macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἡ σήμερον ἡμέρα_, τουτ έστι^ν ἡ ἁγί^α_ αὕτη μυστα^γωγία, οὐ θέλει τῆς νηστεία_ς τὸν δρόμον, οὐ δὲ τὴν ἐν τῷ ἁ^γί^ῳ πάσχα μυσταγωγίαν. | ἡ σήμερον ἡμέρα, τουτ έστιν ἡ ἁγία αὕτη μυσταγωγία, οὐ θέλει τῆς νηστείας τὸν δρόμον, οὐ δὲ τὴν ἐν τῷ ἁγίῳ πάσχα μυσταγωγίαν. |
ἀλλ' ἐπειδὴ ἔστι^ μὲν ἐν αὐτῇ τοῦ πά^θους ἡ παράδοσι^ς, ἐν ἐκείνῃ δὲ τῆς ἀναστάσεως ἡ ἀ^πόδειξι^ς, γενώμεθα^ κοινωνοὶ καὶ τῆς ἀναστάσεως μέτοχοι. | ἀλλ' ἐπειδὴ ἔστι μὲν ἐν αὐτῇ τοῦ πάθους ἡ παράδοσις, ἐν ἐκείνῃ δὲ τῆς ἀναστάσεως ἡ ἀπόδειξις, γενώμεθα κοινωνοὶ καὶ τῆς ἀναστάσεως μέτοχοι. |
σήμερον κοινωνήσωμεν τῷ πά^θει, τότε τῇ ἀ^να^στά^σει. | σήμερον κοινωνήσωμεν τῷ πάθει, τότε τῇ ἀναστάσει. |
σήμερον κοινωνοῦντες μὴ εἰς σπατάλην ἐκδῶμεν ἑαυτοὺς, ἀλλ' εἰς δά^κρυ^α^. | σήμερον κοινωνοῦντες μὴ εἰς σπατάλην ἐκδῶμεν ἑαυτοὺς, ἀλλ' εἰς δάκρυα. |
μετὰ γὰ^ρ τὴν ἀνάστασι^ν οὐκ ἔστι^ λύπη. | μετὰ γὰρ τὴν ἀνάστασιν οὐκ ἔστι λύπη. |
ἀκμὴν ἐν πά^θει ὁ δεσπότης καὶ σὺ τρυφᾷς; | ἀκμὴν ἐν πάθει ὁ δεσπότης καὶ σὺ τρυφᾷς; |
οὐκ οἶδα^ς πῶς πολλοὶ πολλάκις καὶ τῶν μεγά^λων μέμψιν ὑ^πέστησα^ν ἐπὶ^ βα^σι^λι^κῷ πένθει τρυφήσαντες, καὶ τι_μωρί^α_ν ὑπέσχον; | οὐκ οἶδας πῶς πολλοὶ πολλάκις καὶ τῶν μεγάλων μέμψιν ὑπέστησαν ἐπὶ βασιλικῷ πένθει τρυφήσαντες, καὶ τιμωρίαν ὑπέσχον; |
σὺ δὲ βλέπων τὸ δεσποτι^κὸν πά^θος ἔτι^ ἐπὶ^ σταυροῦ λάμπον, οὐδέπω τῆς ἀναστάσεως φέρων τὸν λόγον, προλαβὼν τῆς ἀναστάσεως τὴν εὐφροσύνην, σπατάλῃ ἑαυτὸν ἐξέδωκα^ς; | σὺ δὲ βλέπων τὸ δεσποτικὸν πάθος ἔτι ἐπὶ σταυροῦ λάμπον, οὐδέπω τῆς ἀναστάσεως φέρων τὸν λόγον, προλαβὼν τῆς ἀναστάσεως τὴν εὐφροσύνην, σπατάλῃ ἑαυτὸν ἐξέδωκας; |
ταῦτα λέγω, οὐχ ὅτι^ δεῖ πενθεῖν αὐτὸν τὸν σωτῆρα^, ὡς ἄ^ξι^α^ πένθους ὑποστά^ντα^, ἀλλ' ὅτι^ χρὴ ἡμᾶς τὴν οἰκεία_ν εὐγνωμοσύνην ἐπι^δείκνυ^σθαι, ἵνα κοινωνήσαντες αὐτοῦ τῷ πά^θει, κοινωνοὶ γενώμεθα^ τῆς ἀναστάσεως· | ταῦτα λέγω, οὐχ ὅτι δεῖ πενθεῖν αὐτὸν τὸν σωτῆρα, ὡς ἄξια πένθους ὑποστάντα, ἀλλ' ὅτι χρὴ ἡμᾶς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, ἵνα κοινωνήσαντες αὐτοῦ τῷ πάθει, κοινωνοὶ γενώμεθα τῆς ἀναστάσεως· |
ὅτι^ αὐτῷ πρέπει τῷ κυ_ρί^ῳ ἡ δόξα_, ἡ τι_μή, καὶ ἡ προσκύ^νησι^ς, ἅ^μα^ τῷ πατρὶ^ καὶ τῷ παναγί^ῳ καὶ ζωοποιῷ πνεύμα^τι^, νῦν καὶ ἁεὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | ὅτι αὐτῷ πρέπει τῷ κυρίῳ ἡ δόξα, ἡ τιμή, καὶ ἡ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἁεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ἰατρῷ ἔοικεν ὁ τῆς ἐκκλησί^α_ς δι^δά^σκα^λος, πολλῶν καὶ ποικί^λων πα^θῶν αὐτὴν κεκτημένων, καὶ ἑκάστῳ τῶν ἀῤῥωστούντων κα^τὰ^ τὴν τοῦ πά^θους χρεία_ν δι^δόντι^ τὸ μάλαγμα^. | ἰατρῷ ἔοικεν ὁ τῆς ἐκκλησίας διδάσκαλος, πολλῶν καὶ ποικίλων παθῶν αὐτὴν κεκτημένων, καὶ ἑκάστῳ τῶν ἀῤῥωστούντων κατὰ τὴν τοῦ πάθους χρείαν διδόντι τὸ μάλαγμα. |
