macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐκ τοῦ πληρώμα^τος αὐτοῦ ἡμεῖς πάντες ἐλά^βομεν.
ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.
ἐκεῖνος τὸ πλήρωμα^, ἡμεῖς ἐκ τοῦ πληρώμα^τος.
ἐκεῖνος τὸ πλήρωμα, ἡμεῖς ἐκ τοῦ πληρώματος.
πῶς;
πῶς;
ἀφ' οὗ ἐπλήρωσε τὴν δεσποτι^κὴν σάρκα^, ἀπ' αὐτῆς ἤντλει ὡς ἀ^πὸ πηγῆς καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν.
ἀφ' οὗ ἐπλήρωσε τὴν δεσποτικὴν σάρκα, ἀπ' αὐτῆς ἤντλει ὡς ἀπὸ πηγῆς καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν.
πρόσεχε, πα^ρα^κα^λῶ.
πρόσεχε, παρακαλῶ.
λέγει οὖν·
λέγει οὖν·
ὅταν ἔλθῃ ὁ πα^ράκλητος, τὸ πνεῦμα τῆς ἀ^ληθεία_ς, ὁδηγήσει ὑ_μᾶς πρὸς πᾶσα^ν τὴν ἀ^λήθεια^ν, ὅτι^ ἐκ τοῦ ἐμοῦ λήψεται.
ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται.
πρόσεχε τῇ ἀκρι_βείᾳ.
πρόσεχε τῇ ἀκριβείᾳ.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ἐξ ἐμοῦ, ἀλλ' ἐκ τοῦ ἐμοῦ.
ἐξ ἐμοῦ, ἀλλ' ἐκ τοῦ ἐμοῦ.
ἐξ ἐμοῦ, τί^νος;
ἐξ ἐμοῦ, τίνος;
ἐκ τοῦ ἐμοῦ δώσει ὑ_μῖν, ἀλλὰ λήψεται.
ἐκ τοῦ ἐμοῦ δώσει ὑμῖν, ἀλλὰ λήψεται.
λαμβάνει οὐ δανειζόμενον.
λαμβάνει οὐ δανειζόμενον.
ἀλλ' ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χα^ρι^σμά^των, ἀ^πὸ τῆς δεξαμενῆς ἀντλεῖ καὶ πα^ρέχει πᾶσι^ν ἐκ τῶν ἰ^δί^ων.
ἀλλ' ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χαρισμάτων, ἀπὸ τῆς δεξαμενῆς ἀντλεῖ καὶ παρέχει πᾶσιν ἐκ τῶν ἰδίων.
καὶ πόθεν τοῦτο, ὅτι^ τὸ λα^βεῖν ἐκ τῶν ἰ^δί^ων ἐστὶ^ λα^βεῖν;
καὶ πόθεν τοῦτο, ὅτι τὸ λαβεῖν ἐκ τῶν ἰδίων ἐστὶ λαβεῖν;
ἄκουε.
ἄκουε.
ἐπλήρωσεν ὁ θεὸς τὸν μωϋσῆν πνεύμα^τος, καὶ λέγει μωϋσῆς·
ἐπλήρωσεν ὁ θεὸς τὸν μωϋσῆν πνεύματος, καὶ λέγει μωϋσῆς·
οὐ δύ^να^μαι μόνος φέρειν τὸ βά^ρος τοῦ λα_οῦ τούτου·
οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου·
προχείρισαι ἄλλον σεαυτῷ.
προχείρισαι ἄλλον σεαυτῷ.
λέγει αὐτῷ ὁ θεός·
λέγει αὐτῷ ὁ θεός·
ἐπίλεξαι ἑβδομήκοντα^ πρεσβυ^τέρους καὶ λήψομαι ἀ^πὸ τοῦ πνεύμα^τος τοῦ ἐν σοί, καὶ δώσω ἐπ' αὐτούς.
ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους καὶ λήψομαι ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί, καὶ δώσω ἐπ' αὐτούς.
οὐκ εἶπε·
οὐκ εἶπε·
λήψομαι τὸ σόν, ἀλλὰ ἀ^πὸ τοῦ πνεύμα^τος τοῦ ἐν σοί, ἐκ τοῦ ἐμοῦ λήψομαι.
