macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἵπποι τοῦ θεοῦ αἱ ψυ_χαὶ τῶν ἀ^ποστόλων, αἱ δι^ὰ^ πά_σης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρί^α_ν τῷ κόσμῳ φέρουσαι.
ἵπποι τοῦ θεοῦ αἱ ψυχαὶ τῶν ἀποστόλων, αἱ διὰ πάσης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρίαν τῷ κόσμῳ φέρουσαι.
ἡ γὰ^ρ τῶν ἀ^ποστόλων ἱππα^σία, σωτηρί^α_ τῆς οἰκουμένης.
ἡ γὰρ τῶν ἀποστόλων ἱππασία, σωτηρία τῆς οἰκουμένης.
ἐπεβίβασας εἰς θά^λα^σσα^ν τοὺς ἵππους σου καὶ ἡ ἱππα^σία σου σωτηρί^α_.
ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία.
οἱ αὐτοὶ γὰ^ρ οὗτοι ἵπποι καὶ τοῖς πιστοῖς ἤνεγκα^ν σωτηρί^α_ν καὶ τοὺς ἐχθροὺς τῆς εὐσεβεία_ς ἐθόλωσα^ν.
οἱ αὐτοὶ γὰρ οὗτοι ἵπποι καὶ τοῖς πιστοῖς ἤνεγκαν σωτηρίαν καὶ τοὺς ἐχθροὺς τῆς εὐσεβείας ἐθόλωσαν.
ἐπεβίβασας γὰ^ρ εἰς θά^λα^σσα^ν τοὺς ἵππους σου φησὶ^ ταράσσοντα^ς ὕ^δα^τα^ πολλά^.
ἐπεβίβασας γὰρ εἰς θάλασσαν τοὺς ἵππους σου φησὶ ταράσσοντας ὕδατα πολλά.
ἐτάραξε τὸ κήρυγμα^ τῶν ἀ^ποστόλων τῶν ἐθνῶν τὰ^ συγκροτήματα^.
ἐτάραξε τὸ κήρυγμα τῶν ἀποστόλων τῶν ἐθνῶν τὰ συγκροτήματα.
πολλοὶ βα^σι^λεῖς ἐτα^ρά^χθησα^ν·
πολλοὶ βασιλεῖς ἐταράχθησαν·
πολλοὶ τύ^ρα^ννοι ἐθολώθησα^ν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολι^κῆς χά^ρι^τος.
πολλοὶ τύραννοι ἐθολώθησαν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολικῆς χάριτος.
δι^ὰ^ τοῦτο οἱ ταραττόμενοι ἐπὶ^ τῷ δρόμῳ τῶν ἀ^ποστόλων ἔλεγον·
διὰ τοῦτο οἱ ταραττόμενοι ἐπὶ τῷ δρόμῳ τῶν ἀποστόλων ἔλεγον·
οἱ τὴν οἰκουμένην ἀ^ναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα^ πά^ρεισι^.
οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισι.
βλέπε θεοῦ ἅρμα^·
βλέπε θεοῦ ἅρμα·
βλέπε ἵππους χα^λι_νὸν εὐσεβεία_ς δεχομένους.
βλέπε ἵππους χαλινὸν εὐσεβείας δεχομένους.
μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀ^ληθεία_ς, μη δὲ μι_μοῦ τῶν ἀλόγων τὰ^ σκιρτήμα^τα^, ἀπολακτίζων τὸν θεῖον νόμον, τί^ με δι^ώκεις;
μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀληθείας, μη δὲ μιμοῦ τῶν ἀλόγων τὰ σκιρτήματα, ἀπολακτίζων τὸν θεῖον νόμον, τί με διώκεις;
σκληρόν σοι πρὸς κέντρα^ λακτίζειν.
σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
δεξώμεθα χα^λι_νὸν εὐσεβεία_ς καