macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ οὐκ ἐκβάλλει τὸν πα^τέρα^ τῆς θεϊ^κῆς ἀ^ξί^α_ς. | καὶ οὐκ ἐκβάλλει τὸν πατέρα τῆς θεϊκῆς ἀξίας. |
πα^τὴρ ἐὰ^ν κληθῇ μόνος, ἐξορίζει τὸν υἱὸν τῆς ἐν τῷ ἀξιώμα^τι^ κοινωνί^α_ς; | πατὴρ ἐὰν κληθῇ μόνος, ἐξορίζει τὸν υἱὸν τῆς ἐν τῷ ἀξιώματι κοινωνίας; |
ὅταν λέγῃ ὁ θεὸς αὐτὸν εἶναι καὶ μόνον ἕνα^, ὁ πα^τὴρ ἢ ὁ υἱός, οὐ τὴν ἰ^δί^α_ν ἀρνεῖται τῆς φύ^σεως οἰκειότητα^. | ὅταν λέγῃ ὁ θεὸς αὐτὸν εἶναι καὶ μόνον ἕνα, ὁ πατὴρ ἢ ὁ υἱός, οὐ τὴν ἰδίαν ἀρνεῖται τῆς φύσεως οἰκειότητα. |
οὐχ ὁ πα^τὴρ τὸν υἱὸν ἐκβάλλει· | οὐχ ὁ πατὴρ τὸν υἱὸν ἐκβάλλει· |
οὐχ ὁ υἱὸς ἀθετεῖ τὸν πα^τέρα^. | οὐχ ὁ υἱὸς ἀθετεῖ τὸν πατέρα. |
ἀλλ' ὅταν τὰ^ τοιαῦτα^ λέγηται, πρὸς τὴν πλάνην τὴν τῶν εἰδώλων ὁ λόγος. | ἀλλ' ὅταν τὰ τοιαῦτα λέγηται, πρὸς τὴν πλάνην τὴν τῶν εἰδώλων ὁ λόγος. |
τί^ κα^τὰ^ τοῦ μονογενοῦς βλασφημίαν κα^τα^σκευά^ζεις; | τί κατὰ τοῦ μονογενοῦς βλασφημίαν κατασκευάζεις; |
εἱδώλοις οὐ δί^δωσι^ν ὁ θεὸς τὴν δόξα^ν αὐτοῦ, ἢ οὐ δὲ τῷ ἐξ αὐτοῦ γεννηθέντι^ δί^δωσι^; | εἱδώλοις οὐ δίδωσιν ὁ θεὸς τὴν δόξαν αὐτοῦ, ἢ οὐ δὲ τῷ ἐξ αὐτοῦ γεννηθέντι δίδωσι; |
καὶ δί^δωσι^ν, οὐ κα^τὰ^ χά^ρι^ν, ἀλλὰ^ καὶ κα^τὰ^ τὴν τῆς φύ^σεως κοινωνί^α_ν. | καὶ δίδωσιν, οὐ κατὰ χάριν, ἀλλὰ καὶ κατὰ τὴν τῆς φύσεως κοινωνίαν. |
καὶ πόθεν ἡ ἀ^πόδειξι^ς ὅτι^ λα^μβά^νει δόξα^ν πατρὸς ὁ χριστός; | καὶ πόθεν ἡ ἀπόδειξις ὅτι λαμβάνει δόξαν πατρὸς ὁ χριστός; |
εἶπε γά^ρ· | εἶπε γάρ· |
ἑτέρῳ τὴν δόξα^ν μου οὐ δώσω. | ἑτέρῳ τὴν δόξαν μου οὐ δώσω. |
ἄκουε ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, ἐκείνου προειρηκότος, ὅτι^ τὴν δόξα^ν μου ἑτέρῳ οὐ δώσω. | ἄκουε ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, ἐκείνου προειρηκότος, ὅτι τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. |
ἐρεύνησον τὸ ῥῆμα^ καὶ εὑρήσεις τὸ νόημα^. | ἐρεύνησον τὸ ῥῆμα καὶ εὑρήσεις τὸ νόημα. |
τὴν δόξα^ν μου, οὐκ εἷπε, τῷ υἱῷ μου οὐ δώσω, ἀλλ' ἑτέρῳ οὐ δώσω. | τὴν δόξαν μου, οὐκ εἷπε, τῷ υἱῷ μου οὐ δώσω, ἀλλ' ἑτέρῳ οὐ δώσω. |
τὸ δὲ ἕτερόν ἐστι^ τὸ τῆς οἰκειότητος ἀ^λλότρι^ον καὶ τῆς φύ^σεως ἀπεσχοινισμένον. | τὸ δὲ ἕτερόν ἐστι τὸ τῆς οἰκειότητος ἀλλότριον καὶ τῆς φύσεως ἀπεσχοινισμένον. |
ὁ δὲ υἱὸς οὐκ ἐστι^ν ἕτερος. | ὁ δὲ υἱὸς οὐκ ἐστιν ἕτερος. |
ἐγὼ γὰ^ρ καὶ ὁ πατὴρ ἓν ἐσμεν. | ἐγὼ γὰρ καὶ ὁ πατὴρ ἓν ἐσμεν. |
ἀποδέδεικται τοίνυ^ν σα^φῶς τὸ ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νὸν θεόν, οὐκ ἀ^ναιρεῖν τὸ εἶναι τὸν υἱὸν θεὸν ἀ^ληθι^νόν. | ἀποδέδεικται τοίνυν σαφῶς τὸ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, οὐκ ἀναιρεῖν τὸ εἶναι τὸν υἱὸν θεὸν ἀληθινόν. |
μὴ συ^νεκβάλῃς τὸν λόγον εἰς διαβολήν, ὡς τοῦ νοήμα^τος μετεώρου καταλειφθέντος· | μὴ συνεκβάλῃς τὸν λόγον εἰς διαβολήν, ὡς τοῦ νοήματος μετεώρου καταλειφθέντος· |
ὅπερ πεπόνθα_σί^ τι^νες τῶν ἀ^δελφῶν περὶ^ τοῦ ποτηρί^ου. | ὅπερ πεπόνθασί τινες τῶν ἀδελφῶν περὶ τοῦ ποτηρίου. |
ὡς γὰ^ρ λύσιν μὴ λα^βόντος τοῦ νοήμα^τος, οὕτως ἐπήγαγον τὰ^ ἐγκλήμα^τα^. | ὡς γὰρ λύσιν μὴ λαβόντος τοῦ νοήματος, οὕτως ἐπήγαγον τὰ ἐγκλήματα. |
ἐκκρεμῆ γά^ρ, φησὶ^, καὶ μετέωρον κατέλιπε τὴν ἐξέτασι^ν. | ἐκκρεμῆ γάρ, φησὶ, καὶ μετέωρον κατέλιπε τὴν ἐξέτασιν. |
τί δὲ ἦν, ἀ^δελφοί, πλέον εἰπεῖν; | τί δὲ ἦν, ἀδελφοί, πλέον εἰπεῖν; |
τί πρὸς ἀ^πόδειξι^ν ἔδει τοῖς προειρημένοις; | τί πρὸς ἀπόδειξιν ἔδει τοῖς προειρημένοις; |
πρῶτον μὲν γὰ^ρ εἰ δυ^να^τὸν, πα^ρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον καὶ πρὸς τὸ ὑ^πὸ τῆς λέξεως ὑ^ποβαλλόμενον δοκεῖ γά^ρ πως ἡ λέξι^ς ὑφ' ἑτέρα_ν ἐξουσί^α_ν τάττειν τὸν ἱκετεύοντα^ παρεθέμεθα^ τὴν φωνὴν ἐκείνην τὴν τοῦ κυ_ρί^ου πά_σης ὡς ἀ^ληθῶς θεϊ^κῆς αὐθεντία_ς γέμουσα^ν καὶ τὴν τοῦ λέγοντος ἀ^ξί^α_ν πα^ριστῶσα^ν. | πρῶτον μὲν γὰρ εἰ δυνατὸν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον καὶ πρὸς τὸ ὑπὸ τῆς λέξεως ὑποβαλλόμενον δοκεῖ γάρ πως ἡ λέξις ὑφ' ἑτέραν ἐξουσίαν τάττειν τὸν ἱκετεύοντα παρεθέμεθα τὴν φωνὴν ἐκείνην τὴν τοῦ κυρίου πάσης ὡς ἀληθῶς θεϊκῆς αὐθεντίας γέμουσαν καὶ τὴν τοῦ λέγοντος ἀξίαν παριστῶσαν. |
ἐξουσί^α_ν ἔχω θεῖναι τὴν ψυ_χήν μου, καὶ ἐξουσί^α_ν ἔχω λα^βεῖν αὐτήν· | ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· |
