔξεστι^ν.
ἐδίδαξεν ὁ λόγος δι' ὧν ἠγωνίσατο κατὰ δύναμιν, ὅτι τοὺς ὅρους τῆς δόξης τοῦ θεοῦ ὑπερβαίνειν οὐκ ἔξεστιν.
οὐκ ἀνθρώποις τοῖς ἐπὶ^ γῆς, οὐκ ἀγγέλοις τοῖς ἐν οὐρα^νοῖς, οὐκ ἀρχαγγέλοις, οὐκ ἀρχαῖς, οὐ τοῖς χερουβίμ, οὐ τοῖς σεραφίμ.
οὐκ ἀνθρώποις τοῖς ἐπὶ γῆς, οὐκ ἀγγέλοις τοῖς ἐν οὐρανοῖς, οὐκ ἀρχαγγέλοις, οὐκ ἀρχαῖς, οὐ τοῖς χερουβίμ, οὐ τοῖς σεραφίμ.
καὶ μέμνησθε, εὖ οἶδ' ὅτι^ οἱ φιλομαθεῖς τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ^ τούτων δι^ηνύσθη λόγος.
καὶ μέμνησθε, εὖ οἶδ' ὅτι οἱ φιλομαθεῖς τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος.
ἀλλ' ἐπειδὴ σήμερον, ἀ^δελφοί, αὐτός τε ὁ βα^σι^λεὺς τῆς δόξης τὸν ἑαυτοῦ σταυρὸν προανεφώνησε, καὶ ὁ ἀ^πόστολος τῇ βα^σι^λι^κῇ φωνῇ τοῦ σωτῆρος ἀκολουθήσα_ς, τὸν περὶ^ τοῦ σταυροῦ λόγον ἐφι^λοσόφησεν.
ἀλλ' ἐπειδὴ σήμερον, ἀδελφοί, αὐτός τε ὁ βασιλεὺς τῆς δόξης τὸν ἑαυτοῦ σταυρὸν προανεφώνησε, καὶ ὁ ἀπόστολος τῇ βασιλικῇ φωνῇ τοῦ σωτῆρος ἀκολουθήσας, τὸν περὶ τοῦ σταυροῦ λόγον ἐφιλοσόφησεν.
ἰ^δοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται εἰς χεῖρα^ς ἐχθρῶν.
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἐχθρῶν.
τί^ς ὑ_μᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς ἰησοῦς χριστὸς προεγρά^φη ἐν ὑ_μῖν ἐσταυρωμένος;
τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς ἰησοῦς χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
ἐπεὶ οὖν καὶ ἡ βα^σι^λι^κὴ τοῦ κυ_ρί^ου φωνὴ καὶ ἡ τοῦ πιστοῦ θεράποντος δι^δα^σκα^λί^α_ τοῖς βα^σι^λι^κοῖς ἴ^χνεσι^ν ἠκολούθησεν, ἀ^να^γκαῖον οἶμαι τὴν σωτήριον καὶ ἡμᾶς κα^τὰ^ δύ^να^μι^ν περὶ^ τοῦ κυριακοῦ σταυροῦ τὰ^ εἰκότα^ φθέγξασθαι, οὐχ ἵ^να_ τῆς ἀ^ξί^α_ς ἐφικώμεθα^, ἀλλ' ἵ^να_ τὴν κα^τὰ^ δύ^να^μι^ν ὀφειλὴν ἀποτ...
ἐπεὶ οὖν καὶ ἡ βασιλικὴ τοῦ κυρίου φωνὴ καὶ ἡ τοῦ πιστοῦ θεράποντος διδασκαλία τοῖς βασιλικοῖς ἴχνεσιν ἠκολούθησεν, ἀναγκαῖον οἶμαι τὴν σωτήριον καὶ ἡμᾶς κατὰ δύναμιν περὶ τοῦ κυριακοῦ σταυροῦ τὰ εἰκότα φθέγξασθαι, οὐχ ἵνα τῆς ἀξίας ἐφικώμεθα, ἀλλ' ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν.
ἰ^δοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται.
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται.
προαγορεύει τὸ πά^θος ὁ νικητὴς τοῦ θα^νά^του.
προαγορεύει τὸ πάθος ὁ νικητὴς τοῦ θανάτου.
προαναφωνεῖ τὸν σταυρὸν ὁ σταυρῷ τὸν θά^να^τον δι^α^λύ_ων.
προαναφωνεῖ τὸν σταυρὸν ὁ σταυρῷ τὸν θάνατον διαλύων.
προαναφωνεῖ τὴν πάλην, ἵ^να_ κηρύξῃ τὴν νί_κην.