οἷον, ἦλθόν τι^νες ἐν τῷ ἰατρείῳ τῆς ἐκκλησί^α_ς ὑ^πὸ τοῦ οἰδάνοντος πά^θους τῆς ὑ^περηφα_νί^α_ς ἁλισκόμενοι· | οἷον, ἦλθόν τινες ἐν τῷ ἰατρείῳ τῆς ἐκκλησίας ὑπὸ τοῦ οἰδάνοντος πάθους τῆς ὑπερηφανίας ἁλισκόμενοι· |
λα^βόντες τὸ ἔμπλαστρον τῆς ταπεινοφροσύνης, τὸ οἰδά^νον πά^θος τῆς ὑ^περηφα_νί^α_ς ἰά_σα^ντο. | λαβόντες τὸ ἔμπλαστρον τῆς ταπεινοφροσύνης, τὸ οἰδάνον πάθος τῆς ὑπερηφανίας ἰάσαντο. |
ἄλλοι προσέδραμον ὑ^πὸ ὀργῆς ἐκφλεγόμενοι· | ἄλλοι προσέδραμον ὑπὸ ὀργῆς ἐκφλεγόμενοι· |
χαλασθέντες καὶ οὗτοι ὑ^πὸ τῶν τῆς ψυ_χῆς τὴν ἀῤῥωστίαν κατέσβεσα^ν. | χαλασθέντες καὶ οὗτοι ὑπὸ τῶν τῆς ψυχῆς τὴν ἀῤῥωστίαν κατέσβεσαν. |
ἕτεροι δὲ ὑ^πὸ τῶν τῆς σαρκὸς πα^θῶν πρὸς λαγνείαν οἰστρηλατούμενοι προσέδραμον· | ἕτεροι δὲ ὑπὸ τῶν τῆς σαρκὸς παθῶν πρὸς λαγνείαν οἰστρηλατούμενοι προσέδραμον· |
καὶ οὗτοι λα^βόντες τὸ ἔμπλαστρον τῆς σωφροσύνης, τῇ ἁγνείᾳ ἑαυτοὺς περι^έσφιγξα^ν. | καὶ οὗτοι λαβόντες τὸ ἔμπλαστρον τῆς σωφροσύνης, τῇ ἁγνείᾳ ἑαυτοὺς περιέσφιγξαν. |
δεῦτε τοίνυ^ν, ἀ^γα^πητοί, ἐπειδήπερ ὁ προλαβὼν δι^δά^σκα^λος τὰ_ς τῶν ἀῤῥωστούντων ψυ_χὰ_ς τῇ τριπλόκῳ πίστει ἐθερά^πευσε, καὶ ἡμεῖς τοῖς ἐκείνου ἴ^χνεσι^ν ἀκολουθήσωμεν. | δεῦτε τοίνυν, ἀγαπητοί, ἐπειδήπερ ὁ προλαβὼν διδάσκαλος τὰς τῶν ἀῤῥωστούντων ψυχὰς τῇ τριπλόκῳ πίστει ἐθεράπευσε, καὶ ἡμεῖς τοῖς ἐκείνου ἴχνεσιν ἀκολουθήσωμεν. |
οἶμαι δὲ καὶ πολλοὺς τῶν ἐνθά^δε ἑστώτων βούλεσθαι ἀ^κούειν περὶ^ πίστεως οὐχ ὅτι^ αὐτοὶ χρήζουσι^ν, ὑ^γι^αίνουσι^ γά^ρ, ἀλλὰ^ βουλόμενοι δι' αὐτῆς τοὺς ἀῤῥωστοῦντα^ς θερα^πεῦσαι. | οἶμαι δὲ καὶ πολλοὺς τῶν ἐνθάδε ἑστώτων βούλεσθαι ἀκούειν περὶ πίστεως οὐχ ὅτι αὐτοὶ χρήζουσιν, ὑγιαίνουσι γάρ, ἀλλὰ βουλόμενοι δι' αὐτῆς τοὺς ἀῤῥωστοῦντας θεραπεῦσαι. |
πολλοὶ γά^ρ εἰσι^ν ὑγιαίνοντες μὲν αὐτοί, οὐ δυ^νά^μενοι δὲ τοὺς κα^κῶς ἔχοντα^ς θερα^πεῦσαι δι' ἑαυτῶν. | πολλοὶ γάρ εἰσιν ὑγιαίνοντες μὲν αὐτοί, οὐ δυνάμενοι δὲ τοὺς κακῶς ἔχοντας θεραπεῦσαι δι' ἑαυτῶν. |
διὸ, ἀ^γα^πητοί, καίτοι πρόθεσι^ν ἔχων τὸ ἀ^ρτί^ως ἐν τῷ εὐαγγελίῳ ὑ^παναγνωσθὲν ὑ_μῖν γράμμα^ συντρίψαι, κ ἀν αὐτῷ τῷ πνεύμα^τι^ τοὺς πα^ρόντα^ς ποτίσαι· | διὸ, ἀγαπητοί, καίτοι πρόθεσιν ἔχων τὸ ἀρτίως ἐν τῷ εὐαγγελίῳ ὑπαναγνωσθὲν ὑμῖν γράμμα συντρίψαι, κ ἀν αὐτῷ τῷ πνεύματι τοὺς παρόντας ποτίσαι· |
