macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀφ' ἑαυτοῦ οὐ λα^λήσει.
ἀφ' ἑαυτοῦ οὐ λαλήσει.
παρ' ἐμοῦ ἠκούσα^τε, τί^ παρέδωκα^.
παρ' ἐμοῦ ἠκούσατε, τί παρέδωκα.
ὅταν ἔλθῃ τὸ ἀόρα_τον πνεῦμα^, τὰ^ ἐμὰ^ λα^λήσει.
ὅταν ἔλθῃ τὸ ἀόρατον πνεῦμα, τὰ ἐμὰ λαλήσει.
ἐὰ^ν ἴ^δητέ τι^να^ τὰ^ τοῦ εὐαγγελί^ου δευτεροῦντα^, ὄντως πνεῦμα^ ἔχει ἅ^γι^ον.
ἐὰν ἴδητέ τινα τὰ τοῦ εὐαγγελίου δευτεροῦντα, ὄντως πνεῦμα ἔχει ἅγιον.
ἔρχεται γὰ^ρ τὸ πνεῦμα^ ἀ^να^μνῆσαι ὑ_μᾶς, ἃ^ ἐδί^δα^ξα^.
ἔρχεται γὰρ τὸ πνεῦμα ἀναμνῆσαι ὑμᾶς, ἃ ἐδίδαξα.
ἐὰν τι^ς οὖν τῶν ὀνομαζόντων ἔχειν πνεῦμα^ λέγῃ τι^ ἀφ' ἑαυτοῦ, καὶ μὴ ἀ^πὸ τῶν εὐαγγελίων, μὴ πιστεύσητε·
ἐὰν τις οὖν τῶν ὀνομαζόντων ἔχειν πνεῦμα λέγῃ τι ἀφ' ἑαυτοῦ, καὶ μὴ ἀπὸ τῶν εὐαγγελίων, μὴ πιστεύσητε·
τῇ ἐμῇ δι^δα^σκα^λί^ᾳ στοιχήσατε·
τῇ ἐμῇ διδασκαλίᾳ στοιχήσατε·
ἀφ' ἑαυτοῦ οὐ λα^λήσει.
ἀφ' ἑαυτοῦ οὐ λαλήσει.
ἀλλ' ἀντὶ^ τούτου ἡ ἐπι^φοίτησι^ς ἡ γι_νομένη δείκνυ_σι^ τί^ς ἔλα^βε πνεῦμα^ ἅ^γι^ον, τί^ς οὐκ ἔλα^βε·
ἀλλ' ἀντὶ τούτου ἡ ἐπιφοίτησις ἡ γινομένη δείκνυσι τίς ἔλαβε πνεῦμα ἅγιον, τίς οὐκ ἔλαβε·
εἴ τι^ς δευτεροῖ τὰ^ τοῦ χριστοῦ, πνεῦμα^ ἅ^γι^ον ἔχει.
εἴ τις δευτεροῖ τὰ τοῦ χριστοῦ, πνεῦμα ἅγιον ἔχει.
οὐδεὶς γὰ^ρ δύ^να^ται εἰπεῖν κύ_ρι^ον ἰησοῦν, εἰ μὴ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ.
οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
ἦλθε μάνης, ὁ ἀ^ληθῶς μα^νείς, ὁ φερωνύμως τῇ πλά^νῃ τὸ ὄνομα^ ἔχων καὶ λέγει·
ἦλθε μάνης, ὁ ἀληθῶς μανείς, ὁ φερωνύμως τῇ πλάνῃ τὸ ὄνομα ἔχων καὶ λέγει·
ἐγώ εἰμι^ ὁ πα^ράκλητος, ὃν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἀ^ποστόλοις·
ἐγώ εἰμι ὁ παράκλητος, ὃν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἀποστόλοις·
ἐγώ εἰμι^ ὁ υἱὸς τοῦ θεοῦ.
ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ.