λήψομαι τὸ σόν, ἀλλὰ ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοί, ἐκ τοῦ ἐμοῦ λήψομαι.
λέγει ὁ θεός·
λέγει ὁ θεός·
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ πᾶσα^ν σάρκα^, καὶ προφητεύσουσι^ν.
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.
εἰ ὁ θεὸς πα^ρὰ^ μωϋσέως λα^μβά^νων ἐδανείσατο, καὶ τὸ πνεῦμα πα^ρὰ^ τοῦ υἱοῦ λα^μβά^νων ἐδανείσατο.
εἰ ὁ θεὸς παρὰ μωϋσέως λαμβάνων ἐδανείσατο, καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ λαμβάνων ἐδανείσατο.
καὶ γὰ^ρ μωϋσῆς τύ^πος ἦν τοῦ χριστοῦ.
καὶ γὰρ μωϋσῆς τύπος ἦν τοῦ χριστοῦ.
ὅτι^ ὥσπερ ἀ^πὸ μωϋσέως ἑβδομήκοντα^ ἐγένοντο, οὕτως ἀ^πὸ τοῦ χριστοῦ ἡ οἰκουμένη ἐδέξα^το τὸ πνεῦμα τὸ ἅ^γι^ον.
ὅτι ὥσπερ ἀπὸ μωϋσέως ἑβδομήκοντα ἐγένοντο, οὕτως ἀπὸ τοῦ χριστοῦ ἡ οἰκουμένη ἐδέξατο τὸ πνεῦμα τὸ ἅγιον.
ἐκ τοῦ ἐμοῦ λήψεται·
ἐκ τοῦ ἐμοῦ λήψεται·
ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ κυ_ριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκός, τὸ ἐλθὸν καὶ μεῖνα^ν ἐν ἐμοί, τὸ χρῖσά^ν με, τὸ ἁγιάσαν, τὸ ἀ^γα^γὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν.
ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ κυριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκός, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοί, τὸ χρῖσάν με, τὸ ἁγιάσαν, τὸ ἀγαγὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν.
ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀ^ναγγελεῖ ὑ_μῖν.
ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
καὶ ἵνα δείξῃ, ὅτι^ οὐ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπά^γει μετὰ^ τὸ εἰπεῖν·
καὶ ἵνα δείξῃ, ὅτι οὐ τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπάγει μετὰ τὸ εἰπεῖν·
ἐκ τοῦ ἐμοῦ λήψεται, εὐθύ^ς·
ἐκ τοῦ ἐμοῦ λήψεται, εὐθύς·
πά^ντα^ ὅσα^ ἔχει ὁ πα^τὴρ ἐμά^ ἐστι^ν.
πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν.
ἔλαβον αὐτὰ^ ἐκ τοῦ ἁ^γί^ου πνεύμα^τος.
ἔλαβον αὐτὰ ἐκ τοῦ ἁγίου πνεύματος.
διὰ τοῦτο εἶπον·
διὰ τοῦτο εἶπον·
ἐκ τοῦ ἐμοῦ λήψεται.
ἐκ τοῦ ἐμοῦ λήψεται.
ἐπειδὴ ὁ θεὸς τὴν σάρκα^ ἡγίασε πνεύμα^τι^ ἁ^γί^ῳ καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ πνεύμα^τος ὁ πα^τὴρ εἰς τὴν σάρκα^ τοῦ χριστοῦ, ἐλθοῦσα^ δὲ ἡ χά^ρι^ς ὅλα_ τὰ^ δῶρα^ ἐνέθηκε τῷ χριστῷ, λέγει·
ἐπειδὴ ὁ θεὸς τὴν σάρκα ἡγίασε πνεύματι ἁγίῳ καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ πνεύματος ὁ πατὴρ εἰς τὴν σάρκα τοῦ χριστοῦ, ἐλθοῦσα δὲ ἡ χάρις ὅλα τὰ δῶρα ἐνέθηκε τῷ χριστῷ, λέγει·
ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀ^ναγγελεῖ ὑ_μῖν.
ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
τί οὖν ἐστι^ τὸ ἀφ' ἑαυτοῦ οὐ λα^λήσει, ἀλλ' ὅσα^ ἂ^ν ἀ^κούσῃ, γνωρί^σει ὑ_μῖν;
τί οὖν ἐστι τὸ ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ, γνωρίσει ὑμῖν;
εἴρηται πρὸ τούτου, ὅτι ἄλλον ἐστὶ^ πνεῦμα ἅ^γι^ον καὶ ἄλλο χάρισμα^, ἄλλο βα^σι^λεὺς καὶ ἄλλο τὸ δῶρον τοῦ βα^σι^λέως.
εἴρηται πρὸ τούτου, ὅτι ἄλλον ἐστὶ πνεῦμα ἅγιον καὶ ἄλλο χάρισμα, ἄλλο βασιλεὺς καὶ ἄλλο τὸ δῶρον τοῦ βασιλέως.
ὅταν τι^ς πρὸς πολλὰ^ καὶ δι^ά^φορα^ ἔθνη βα^ρβά^ρων ἔχῃ, ἀ^πορεῖ πόθεν ἄρξεται τοῦ πολέμου.
ὅταν τις πρὸς πολλὰ καὶ διάφορα ἔθνη βαρβάρων ἔχῃ, ἀπορεῖ πόθεν ἄρξεται τοῦ πολέμου.
ἐὰν περὶ^ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἄλλον ἀνακύ^πτει κέρα^ς.
ἐὰν περὶ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἄλλον ἀνακύπτει κέρας.
ἐὰν δι^έλῃ ἑαυτὸν εἰς δύ^ο μέρη, σχίζεται τὰ^ τῆς δυ^νά^μεως.
ἐὰν διέλῃ ἑαυτὸν εἰς δύο μέρη, σχίζεται τὰ τῆς δυνάμεως.
ἐν μέσῳ ἐσμὲν ἀρειανῶν τῶν ἀθετούντων τοῦ χριστοῦ τὴν δόξα^ν καὶ τῶν μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊ^κὴν τοῦ πνεύμα^τος δόξα^ν.
ἐν μέσῳ ἐσμὲν ἀρειανῶν τῶν ἀθετούντων τοῦ χριστοῦ τὴν δόξαν καὶ τῶν μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊκὴν τοῦ πνεύματος δόξαν.
ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ υἱοῦ, ὡς πρὸς μακεδονιανοὺς ὁ ἀρειανὸς εὐθέως μά^χεται·
ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ υἱοῦ, ὡς πρὸς μακεδονιανοὺς ὁ ἀρειανὸς εὐθέως μάχεται·
περὶ^ γὰ^ρ τοῦ υἱοῦ ἔπεισα^ς, ὅτι περὶ^ πνεύμα^τός μοι λα^λεῖς;
περὶ γὰρ τοῦ υἱοῦ ἔπεισας, ὅτι περὶ πνεύματός μοι λαλεῖς;
ἀλλ' ἐπειδὴ πρόκειται σήμερον περὶ^ πνεύμα^τος ἁ^γί^ου πολλά^κι^ς γὰ^ρ κα^τὰ^ τὴν δοθεῖσα^ν χά^ρι^ν πα^ρὰ^ χριστοῦ περὶ^ τοῦ υἱοῦ ἐνικήσαμεν, καὶ μά^ρτυ^ρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφί^σμα^τα^ τέχνης, ἀλλ' ἀποδείξεις γρα^φῶν , ἐβουλόμην δὲ καὶ νῦν κα^τα^σκευά^σαι τὸν περὶ^ τοῦ υἱοῦ λόγον.
ἀλλ' ἐπειδὴ πρόκειται σήμερον περὶ πνεύματος ἁγίου πολλάκις γὰρ κατὰ τὴν δοθεῖσαν χάριν παρὰ χριστοῦ περὶ τοῦ υἱοῦ ἐνικήσαμεν, καὶ μάρτυρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφίσματα τέχνης, ἀλλ' ἀποδείξεις γραφῶν , ἐβουλόμην δὲ καὶ νῦν κατασκευάσαι τὸν περὶ τοῦ υἱοῦ λόγον.
ἀεὶ γὰ^ρ ἐν ἑαυτῷ τὴν δύ^να^μι^ν ἐκλάμπουσα^ν ἔχει.
