macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἡ μὲν τοῦ λόγου σοφί^α_ ἔπλα^σέ με, ἡ δὲ τοῦ πνεύμα^τος σύ^νεσι^ς ἐποίησέ με, σοῦ συμπληροῦντος. | ἡ μὲν τοῦ λόγου σοφία ἔπλασέ με, ἡ δὲ τοῦ πνεύματος σύνεσις ἐποίησέ με, σοῦ συμπληροῦντος. |
αἱ χεῖρές σου ἔπλα^σά^ν με, καὶ ἐποίησά^ν με. | αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. |
καὶ γὰ^ρ οἱ οὐρανοὶ καὶ ἡ δύ^να^μι^ς τῶν οὐρα^νῶν δι' αὐτοῦ γεγένηνται. | καὶ γὰρ οἱ οὐρανοὶ καὶ ἡ δύναμις τῶν οὐρανῶν δι' αὐτοῦ γεγένηνται. |
τῷ λόγῳ κυ_ρί^ου οἱ οὐρανοὶ ἐστερεώθησα^ν, καὶ τῷ πνεύμα^τι^ τοῦ στόμα^τος αὐτοῦ πᾶσα^ ἡ δύ^να^μι^ς αὐτῶν· | τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· |
οὗ αἱ χεῖρες ἔκτι^σα^ν τὴν στρα^τι^ὰ_ν τοῦ οὐρα^νοῦ. | οὗ αἱ χεῖρες ἔκτισαν τὴν στρατιὰν τοῦ οὐρανοῦ. |
καὶ γὰ^ρ ἐνταῦθα^ δι^ὰ^ πνεύμα^τος καὶ λόγου σημαίνει τὴν τῶν οὐρα^νῶν στρα^τι^ὰ_ν ἐκτίσθαι. | καὶ γὰρ ἐνταῦθα διὰ πνεύματος καὶ λόγου σημαίνει τὴν τῶν οὐρανῶν στρατιὰν ἐκτίσθαι. |
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν· | ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· |
οὐ κατ' εἰκόνα^ς ἡμετέρα_ς, ἀλλὰ^ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν· | οὐ κατ' εἰκόνας ἡμετέρας, ἀλλὰ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· |
τὸ μὲν ποιήσωμεν πληθυντικῶς, τὸ δὲ κατ' εἰκόνα^ ἡμετέρα_ν ἑνι^κῶς. | τὸ μὲν ποιήσωμεν πληθυντικῶς, τὸ δὲ κατ' εἰκόνα ἡμετέραν ἑνικῶς. |
καὶ ἵ^να_ μὴ τι^ς ὑ^πολά^βῃ, ὅτι^ κα^τὰ^ τὴν τοῦ πατρὸς εἰκόνα^ μόνην γεγένηται ὁ ἄνθρωπος, ἐπήνεγκε τὸ ἡμετέρα_ν. | καὶ ἵνα μὴ τις ὑπολάβῃ, ὅτι κατὰ τὴν τοῦ πατρὸς εἰκόνα μόνην γεγένηται ὁ ἄνθρωπος, ἐπήνεγκε τὸ ἡμετέραν. |
καὶ δι^ὰ^ τοῦτο, ἐπειδὴ ἐκείνη ἡ εἴκων ἡ πρωτογενὴς τοῦ ἀδὰμ τῇ πα^ραβάσει ἐχθρανθεῖσα^ ἐδεήθη ἀνακαινισμοῦ καὶ καθάρσεως, οὐκ ἐν ὀνόμα^τι^ πατρὸς μόνου ἐν τῷ βαπτίσμα^τι^ ἀνακαινίζεται, ἀλλὰ^ καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος, ἐπειδὴ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. | καὶ διὰ τοῦτο, ἐπειδὴ ἐκείνη ἡ εἴκων ἡ πρωτογενὴς τοῦ ἀδὰμ τῇ παραβάσει ἐχθρανθεῖσα ἐδεήθη ἀνακαινισμοῦ καὶ καθάρσεως, οὐκ ἐν ὀνόματι πατρὸς μόνου ἐν τῷ βαπτίσματι ἀνακαινίζεται, ἀλλὰ καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. |
ἀμέλει γοῦν σφραγί^ζει ὁ πα^τὴρ ἐν τῷ βαπτίσμα^τι^, ὁ δὲ κα^τεργα^σά^μενος ἡμᾶς εἰς τοῦτο αὐτὸ θεός, καὶ χρί_σα_ς ἡμᾶς καὶ σφραγισάμενος ἡμᾶς. | ἀμέλει γοῦν σφραγίζει ὁ πατὴρ ἐν τῷ βαπτίσματι, ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς τοῦτο αὐτὸ θεός, καὶ χρίσας ἡμᾶς καὶ σφραγισάμενος ἡμᾶς. |
σφραγίζει δὲ καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | σφραγίζει δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· |