καὶ ὅτι^ τὸ μὲν ἔχω τῆς θεότητος ἴ^δι^ον, τὸ δὲ εἰ δυ^να^τόν, πα^ρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο ἐκ προσώπου τῆς σαρκὸς ἐλέγετο καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος· | καὶ ὅτι τὸ μὲν ἔχω τῆς θεότητος ἴδιον, τὸ δὲ εἰ δυνατόν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο ἐκ προσώπου τῆς σαρκὸς ἐλέγετο καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος· |
καὶ ἐπὶ^ τούτων αὐτὴν πά^λι^ν τὴν δεσποτι^κὴν ἐστήσα^μεν μαρτυρίαν ἐπι^σφραγίζουσα^ν. | καὶ ἐπὶ τούτων αὐτὴν πάλιν τὴν δεσποτικὴν ἐστήσαμεν μαρτυρίαν ἐπισφραγίζουσαν. |
διὸ ἔλεγε· | διὸ ἔλεγε· |
τὸ πνεῦμα^ πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής· | τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· |
καὶ ἐπεσημηνάμεθα^ ὅτι^ δὴ τῶν ἀτοπωτά^των ἐστί^ν, αὐτοῦ τοῦ κυ_ρί^ου τῆς σαρκὸς ἐπι^γράφοντος, ἡμᾶς τῇ αὐθεντίᾳ τῆς θεότητος ἐπιρρίπτειν τοῦ ῥήμα^τος τὴν εὐτέλεια^ν. | καὶ ἐπεσημηνάμεθα ὅτι δὴ τῶν ἀτοπωτάτων ἐστίν, αὐτοῦ τοῦ κυρίου τῆς σαρκὸς ἐπιγράφοντος, ἡμᾶς τῇ αὐθεντίᾳ τῆς θεότητος ἐπιρρίπτειν τοῦ ῥήματος τὴν εὐτέλειαν. |
ἀλλ' ὥστε καὶ τὸν σκοπὸν τοῦ κυ_ρί^ου πα^ρα^στήσωμεν, τί^νος ἕνεκεν ἔλεγε πα^ρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον, ὡς οὐ φεύγων τοῦ σταυροῦ τὴν οἰκονομίαν πα^ρῃτεῖτο τὸν θά^να^τον ἀλλὰ^ δι^ὰ^ τοὺς ἀ^πείρους τῇ οἰκονομί^ᾳ μέλλειν ἐπὶ^ τῷ σταυρῷ σκα^νδα^λί^ζεσθαι, ταύτῃ κέχρηται τῇ φωνῇ. | ἀλλ' ὥστε καὶ τὸν σκοπὸν τοῦ κυρίου παραστήσωμεν, τίνος ἕνεκεν ἔλεγε παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον, ὡς οὐ φεύγων τοῦ σταυροῦ τὴν οἰκονομίαν παρῃτεῖτο τὸν θάνατον ἀλλὰ διὰ τοὺς ἀπείρους τῇ οἰκονομίᾳ μέλλειν ἐπὶ τῷ σταυρῷ σκανδαλίζεσθαι, ταύτῃ κέχρηται τῇ φωνῇ. |
καὶ πά^λι^ν ἠκολούθησε ταύτῃ τῇ ἐννοίᾳ ἡ μα^ρτυ^ρί^α_. | καὶ πάλιν ἠκολούθησε ταύτῃ τῇ ἐννοίᾳ ἡ μαρτυρία. |
προσεύχεσθε, ἵ^να_ μὴ εἰσέλθητε εἰς πειρασμόν. | προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. |
ἕτεροι δὲ ἐσυκοφάντησα^ν, ὡς ἡμῶν εἰρηκότων· | ἕτεροι δὲ ἐσυκοφάντησαν, ὡς ἡμῶν εἰρηκότων· |