τοῦτο μὲν ὑπερτίθεμαι, ποιῶ δὲ ἐκεῖνο ὅπερ ἐπηγγειλάμην. | τοῦτο μὲν ὑπερτίθεμαι, ποιῶ δὲ ἐκεῖνο ὅπερ ἐπηγγειλάμην. |
δεῖ γὰ^ρ μα^θητὰ_ς ὄντα^ς ἡμᾶς τοῦ ἀποστόλου, τοῖς πᾶσι^ τὰ^ πά^ντα^ γενέσθαι, ἵ^να_ τοὺς πά^ντα^ς κερδήσωμεν. | δεῖ γὰρ μαθητὰς ὄντας ἡμᾶς τοῦ ἀποστόλου, τοῖς πᾶσι τὰ πάντα γενέσθαι, ἵνα τοὺς πάντας κερδήσωμεν. |
παρακαλῶ δέ, κ ἂ_ν σφα^λλώμεθα^ ἐν ταῖς λέξεσι^, συγγνώμην ἡμῖν ἀπονείμασθαι. | παρακαλῶ δέ, κ ἂν σφαλλώμεθα ἐν ταῖς λέξεσι, συγγνώμην ἡμῖν ἀπονείμασθαι. |
οἱ γὰ^ρ ἐξ αὐτοσχεδί^ου λέγοντες, πολλά^κι^ς σφάλλονται, τοῦ νοῦ μὴ ἐπαρκοῦντος καὶ τὴν γραφὴν θεωρῆσαι, καὶ τὸν λόγον κοσμῆσαι. | οἱ γὰρ ἐξ αὐτοσχεδίου λέγοντες, πολλάκις σφάλλονται, τοῦ νοῦ μὴ ἐπαρκοῦντος καὶ τὴν γραφὴν θεωρῆσαι, καὶ τὸν λόγον κοσμῆσαι. |
καὶ αὐτοὶ δὲ ὑ_μεῖς τὸν ἔνδοθεν ὑ_μῶν ἄνθρωπον τῆς κα^ρδί^α_ς πα^ρα^στήσα^τε ἐνθά^δε κα^θα^ρώτα^τον, ἵ^να_ ἕκαστος ὑ_μῶν μὴ μόνον τῶν λεγομένων ἀ^κούῃ, ἀλλὰ^ καὶ βλέπῃ, καὶ ἑκάστου πρά_γμα^τος μα^νθά^νῃ τὴν δύ^να^μι^ν. | καὶ αὐτοὶ δὲ ὑμεῖς τὸν ἔνδοθεν ὑμῶν ἄνθρωπον τῆς καρδίας παραστήσατε ἐνθάδε καθαρώτατον, ἵνα ἕκαστος ὑμῶν μὴ μόνον τῶν λεγομένων ἀκούῃ, ἀλλὰ καὶ βλέπῃ, καὶ ἑκάστου πράγματος μανθάνῃ τὴν δύναμιν. |
πρῶτον οὖν ἐστι^ πί^στι_ς ἡ πρὸς θεὸν πρᾶγμα^ ἀ^κα^τά^ληπτον, ἀψηλάφητον, ἀθεώρητον, ἀκατηγόρητον, σι^ωπῇ τι_μώμενον καὶ προσκυ νούμενον· | πρῶτον οὖν ἐστι πίστις ἡ πρὸς θεὸν πρᾶγμα ἀκατάληπτον, ἀψηλάφητον, ἀθεώρητον, ἀκατηγόρητον, σιωπῇ τιμώμενον καὶ προσκυ νούμενον· |
πί^στι_ς ἀ^πὸ πατρὸς μὲν ἄρχεται, ἐπὶ^ υἱὸν δὲ ἔρχεται, εἰς δὲ τὸ πνεῦμα^ πληροῦται· | πίστις ἀπὸ πατρὸς μὲν ἄρχεται, ἐπὶ υἱὸν δὲ ἔρχεται, εἰς δὲ τὸ πνεῦμα πληροῦται· |
πί^στι_ς ἕδρα_ ψυ_χῆς, θεμέλι^ος ζωῆς, ἀ_θά^να^τος ῥί^ζα_· | πίστις ἕδρα ψυχῆς, θεμέλιος ζωῆς, ἀθάνατος ῥίζα· |
πίστεως δὲ ῥί^ζα_ ζῶσα^ ὁ πα^τήρ, κλά^δος ἀ^μά^ραντος ὁ υἱὸς, καρπὸς ἀ_θά^να^τος τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | πίστεως δὲ ῥίζα ζῶσα ὁ πατήρ, κλάδος ἀμάραντος ὁ υἱὸς, καρπὸς ἀθάνατος τὸ πνεῦμα τὸ ἅγιον. |
τρι^ὰς ἁπλῆ, ἀσύνθετος, ἀνέκφραστος, ἀδιήγητος, ἀδιαίρετος κα^τὰ^ συμφωνίαν, κα^τὰ^ δύ^να^μι^ν, κατ' ἐνέργεια^ν, κα^τὰ^ θεότητα^, κα^τὰ^ μέγεθος, ἐν ὑποστάσεσι^ καὶ ὀνόμα^σι^ δι^ῃρημένη, ἐν πρά_γμα^σι^ καὶ δυ^νά^μεσι^ν ἡνωμένη· | τριὰς ἁπλῆ, ἀσύνθετος, ἀνέκφραστος, ἀδιήγητος, ἀδιαίρετος κατὰ συμφωνίαν, κατὰ δύναμιν, κατ' ἐνέργειαν, κατὰ θεότητα, κατὰ μέγεθος, ἐν ὑποστάσεσι καὶ ὀνόμασι διῃρημένη, ἐν πράγμασι καὶ δυνάμεσιν ἡνωμένη· |
