macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁ μει, λέγει πρὸς ἀμφιβάλλοντα^ς· | ὁ μει, λέγει πρὸς ἀμφιβάλλοντας· |
ψηλαφήσατέ με καὶ βλέπετε ὅτι^ πνεῦμα^ σάρκα^ καὶ ὀστέα^ οὐκ ἔχει, κα^θὼς ἐμὲ θεωρεῖτε ἔχοντα^. | ψηλαφήσατέ με καὶ βλέπετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. |
πῶς εἰσῆλθεν; | πῶς εἰσῆλθεν; |
ἆρα^ αἱ σα^νί^δες δί^κην ἀ_έρος δι^ελύ^θησα^ν; | ἆρα αἱ σανίδες δίκην ἀέρος διελύθησαν; |
ἀλλ' ἆρα τὸ σῶ^μα^ ἐλεπτύνθη καὶ οὕτως δι^ῆλθε τὴν τοῦ ξύ^λου παχύτητα^; | ἀλλ' ἆρα τὸ σῶμα ἐλεπτύνθη καὶ οὕτως διῆλθε τὴν τοῦ ξύλου παχύτητα; |
ἀλλ' οὔ τε σὺ^ δύ_νῃ εἰπεῖν, οὔ τε ἐγὼ ἑρμηνεῦσαι ἰσχύ_ω. | ἀλλ' οὔ τε σὺ δύνῃ εἰπεῖν, οὔ τε ἐγὼ ἑρμηνεῦσαι ἰσχύω. |
οὐδέν μοι τούτων παρέδωκεν ἡ γρα^φή. | οὐδέν μοι τούτων παρέδωκεν ἡ γραφή. |
οὐ πολυπραγμονῶ. | οὐ πολυπραγμονῶ. |
οἷς ἐκήρυξεν ἀκολουθῶ, κ ἂ_ν μὴ θέλω. | οἷς ἐκήρυξεν ἀκολουθῶ, κ ἂν μὴ θέλω. |
ὅτι^ εἰσῆλθε πιστεύω, τὸ δὲ πῶς οὐ πολυπραγμονῶ. | ὅτι εἰσῆλθε πιστεύω, τὸ δὲ πῶς οὐ πολυπραγμονῶ. |
μὴ νομί^σῃς τῶν θυ^ρῶν εἰσῆλθεν. | μὴ νομίσῃς τῶν θυρῶν εἰσῆλθεν. |
οὐκ εἶπεν ἀραιωθείσης ἢ δι^αλυθείσης τῆς θύ^ρα_ς εἰσῆλθεν, ἀλλὰ κεκλεισμένων. | οὐκ εἶπεν ἀραιωθείσης ἢ διαλυθείσης τῆς θύρας εἰσῆλθεν, ἀλλὰ κεκλεισμένων. |
τὸ γεγονὸς ἐκήρυξε. | τὸ γεγονὸς ἐκήρυξε. |
τίς ὁ τρόπος τοῦ γεγονότος οὐκ ἔδειξεν. | τίς ὁ τρόπος τοῦ γεγονότος οὐκ ἔδειξεν. |
ἐξῆλθε πέτρος ἀ^πὸ φυλακῆς. | ἐξῆλθε πέτρος ἀπὸ φυλακῆς. |
ἀλλ' ἠνοίχθησα^ν αὐτῷ αἱ πύ^λαι καὶ ἡ γρα^φὴ ἐπι^σημήνατο λέγουσα^ ὅτι^ ἡ σιδηρᾶ πύ^λη αὐτομά^τη ἠνοίγη αὐτοῖς. | ἀλλ' ἠνοίχθησαν αὐτῷ αἱ πύλαι καὶ ἡ γραφὴ ἐπισημήνατο λέγουσα ὅτι ἡ σιδηρᾶ πύλη αὐτομάτη ἠνοίγη αὐτοῖς. |
οὐκ εἶπεν· | οὐκ εἶπεν· |
αὐτομάτη ἐδέξα^το πέτρον δι^ερχόμενον. | αὐτομάτη ἐδέξατο πέτρον διερχόμενον. |
ἀ^νθρώπι^νον γὰ^ρ ἦν τὸ σῶ^μα^ καὶ ἐξ ἀ^νθρωπί^νου φυράμα^τος. | ἀνθρώπινον γὰρ ἦν τὸ σῶμα καὶ ἐξ ἀνθρωπίνου φυράματος. |
τὸ δὲ χριστοῦ ἀνθρώπινον μὲν διὰ τὴν πρὸς ἡμᾶς συγγένεια^ν, θεῖον δὲ δι^ά^ τε τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσι^ν καὶ διὰ τὴν ξένην ὠδῖνα^ τῆς παρθένου. | τὸ δὲ χριστοῦ ἀνθρώπινον μὲν διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν, θεῖον δὲ διά τε τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ διὰ τὴν ξένην ὠδῖνα τῆς παρθένου. |
πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυ^ρῶν; | πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν; |
πῶς ἀ^νῆλθε κεκλεισμένων τῶν οὐρα^νῶν; | πῶς ἀνῆλθε κεκλεισμένων τῶν οὐρανῶν; |
ὢ τῆς ἀτοπία_ς τῶν ταῦτα^ τολμώντων· | ὢ τῆς ἀτοπίας τῶν ταῦτα τολμώντων· |
ὢ τῆς εὐσεβεία_ς τῶν πά^ντα^ πιστευόντων. | ὢ τῆς εὐσεβείας τῶν πάντα πιστευόντων. |
ἀλλὰ τί φησι^ν ὁ ἀντιλέγων; | ἀλλὰ τί φησιν ὁ ἀντιλέγων; |
οὐχ εὑρίσκομεν τὴν πίστι^ν ἀ^σφα^λῆ παντα^χοῦ· | οὐχ εὑρίσκομεν τὴν πίστιν ἀσφαλῆ πανταχοῦ· |
εὕραμεν καὶ δι^ολισθαίνουσα^ν. | εὕραμεν καὶ διολισθαίνουσαν. |
οὐ δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλὰ μετὰ^ ἀ^κρι_βοῦς ἐξετάσεως. | οὐ δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως. |
πολλὰ^ δὲ συντρέχουσι^ν αὐτοῖς τῶν ἔξω. | πολλὰ δὲ συντρέχουσιν αὐτοῖς τῶν ἔξω. |
ἀδελφὰ γὰ^ρ τὰ φρονήμα^τα^ καὶ τῶν αἱρετι^κῶν καὶ τῶν ἑλλήνων· | ἀδελφὰ γὰρ τὰ φρονήματα καὶ τῶν αἱρετικῶν καὶ τῶν ἑλλήνων· |
κ ἀκεῖνα^ τῶν δαιμόνων εὑρέσεις καὶ ταῦτα^ τῶν δαιμόνων δι^δα^σκα^λί^αι. | κ ἀκεῖνα τῶν δαιμόνων εὑρέσεις καὶ ταῦτα τῶν δαιμόνων διδασκαλίαι. |
λέγουσιν οὖν τι^νες τῶν ἀντιπιπτόντων τῇ πίστει, ὅτι^ τὸ ἀλόγιστον αὐτῆς βλα^βερόν· | λέγουσιν οὖν τινες τῶν ἀντιπιπτόντων τῇ πίστει, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερόν· |
κ ἂ_ν μὴ ἐξητασμένος λογισμὸς συ^νημμένος ᾖ τῇ πίστει, οὐδα^μοῦ κέρδος φέρει τῷ πιστεύοντι^. | κ ἂν μὴ ἐξητασμένος λογισμὸς συνημμένος ᾖ τῇ πίστει, οὐδαμοῦ κέρδος φέρει τῷ πιστεύοντι. |
πόθεν γά^ρ φησι^ν ἐξετάσαι βούλῃ τῆς πίστεως τὴν φύ^σι^ν; | πόθεν γάρ φησιν ἐξετάσαι βούλῃ τῆς πίστεως τὴν φύσιν; |
θέλεις ἄ^νωθεν ἐξ αὐτῆς φησι^ τῆς δημιουργία_ς; | θέλεις ἄνωθεν ἐξ αὐτῆς φησι τῆς δημιουργίας; |
ζήτησον ὃν λέγετε πρωτόπλαστον. | ζήτησον ὃν λέγετε πρωτόπλαστον. |
εὑρίσκω ἀ^πὸ πίστεως πεσόντα^. | εὑρίσκω ἀπὸ πίστεως πεσόντα. |
βλέπε τοῦ πονηροῦ δαίμονος τὰ ῥήμα^τα^, τοῦ πά^ντα^ τολμῶντος ῥᾳδί^ως ἐπιχειρεῖν, οἷα^ τολμᾷ, οἷα^ φθέγγεται, οἷα^ προτείνει. | βλέπε τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα, τοῦ πάντα τολμῶντος ῥᾳδίως ἐπιχειρεῖν, οἷα τολμᾷ, οἷα φθέγγεται, οἷα προτείνει. |