εἰ ἐνδέχεται ἑτέρῳ τρόπῳ θα^νά^του τὴν οἰκονομίαν ἐκπληρῶσαι. | εἰ ἐνδέχεται ἑτέρῳ τρόπῳ θανάτου τὴν οἰκονομίαν ἐκπληρῶσαι. |
τοῦτο δὲ οὔ τε εἴρηται, οὔ τε λεχθήσεται. | τοῦτο δὲ οὔ τε εἴρηται, οὔ τε λεχθήσεται. |
οὐκ εἶπον ἑτέρῳ θα^νά^τῳ· | οὐκ εἶπον ἑτέρῳ θανάτῳ· |
ἀλλ' εἶπον ἑτέρῳ τρόπῳ τὴν οἰκονομίαν πληρωθῆναι, τουτ έστι^ν, ἐκτὸς θα^νά^του. | ἀλλ' εἶπον ἑτέρῳ τρόπῳ τὴν οἰκονομίαν πληρωθῆναι, τουτ έστιν, ἐκτὸς θανάτου. |
τὸ γὰ^ρ ποτήριον ἡρμήνευσα^· | τὸ γὰρ ποτήριον ἡρμήνευσα· |
τὸ δὲ ἑτέρως, ὡς τὸ ἐκτὸς θα^νά^του. | τὸ δὲ ἑτέρως, ὡς τὸ ἐκτὸς θανάτου. |
καὶ τοῦτο ἐγένετο, οὐχ ὡς ἀ^ληθῶς παραιτουμένου τοῦ κυ_ρί^ου τὸν θά^να^τον ὑ^πὲρ τοῦ κόσμου, ἀλλὰ^ τὴν τῆς σαρκὸς ἀσθένεια^ν πιστουμένου, ὅτι^ σὰρξ ἦν ἀ^ληθῶς τὸ δειλιοῦν, τὸ ταραττόμενον. | καὶ τοῦτο ἐγένετο, οὐχ ὡς ἀληθῶς παραιτουμένου τοῦ κυρίου τὸν θάνατον ὑπὲρ τοῦ κόσμου, ἀλλὰ τὴν τῆς σαρκὸς ἀσθένειαν πιστουμένου, ὅτι σὰρξ ἦν ἀληθῶς τὸ δειλιοῦν, τὸ ταραττόμενον. |
τὸ γὰ^ρ πνεῦμα^ πρόθυ_μον, ἡ δὲ σὰρξ ἀσθενής. | τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. |
τῇ σαρκὶ^ τὰ^ ῥήμα^τα^ τῆς ἀσθενεία_ς ἐπέγραψεν, οὐ τῆς θεότητος τὴν αὐθεντίαν ἔτρωσε. | τῇ σαρκὶ τὰ ῥήματα τῆς ἀσθενείας ἐπέγραψεν, οὐ τῆς θεότητος τὴν αὐθεντίαν ἔτρωσε. |
τί διαβά^λλεις ἃ^ μὴ λέγω; | τί διαβάλλεις ἃ μὴ λέγω; |
τί συκοφαντεῖς ἃ^ μὴ κηρύττω; | τί συκοφαντεῖς ἃ μὴ κηρύττω; |
ἕτερον τρόπον εἶπον οὐ θα^νά^του, ἀλλ' οἰκονομί^α_ς. | ἕτερον τρόπον εἶπον οὐ θανάτου, ἀλλ' οἰκονομίας. |
οὐ γὰ^ρ εἴρηται· | οὐ γὰρ εἴρηται· |
εἰ δυ^να^τόν, ἀ^μειφθήτω τὸ ποτήριον τοῦτο. | εἰ δυνατόν, ἀμειφθήτω τὸ ποτήριον τοῦτο. |
τῆς σαρκὸς ἡ ἀσθένεια^· | τῆς σαρκὸς ἡ ἀσθένεια· |
τῆς ἐνανθρωπήσεως τὸ πά^θος. | τῆς ἐνανθρωπήσεως τὸ πάθος. |
φθέγγεται τὰ^ τῆς ἀσθενεία_ς ῥήμα^τα^, ἵ^να_ δείξῃ ὅτι^ ταύτην ἐνδέδυται τὴν φύ^σι^ν τὴν δειλιῶσα^ν τὸν θά^να^τον. | φθέγγεται τὰ τῆς ἀσθενείας ῥήματα, ἵνα δείξῃ ὅτι ταύτην ἐνδέδυται τὴν φύσιν τὴν δειλιῶσαν τὸν θάνατον. |