μὴ λυ_πεῖτε γὰ^ρ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέρα_ν ἀπολυτρώσεως. | μὴ λυπεῖτε γὰρ τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. |
σφραγιζόμενοι ὑ^πὸ πατρὸς καὶ πνεύμα^τος τὰ_ς κα^ρδί^α_ς ἡμῶν, οὐκ εἰς δύ^ο εἰκόνα^ς μετα^μορφούμεθα^, ἀλλ' εἰς μί^α^ν τὴν τοῦ υἱοῦ αὐτοῦ. | σφραγιζόμενοι ὑπὸ πατρὸς καὶ πνεύματος τὰς καρδίας ἡμῶν, οὐκ εἰς δύο εἰκόνας μεταμορφούμεθα, ἀλλ' εἰς μίαν τὴν τοῦ υἱοῦ αὐτοῦ. |
ἐκ δὲ τούτων συ^νά^γεται τὸ εἰς μίαν εἶναι πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος. | ἐκ δὲ τούτων συνάγεται τὸ εἰς μίαν εἶναι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. |
σφραγιζόμενοι τὰ_ς κα^ρδί^α_ς ἡμῶν, σύμμορφοι τοῦ υἱοῦ γι_νόμεθα^ καὶ εἰκὼν θεοῦ, ἀνὴρ μὲν γὰ^ρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα_ θεοῦ ὑ^πά^ρχων. | σφραγιζόμενοι τὰς καρδίας ἡμῶν, σύμμορφοι τοῦ υἱοῦ γινόμεθα καὶ εἰκὼν θεοῦ, ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων. |
πολὺ μᾶλλον τὸ πνεῦμα^ τὸ ἅ^γι^ον εἰκών ἐστι^ τοῦ θεοῦ. | πολὺ μᾶλλον τὸ πνεῦμα τὸ ἅγιον εἰκών ἐστι τοῦ θεοῦ. |
μέγας ἐστὶ^ καὶ υἱός, ἀπέραντόν ἐστι^ καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | μέγας ἐστὶ καὶ υἱός, ἀπέραντόν ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον. |
μέγας ὁ κύ_ρι^ος ἡμῶν, καὶ μεγά^λη ἰσχὺς αὐτοῦ χριστὸς γὰ^ρ θεοῦ δύ^να^μι^ς, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστι^ν ἀριθμός. | μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ χριστὸς γὰρ θεοῦ δύναμις, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. |
τουτέστι τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τοῦ θεοῦ πνεῦμά^ ἐστι^ σοφί^α_ς καὶ συνέσεως. | τουτέστι τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ πνεῦμά ἐστι σοφίας καὶ συνέσεως. |
καὶ εἰρήνη ὁ πα^τήρ· | καὶ εἰρήνη ὁ πατήρ· |
ἰδοὺ ἐκκλινῶ πρὸς αὐτούς, ὡς ποτα^μὸς εἰρήνης. | ἰδοὺ ἐκκλινῶ πρὸς αὐτούς, ὡς ποταμὸς εἰρήνης. |
εἰρήνη καὶ ὁ υἱός, αὐτός ἐστι^ν εἰρήνη ἡμῶν, ὁ ποιήσα_ς τὰ^ ἀ^μφότερα^ ἕν. | εἰρήνη καὶ ὁ υἱός, αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. |
εἰρήνη καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | εἰρήνη καὶ τὸ πνεῦμα τὸ ἅγιον· |
ὁ δὲ καρπὸς τοῦ πνεύμα^τος, φησί^ν, ἀγάπη, εἰρήνη. | ὁ δὲ καρπὸς τοῦ πνεύματος, φησίν, ἀγάπη, εἰρήνη. |
πηγὴ ὁ πα^τήρ· | πηγὴ ὁ πατήρ· |
ὅτι^ πα^ρὰ^ σοὶ πηγὴ ζωῆς· | ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· |
πηγὴ καὶ ὁ υἱός· | πηγὴ καὶ ὁ υἱός· |
ἐμὲ γὰ^ρ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος. | ἐμὲ γὰρ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. |