ποῦ ἤκουσα^ς ἐν τῷ εὐαγγελίῳ ἰησοῦ χριστοῦ ὅτι^ ὁ ἥλι^ος καὶ ἡ σελήνη δημι^ουργοί εἰσι^;
ποῦ ἤκουσας ἐν τῷ εὐαγγελίῳ ἰησοῦ χριστοῦ ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη δημιουργοί εἰσι;
ποῦ εἶπεν ὁ χριστὸς ὅτι^ ταῦτα^ ἀντλοῦσι^ τὰ_ς ψυ_χὰ_ς καὶ ἀ^νά^γουσι^ν αὐτὰ_ς;
ποῦ εἶπεν ὁ χριστὸς ὅτι ταῦτα ἀντλοῦσι τὰς ψυχὰς καὶ ἀνάγουσιν αὐτὰς;
ποῦ ἀ^νέγνωκα^ς τοῦτο;
ποῦ ἀνέγνωκας τοῦτο;
ἐκ τοῦ μὴ λέγειν τὰ^ γεγραμμένα^, ἀλλὰ^ τὰ^ ἀφ' ἑαυτοῦ λα^λεῖν, δῆλόν ἐστι^ν ὅτι^ οὐκ ἔχει πνεῦμα^ ἅ^γι^ον.
ἐκ τοῦ μὴ λέγειν τὰ γεγραμμένα, ἀλλὰ τὰ ἀφ' ἑαυτοῦ λαλεῖν, δῆλόν ἐστιν ὅτι οὐκ ἔχει πνεῦμα ἅγιον.
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἀφ' ἑαυτοῦ οὐ λα^λήσει, ἀλλ' ὅσα^ ἀ^κούσει, ἀ^ναγγελεῖ ὑ_μῖν, ἀντὶ^ τοῦ ἃ^ ἐλά^λησα^, ταῦτα^ βεβαιώσει.
τὸ πνεῦμα τὸ ἅγιον ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ὅσα ἀκούσει, ἀναγγελεῖ ὑμῖν, ἀντὶ τοῦ ἃ ἐλάλησα, ταῦτα βεβαιώσει.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ὥσπερ ὁ σωτὴρ ἐλθὼν ἐγένετο πλήρωμα^ νόμου καὶ προφητῶν, οὕτω πλήρωμα^ τοῦ εὐαγγελί^ου τὸ πνεῦμα^.
ὥσπερ ὁ σωτὴρ ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω πλήρωμα τοῦ εὐαγγελίου τὸ πνεῦμα.
ὁ χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ^ πα^ρὰ^ τοῦ πατρός, τὰ^ ἐν νόμῳ εἰρημένα_ καὶ προφήταις.
ὁ χριστὸς ἐλθὼν ἐβεβαίωσε τὰ παρὰ τοῦ πατρός, τὰ ἐν νόμῳ εἰρημένα καὶ προφήταις.
πλήρωμα νόμου χριστός.
πλήρωμα νόμου χριστός.
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλθὸν ἐπλήρωσε τὰ^ τοῦ εὐαγγελί^ου.
τὸ πνεῦμα τὸ ἅγιον ἐλθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου.
ὅσα ἐστὶ^ν ἐν τῷ νόμῳ, ὁ χριστὸς πληροῖ·
ὅσα ἐστὶν ἐν τῷ νόμῳ, ὁ χριστὸς πληροῖ·
ὅσα ἐστὶ^ν ἐν τῇ τοῦ χριστοῦ δι^δα^σκα^λί^ᾳ, τὸ πνεῦμα^ πληροῖ, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ πατρός, ἀλλ' ὡς ἐφά^νη χριστὸς βεβαιῶν τὰ^ τοῦ πατρός, οὕτως ἐφά^νη τὸ πνεῦμα^ τὸ ἅ^γι^ον βεβαιοῦν τὰ^ τοῦ υἱοῦ.