ἵ^να_ δὲ μὴ πά^λι^ν τῇ λέξει δουλεύσῃς ἐκ περι^ουσί^α_ς κ ἀκεῖνο πα^ρήγα^γον, ὅτι^ ποῖος λόγος, τοὺς μὲν ἀ^ποστόλους γενναίως τὸν θά^να^τον καταπατεῖν, τὸν δὲ τῶν ἀ^ποστόλων κύ_ρι^ον δεδιέναι καὶ τρέμειν τὴν τοῦ θα^νά^του πεῖρα^ν; | ἵνα δὲ μὴ πάλιν τῇ λέξει δουλεύσῃς ἐκ περιουσίας κ ἀκεῖνο παρήγαγον, ὅτι ποῖος λόγος, τοὺς μὲν ἀποστόλους γενναίως τὸν θάνατον καταπατεῖν, τὸν δὲ τῶν ἀποστόλων κύριον δεδιέναι καὶ τρέμειν τὴν τοῦ θανάτου πεῖραν; |
ἑρῶ δὲ καὶ ταῦτα^ νῦν, ἀ^δελφοί. | ἑρῶ δὲ καὶ ταῦτα νῦν, ἀδελφοί. |
παῦλος οὐ μόνον δεθῆναι, ἀλλὰ^ καὶ ἀποθα^νεῖν ὑ^πὲρ τοῦ ὀνόμα^τος τοῦ χριστοῦ νεανιεύεται καὶ ὁ παύλου κύ_ρι^ος πα^ραιτεῖται τὸν θά^να^τον; | παῦλος οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ χριστοῦ νεανιεύεται καὶ ὁ παύλου κύριος παραιτεῖται τὸν θάνατον; |
καὶ παύλου μὲν οὐ συνθρύπτεται ἡ κα^ρδί^α_, ἡ δὲ τοῦ χριστοῦ ψυ_χὴ ταράττεται; | καὶ παύλου μὲν οὐ συνθρύπτεται ἡ καρδία, ἡ δὲ τοῦ χριστοῦ ψυχὴ ταράττεται; |
νῦν γά^ρ φησι^ν ἡ ψυ_χή μου τετά^ρα^κται. | νῦν γάρ φησιν ἡ ψυχή μου τετάρακται. |
ταῦτα^ πά^ντα^ ὑ^πὸ μάρτυ^σι^ν ὑ_μῖν ἐφθεγξά^μην. | ταῦτα πάντα ὑπὸ μάρτυσιν ὑμῖν ἐφθεγξάμην. |
ἀλλ' οὐ πείθει σε ταῦτα^; | ἀλλ' οὐ πείθει σε ταῦτα; |
ἀλλὰ^ τὸ εἰ δυ^να^τὸν ἔτι^ σκα^νδα^λί^ζει σε; | ἀλλὰ τὸ εἰ δυνατὸν ἔτι σκανδαλίζει σε; |
ναί, φησί^. | ναί, φησί. |
συνέλθωμεν, ἀ^δελφοί, τῷ φιλονείκῳ· | συνέλθωμεν, ἀδελφοί, τῷ φιλονείκῳ· |
φιλονεικήσωμεν τῇ δυ^νά^μει τῆς ἀ^ληθεία_ς ἐγεῖραι τοὺς πεσόντα^ς τῇ ἀσθενείᾳ τῆς ἀ^πι^στί^α_ς. | φιλονεικήσωμεν τῇ δυνάμει τῆς ἀληθείας ἐγεῖραι τοὺς πεσόντας τῇ ἀσθενείᾳ τῆς ἀπιστίας. |
εἰ εἶχεν ἐξουσί^α_ν ὁ χριστός, οὐκ ἂ^ν εἶπε τὸ εἰ δυ^να^τόν, πα^ρελθάτω. | εἰ εἶχεν ἐξουσίαν ὁ χριστός, οὐκ ἂν εἶπε τὸ εἰ δυνατόν, παρελθάτω. |
οὐκοῦν καὶ τῶν θεὸν αἰτί^α_σαι, δι^ὰ^ τοῦ νόμου κεχρημένον τι^νὶ^ λέξει, πολὺ^ τῆς αὐτοῦ ἐξουσί^α_ς κεχωρισμένῃ. | οὐκοῦν καὶ τῶν θεὸν αἰτίασαι, διὰ τοῦ νόμου κεχρημένον τινὶ λέξει, πολὺ τῆς αὐτοῦ ἐξουσίας κεχωρισμένῃ. |
λέγει γὰ^ρ πρὸς τὸν μωϋσέα, ὅτε ελά^λει ἐκ τοῦ ὄρους σινᾶ, διὰ τῆς μεγά^λης ἐκείνης καὶ φοβερᾶς ἐπι^φα^νεία_ς· | λέγει γὰρ πρὸς τὸν μωϋσέα, ὅτε ελάλει ἐκ τοῦ ὄρους σινᾶ, διὰ τῆς μεγάλης ἐκείνης καὶ φοβερᾶς ἐπιφανείας· |