προαναφωνεῖ τὴν πάλην, ἵνα κηρύξῃ τὴν νίκην.
ἐνταῦθα^ πά^λι^ν σαυτὸν ἔνθες εἰς κατανόησι^ν τῆς δεσποτι^κῆς φωνῆς.
ἐνταῦθα πάλιν σαυτὸν ἔνθες εἰς κατανόησιν τῆς δεσποτικῆς φωνῆς.
ὅρα μεθ' ὅσης αὐθεντία_ς φησί^ν·
ὅρα μεθ' ὅσης αὐθεντίας φησίν·
ἰδοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται εἰς τὸ σταυρωθῆναι.
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
ὁ ταῦτα^ προαναφωνῶν, ἐν αὐτῷ γενόμενος τῷ ἀ^γῶνι^ μετα^βά^λλει τὴν ἀ^ξί^α_ν τῆς αὐθεντία_ς καὶ ἀρνεῖται τὸ ἀξί^ωμα^ τῆς θεότητος αὐτοῦ λέγων·
ὁ ταῦτα προαναφωνῶν, ἐν αὐτῷ γενόμενος τῷ ἀγῶνι μεταβάλλει τὴν ἀξίαν τῆς αὐθεντίας καὶ ἀρνεῖται τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ λέγων·
πάτερ, εἰ δυ^να^τόν, πα^ρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον.
πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον.
οὐχ ὁρᾷς τὴν δι^αφωνίαν;
οὐχ ὁρᾷς τὴν διαφωνίαν;
ἐννόει τὴν οἰκονομίαν.
ἐννόει τὴν οἰκονομίαν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
λέγει τοῖς μα^θηταῖς·
λέγει τοῖς μαθηταῖς·
ἰδοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται.
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται.
ὅρα πῶς ἠσφαλισμένῃ κέχρηται τῇ φωνῇ.
ὅρα πῶς ἠσφαλισμένῃ κέχρηται τῇ φωνῇ.
ὅπου πά^θος κηρύττει, τὴν ἀ^νθρωπί^νην ἐνδείκνυται φύ^σι^ν.
ὅπου πάθος κηρύττει, τὴν ἀνθρωπίνην ἐνδείκνυται φύσιν.
ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται.
ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται.
πάσχει γὰ^ρ τὸ φαινόμενον σῶ^μα^, ζωοποιεῖ δὲ τὸ νοούμενον τῆς θεότητος ἀξί^ωμα^.
πάσχει γὰρ τὸ φαινόμενον σῶμα, ζωοποιεῖ δὲ τὸ νοούμενον τῆς θεότητος ἀξίωμα.
καὶ λύ_εται μέν, ἀ^δελφοί, θα^νά^τῳ τὸ σχῆμα^ τοῦ σώμα^τος.
καὶ λύεται μέν, ἀδελφοί, θανάτῳ τὸ σχῆμα τοῦ σώματος.
ἐγείρει δὲ τὸ λυ_όμενον ἡ τοῦ ἐνοικοῦντος δύ^να^μι^ς.
ἐγείρει δὲ τὸ λυόμενον ἡ τοῦ ἐνοικοῦντος δύναμις.
αὐτὸς ἦν ὁ λυ_όμενος κα^τὰ^ τὸ σῶ^μα^, αὐτὸς ἐγείρων τὸ λυ_όμενον κα^τὰ^ τὸ πνεῦμα^.
αὐτὸς ἦν ὁ λυόμενος κατὰ τὸ σῶμα, αὐτὸς ἐγείρων τὸ λυόμενον κατὰ τὸ πνεῦμα.
λύσατε γά^ρ φησι^ τὸν να_ὸν τοῦτον καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν.
λύσατε γάρ φησι τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
ἰδοὺ ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα.
ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα.
χριστῷ ἀκολουθοῦντα^ς οὐκ ἔστι^ν οὐδα^μοῦ κα^τελθεῖν, ἀλλ' ἀνιέναι δι^ὰ^ παντός.
χριστῷ ἀκολουθοῦντας οὐκ ἔστιν οὐδαμοῦ κατελθεῖν, ἀλλ' ἀνιέναι διὰ παντός.
ἄλλως τε καὶ αἰσθητῶς ἡ ὁδὸς ἀ^πὸ ἱεριχὼ εἰς ἱεροσόλυμα ἄνοδον εἶχε, καὶ νοητῶς τὸ πά^θος ἐπὶ^ τὴν ἄνοδον τῆς ἀναστάσεως ἔφερεν.