τρι^ὰς πρὸ αἰώνων ὑ^πά^ρχουσα^, οὐκ ἀπ' ἀρχῆς ἀ^ρξα^μένη τοῦ εἶναι, ἀλλὰ^ ἄ^να^ρχος, ἄχρονος, ἀγήρα^τος, ἀ_θά^να^τος, ἀτελεύτητος, οὐκ αὔξουσα^, ἢ λήγουσα^, οὐ γηράσκουσα^, ἀλλὰ^ ἀκατάλυ^τος οὖσα^· | τριὰς πρὸ αἰώνων ὑπάρχουσα, οὐκ ἀπ' ἀρχῆς ἀρξαμένη τοῦ εἶναι, ἀλλὰ ἄναρχος, ἄχρονος, ἀγήρατος, ἀθάνατος, ἀτελεύτητος, οὐκ αὔξουσα, ἢ λήγουσα, οὐ γηράσκουσα, ἀλλὰ ἀκατάλυτος οὖσα· |
ὡσαύτως τυγχά^νουσα^ τρι^ά_ς, οὐ νῦν εὑρεθεῖσα^ τὸ προσκυ^νεῖσθαι, ἀλλ' ἀ^πὸ αἰώνων ὑ^πὸ ἀγγέλων ἐν οὐρα^νοῖς προσκυ^νουμένη, ὑ^πὸ πα^τέρων ἐπὶ^ γῆς δοξαζομένη, ὑ^πὸ προφητῶν τι_μωμένη, ὑ^πὸ ἀ^ποστόλων κηρυττομένη, ὑ^πὸ ἐκκλησίας μέχρι^ νῦν μεγαλυνομένη. | ὡσαύτως τυγχάνουσα τριάς, οὐ νῦν εὑρεθεῖσα τὸ προσκυνεῖσθαι, ἀλλ' ἀπὸ αἰώνων ὑπὸ ἀγγέλων ἐν οὐρανοῖς προσκυνουμένη, ὑπὸ πατέρων ἐπὶ γῆς δοξαζομένη, ὑπὸ προφητῶν τιμωμένη, ὑπὸ ἀποστόλων κηρυττομένη, ὑπὸ ἐκκλησίας μέχρι νῦν μεγαλυνομένη. |
καὶ ἀ^ρξώμεθα^, ἀ^γα^πητοί, ἀ^πὸ τῶν οὐρα^νῶν· | καὶ ἀρξώμεθα, ἀγαπητοί, ἀπὸ τῶν οὐρανῶν· |
ἀ^ρξώμεθα^ δεικνύ^ειν τὴν τῆς τριά^δος μί^α^ν κυριότητα^, καὶ προσκύνησι^ν καὶ μεγαλότητα^. | ἀρξώμεθα δεικνύειν τὴν τῆς τριάδος μίαν κυριότητα, καὶ προσκύνησιν καὶ μεγαλότητα. |
τρί^τον οἱ ὑπέρτα^τοι ἄγγελοι, καὶ δυ^νά^μεις, χερουβεὶμ καὶ σεραφεὶμ τὸ ἅγι^ος, ἅγι^ος, ἅγι^ος, ἀκαταπαύστῳ στόμα^τι^ μελῳδοῦντα^ εἰς μί^α^ν κυριότητα^ κορυφοῦσι^ τὴν δόξα^ν. | τρίτον οἱ ὑπέρτατοι ἄγγελοι, καὶ δυνάμεις, χερουβεὶμ καὶ σεραφεὶμ τὸ ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστῳ στόματι μελῳδοῦντα εἰς μίαν κυριότητα κορυφοῦσι τὴν δόξαν. |
τρεῖς ἀγγέλους ἀβραὰμ ὁ πατριάρχης τυγχά^νων ὑ^πὸ τὴν δρῦν τὴν μαμβρὴ ἐν τῇ σκηνῇ θεωρήσα_ς, μί^α^ν κυριότητα^, ἰσότητα^ τριά^δι^ τῶν ἀγγέλων ἀπένειμε. | τρεῖς ἀγγέλους ἀβραὰμ ὁ πατριάρχης τυγχάνων ὑπὸ τὴν δρῦν τὴν μαμβρὴ ἐν τῇ σκηνῇ θεωρήσας, μίαν κυριότητα, ἰσότητα τριάδι τῶν ἀγγέλων ἀπένειμε. |
τρεῖς δὲ ἄγγελοι, καὶ δρὺς καὶ σκηνὴ καὶ ἀβραὰμ καὶ σταυρὸς καὶ ἐκκλησί^α_ καὶ σπέρμα^ ἀνθρώπων. | τρεῖς δὲ ἄγγελοι, καὶ δρὺς καὶ σκηνὴ καὶ ἀβραὰμ καὶ σταυρὸς καὶ ἐκκλησία καὶ σπέρμα ἀνθρώπων. |
αὐτὸς ἀβραὰμ ὁδὸν τρι^ῶν ἡμερῶν ἐπορεύθη ἐπὶ^ τὸ τὸν υἱὸν αὐτοῦ ἰσαὰκ εἰς ὁλοκάρπωσι^ν τῷ θεῷ ἀ^νενέγκαι. | αὐτὸς ἀβραὰμ ὁδὸν τριῶν ἡμερῶν ἐπορεύθη ἐπὶ τὸ τὸν υἱὸν αὐτοῦ ἰσαὰκ εἰς ὁλοκάρπωσιν τῷ θεῷ ἀνενέγκαι. |
τριήμερος δὲ ὁδὸς καὶ ἰσαὰκ ὁλοκαρπούμενος, τριήμερον δι^ὰ^ σταυροῦ τὸ πά^θος τοῦ μονογενοῦς. | τριήμερος δὲ ὁδὸς καὶ ἰσαὰκ ὁλοκαρπούμενος, τριήμερον διὰ σταυροῦ τὸ πάθος τοῦ μονογενοῦς. |
ὅτι^ δὲ τοῦ χριστοῦ μυστήριον ἀβραὰμ ἐν τῷ ἰσαὰκ ἐθεώρει, ἀβραὰμ ὁ πα^τὴρ ὑ_μῶν ἠγαλλιά_σα^το, ἵ^να_ ἴ^δῃ τὴν ἡμέρα_ν τὴν ἐμήν· | ὅτι δὲ τοῦ χριστοῦ μυστήριον ἀβραὰμ ἐν τῷ ἰσαὰκ ἐθεώρει, ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· |