εἰ μὴ ἦν δὲ πηγὴ καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, οὐκ ἂ^ν καὶ πάντες ἐν τῷ αὑτῷ πνεύμα^τι^ ἐβαπτίσθημεν. | εἰ μὴ ἦν δὲ πηγὴ καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν καὶ πάντες ἐν τῷ αὑτῷ πνεύματι ἐβαπτίσθημεν. |
ἐντελέστερον δὲ ἔστι^ν ἐκ τῶν τοῦ κυ_ρί^ου ῥημά^των καταμαθεῖν, ὅτιπερ πηγῇ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον πα^ρείκασται. | ἐντελέστερον δὲ ἔστιν ἐκ τῶν τοῦ κυρίου ῥημάτων καταμαθεῖν, ὅτιπερ πηγῇ τὸ πνεῦμα τὸ ἅγιον παρείκασται. |
εἴ τι^ς διψᾷ, ἐρχέσθω πρός με, καὶ πι_νέτω ὕ^δωρ· | εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ· |
καὶ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος. | καὶ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. |
τοῦτο δὲ ἔλεγε περὶ^ τοῦ πνεύμα^τος, οὗ ἔμελλον λα^μβά^νειν οὐ πιστεύοντες εἰς αὐτόν. | τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οὐ πιστεύοντες εἰς αὐτόν. |
φῶς ὁ πα^τήρ, ὅτι^ ὁ θεὸς φῶς ἐστι^· | φῶς ὁ πατήρ, ὅτι ὁ θεὸς φῶς ἐστι· |
φῶς καὶ ὁ υἱός, ἐγὼ γά^ρ εἰμι^ τὸ φῶς τοῦ κόσμου· | φῶς καὶ ὁ υἱός, ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου· |
φῶς καὶ τὸ πνεῦμα^· | φῶς καὶ τὸ πνεῦμα· |
τὸ πνεῦμα^ μὴ σβέννυ^τε. | τὸ πνεῦμα μὴ σβέννυτε. |
ἀλλ' ἐπειδὴ ὡς βεβι^α^σμένον τοῦτο πα^ρά^ τι^σι^ τυγχά^νει, ἐν τῷ φωτί^ σου ὀψόμεθα^ φῶς, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἀλλ' ἐπειδὴ ὡς βεβιασμένον τοῦτο παρά τισι τυγχάνει, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τὸ πνεῦμα τὸ ἅγιον. |
ἐλευθεροῖ ὁ πα^τὴρ τὸν δεδουλωμένον τῇ ἁμαρτίᾳ· | ἐλευθεροῖ ὁ πατὴρ τὸν δεδουλωμένον τῇ ἁμαρτίᾳ· |
ἐλευθεροῖ ὁ υἱός· | ἐλευθεροῖ ὁ υἱός· |
ἐὰν οὖν ὁ υἱὸς ὑ_μᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε· | ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε· |
ἐλευθεροῖ καὶ τὸ πνεῦμα^· | ἐλευθεροῖ καὶ τὸ πνεῦμα· |
οὗ γὰ^ρ πνεῦμα^ κυρίου, ἐκεῖ ἐλευθερί^α_· | οὗ γὰρ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία· |
ὁ νόμος τοῦ πνεύμα^τος ἐλευθεροῖ· | ὁ νόμος τοῦ πνεύματος ἐλευθεροῖ· |
ὁ δὲ νόμος τοῦ πνεύμα^τος ἠλευθέρωσέ σε ἀ^πὸ τῆς δουλεία_ς τῆς φθορᾶς. | ὁ δὲ νόμος τοῦ πνεύματος ἠλευθέρωσέ σε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. |
ἀ^γα^θὸς ὁ πα^τήρ, ἀγαθὸς καὶ ὁ υἱός· | ἀγαθὸς ὁ πατήρ, ἀγαθὸς καὶ ὁ υἱός· |
εἰ, φησί^ν, ὁ ὀφθαλμός σου πονηρός ἐστι^ν, ὅτι^ ἐγὼ ἀ^γα^θός εἰμι^; | εἰ, φησίν, ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; |
ἀ^γα^θὸν καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | ἀγαθὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον· |