ἄλλως τε καὶ αἰσθητῶς ἡ ὁδὸς ἀπὸ ἱεριχὼ εἰς ἱεροσόλυμα ἄνοδον εἶχε, καὶ νοητῶς τὸ πάθος ἐπὶ τὴν ἄνοδον τῆς ἀναστάσεως ἔφερεν.
ἀδὰμ γὰ^ρ τὸν εἰς ᾅδου πεσόντα^ εἰς οὐρα^νὸν ἀνεκα^λεῖτο, καὶ τὴν χα^μαὶ κειμένην εἰκόνα^ εἰς ὕψος ἀ^νήγα^γεν.
ἀδὰμ γὰρ τὸν εἰς ᾅδου πεσόντα εἰς οὐρανὸν ἀνεκαλεῖτο, καὶ τὴν χαμαὶ κειμένην εἰκόνα εἰς ὕψος ἀνήγαγεν.
ἀ^να^βαίνομεν εἰς ἱεροσόλυμα.
ἀναβαίνομεν εἰς ἱεροσόλυμα.
ὅπου θεός, ἐκεῖ ἀ^ρετῆς ἀνάβα^σι^ς·
ὅπου θεός, ἐκεῖ ἀρετῆς ἀνάβασις·
ὅπου κα^κί^α_, ἐκεῖ πα^ρα^νομί^α_ς κατάβα^σι^ς.
ὅπου κακία, ἐκεῖ παρανομίας κατάβασις.
δι^ὰ^ τοῦτο περὶ^ μὲν τῶν κατ' ἀ^ρετὴν πολιτευομένων μακάριοι πάντες οἱ κα^τοικοῦντες ἐν τῷ οἴκῳ σου·
διὰ τοῦτο περὶ μὲν τῶν κατ' ἀρετὴν πολιτευομένων μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου·
εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων αἰνέσουσί^ σε.
εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.
μακάριος ἀ^νήρ, οὗ ἐστι^ν ἀντίληψι^ς αὐτῷ πα^ρὰ^ σοῦ·
μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ·
αἱ ἀ^να^βά^σεις σου ἐν τῇ καρδί^ᾳ αὐτοῦ.
αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ.
αἱ ἀ^να^βά^σεις σου, τουτ έστι^ν, οἱ εὐσεβεῖς καὶ ἀ^νηγμένοι λογισμοί, οἳ εἰς ὕψος ἀ^νάγοντες τοὺς κα^λῶς περὶ^ θεοῦ δι^α^νοουμένους.
αἱ ἀναβάσεις σου, τουτ έστιν, οἱ εὐσεβεῖς καὶ ἀνηγμένοι λογισμοί, οἳ εἰς ὕψος ἀνάγοντες τοὺς καλῶς περὶ θεοῦ διανοουμένους.
ἔστι^ν οὖν ὁδὸς σωφροσύνης εἰς ὕψος ἀ^νά^γουσα^, ὁδὸς δι^καιοσύ^νης εἰς ὕψος φέρουσα^·
ἔστιν οὖν ὁδὸς σωφροσύνης εἰς ὕψος ἀνάγουσα, ὁδὸς δικαιοσύνης εἰς ὕψος φέρουσα·
καὶ πᾶσα^, ὡς εἰπεῖν, ὁδὸς εὐσεβεία_ς εἰς τὸ ὕψος ἐκεῖνο χειραγωγεῖ τὸν φι^λόθεον, περὶ^ οὗ ἔλεγον οἱ ἀ^πὸ ἐθνῶν·
καὶ πᾶσα, ὡς εἰπεῖν, ὁδὸς εὐσεβείας εἰς τὸ ὕψος ἐκεῖνο χειραγωγεῖ τὸν φιλόθεον, περὶ οὗ ἔλεγον οἱ ἀπὸ ἐθνῶν·
δεῦτε, πορευθῶμεν εἰς τὸ ὄρος τοῦ κυ_ρί^ου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ἰακώβ.
δεῦτε, πορευθῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ἰακώβ.
ὅπου μὲν εὐσεβεία_ς λόγος, ἐκεῖ καὶ ἄνοδος·
ὅπου μὲν εὐσεβείας λόγος, ἐκεῖ καὶ ἄνοδος·
ὅπου δὲ κα^κί^α_, κατάβα^σι^ς ὁμολογουμένη.
ὅπου δὲ κακία, κατάβασις ὁμολογουμένη.
ῥῦσαί με ἀ^πὸ τῶν κα^τα^βαινόντων εἰς λάκκον·
ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον·
καὶ πά^λι^ν·
καὶ πάλιν·
ὁ ὑψῶν με ἐκ τῶν πυ^λῶν τοῦ θα^νά^του.
ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
ὥστε οὐ δὲ τὸ ἀ^να^βαίνομεν περιττόν.
ὥστε οὐ δὲ τὸ ἀναβαίνομεν περιττόν.
ἰδοὺ ἀ^να^βαίνομεν.
ἰδοὺ ἀναβαίνομεν.
καίτοι μόνος αὐτὸς ἐπὶ^ τὸ πά^θος ἔρχεται.
καίτοι μόνος αὐτὸς ἐπὶ τὸ πάθος ἔρχεται.
δι^ὰ^ τί^ οὖν κοινῶς ἀναβαίνομεν;
διὰ τί οὖν κοινῶς ἀναβαίνομεν;
ὅτι^ τὸ μὲν πά^θος ἐμόν, κοινὴ δὲ πάντων ἀνθρώπων ἡ σωτηρί^α_.
ὅτι τὸ μὲν πάθος ἐμόν, κοινὴ δὲ πάντων ἀνθρώπων ἡ σωτηρία.
τῷ χριστῷ συ^νεσταύρωμαι.
τῷ χριστῷ συνεσταύρωμαι.
ζῶ δέ, οὐκέτι^ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστός.
ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστός.
ἄλλως τε, βουληθεὶς ἐνδείξασθαι καὶ τὸν καρπὸν τοῦ σταυροῦ, ἐπήγα^γεν εὐθέως δι^ὰ^ τῶν ἐφεξῆς·
ἄλλως τε, βουληθεὶς ἐνδείξασθαι καὶ τὸν καρπὸν τοῦ σταυροῦ, ἐπήγαγεν εὐθέως διὰ τῶν ἐφεξῆς·
χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κα^τάρα_ς τοῦ νόμου, γενόμενος ὑ^πὲρ ἡμῶν κα^τά^ρα^.
χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
γέγραπται γά^ρ·
γέγραπται γάρ·
ἐπι^κατάρα_τος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου.
ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
ἐνταῦθά μοι πρόσεχε ἀ^κρι_βῶς τὸν νοῦν, μή σε διαφύγῃ τῆς ἀ^ληθεία_ς τὸ θήρα_μα^.
ἐνταῦθά μοι πρόσεχε ἀκριβῶς τὸν νοῦν, μή σε διαφύγῃ τῆς ἀληθείας τὸ θήραμα.
ἀντιλέξουσι γὰ^ρ εὐθέως ἰουδαῖοι, οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια^, καὶ ἐροῦσι^ν ἐσθ' ὅτε πρὸς τοὺς ἀκεραίους·
ἀντιλέξουσι γὰρ εὐθέως ἰουδαῖοι, οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, καὶ ἐροῦσιν ἐσθ' ὅτε πρὸς τοὺς ἀκεραίους·
εἰ ἐπι^κατάρα_τος ὁ κρεμά^μενος, πῶς ἀ^πὸ τοῦ ἐπι^καταρά^του εὐλογίαν σοι δοθήσεσθαι προσδοκᾷς;
εἰ ἐπικατάρατος ὁ κρεμάμενος, πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογίαν σοι δοθήσεσθαι προσδοκᾷς;
πῶς δὲ ἀ^πὸ τοῦ θα^νά^τῳ ὑποπεσόντος ζωὴν ἀναμένεις;
πῶς δὲ ἀπὸ τοῦ θανάτῳ ὑποπεσόντος ζωὴν ἀναμένεις;
γέγραπται γά^ρ·
γέγραπται γάρ·
ἐπικατάρατος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου.
ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
εἰ τοίνυ^ν γέγραπται καὶ μεμα^ρτύ^ρηται, πῶς ἀ^πὸ τοῦ ἐπι^καταρά^του εὐλογί^α_ δί^δοται τοῖς τὸν σταυρὸν περι^έπουσι^;
εἰ τοίνυν γέγραπται καὶ μεμαρτύρηται, πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογία δίδοται τοῖς τὸν σταυρὸν περιέπουσι;
ταῦτα^ ἀ^εὶ καὶ προτείνει καὶ λέγει ἰουδαῖος, ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ χριστοῦ.
ταῦτα ἀεὶ καὶ προτείνει καὶ λέγει ἰουδαῖος, ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ χριστοῦ.
οὐκοῦν ἐὰ^ν εἴπῃ πρὸς σέ·
οὐκοῦν ἐὰν εἴπῃ πρὸς σέ·
πῶς ὁ ἐπικατάρατος εὐλογίαν δί^δωσι^ν;
πῶς ὁ ἐπικατάρατος εὐλογίαν δίδωσιν;
εἰπὲ αὐτῷ·
εἰπὲ αὐτῷ·