ἀεὶ γὰρ ἐν ἑαυτῷ τὴν δύναμιν ἐκλάμπουσαν ἔχει.
ἀλλὰ διὰ τὴν τῶν αἱρετι^κῶν πληροφορίαν τῶν περὶ^ τὸ πνεῦμα σκαζόντων τέως παρασιωπῶ.
ἀλλὰ διὰ τὴν τῶν αἱρετικῶν πληροφορίαν τῶν περὶ τὸ πνεῦμα σκαζόντων τέως παρασιωπῶ.
ἀμήχανον δέ ἐστι^ τὸν περὶ^ τὸ πνεῦμα σκά^ζοντα^ ὀρθοποδῆσαι περὶ^ τὸν υἱόν.
ἀμήχανον δέ ἐστι τὸν περὶ τὸ πνεῦμα σκάζοντα ὀρθοποδῆσαι περὶ τὸν υἱόν.
ἕως σήμερον οὐ πείθεις τι^νὰ^ μακεδονιανὸν ὑ^πογρά^ψαι τῷ ὁμοουσί^ῳ τῷ κα^τὰ^ νίκαιαν, καίτοι λέγοντες ἀ^εί, ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει ἐπειδὴ περὶ^ πνεύμα^τος οὐ διεσαφηνίσθη.
ἕως σήμερον οὐ πείθεις τινὰ μακεδονιανὸν ὑπογράψαι τῷ ὁμοουσίῳ τῷ κατὰ νίκαιαν, καίτοι λέγοντες ἀεί, ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει ἐπειδὴ περὶ πνεύματος οὐ διεσαφηνίσθη.
οὐδὲ γὰ^ρ ἦν ἀ^γὼν οὐ δὲ πόλεμος.
οὐδὲ γὰρ ἦν ἀγὼν οὐ δὲ πόλεμος.
ὅμως πρὸς ἐκείνων πληροφορίαν λέγω, γέγραπται·
ὅμως πρὸς ἐκείνων πληροφορίαν λέγω, γέγραπται·
ἀφ' ἑαυτοῦ οὐ λα^λήσει.
ἀφ' ἑαυτοῦ οὐ λαλήσει.
εἰπὲ τῷ μακεδονιανῷ·
εἰπὲ τῷ μακεδονιανῷ·
γέγραπται τοῦτο καὶ περὶ^ τοῦ υἱοῦ.
γέγραπται τοῦτο καὶ περὶ τοῦ υἱοῦ.
μᾶλλον δὲ αὐτὸς λέγει περὶ^ ἑαυτοῦ·
μᾶλλον δὲ αὐτὸς λέγει περὶ ἑαυτοῦ·
ἐγὼ ἀπ' ἐμαυ τοῦ οὐ λα^λῶ.
ἐγὼ ἀπ' ἐμαυ τοῦ οὐ λαλῶ.
πρόσεχε, παρακαλῶ.
πρόσεχε, παρακαλῶ.
παράγω τὴν μαρτυρίαν ἀ^πὸ τοῦ ὡμολογημένου πα^ρὰ^ σοί.
παράγω τὴν μαρτυρίαν ἀπὸ τοῦ ὡμολογημένου παρὰ σοί.
πρὸς μὲν γὰ^ρ τὸν ἀρειανὸν ἀ^γῶνος χρεία_ εἰς τὸ ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, καὶ περὶ^ τοῦ πνεύμα^τος.
πρὸς μὲν γὰρ τὸν ἀρειανὸν ἀγῶνος χρεία εἰς τὸ ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, καὶ περὶ τοῦ πνεύματος.
πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀ^γῶνος.
πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀγῶνος.
περὶ^ χριστοῦ γυμνάζων λέγεις ἰσόθεον, ὅμοιον τῷ πατρὶ^ κατὰ πά^ντα^.
περὶ χριστοῦ γυμνάζων λέγεις ἰσόθεον, ὅμοιον τῷ πατρὶ κατὰ πάντα.
ὡς πρὸς ὁμολογοῦντα^ τὴν δόξα^ν εἰσήγαγον τὸ ζήτημα^.
ὡς πρὸς ὁμολογοῦντα τὴν δόξαν εἰσήγαγον τὸ ζήτημα.