ὅτε πᾶς ὁ λα_ὸς ἔτρεμεν, ἀ^κούων φωνὴν θεοῦ ζῶντος· | ὅτε πᾶς ὁ λαὸς ἔτρεμεν, ἀκούων φωνὴν θεοῦ ζῶντος· |
ὁ πάντων ἔχων τὴν ἐξουσί^α_ν καὶ πά^ντα^ δι^έπων τοῖς πᾶσι^, λέγει τῷ μωϋσεῖ, ὁ θεὸς ὁ τὰ^ πά^ντα^ δι^δούς· | ὁ πάντων ἔχων τὴν ἐξουσίαν καὶ πάντα διέπων τοῖς πᾶσι, λέγει τῷ μωϋσεῖ, ὁ θεὸς ὁ τὰ πάντα διδούς· |
τί^ς δώσει οὕτως εἶναι τὴν καρδί^α_ν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυ^λά^ξα^σθαι πά_σα_ς τῆς ἡμέρα_ς, ἵ^να_ εὖ ᾖ αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν; | τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάξασθαι πάσας τῆς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν; |
λέγει ὁ θεός· | λέγει ὁ θεός· |
τί^ς δώσει τῷ λα_ῷ τούτῳ καρδί^α_ν; | τίς δώσει τῷ λαῷ τούτῳ καρδίαν; |
καὶ τίς, ὢ δέσποτα^, ὑ^πὲρ σὲ στερεός, ἵνα δῷ; | καὶ τίς, ὢ δέσποτα, ὑπὲρ σὲ στερεός, ἵνα δῷ; |
οὐ σὺ^ εἶ ὁ δι^δοὺς πά^ντα^ καὶ μά^λι^στα^ τὰ^ εἰς εὐσέβεια^ν συντείνοντα^; | οὐ σὺ εἶ ὁ διδοὺς πάντα καὶ μάλιστα τὰ εἰς εὐσέβειαν συντείνοντα; |
εἰ μὴ σὺ^ ἦσθα^ ὁ δι^δοὺς καρδί^α_ν ἀ^γα^θὴν τοῖς ἀγαπῶσί^ σε· | εἰ μὴ σὺ ἦσθα ὁ διδοὺς καρδίαν ἀγαθὴν τοῖς ἀγαπῶσί σε· |
εἰ μὴ σὺ^ εἶ ὁ δι^δούς, πῶς σοι καρδί^α_ν κα^θα^ρὰ_ν κτί^σον ἐν ἐμοί, ὁ θεός; | εἰ μὴ σὺ εἶ ὁ διδούς, πῶς σοι καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός; |
καρδί^α_ν κα^θα^ρὰ_ν πα^ρὰ^ σοῦ αἰτοῦσι^ν οἱ προφῆται καὶ τὰ^ ἄλλα^ δῶρα^ τὰ^ ἀ^γα^θὰ^ καὶ τῆς κα^ρδί^α_ς κα^θαρότητα^· | καρδίαν καθαρὰν παρὰ σοῦ αἰτοῦσιν οἱ προφῆται καὶ τὰ ἄλλα δῶρα τὰ ἀγαθὰ καὶ τῆς καρδίας καθαρότητα· |
καὶ λέγεις ἀ^νθρωπί^νῃ κεχρημένος φωνῇ· | καὶ λέγεις ἀνθρωπίνῃ κεχρημένος φωνῇ· |
τίς δώσει τῷ λα_ῷ τούτῳ καρδί^α_ν;. | τίς δώσει τῷ λαῷ τούτῳ καρδίαν;. |
καὶ τίς ὁ πλεῖόν σου δι^δούς; | καὶ τίς ὁ πλεῖόν σου διδούς; |
πλὴν εἰ καὶ σὺ ὡς ἀ^γα^θὸς οὕτως ἐφθέγξω, ἀλλ' ὁ μα^κά^ριος μωϋσῆς οὐκ ἠκολούθησέ σου τῇ λέξει, ἀλλ' ἐκήρυξέ σου τὴν ἀ^ξί^α_ν, ἔδειξε τὴν αὐθεντίαν, ἐγνώρι^σέ σου τὴν δυναστείαν. | πλὴν εἰ καὶ σὺ ὡς ἀγαθὸς οὕτως ἐφθέγξω, ἀλλ' ὁ μακάριος μωϋσῆς οὐκ ἠκολούθησέ σου τῇ λέξει, ἀλλ' ἐκήρυξέ σου τὴν ἀξίαν, ἔδειξε τὴν αὐθεντίαν, ἐγνώρισέ σου τὴν δυναστείαν. |