ὅσα ἐστὶν ἐν τῇ τοῦ χριστοῦ διδασκαλίᾳ, τὸ πνεῦμα πληροῖ, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ πατρός, ἀλλ' ὡς ἐφάνη χριστὸς βεβαιῶν τὰ τοῦ πατρός, οὕτως ἐφάνη τὸ πνεῦμα τὸ ἅγιον βεβαιοῦν τὰ τοῦ υἱοῦ.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
λέγει ὁ σωτὴρ τοῖς μα^θηταῖς·
λέγει ὁ σωτὴρ τοῖς μαθηταῖς·
πολλὰ ἔχω λα^λεῖν ὑ_μῖν, ἀλλ' οὐ δύ^να^σθε βαστάζειν ἄρτι^·
πολλὰ ἔχω λαλεῖν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι·
ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ὁδηγήσει ὑ_μᾶς εἰς πᾶσα^ν τὴν ἀ^λήθεια^ν, ὅτι^ ἀφ' ἑαυτοῦ οὐ λα^λήσει.
ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἀφ' ἑαυτοῦ οὐ λαλήσει.
τὰ^ γὰ^ρ ἐμὰ^ πληροῖ.
τὰ γὰρ ἐμὰ πληροῖ.
ἀναπληροῖ ὁ υἱὸς τὰ^ τοῦ πατρὸς καὶ ἀφ' ἑαυτοῦ οὐ λα^λεῖ·
ἀναπληροῖ ὁ υἱὸς τὰ τοῦ πατρὸς καὶ ἀφ' ἑαυτοῦ οὐ λαλεῖ·
ἀναπληροῖ τὸ πνεῦμα^ τὰ τοῦ υἱοῦ καὶ ἀφ' ἑαυτοῦ οὐ λα^λεῖ.
ἀναπληροῖ τὸ πνεῦμα τὰ τοῦ υἱοῦ καὶ ἀφ' ἑαυτοῦ οὐ λαλεῖ.
ἐὰν δὲ ἀ^κούσῃς λέγοντος·
ἐὰν δὲ ἀκούσῃς λέγοντος·
ἀποστελῶ ὑ_μῖν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, μὴ κα^τὰ^ τὴν θεότητα^ ἐκλάβῃς.
ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, μὴ κατὰ τὴν θεότητα ἐκλάβῃς.
θεὸς γὰ^ρ οὐκ ἀποστέλλεται.
θεὸς γὰρ οὐκ ἀποστέλλεται.
ὀνόματά ἐστι^ ταῦτα^ τὴν ἐνέργεια^ν σημαίνοντα^, ὀνόμα^τα^ κρυπτόμενα^ καὶ λάμποντα^·
ὀνόματά ἐστι ταῦτα τὴν ἐνέργειαν σημαίνοντα, ὀνόματα κρυπτόμενα καὶ λάμποντα·
κρυπτόμενα^ τῇ ἀ^ξί^ᾳ, λάμποντα^ τῇ θεωρί^ᾳ.
κρυπτόμενα τῇ ἀξίᾳ, λάμποντα τῇ θεωρίᾳ.
οἷον·
οἷον·
πᾶς ἀποστέλλων εἰς ἐκείνους ἀποστέλλει τοὺς τόπους ἐν οἷς μὴ πά^ρεστι^ν.
πᾶς ἀποστέλλων εἰς ἐκείνους ἀποστέλλει τοὺς τόπους ἐν οἷς μὴ πάρεστιν.
ὑπόθου ἐμὲ εἶναι τὸν λαλοῦντα^ ἐν τῷ καθίσματι^ τούτῳ.
ὑπόθου ἐμὲ εἶναι τὸν λαλοῦντα ἐν τῷ καθίσματι τούτῳ.
οὐ δύ^να^μαι εἰπεῖν τι^νι^·
οὐ δύναμαι εἰπεῖν τινι·
δεῦρο, ἀποστελῶ σε ὧδε.
δεῦρο, ἀποστελῶ σε ὧδε.