ὑμεῖς λέγετε φησι^ν ὅτι^ ὁ ὄφις εἶπεν αὐτῷ· | ὑμεῖς λέγετε φησιν ὅτι ὁ ὄφις εἶπεν αὐτῷ· |
ἧι ἂ^ν ἡμέρᾳ φά^γησθε ἀ^πὸ τοῦ ξύ^λου, ἔσεσθε ὡς θεοί γινώσκοντες κα^λὸν καὶ πονηρὸν. | ἧι ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί γινώσκοντες καλὸν καὶ πονηρὸν. |
ἐπίστευσε τῷ ὄφει· | ἐπίστευσε τῷ ὄφει· |
πι^στεύσα_ς ἀ^πώλετο. | πιστεύσας ἀπώλετο. |
ἀρχὴ οὖν τῶν κα^κῶν πί^στι_ς. | ἀρχὴ οὖν τῶν κακῶν πίστις. |
ταῦτα^ πρὸς ἡμᾶς ἐκεῖνοι οἱ τῆς ἀ^ληθεία_ς ἐχθροί, οἱ τῆς εὐσεβεία_ς πολέμι^οι. | ταῦτα πρὸς ἡμᾶς ἐκεῖνοι οἱ τῆς ἀληθείας ἐχθροί, οἱ τῆς εὐσεβείας πολέμιοι. |
ἀλλ' ἠγνόησα^ν οἱ ἀσεβεῖς τὸν ἀ^ληθῆ τῆς πίστεως ὅρον· | ἀλλ' ἠγνόησαν οἱ ἀσεβεῖς τὸν ἀληθῆ τῆς πίστεως ὅρον· |
οὐκ οἴδασι^ν ὃ προτείνουσι^. | οὐκ οἴδασιν ὃ προτείνουσι. |
μὴ γὰ^ρ ἡμεῖς λέγομεν ὅτι^ πᾶς ὁ παντὶ^ πιστεύων ἐκεῖνος πίστι^ν ἔχει καὶ πιστὸς ἀ^ναγορεύεται; | μὴ γὰρ ἡμεῖς λέγομεν ὅτι πᾶς ὁ παντὶ πιστεύων ἐκεῖνος πίστιν ἔχει καὶ πιστὸς ἀναγορεύεται; |
οὐχ ὅτι^ ὁ πιστεύων τῷ τυ^χόντι^ πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀ^ληθι^νῶς. | οὐχ ὅτι ὁ πιστεύων τῷ τυχόντι πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀληθινῶς. |
μὴ γὰ^ρ ἔδειξα^ς ὅτι^ θεῷ πι^στεύσα_ς ἀ^πώλετο; | μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο; |
διαβόλῳ πι^στεύσα_ς ἔπεσε, θεῷ ἀ^πι^στήσα_ς ὠλίσθησε. | διαβόλῳ πιστεύσας ἔπεσε, θεῷ ἀπιστήσας ὠλίσθησε. |
τί διαστρέφεις τὰ ῥήμα^τα^; | τί διαστρέφεις τὰ ῥήματα; |
ἀκούσατέ μου, οἱ μισοῦντες κρί^σιν, οἱ πά^ντα^ τὰ ὀρθὰ^ διαστρέφοντες. | ἀκούσατέ μου, οἱ μισοῦντες κρίσιν, οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες. |
καὶ μὴν ἐχρῆν εἰπεῖν· | καὶ μὴν ἐχρῆν εἰπεῖν· |
ἀρχὴ τῶν κα^κῶν ἀ^πι^στί^α_. | ἀρχὴ τῶν κακῶν ἀπιστία. |
εἰ γὰ^ρ ἐπίστευσε θεῷ λέγοντι^· | εἰ γὰρ ἐπίστευσε θεῷ λέγοντι· |
ἧι ἂ^ν ἡμέρᾳ φά^γησθε, θα^νά^τῳ ἀποθα^νεῖσθε, οὐκ ἂ^ν ὠλίσθησεν, ἀλλ' εἶχεν ἂ^ν τὴν πίστι^ν, πίστι^ν ἀ^σφα^λῆ πρὸς σωτηρί^α_ν. | ἧι ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε, οὐκ ἂν ὠλίσθησεν, ἀλλ' εἶχεν ἂν τὴν πίστιν, πίστιν ἀσφαλῆ πρὸς σωτηρίαν. |
ποτὲ μὴ διάβαλε τὸ ὄνομα^ τῆς πίστεως. | ποτὲ μὴ διάβαλε τὸ ὄνομα τῆς πίστεως. |