λέγει τῷ λα_ῷ ἔδωκεν ὑ_μῖν κύ_ρι^ος ὁ θεὸς καρδί^α_ν εἰδέναι, καὶ ὀφθαλμοὺς βλέπειν, καὶ ὦτα^ ἀ^κούειν, ἕως τῆς ἡμέρα_ς ταύτης. | λέγει τῷ λαῷ ἔδωκεν ὑμῖν κύριος ὁ θεὸς καρδίαν εἰδέναι, καὶ ὀφθαλμοὺς βλέπειν, καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης. |
ὁρᾷς, ὅτι^ καρδί^α_ν καὶ ὀφθαλμοὺς καὶ ὦτα^ καὶ τὰ^ πά^ντα^ ὁ αὐτὸς δί^δωσι^; | ὁρᾷς, ὅτι καρδίαν καὶ ὀφθαλμοὺς καὶ ὦτα καὶ τὰ πάντα ὁ αὐτὸς δίδωσι; |
πῶς οὖν ὁ τὰ^ πά^ντα^ δι^δοὺς ἔλεγε· | πῶς οὖν ὁ τὰ πάντα διδοὺς ἔλεγε· |
τίς δώσει τῷ λα_ῷ τούτῳ καρδί^α_ν τοιαύτην; | τίς δώσει τῷ λαῷ τούτῳ καρδίαν τοιαύτην; |
πῶς δὲ πά^λι^ν, εἰ μὴ αὐτὸς ἦν ὁ δι^δοὺς καρδί^α_ν, ἔλεγε καὶ ἐκσπάσω ἐξ αὐτῶν τὴν καρδί^α_ν τὴν λι^θί^νην καὶ δώσω αὐτοῖς καρδίαν σα^ρκί^νην καὶ γράψω τὸν νόμον μου ἐν ταῖς κα^ρδί^αις αὐτῶν; | πῶς δὲ πάλιν, εἰ μὴ αὐτὸς ἦν ὁ διδοὺς καρδίαν, ἔλεγε καὶ ἐκσπάσω ἐξ αὐτῶν τὴν καρδίαν τὴν λιθίνην καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην καὶ γράψω τὸν νόμον μου ἐν ταῖς καρδίαις αὐτῶν; |
ὥσπερ οὖν ἐκεῖ αὐτὸς ὁ θεός ὁ δυ^νά^μενος δοῦναι καρδίαν ἀ^γα^θὴν λέγει· | ὥσπερ οὖν ἐκεῖ αὐτὸς ὁ θεός ὁ δυνάμενος δοῦναι καρδίαν ἀγαθὴν λέγει· |
τίς δώσει; | τίς δώσει; |
, οὕτως καὶ ὁ μονογενὴς τοῦ πατρὸς ἐν ἐξουσί^ᾳ πληρῶν τήν οἰκουμένην καὶ λέγων μετὰ^ αὐθεντία_ς ἐξουσί^α_ν ἔχω θεῖναι τὴν ψυ_χήν μου καὶ ἐξουσίαν ἔχω λα^βεῖν αὐτήν ἀ^ποκρί_νεται πά^λι^ν τῷ ἀ^νθρωπί^νῳ σχήμα^τι^ ἐκ προσώπου τῆς κα^τὰ^ σάρκα^ ἀσθενεία_ς λέγων· | , οὕτως καὶ ὁ μονογενὴς τοῦ πατρὸς ἐν ἐξουσίᾳ πληρῶν τήν οἰκουμένην καὶ λέγων μετὰ αὐθεντίας ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν ἀποκρίνεται πάλιν τῷ ἀνθρωπίνῳ σχήματι ἐκ προσώπου τῆς κατὰ σάρκα ἀσθενείας λέγων· |
εἰ δυ^να^τὸν, πα^ρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον. | εἰ δυνατὸν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον. |
μὴ τοίνυ^ν συκοφαντεῖτε τὰ^ μὴ λεγόμενα^, ἀλλὰ^ στοιχεῖτε τοῖς κηρυττομένοις· | μὴ τοίνυν συκοφαντεῖτε τὰ μὴ λεγόμενα, ἀλλὰ στοιχεῖτε τοῖς κηρυττομένοις· |