τὸ πνεῦμά^ σου τὸ ἀ^γα^θὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. | τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. |
ὅπου θέλει ἐστὶ^ν ὁ πα^τήρ· | ὅπου θέλει ἐστὶν ὁ πατήρ· |
οὐχ ἔχει γὰ^ρ ᾧ ὑποτέτακται· | οὐχ ἔχει γὰρ ᾧ ὑποτέτακται· |
ὅπου θέλει ἐστὶ^ καὶ ὁ υἱός· | ὅπου θέλει ἐστὶ καὶ ὁ υἱός· |
ἐλεύθερος γά^ρ ἐστι^ν· | ἐλεύθερος γάρ ἐστιν· |
ὅπου θέλει ἐστὶ^ καὶ τὸ πνεῦμα^· | ὅπου θέλει ἐστὶ καὶ τὸ πνεῦμα· |
τὸ δὲ πνεῦμα^ ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀ^κούεις· | τὸ δὲ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· |
ἀλλ' οὐκ οἶδα^ς πόθεν ἔρχεται, καὶ ποῦ ὑ^πά^γει. | ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. |
πά^ντα^ περι^έχει ὁ πα^τήρ, πά^ντα^ περι^έχει καὶ ὁ υἱός, πά^ντα^ περι^έχει καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | πάντα περιέχει ὁ πατήρ, πάντα περιέχει καὶ ὁ υἱός, πάντα περιέχει καὶ τὸ πνεῦμα τὸ ἅγιον· |
ποῦ πορευθῶ ἀ^πὸ τοῦ πνεύματός σου; | ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; |
καὶ ἀ^πὸ τοῦ προσώπου σου ποῦ φύ^γω; | καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; |
παντοδύνα^μος ὁ πα^τὴρ, οἶδα, κύ_ρι^ε, ὅτι πάντα δύ^να^σαι, ἀδυνατεῖ δέ σοι οὐδέν· | παντοδύναμος ὁ πατὴρ, οἶδα, κύριε, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· |
παντοδύναμος ὁ υἱὸς, τῷ πιστεύοντι^, φησί^, πάντα δυνατά^· | παντοδύναμος ὁ υἱὸς, τῷ πιστεύοντι, φησί, πάντα δυνατά· |
παντοδύναμον καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | παντοδύναμον καὶ τὸ πνεῦμα τὸ ἅγιον. |
ἔστι γά^ρ, φησί^ν, αὕτη ἡ τοῦ θεοῦ δύ^να^μι^ς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, πνεῦμα^ νοερόν, ἅ^γι^ον, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, σα^φές, ἀπήμαντον, ὀξύ, ἀκώλυτον, εὐεργετι^κόν, φιλάνθρωπον, βέβαιον, ἀ^σφα^λές, ἀμέριμνον, παντοδύναμον καὶ παντεπίσκοπον. | ἔστι γάρ, φησίν, αὕτη ἡ τοῦ θεοῦ δύναμις τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα νοερόν, ἅγιον, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, σαφές, ἀπήμαντον, ὀξύ, ἀκώλυτον, εὐεργετικόν, φιλάνθρωπον, βέβαιον, ἀσφαλές, ἀμέριμνον, παντοδύναμον καὶ παντεπίσκοπον. |
οὐ μόνον δὲ παντεπίσκοπον τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἀλλὰ^ γὰ^ρ καὶ ἀνθρώπους ποιεῖ, ὡς μα^ρτυ^ρεῖ μοι προσέχετε ἑαυτοῖς καὶ παντὶ^ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑ_μᾶς ἐπισκόπους τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | οὐ μόνον δὲ παντεπίσκοπον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ποιεῖ, ὡς μαρτυρεῖ μοι προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς ἐπισκόπους τὸ πνεῦμα τὸ ἅγιον. |