οὐ γὰ^ρ ὁ παντὶ^ πιστεύων πιστός, ἀλλ' ὁ θεῷ πιστεύων, οὗτος μόνος καὶ ἔστι^ καὶ λέγεται. | οὐ γὰρ ὁ παντὶ πιστεύων πιστός, ἀλλ' ὁ θεῷ πιστεύων, οὗτος μόνος καὶ ἔστι καὶ λέγεται. |
κατάλειπε ζητήσεις καὶ ἄσπα^σαι πίστι^ν. | κατάλειπε ζητήσεις καὶ ἄσπασαι πίστιν. |
πί^στι_ς πά^ντα^ φωτίζει· | πίστις πάντα φωτίζει· |
πί^στι_ς πάντα ἁγιά^ζει· | πίστις πάντα ἁγιάζει· |
πί^στι_ς πνεύμα^τος ἀγί^ου κα^ταξιοῖ. | πίστις πνεύματος ἀγίου καταξιοῖ. |
στέφανος γὰ^ρ πλήρης πίστεως καὶ δυ^νά^μεως. | στέφανος γὰρ πλήρης πίστεως καὶ δυνάμεως. |
εἰ μὴ προέλαμπεν ἡ πί^στι_ς δύ^να^μι^ς οὐκ ἠκολούθει τῷ ἁ^γί^ῳ. | εἰ μὴ προέλαμπεν ἡ πίστις δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ. |
ὅπου πί^στι_ς, ἐκεῖ καὶ δύ^να^μι^ς. | ὅπου πίστις, ἐκεῖ καὶ δύναμις. |
ὅπου ἀ^πι^στί^α_, ἐκεῖ καὶ ἀσθένεια^. | ὅπου ἀπιστία, ἐκεῖ καὶ ἀσθένεια. |
ἀρχὴ τῶν ἀ^γα^θῶν πί^στι_ς, πηγὴ τῶν ἀ^γα^θῶν πίστις. | ἀρχὴ τῶν ἀγαθῶν πίστις, πηγὴ τῶν ἀγαθῶν πίστις. |
λάβωμεν τὸ ὅπλον τῆς σωτηρί^α_ς. | λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας. |
τί λέξεσι^ δουλεύεις καὶ τὴν ἀ^λήθεια^ν φεύγεις; | τί λέξεσι δουλεύεις καὶ τὴν ἀλήθειαν φεύγεις; |
διὰ τί προσφέρεις ἃ^ μὴ τολμᾷ μή τε τῶν ἀγγέλων φύ^σι^ς ἐρευνῆσαι; | διὰ τί προσφέρεις ἃ μὴ τολμᾷ μή τε τῶν ἀγγέλων φύσις ἐρευνῆσαι; |
τί λέγω ἡ τῶν ἀγγέλων φύ^σι^ς; | τί λέγω ἡ τῶν ἀγγέλων φύσις; |
ἃ^ μή τε δαίμονες τολμῶσι^ν. | ἃ μή τε δαίμονες τολμῶσιν. |
οὐ θέλεις ἀκολουθῆσαι πέτρῳ; | οὐ θέλεις ἀκολουθῆσαι πέτρῳ; |
οὐ θέλεις ἀκολουθῆσαι παύλῳ; | οὐ θέλεις ἀκολουθῆσαι παύλῳ; |
οὐ τοῖς ἀγγέλοις; | οὐ τοῖς ἀγγέλοις; |
οὐ τοῖς χε ρουβίμ; | οὐ τοῖς χε ρουβίμ; |
γενοῦ κ ἂ^ν μα^θητὴς τῶν δαιμόνων. | γενοῦ κ ἂν μαθητὴς τῶν δαιμόνων. |
εἶδον οἱ δαίμονες τὸν σωτῆρα^ καὶ λέγουσιν αὐτῷ· | εἶδον οἱ δαίμονες τὸν σωτῆρα καὶ λέγουσιν αὐτῷ· |
ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; | ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; |
οἱ δαίμονες υἱὸν ὁμολογοῦσι^ καὶ σύ^, αἱρετι^κέ, βλασφημεῖς; | οἱ δαίμονες υἱὸν ὁμολογοῦσι καὶ σύ, αἱρετικέ, βλασφημεῖς; |
δαίμονες ἴ^σον ποιοῦσι^ καὶ σὺ^ τὴν ἀ^νισότητα^ κα^τα^σκευά^ζεις; | δαίμονες ἴσον ποιοῦσι καὶ σὺ τὴν ἀνισότητα κατασκευάζεις; |