μὴ διαβάλλετε τὴν δι^δασκαλί^α_ν, μὴ κα^τα^λα^μβά^νοντες τὴν ἔννοια^ν. | μὴ διαβάλλετε τὴν διδασκαλίαν, μὴ καταλαμβάνοντες τὴν ἔννοιαν. |
οἶδα^ πόθεν εἰς διαβολὴν ἐξολισθαίνεις· | οἶδα πόθεν εἰς διαβολὴν ἐξολισθαίνεις· |
οἶδα ταῦτα^ πόθεν πάσχεις. | οἶδα ταῦτα πόθεν πάσχεις. |
ἀνθρώπινον τὸ πά^θος, βασκα^νία ἡ νόσος. | ἀνθρώπινον τὸ πάθος, βασκανία ἡ νόσος. |
ὥσπερ γὰ^ρ ὁ ὀφθαλμός, ἐὰ^ν ᾖ κα^θα^ρός, πά^ντα^ ὀρθὰ^ βλέπει καὶ δι^α^κρί_νει ἐὰ^ν δὲ καπνὸς ἐπεισέλθῃ, καὶ λυμήνηται τὰ^ κάλλη τῆς ὄψεως, ἢ κονι^ορτὸς ἐμπέσῃ, ἀμβλύ^νει τὴν ὄψι^ν, καὶ οὐ βλέπει κα^λῶς, ὡς πρὸ τούτου ἔβλεπεν ὀρθῶς· | ὥσπερ γὰρ ὁ ὀφθαλμός, ἐὰν ᾖ καθαρός, πάντα ὀρθὰ βλέπει καὶ διακρίνει ἐὰν δὲ καπνὸς ἐπεισέλθῃ, καὶ λυμήνηται τὰ κάλλη τῆς ὄψεως, ἢ κονιορτὸς ἐμπέσῃ, ἀμβλύνει τὴν ὄψιν, καὶ οὐ βλέπει καλῶς, ὡς πρὸ τούτου ἔβλεπεν ὀρθῶς· |
οὕτως καὶ νῦν τῶν ἀκροατῶν ἕκαστος, ἕως κα^θα^ρὸν ἔχει πίστεως ὄμμα^, κα^θα^ρὸν ἀγάπης βλέφα^ρον, ὀρθῶς καὶ κα^θα^ρῶς ὁρᾷ. | οὕτως καὶ νῦν τῶν ἀκροατῶν ἕκαστος, ἕως καθαρὸν ἔχει πίστεως ὄμμα, καθαρὸν ἀγάπης βλέφαρον, ὀρθῶς καὶ καθαρῶς ὁρᾷ. |
ἐὰν δὲ καπνὸς βλα^σφημί^α_ς ἐπεισέλθῃ τοῖς λεγομένοις, ἢ κονι^ορτὸς βασκανία_ς τὴν ψυ_χήν ὑποδραμῃ, θολοῖ τὴν ὄψι^ν, καὶ ἀφα^νί^ζει τὸ κα^θα^ρὸν τῆς δι^α^νοία_ς, καὶ ἃ^ μὴ ἤκουσεν, ἤκουσεν, καὶ ἃ^ ἤκουσεν, οὐ κα^λῶς ἐνόησεν. | ἐὰν δὲ καπνὸς βλασφημίας ἐπεισέλθῃ τοῖς λεγομένοις, ἢ κονιορτὸς βασκανίας τὴν ψυχήν ὑποδραμῃ, θολοῖ τὴν ὄψιν, καὶ ἀφανίζει τὸ καθαρὸν τῆς διανοίας, καὶ ἃ μὴ ἤκουσεν, ἤκουσεν, καὶ ἃ ἤκουσεν, οὐ καλῶς ἐνόησεν. |
ὅθεν προειδυῖα^ ἡ θεία_ γρα^φὴ τὰ^ προσκόμματα^ τῶν μελλόντων τῇ δι^α^νοίᾳ προσκόπτειν τοῖς ἱεροῖς γρά^μμα^σι^, καὶ πού τι^ς τῶν προφητῶν ἐβόα_, μετὰ^ τὸ πληρῶσαι τὸ θεῖον κήρυγμα^· | ὅθεν προειδυῖα ἡ θεία γραφὴ τὰ προσκόμματα τῶν μελλόντων τῇ διανοίᾳ προσκόπτειν τοῖς ἱεροῖς γράμμασι, καὶ πού τις τῶν προφητῶν ἐβόα, μετὰ τὸ πληρῶσαι τὸ θεῖον κήρυγμα· |
τίς σοφὸς καὶ συ^νήσει ταῦτα^; | τίς σοφὸς καὶ συνήσει ταῦτα; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.