ἀπέστειλε προφήτα_ς ὁ πα^τήρ, ἀπέστειλε προφήτα_ς ὁ υἱός, ἀπέστειλε καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, καὶ νῦν κύ_ρι^ος, κύ_ρι^ος ἀπέστα^λκέ με, καὶ τὸ πνεῦμα^ αὐτοῦ. | ἀπέστειλε προφήτας ὁ πατήρ, ἀπέστειλε προφήτας ὁ υἱός, ἀπέστειλε καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ νῦν κύριος, κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. |
ὑ^πὸ τοῦ υἱοῦ ἐξεπέμφθησα^ν ἀ^πόστολοι· | ὑπὸ τοῦ υἱοῦ ἐξεπέμφθησαν ἀπόστολοι· |
ἰδοὺ γὰ^ρ ὑ_μᾶς ἀποστέλλω, ὡς πρόβα^τα^ ἐν μέσῳ λύκων· | ἰδοὺ γὰρ ὑμᾶς ἀποστέλλω, ὡς πρόβατα ἐν μέσῳ λύκων· |
ἐξεπέμφθησα^ν καὶ ὑ^πὸ πνεύμα^τος ἁ^γί^ου, οἱ μὲν οὖν ἐκπεμφθέντες ὑ^πὸ τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου κα^τῆλθον εἰς σελεύκειαν. | ἐξεπέμφθησαν καὶ ὑπὸ πνεύματος ἁγίου, οἱ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς σελεύκειαν. |
προσεκαλέσατο ὁ πα^τὴρ τοὺς ἀ^ποστόλους, προσεκαλέσατο καὶ ὁ υἱὸς τοὺς ἀ^ποστόλους, ὁμοίως καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον προσεκαλέσατο αὐτούς· | προσεκαλέσατο ὁ πατὴρ τοὺς ἀποστόλους, προσεκαλέσατο καὶ ὁ υἱὸς τοὺς ἀποστόλους, ὁμοίως καὶ τὸ πνεῦμα τὸ ἅγιον προσεκαλέσατο αὐτούς· |
λειτουργούντων αὑτῶν τῷ κυ_ρί^ῳ. | λειτουργούντων αὑτῶν τῷ κυρίῳ. |
τίνων; | τίνων; |
τῶν ἀ^ποστόλων· | τῶν ἀποστόλων· |
εἶπε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | εἶπε τὸ πνεῦμα τὸ ἅγιον· |
ἀ^φορί^σα^τε δή μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προκέκλημαι αὐτούς. | ἀφορίσατε δή μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προκέκλημαι αὐτούς. |
ἀφορίσατε ὑ_μεῖς, ἀ^φορί^σα^τέ μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον. | ἀφορίσατε ὑμεῖς, ἀφορίσατέ μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον. |
λέγω ὡς δεσπότης, ὑ^πα^κούσα^τε ὡς δοῦλοι. | λέγω ὡς δεσπότης, ὑπακούσατε ὡς δοῦλοι. |
νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ κυ_ρί^ῳ. | νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ κυρίῳ. |
πρόσεχε· | πρόσεχε· |
καὶ λειτουργούντων. | καὶ λειτουργούντων. |
ποῦ εἰσὶ^ν οἱ λέγοντες λειτουργι^κὸν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον; | ποῦ εἰσὶν οἱ λέγοντες λειτουργικὸν τὸ πνεῦμα τὸ ἅγιον; |
εἰ λειτουργι^κόν ἐστι^ τὸ πνεῦμα^ τὸ ἄγιον, ἕν ἐστι^ τῶν ἀγγέλων καὶ τῶν ἁ^γί^ων ἀ^ποστόλων· | εἰ λειτουργικόν ἐστι τὸ πνεῦμα τὸ ἄγιον, ἕν ἐστι τῶν ἀγγέλων καὶ τῶν ἁγίων ἀποστόλων· |
ὁ ποιῶν γὰ^ρ τοὺς ἀγγέλους αὐτοῦ πνεύμα^τα^, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυ_ρὸς φλόγα. | ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