καὶ τί ποιήσω, φησὶ^ν ὁ αἱρετι^κός, τῷ κυ_ρί^ῳ λέγοντι^· | καὶ τί ποιήσω, φησὶν ὁ αἱρετικός, τῷ κυρίῳ λέγοντι· |
ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νόν θεόν; | ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινόν θεόν; |
μόνον εἶπε, μόνον ἐκήρυξε τὸν ἀ^ληθι^νὸν θεὸν τὸν πα^τέρα^. | μόνον εἶπε, μόνον ἐκήρυξε τὸν ἀληθινὸν θεὸν τὸν πατέρα. |
στοιχῶ τῇ ἀ^ληθείᾳ τῇ πα^ρὰ^ θεοῦ κα^τηγγελμένῃ. | στοιχῶ τῇ ἀληθείᾳ τῇ παρὰ θεοῦ κατηγγελμένῃ. |
τῇ φωνῇ τοῦ μόνου ἀκολουθεῖς καὶ τῇ λέξει δουλεύεις; | τῇ φωνῇ τοῦ μόνου ἀκολουθεῖς καὶ τῇ λέξει δουλεύεις; |
τήρει μοι τοὺς ὅρους ἐπὶ^ τῶν ἐξεταζομένων. | τήρει μοι τοὺς ὅρους ἐπὶ τῶν ἐξεταζομένων. |
ἐγώ εἰμι^ πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^ καὶ ἕτερος πλὴν ἐμοῦ οὐκ ἔστι^. | ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἕτερος πλὴν ἐμοῦ οὐκ ἔστι. |
δίκαιος καὶ σωτὴρ πα^ρὲξ ἐμοῦ οὐκ ἔστι. | δίκαιος καὶ σωτὴρ παρὲξ ἐμοῦ οὐκ ἔστι. |
καὶ ἐπι^στράφητε πρός με καὶ σωθήσεσθε ἀ^πὸ τῶν ἐσχά^των τῆς γῆς. | καὶ ἐπιστράφητε πρός με καὶ σωθήσεσθε ἀπὸ τῶν ἐσχάτων τῆς γῆς. |
ἐγώ εἰμι^ ὁ θεὸς καὶ οὐκ ἔστι^ν ἄλλος. | ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος. |
κατ' ἐμαυτοῦ ὀμνύ^ω. | κατ' ἐμαυτοῦ ὀμνύω. |
ἐγώ εἰμι^ πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^. | ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα. |
καὶ οὐκ ἔστι^ν ἕτερος πλὴν ἐμοῦ. | καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ. |
βλέπετε πῶς δεικνύ^ει μεμονωμένην φύ^σι^ν, μηδὲν ἔχουσα^ν κοινὸν πρὸς ἑτέρα_ν ἀπεσχοινισμένην φύ^σι^ν; | βλέπετε πῶς δεικνύει μεμονωμένην φύσιν, μηδὲν ἔχουσαν κοινὸν πρὸς ἑτέραν ἀπεσχοινισμένην φύσιν; |
λέγει δὲ ταῦτα ὁ θεός· | λέγει δὲ ταῦτα ὁ θεός· |
ἐγώ εἰμι^ καὶ οὐκ ἔστι^ν ἄλλος. | ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος. |
ἐξέτεινα τὸν οὐρα^νὸν μόνος. | ἐξέτεινα τὸν οὐρανὸν μόνος. |
πρόσεχε σὺ εἰς τὸ μόνος, ἐπειδὴ προφέρεις τὸν μόνον ἀ^ληθι^νὸν θεόν. | πρόσεχε σὺ εἰς τὸ μόνος, ἐπειδὴ προφέρεις τὸν μόνον ἀληθινὸν θεόν. |
ἐξέτεινα τὸν οὐρα^νὸν μόνος. | ἐξέτεινα τὸν οὐρανὸν μόνος. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.