τοῦτο οὐκ ἐστὶ^ πέμψαι, ἀλλὰ^ συγκαθίσαι ἢ πα^ρα^στῆσαι.
τοῦτο οὐκ ἐστὶ πέμψαι, ἀλλὰ συγκαθίσαι ἢ παραστῆσαι.
εἰ δὲ ὁ θεὸς παντα^χοῦ τὸν οὐρα^νὸν γά^ρ φησι^ καὶ τὴν γῆν ἐγὼ πληρῶ, ποῦ οὖν πέμπει ὁ παντα^χοῦ ὤν;
εἰ δὲ ὁ θεὸς πανταχοῦ τὸν οὐρανὸν γάρ φησι καὶ τὴν γῆν ἐγὼ πληρῶ, ποῦ οὖν πέμπει ὁ πανταχοῦ ὤν;
ἐὰν ἀ^να^βῶ εἰς τὸν οὐρα^νόν, σὺ^ ἐκεῖ εἶ·
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ·
ἐὰν κα^τα^βῶ εἰς τὸν ᾅδην, πά^ρει·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
ἐὰν ἀ^να^λά^βω τὰ_ς πτέρυ^γά^ς μου καθ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχα^τα^ τῆς θα^λάσσης·
ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου καθ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης·
καὶ γὰ^ρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με.
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με.
ποῦ οὖν ὁ θεὸς ἀποστέλλει;
ποῦ οὖν ὁ θεὸς ἀποστέλλει;
ἀλλ' ἆρα^ μὴ αὐτὸς παντα^χοῦ, ὁ δὲ ἀποστελλόμενος οὐ παντα^χοῦ;
ἀλλ' ἆρα μὴ αὐτὸς πανταχοῦ, ὁ δὲ ἀποστελλόμενος οὐ πανταχοῦ;
ἀ^πέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον.
ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον.
ἆρα ὡς μὴ πα^ρόντα^ ἐν τῷ κόσμῳ;
ἆρα ὡς μὴ παρόντα ἐν τῷ κόσμῳ;
καὶ μὴν ὁ κόσμος ἐκ τοῦ υἱοῦ.
καὶ μὴν ὁ κόσμος ἐκ τοῦ υἱοῦ.
δι^ὰ^ τοῦτο οὖν ἦλθεν εἰς τὸν κόσμον, ὡς πρὸ τούτου μὴ ὢν ἐν τῷ κόσμῳ;
διὰ τοῦτο οὖν ἦλθεν εἰς τὸν κόσμον, ὡς πρὸ τούτου μὴ ὢν ἐν τῷ κόσμῳ;
πάντα δι' αὐτοῦ ἐγένετο·
πάντα δι' αὐτοῦ ἐγένετο·
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.
πῶς οὖν ἀπεστά^λη εἰς τὸν κόσμον;
πῶς οὖν ἀπεστάλη εἰς τὸν κόσμον;
πάλιν, εἰ ἀπεστά^λη ὁ ἀποστα^λείς, καὶ ἔμεινεν ὁ ἀποστείλα_ς ἄ^νω καὶ ὁ ἀποστα^λεὶς κά^τω, πῶς ἔλεγε καὶ ὁ πέμψα_ς με μετ' ἐμοῦ ἐστι^;
πάλιν, εἰ ἀπεστάλη ὁ ἀποσταλείς, καὶ ἔμεινεν ὁ ἀποστείλας ἄνω καὶ ὁ ἀποσταλεὶς κάτω, πῶς ἔλεγε καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστι;
παρακαλῶ πρόσεχε μετὰ^ ἀ^σφα^λεία_ς.
παρακαλῶ πρόσεχε μετὰ ἀσφαλείας.
ἀσφάλισαι τὸν λόγον.
ἀσφάλισαι τὸν λόγον.