καὶ εἶδε, καὶ ἐχά^ρη. | καὶ εἶδε, καὶ ἐχάρη. |
τρι^ῶν ἡμερῶν καὶ μωυσῆς πορεύεται ἐπὶ^ τῷ θῦσαι τῷ θεῷ. | τριῶν ἡμερῶν καὶ μωυσῆς πορεύεται ἐπὶ τῷ θῦσαι τῷ θεῷ. |
ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα^ ἐπὶ^ τὸ θῦσαι κυ_ρί^ῳ τῷ θεῷ ἡμῶν. | ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα ἐπὶ τὸ θῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν. |
τρί^α^ μέτρα^ σεμιδάλεως καὶ σάῤῥα λα^βοῦσα^, τοὺς ἐγκρυ^φί^α_ς ποίησε· | τρία μέτρα σεμιδάλεως καὶ σάῤῥα λαβοῦσα, τοὺς ἐγκρυφίας ποίησε· |
τρίμετρον δὲ σεμιδάλεως καὶ σάῤῥα καὶ ἐγκρυ^φί^αι, τρίπλοκος πί^στι_ς καὶ ἐκκλησί^α_ ἐν τῷ κρυπτῷ τῆς κα^ρδί^α_ς τῶν ἀνθρώπων φυλαττομένη. | τρίμετρον δὲ σεμιδάλεως καὶ σάῤῥα καὶ ἐγκρυφίαι, τρίπλοκος πίστις καὶ ἐκκλησία ἐν τῷ κρυπτῷ τῆς καρδίας τῶν ἀνθρώπων φυλαττομένη. |
τρεῖς ῥάβδους ἰακὼβ λα^βὼν ἐν τῷ ὕ^δα^τι^ ἐμβα^λὼν τὰ^ πρόβα^τα^ τοῦ λάβαν ἐπότισε· | τρεῖς ῥάβδους ἰακὼβ λαβὼν ἐν τῷ ὕδατι ἐμβαλὼν τὰ πρόβατα τοῦ λάβαν ἐπότισε· |
τρεῖς ῥάβδοι καὶ ὕ^δωρ καὶ πρόβα^τα^ ποτιζόμενα^. | τρεῖς ῥάβδοι καὶ ὕδωρ καὶ πρόβατα ποτιζόμενα. |
τριὰς καὶ βάπτισμα^ καὶ λα_ὸς φωτιζόμενος. | τριὰς καὶ βάπτισμα καὶ λαὸς φωτιζόμενος. |
τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας ἰωνᾶς ἐν τῷ κήτει πεποίηκε· | τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἰωνᾶς ἐν τῷ κήτει πεποίηκε· |
τρεῖς δὲ ἡμέραι καὶ νύκτες, ἰωνᾶς καὶ τὸ κῆτος, τοῦ μονογενοῦς ἐν τῷ ᾅδῃ. | τρεῖς δὲ ἡμέραι καὶ νύκτες, ἰωνᾶς καὶ τὸ κῆτος, τοῦ μονογενοῦς ἐν τῷ ᾅδῃ. |
καὶ ὅτι^ ταῦτα^ οὕτως ἔχει, λεγέτω· | καὶ ὅτι ταῦτα οὕτως ἔχει, λεγέτω· |
ὃν τρόπον ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους πεποίηκε τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας· | ὃν τρόπον ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους πεποίηκε τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· |
οὕτω δὴ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδί^ᾳ τῆς γῆς ποιῆσαι τρεῖς ἡμέρα_ς καὶ τρεῖς νύκτας. | οὕτω δὴ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς ποιῆσαι τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. |
τρεῖς ἡμέρα_ς καὶ νινευῖται νηστεύσαντες ἔζησα^ν· | τρεῖς ἡμέρας καὶ νινευῖται νηστεύσαντες ἔζησαν· |
τρεῖς ἡμέραι καὶ νηστεία_ καὶ νινευῖται ζῶντες, τριὰς φωτοφόρος καὶ ἀ^ποχὴ κα^κῶν καὶ κόσμου ζωή. | τρεῖς ἡμέραι καὶ νηστεία καὶ νινευῖται ζῶντες, τριὰς φωτοφόρος καὶ ἀποχὴ κακῶν καὶ κόσμου ζωή. |