λέγεις περὶ^ τοῦ πνεύμα^τος·
λέγεις περὶ τοῦ πνεύματος·
ἀφ' ἑαυτοῦ οὐ λα^λήσει.
ἀφ' ἑαυτοῦ οὐ λαλήσει.
λέγει ὁ σωτὴρ περὶ^ ἑαυτοῦ·
λέγει ὁ σωτὴρ περὶ ἑαυτοῦ·
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, ἀλλ' ὅσα^ ἤκουσα^ πα^ρὰ^ τοῦ πατρός μου, ταῦτα λα^λῶ.
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ.
ἰδοὺ καὶ ὁ υἱὸς ἀφ' ἑαυτοῦ οὐ λα^λεῖ·
ἰδοὺ καὶ ὁ υἱὸς ἀφ' ἑαυτοῦ οὐ λαλεῖ·
τέως ὁμοτι_μία.
τέως ὁμοτιμία.
ταῦτα πρὸς σὲ λέγω.
ταῦτα πρὸς σὲ λέγω.
ὁ ἀρειανὸς κ ἀκεῖνο καὶ τοῦτο ἀ^πορεῖ.
ὁ ἀρειανὸς κ ἀκεῖνο καὶ τοῦτο ἀπορεῖ.
ὃ πά^σχουσι^ν οἱ ναυαγοῦντες, τοῦτο πά^σχουσι^ν οἱ ἀπιστοῦντες, οἵτινες περὶ^ τὴν πίστι^ν ἐναυάγησα^ν.
ὃ πάσχουσιν οἱ ναυαγοῦντες, τοῦτο πάσχουσιν οἱ ἀπιστοῦντες, οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν.
οἱ ἀρειανοὶ ναυαγήσαντες, ἀ^πώλεσα^ν καὶ χριστοῦ δόξα^ν καὶ ἁ^γί^ου πνεύμα^τος δύ^να^μι^ν·
οἱ ἀρειανοὶ ναυαγήσαντες, ἀπώλεσαν καὶ χριστοῦ δόξαν καὶ ἁγίου πνεύματος δύναμιν·
μακεδονιανοὶ φιλονεικοῦσι^ μὲν ἀ^να^βῆναι, τὸ δὲ ἥμι^συ^ τοῦ φορτί^ου ἀ^πώλεσα^ν, εἰ δέ τι^ς πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
μακεδονιανοὶ φιλονεικοῦσι μὲν ἀναβῆναι, τὸ δὲ ἥμισυ τοῦ φορτίου ἀπώλεσαν, εἰ δέ τις πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
πρόσεχε τοίνυ^ν, ἵνα μὴ δόξωμεν ἀ^γωνι^στι^κῶς ἐπεμβαίνειν καὶ ὑ^βρι^στι^κῶς τὴν ἀ^πόδειξι^ν ποιεῖσθαι.
πρόσεχε τοίνυν, ἵνα μὴ δόξωμεν ἀγωνιστικῶς ἐπεμβαίνειν καὶ ὑβριστικῶς τὴν ἀπόδειξιν ποιεῖσθαι.
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ.
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ.
ἑρμήνευσόν μοι τί ἐστι^ τὸ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ.
ἑρμήνευσόν μοι τί ἐστι τὸ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ.
πῶς εἶπεν ὁ σωτήρ;
πῶς εἶπεν ὁ σωτήρ;
ἣν γὰ^ρ ἂ_ν ἑλκύ^σῃ λύσιν ὁ μακεδονιανὸς περὶ^ τοῦ υἱοῦ, ταύτην ἐπι^νοεῖ καὶ τῷ ἁ^γί^ῳ πνεύμα^τι^.
ἣν γὰρ ἂν ἑλκύσῃ λύσιν ὁ μακεδονιανὸς περὶ τοῦ υἱοῦ, ταύτην ἐπινοεῖ καὶ τῷ ἁγίῳ πνεύματι.
τὰ^ δύ^ο ἕστηκεν ἰσόρροπα^·
τὰ δύο ἕστηκεν ἰσόρροπα·
οὔ τε τὸ πνεῦμα ἀφ' ἑαυτοῦ οὔ τε ὁ υἱὸς ἀφ' ἑαυτοῦ.