δύναται γὰ^ρ εἰπεῖν ὁ αἱρετι^κός·
δύναται γὰρ εἰπεῖν ὁ αἱρετικός·
μετ' ἐμοῦ ἐστι^ τῇ βοηθείᾳ, ὡς λέγω κ ἀγώ·
μετ' ἐμοῦ ἐστι τῇ βοηθείᾳ, ὡς λέγω κ ἀγώ·
ὁ θεὸς μετ' ἐμοῦ ἐστι^ν.
ὁ θεὸς μετ' ἐμοῦ ἐστιν.
οὐκ εἶπεν ἁπλῶς, ἀλλὰ^ τί^;
οὐκ εἶπεν ἁπλῶς, ἀλλὰ τί;
ὁ πα^τὴρ ὁ ἐν ἐμοὶ μένων.
ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων.
εἰ μετ' αὐτοῦ ἦν καὶ ἐν αὐτῷ ἔμενε, πῶς ἐκεῖνος ἀ^πέστειλεν ἡ πῶς οὗτος ἀπεστά^λη;
εἰ μετ' αὐτοῦ ἦν καὶ ἐν αὐτῷ ἔμενε, πῶς ἐκεῖνος ἀπέστειλεν ἡ πῶς οὗτος ἀπεστάλη;
εἴτε γὰ^ρ ἦλθον, οἱ δύ^ο ἦλθον καὶ οὐδεὶς ἀπεστά^λη.
εἴτε γὰρ ἦλθον, οἱ δύο ἦλθον καὶ οὐδεὶς ἀπεστάλη.
πάλιν, ἀλλ' οἱ δύ^ο ἔμεινα^ν.
πάλιν, ἀλλ' οἱ δύο ἔμειναν.
εἰ ἔμενεν ὁ πα^τὴρ ἄ^νω, πῶς λέγει ὁ υἱὸς·
εἰ ἔμενεν ὁ πατὴρ ἄνω, πῶς λέγει ὁ υἱὸς·
ὁ πα^τὴρ μετ' ἐμοῦ ἐστι^ν;
ὁ πατὴρ μετ' ἐμοῦ ἐστιν;
εἰ ἄ^νω ἔμεινεν ὁ ἀποστείλα_ς, πῶς μετ' αὐτοῦ ἔχει ὁ ἀποστα^λεὶς τὸν ἀποστείλαντα^;
εἰ ἄνω ἔμεινεν ὁ ἀποστείλας, πῶς μετ' αὐτοῦ ἔχει ὁ ἀποσταλεὶς τὸν ἀποστείλαντα;
ἐγὼ γά^ρ, εἶπεν, ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ μετ' ἐμοῦ ἐστι^ν.
ἐγὼ γάρ, εἶπεν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ μετ' ἐμοῦ ἐστιν.
πῶς οὖν ἀπεστά^λη ὁ λέγων·
πῶς οὖν ἀπεστάλη ὁ λέγων·
ὁ πα^τὴρ ἐν ἐμοὶ ἐστι^ν;
ὁ πατὴρ ἐν ἐμοὶ ἐστιν;
πῶς δὲ πάλιν ἀ^πέστειλεν;
πῶς δὲ πάλιν ἀπέστειλεν;
ὅταν οὖν λέγῃ·
ὅταν οὖν λέγῃ·
πέμψω ὑ_μῖν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, τουτέστι^, τὴν δωρεὰν τοῦ πνεύμα^τος.
πέμψω ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι, τὴν δωρεὰν τοῦ πνεύματος.
καὶ ἵ^να_ μά^θητε ὅτι^ ἡ δωρεὰ πέμπεται, τὸ δὲ πνεῦμα^ οὐκ ἀποστέλλεται, ὁ σωτὴρ λέγει τοῖς ἀ^ποστόλοις·
καὶ ἵνα μάθητε ὅτι ἡ δωρεὰ πέμπεται, τὸ δὲ πνεῦμα οὐκ ἀποστέλλεται, ὁ σωτὴρ λέγει τοῖς ἀποστόλοις·
μείνατε εἰς ἱερουσαλήμ, ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους καὶ λήψεσθε δύ^να^μι^ν ἐπελθόντος τοῦ ἁ^γί^ου πνεύμα^τος ἐφ' ὑ_μᾶς.