τρίτον ἠλίας ὁ προφήτης ἐπὶ^ τοὺς σχίδακα^ς καὶ τὰ^ μέλη τοῦ βοὸς τὸ ὕ^δωρ ἐπι^χέων, πῦρ οὐρα^νόθεν ἐπ' αὐτὰ^ κα^τήγα^γε· | τρίτον ἠλίας ὁ προφήτης ἐπὶ τοὺς σχίδακας καὶ τὰ μέλη τοῦ βοὸς τὸ ὕδωρ ἐπιχέων, πῦρ οὐρανόθεν ἐπ' αὐτὰ κατήγαγε· |
τρισσὸν δὲ ὕ^δωρ καὶ σχίδακες καὶ μέλη βοὸς καὶ πῦρ οὐρά^νι^ον, τρίπλοκον βάπτισμα^ καὶ σταυρὸς καὶ μέλη χριστοῦ καὶ οὐρά^νι^ον φέγγος. | τρισσὸν δὲ ὕδωρ καὶ σχίδακες καὶ μέλη βοὸς καὶ πῦρ οὐράνιον, τρίπλοκον βάπτισμα καὶ σταυρὸς καὶ μέλη χριστοῦ καὶ οὐράνιον φέγγος. |
τρίτον τῆς ἡμέρα_ς καὶ δανιὴλ τὰ_ς θυ^ρί^δα^ς τοῦ οἴκου αὐτοῦ ἀ^νοίγων κα^τὰ^ ἀνατολὰ_ς προσευχόμενος τοῦ αἰτήμα^τος ἔτυ^χε, διδάσκοντος τοῦ μυστηρί^ου· | τρίτον τῆς ἡμέρας καὶ δανιὴλ τὰς θυρίδας τοῦ οἴκου αὐτοῦ ἀνοίγων κατὰ ἀνατολὰς προσευχόμενος τοῦ αἰτήματος ἔτυχε, διδάσκοντος τοῦ μυστηρίου· |
δεῖ δὲ ἡμᾶς τοὺς ὀφθαλμοὺς τῆς ψυ_χῆς ἀνοίγοντα^ς, πατρὶ^ καὶ υἱῷ καὶ ἁ^γί^ῳ πνεύμα^τι^ κα^τὰ^ ἀνατολὰ_ς ἐντυγχά^νειν. | δεῖ δὲ ἡμᾶς τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀνοίγοντας, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι κατὰ ἀνατολὰς ἐντυγχάνειν. |
τρεῖς παῖδες ἄφθοροι ἐν τῇ καμί^νῳ τοῦ πυ_ρὸς ἐμβληθέντες, αὐτοὶ μὲν οὐδὲν ἔπα^θον, τοὺς δὲ χαλδαίους ἐνεπύρισα^ν· | τρεῖς παῖδες ἄφθοροι ἐν τῇ καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες, αὐτοὶ μὲν οὐδὲν ἔπαθον, τοὺς δὲ χαλδαίους ἐνεπύρισαν· |
τρεῖς παῖδες ἄφθοροι καὶ κάμι_νος καὶ χαλδαῖοι, τριὰς ἄφθαρτος καὶ κρί^σι^ς καὶ δαίμονες ἀ^πολλύμενοι. | τρεῖς παῖδες ἄφθοροι καὶ κάμινος καὶ χαλδαῖοι, τριὰς ἄφθαρτος καὶ κρίσις καὶ δαίμονες ἀπολλύμενοι. |
πί^στι_ς, ἐλπίς, ἀγάπη· | πίστις, ἐλπίς, ἀγάπη· |
πίστις εἰς τὸν πα^τέρα^, ἐλπὶς εἰς τὸν υἱόν, καὶ τὸ πλήρωμα^ τοῦ νόμου ἀγάπη· | πίστις εἰς τὸν πατέρα, ἐλπὶς εἰς τὸν υἱόν, καὶ τὸ πλήρωμα τοῦ νόμου ἀγάπη· |
ὃ γὰ^ρ καρπὸς τοῦ πνεύμα^τός ἐστι^ν ἡ ἀγάπη. | ὃ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἡ ἀγάπη. |
ὑπὲρ τούτου τρὶ^ς τὸν κύ_ρι^ον πα^ρεκά^λεσα^. | ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα. |
καὶ πρόσεχε σοφί^α_ν ἀνδρὸς ἐν εὐτελεστάτῳ ῥήμα^τι^ συνειλημμένην. | καὶ πρόσεχε σοφίαν ἀνδρὸς ἐν εὐτελεστάτῳ ῥήματι συνειλημμένην. |
οὐχ εἶπε, τρίτον τὸν κύ_ρι^ον πα^ρεκά^λεσα^, ἀλλὰ^ τρίς· | οὐχ εἶπε, τρίτον τὸν κύριον παρεκάλεσα, ἀλλὰ τρίς· |
πα^τήρ, υἱὸς καὶ τὸ ἅ^γι^ον πνεῦμα^, τρεῖς ὑποστά^σεις, μί^α^ δὲ κυ_ριότης. | πατήρ, υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μία δὲ κυριότης. |
καὶ τρίς, φησί^ν, ἐῤῥαβδίσθην· | καὶ τρίς, φησίν, ἐῤῥαβδίσθην· |