ἀλλ' οὐ λειτουργι^κὸν τὸ ἅ^γι^ον πνεῦμα^, ἀλλὰ^ λειτουργούμενον· | ἀλλ' οὐ λειτουργικὸν τὸ ἅγιον πνεῦμα, ἀλλὰ λειτουργούμενον· |
λειτουργούντων δὲ αὐτῶν, φησί^ν, εἶπε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἀφορίσατε δή μοι. | λειτουργούντων δὲ αὐτῶν, φησίν, εἶπε τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι. |
ἀ^φορί^σα^τέ μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὑτούς. | ἀφορίσατέ μοι τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὑτούς. |
νῦν ὑ_μεῖς ἀφορίσατέ μοι τὸν παῦλον καὶ τὸν βαρνάβαν· | νῦν ὑμεῖς ἀφορίσατέ μοι τὸν παῦλον καὶ τὸν βαρνάβαν· |
ἐγὼ γὰ^ρ ἤδη ἀφώρι^σα^ αὐτοὺς ἐκ κοιλί^α_ς μητρὸς αὐτῶν. | ἐγὼ γὰρ ἤδη ἀφώρισα αὐτοὺς ἐκ κοιλίας μητρὸς αὐτῶν. |
καὶ ἐπειδὴ ὑ^πὸ πνεύμα^τος ἁ^γί^ου ἐκλήθη παῦλος, ὑπὸ δὲ τῶν ἀ^ποστόλων ἀ^φωρί^σθη εἰς τὸ εὐαγγέλιον, δοῦλος κλητός, ἀ^πόστολος, ἀ^φωρι^σμένος εἰς εὐαγγέλιον θεοῦ. | καὶ ἐπειδὴ ὑπὸ πνεύματος ἁγίου ἐκλήθη παῦλος, ὑπὸ δὲ τῶν ἀποστόλων ἀφωρίσθη εἰς τὸ εὐαγγέλιον, δοῦλος κλητός, ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. |
ἀλλὰ νῦν ἐξεῦρον, ἀ^γα^πητοί, οἱ τῇ βλα^σφημί^ᾳ σχολάζοντες, ἀνθ' ὧν ἔδει σχολάζειν τῇ θείᾳ γρα^φῇ, καὶ γι^νώσκειν τὸν κύ_ρι^ον καὶ σχολά^σα^τε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι^ θεός. | ἀλλὰ νῦν ἐξεῦρον, ἀγαπητοί, οἱ τῇ βλασφημίᾳ σχολάζοντες, ἀνθ' ὧν ἔδει σχολάζειν τῇ θείᾳ γραφῇ, καὶ γινώσκειν τὸν κύριον καὶ σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι θεός. |
νῦν ἄλλο ἐπερώτημα^ βλα^σφημί^α_ς εὗρον, καὶ ἐπερωτῶσι^ν ἡμᾶς λέγοντες, ὅτι θρόνον ἔχει ὁ πα^τήρ; | νῦν ἄλλο ἐπερώτημα βλασφημίας εὗρον, καὶ ἐπερωτῶσιν ἡμᾶς λέγοντες, ὅτι θρόνον ἔχει ὁ πατήρ; |
καὶ λέγομεν, ναί· | καὶ λέγομεν, ναί· |
ὅτι ὁ θεὸς ἐπὶ^ θρόνου ἁ^γί^ου αὐτοῦ. | ὅτι ὁ θεὸς ἐπὶ θρόνου ἁγίου αὐτοῦ. |
ἔχει θρόνον καὶ ὁ υἱός; | ἔχει θρόνον καὶ ὁ υἱός; |
λέγομεν, ναί· | λέγομεν, ναί· |
ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα^ τοῦ αἰῶνος. | ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
ἀλλὰ θρόνον ὅτα^ν ἀ^κούσῃς θεοῦ, θεοπρεπῶς νοητέον θρόνον, τουτ έστι^ν, ἐξουσί^α_ν, βα^σι^λεία_ν, κυριότητα^. | ἀλλὰ θρόνον ὅταν ἀκούσῃς θεοῦ, θεοπρεπῶς νοητέον θρόνον, τουτ έστιν, ἐξουσίαν, βασιλείαν, κυριότητα. |
ἡμῖν γὰ^ρ ἡ γρα^φὴ ὡς ἀνθρώποις λα^λεῖ. | ἡμῖν γὰρ ἡ γραφὴ ὡς ἀνθρώποις λαλεῖ. |
ποῦ γέγραπται γὰ^ρ καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἔχει θρόνον, ἵ^να_ ἐκ τοῦ θρόνου νοήσαντες τὸ ὁμότι_μον, τὴν κυριότητα^ ἀ^ποδῶμεν; | ποῦ γέγραπται γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἔχει θρόνον, ἵνα ἐκ τοῦ θρόνου νοήσαντες τὸ ὁμότιμον, τὴν κυριότητα ἀποδῶμεν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.