μείνατε εἰς ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς.
ἄλλη ἡ δύ^να^μι^ς ἡ χορηγουμένη, ἄλλο τὸ πνεῦμα^ τὸ χορηγοῦν.
ἄλλη ἡ δύναμις ἡ χορηγουμένη, ἄλλο τὸ πνεῦμα τὸ χορηγοῦν.
πάντα γὰ^ρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ, κα^θὼς βούλεται.
πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.
σὺ^ μὲν οὖν οὐ δύ_νῃ δεῖξαι πεμπόμενον τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ὑ^πὸ γυμνῆς τῆς θεότητος.
σὺ μὲν οὖν οὐ δύνῃ δεῖξαι πεμπόμενον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ γυμνῆς τῆς θεότητος.
ἐὰν δέ σοι δείξω τὸν ποιητὴν οὐρα^νοῦ καὶ γῆς ἀποστελλόμενον ὑ^πὸ τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου, τί^ ποιεῖς;
ἐὰν δέ σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, τί ποιεῖς;
ἢ ἄρνησαι τὸν χριστὸν καὶ ἀ^πάλειψον τὰ_ς γρα^φὰ_ς ἢ δοῦλος ὢν τῶν γρα^φῶν ὑποτά^ττου ταῖς γρα^φαῖς.
ἢ ἄρνησαι τὸν χριστὸν καὶ ἀπάλειψον τὰς γραφὰς ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς.
καὶ ποῦ φησι^ν εἴρηται τοῦτο;
καὶ ποῦ φησιν εἴρηται τοῦτο;
ἄκουε θεοῦ λέγοντος διὰ τοῦ προφήτου ἡσαΐου τοῦ κήρυκος τῆς εὐσεβεία_ς·
ἄκουε θεοῦ λέγοντος διὰ τοῦ προφήτου ἡσαΐου τοῦ κήρυκος τῆς εὐσεβείας·
ἄκουέ μου φησὶ^ν ἰακὼβ καὶ ἰσραήλ, ὃν ἐγὼ κα^λῶ·
ἄκουέ μου φησὶν ἰακὼβ καὶ ἰσραήλ, ὃν ἐγὼ καλῶ·
ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^ καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι^.
ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι.
πρόσεχε.
πρόσεχε.
λοιπὸν γὰ^ρ ἐνταῦθα τὸ ζητούμενον.
λοιπὸν γὰρ ἐνταῦθα τὸ ζητούμενον.
ἄρα τί^ς ὁ εἰπὼν ταῦτα^;
ἄρα τίς ὁ εἰπὼν ταῦτα;
ὁ πα^τὴρ ἢ ὁ υἱός;
ὁ πατὴρ ἢ ὁ υἱός;
ὅρα πῶς ἐν μοναρχία_ς τύ^πῳ τὴν τριάδα κηρύττει συγκεκαλυμμένως·
ὅρα πῶς ἐν μοναρχίας τύπῳ τὴν τριάδα κηρύττει συγκεκαλυμμένως·
ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^ καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι^.
ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι.
τίς ὁ ταῦτα^ λέγων;
τίς ὁ ταῦτα λέγων;
ὁ δημιουργός.
ὁ δημιουργός.
ἐπάγει γὰ^ρ·
ἐπάγει γὰρ·
ἐγὼ τῇ χειρί^ μου ἐθεμελίωσα^ τὴν γῆν.
ἐγὼ τῇ χειρί μου ἐθεμελίωσα τὴν γῆν.
βλέπε πῶς ὁ δημιουργὸς λα^λεῖ·
βλέπε πῶς ὁ δημιουργὸς λαλεῖ·