τουτέστι^, τρεῖς μὲν ὑποστά^σεις ὡμολόγησα^, εἰσάπαξ δὲ τὴν πίστι^ν τῆς τριά^δος τῷ λί^θῳ τῆς ὁμολογία_ς πρὸς μί^α^ν συμφωνίαν τὴν ψυ_χήν μου ἐστήλωσα^. | τουτέστι, τρεῖς μὲν ὑποστάσεις ὡμολόγησα, εἰσάπαξ δὲ τὴν πίστιν τῆς τριάδος τῷ λίθῳ τῆς ὁμολογίας πρὸς μίαν συμφωνίαν τὴν ψυχήν μου ἐστήλωσα. |
καὶ τρίς, φησί^ν, ἐναυάγησα^· | καὶ τρίς, φησίν, ἐναυάγησα· |
τουτέστι^, τὸν φόρτον τῶν ἰουδαϊκῶν ἁ^μα^ρτημά^των ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ἐν τῇ πηγῇ τοῦ βαπτίσμα^τος κατεπόντισα^. | τουτέστι, τὸν φόρτον τῶν ἰουδαϊκῶν ἁμαρτημάτων ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τῇ πηγῇ τοῦ βαπτίσματος κατεπόντισα. |
τρία σά^τα^ ἀλεύρου καὶ ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν ὁμοιωθεῖσα^, γυ^νὴ λα^βοῦσα^, καὶ μι_κρὰ_ν ζύμην ἐγκρύ^ψα_σα^, ὅλον τὸ φύ_ρα_μα^ ἐζύ^μου· | τρία σάτα ἀλεύρου καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοιωθεῖσα, γυνὴ λαβοῦσα, καὶ μικρὰν ζύμην ἐγκρύψασα, ὅλον τὸ φύραμα ἐζύμου· |
τρία δὲ σά^τα^ ἀλεύρου καὶ μικρὰ ζύμη καὶ γυ^νὴ ζυμοῦσα^ ἡ σοφί^α_ ἐστὶ^ δι^ὰ^ τοῦ σώμα^τος τὸν χριστοῦ πᾶσα^ν τὴν ἀνθρωπότητα^ εἰς τὴν τῆς τριά^δος πίστι^ν μεταστρέφουσα^. | τρία δὲ σάτα ἀλεύρου καὶ μικρὰ ζύμη καὶ γυνὴ ζυμοῦσα ἡ σοφία ἐστὶ διὰ τοῦ σώματος τὸν χριστοῦ πᾶσαν τὴν ἀνθρωπότητα εἰς τὴν τῆς τριάδος πίστιν μεταστρέφουσα. |
πορευθέντες μα^θητεύσα^τε πά^ντα^ τὰ^ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα^ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁ^γί^ου πνεύμα^τος. | πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. |
μί^α^ν ἐνέργεια^ν ἑτοίμως ἀποδείξομεν· | μίαν ἐνέργειαν ἑτοίμως ἀποδείξομεν· |
μιᾶ_ς δὲ ἐνεργεία_ς πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ἀποδεικνυμένης, ἀ^νάγκη πᾶσα^ καὶ μί^α^ν οὐσί^α_ν πιστευθῆναι· | μιᾶς δὲ ἐνεργείας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀποδεικνυμένης, ἀνάγκη πᾶσα καὶ μίαν οὐσίαν πιστευθῆναι· |
ὧν γὰ^ρ ἡ ἐνέργεια^ μί^α^ καὶ οὐσί^α_ μί^α^. | ὧν γὰρ ἡ ἐνέργεια μία καὶ οὐσία μία. |
ἀρξώμεθα τοίνυ^ν λέγειν περὶ^ κοσμοποιία_ς, περὶ^ υἱοθεσία_ς, περὶ^ ἐλευθερί^α_ς, περὶ^ οὐρα^νοῦ καὶ γῆς συστάσεως, καὶ ἁπαξαπλῶς περὶ^ παντὸς ἔργου καὶ τῶν ἄλλων τῆς ζωῆς ἡμῶν χρειῶν, ἀ^φορμὰς ὑ^πὸ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ἐπι^τελουμένας. | ἀρξώμεθα τοίνυν λέγειν περὶ κοσμοποιίας, περὶ υἱοθεσίας, περὶ ἐλευθερίας, περὶ οὐρανοῦ καὶ γῆς συστάσεως, καὶ ἁπαξαπλῶς περὶ παντὸς ἔργου καὶ τῶν ἄλλων τῆς ζωῆς ἡμῶν χρειῶν, ἀφορμὰς ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐπιτελουμένας. |
ἄρξωμεν ἀ^πὸ τῶν πρώτων, καὶ ἔλθωμεν ἐπὶ^ τὰ^ δεύτερα^, εἶθ' οὕτω κα^θεξῆς τὸν λόγον ἡμῶν περι^σώσωμεν. | ἄρξωμεν ἀπὸ τῶν πρώτων, καὶ ἔλθωμεν ἐπὶ τὰ δεύτερα, εἶθ' οὕτω καθεξῆς τὸν λόγον ἡμῶν περισώσωμεν. |