οὔ τε τὸ πνεῦμα ἀφ' ἑαυτοῦ οὔ τε ὁ υἱὸς ἀφ' ἑαυτοῦ.
ἀλλὰ χρῄζει ὁ υἱὸς τοῦ πατρὸς·
ἀλλὰ χρῄζει ὁ υἱὸς τοῦ πατρὸς·
χρῄζει καὶ τὸ πνεῦμα τοῦ πατρὸς·
χρῄζει καὶ τὸ πνεῦμα τοῦ πατρὸς·
τέως ὁμοτι_μία.
τέως ὁμοτιμία.
πρόσεχε τοίνυ^ν.
πρόσεχε τοίνυν.
οἶδα εἰς βά^θος ἐμαυτὸν δεδωκώς, ὡς εἶδεν ἡ τοῦ χριστοῦ δύ^να^μι^ς ἡ πάντα ἐρευνῶσα^.
οἶδα εἰς βάθος ἐμαυτὸν δεδωκώς, ὡς εἶδεν ἡ τοῦ χριστοῦ δύναμις ἡ πάντα ἐρευνῶσα.
μᾶλλον τρέμω ἢ λέγω, μὴ εἰς ἄ^πειρον ἄβυσσον δρά^μῃ τὸ σκά^φος καὶ πνεῦμα μὴ ᾖ.
μᾶλλον τρέμω ἢ λέγω, μὴ εἰς ἄπειρον ἄβυσσον δράμῃ τὸ σκάφος καὶ πνεῦμα μὴ ᾖ.
δὸς γὰ^ρ εἶναι τὸ σκά^φος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτα_ς, τὰ_ς σχοίνους, τὰ_ς ἀγκύ_ρα_ς, πάντα εὐτρεπισμένα^ καὶ μηδα^μοῦ πνεῦμα ἀνέμου.
δὸς γὰρ εἶναι τὸ σκάφος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτας, τὰς σχοίνους, τὰς ἀγκύρας, πάντα εὐτρεπισμένα καὶ μηδαμοῦ πνεῦμα ἀνέμου.
οὐχὶ ἀργεῖ τὰ^ τῆς παρασκευῆς, μὴ πα^ρούσης τῆς ἐνεργεία_ς τοῦ πνεύμα^τος;
οὐχὶ ἀργεῖ τὰ τῆς παρασκευῆς, μὴ παρούσης τῆς ἐνεργείας τοῦ πνεύματος;
οὕτως ἔθος.
οὕτως ἔθος.
κ ἂ_ν λόγου πλά^τος, κ ἂ_ν δι^α^νοία_ς βά^θος, κ ἂ_ν φρά^σις, κ ἂ_ν ἔννοια^, καὶ μὴ πα^ρῇ τὸ πνεῦμα τὸ ἅ^γι^ον χορηγοῦν, ἀργεῖ τὰ πάντα.
κ ἂν λόγου πλάτος, κ ἂν διανοίας βάθος, κ ἂν φράσις, κ ἂν ἔννοια, καὶ μὴ παρῇ τὸ πνεῦμα τὸ ἅγιον χορηγοῦν, ἀργεῖ τὰ πάντα.
διὰ τί οὖν περὶ^ ἑαυτοῦ, ὡς καὶ περὶ^ τοῦ πνεύμα^τος εἶπεν·
διὰ τί οὖν περὶ ἑαυτοῦ, ὡς καὶ περὶ τοῦ πνεύματος εἶπεν·
ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ;
ἀπ' ἐμαυτοῦ οὐ λαλῶ;
ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα^.
ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα.
λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς κ ἀκείνους εἴγε πείθονται.
λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς κ ἀκείνους εἴγε πείθονται.
οὐκ ἂ^ν πάντως ἀ^νάγκην αὐτοῖς ἐπά^γοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄ^ρα^ πεισθῶσι^.
οὐκ ἂν πάντως ἀνάγκην αὐτοῖς ἐπάγοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄρα πεισθῶσι.
καὶ μὴ θαυμά^σῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω.
καὶ μὴ θαυμάσῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω.
λέγει ὁ θεὸς τῷ ἰεζεκιήλ·
λέγει ὁ θεὸς τῷ ἰεζεκιήλ·