τὸν οὐρα^νὸν ἐποίησεν ὁ πα^τὴρ οὐκ ἄ^νευ λόγου καὶ πνεύμα^τος· | τὸν οὐρανὸν ἐποίησεν ὁ πατὴρ οὐκ ἄνευ λόγου καὶ πνεύματος· |
τῷ γὰ^ρ λόγῳ κυ_ρί^ου οἱ οὐρανοὶ ἐστερεώθησα^ν, καὶ τῷ πνεύμα^τι^ τοῦ στόμα^τος αὐτοῦ πάσα ἡ δύ^να^μι^ς αὐτῶν. | τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πάσα ἡ δύναμις αὐτῶν. |
πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν ὁ πα^τήρ, τὸν οὐρα^νὸν καὶ γῆν ἐγὼ ἐκπληρῶ, λέγει κύ_ρι^ος. | πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν ὁ πατήρ, τὸν οὐρανὸν καὶ γῆν ἐγὼ ἐκπληρῶ, λέγει κύριος. |
πά^ντα^ γὰ^ρ δι' αὐτοῦ ἐγένετο, καὶ ἄ^νευ αὐτοῦ ἐγένετο οὐδέν. | πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ ἄνευ αὐτοῦ ἐγένετο οὐδέν. |
πνεῦμα^ κυ_ρί^ου ἐπλήρωσε τὴν οἰκουμένην. | πνεῦμα κυρίου ἐπλήρωσε τὴν οἰκουμένην. |
τί δέ; | τί δέ; |
τὸ μέγιστον τῶν κτι^σμά^των, ὁ ἄνθρωπος, οὐχ ὑ^πὸ πατρὸς μόνον γεγένηται, ἀλλὰ^ συνεργοῦντος τοῦ υἱοῦ, συμπληροῦντος τοῦ ἁ^γί^ου πνεύμα^τος· | τὸ μέγιστον τῶν κτισμάτων, ὁ ἄνθρωπος, οὐχ ὑπὸ πατρὸς μόνον γεγένηται, ἀλλὰ συνεργοῦντος τοῦ υἱοῦ, συμπληροῦντος τοῦ ἁγίου πνεύματος· |
ποιήσωμεν γά^ρ, φησί^ν, ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ καθ' ὁμοίωσι^ν. | ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. |
ποιήσωμεν. | ποιήσωμεν. |
οὐ ποιήσω μὲν ἐγώ, οὐ ποιήσῃς δὲ σύ^, οὐ ποιήσῃ ἐκεῖνος, ἀλλὰ^ ποιήσωμεν. | οὐ ποιήσω μὲν ἐγώ, οὐ ποιήσῃς δὲ σύ, οὐ ποιήσῃ ἐκεῖνος, ἀλλὰ ποιήσωμεν. |
εἰ γὰ^ρ εἶπε, ποίησον σύ^, ἐδείκνυε τὸν ὑπουργόν· | εἰ γὰρ εἶπε, ποίησον σύ, ἐδείκνυε τὸν ὑπουργόν· |
τὸ δὲ ὁμότι_μον δι^δά^ξα_ς λέγει ποιήσωμεν ἄνθρωπον. | τὸ δὲ ὁμότιμον διδάξας λέγει ποιήσωμεν ἄνθρωπον. |
κοινὴ ἡ γνώμη, κοινὴ ἡ πρᾶξι^ς, κοινὸν καὶ τὸ πλάσμα^. | κοινὴ ἡ γνώμη, κοινὴ ἡ πρᾶξις, κοινὸν καὶ τὸ πλάσμα. |
ὅτι^ δὲ πα^τὴρ καὶ υἱὸς καὶ ἅ^γι^ον πνεῦμα^ πεποίηκε τὸν ἄνθρωπον, αἱ χεῖρές σου ἐποίησά^ν με καὶ ἔπλα^σά^ν με. | ὅτι δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα πεποίηκε τὸν ἄνθρωπον, αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. |
οὐ σύ^ με μόνος πεποίηκα^ς· | οὐ σύ με μόνος πεποίηκας· |
οὐχ ἡ χείρ σου μόνη πεποίηκέ με, ἥτι^ς ἐστὶ^ν ὁ μονογενής σου. | οὐχ ἡ χείρ σου μόνη πεποίηκέ με, ἥτις ἐστὶν ὁ μονογενής σου. |
αἱ χεῖρές σου ἐποίησά^ν με, τουτ έστι^ν, ὁ λόγος καὶ τὸ πνεῦμα^. | αἱ χεῖρές σου ἐποίησάν με, τουτ έστιν, ὁ λόγος καὶ τὸ πνεῦμα. |
ὡσεὶ ἔλεγεν· | ὡσεὶ ἔλεγεν· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.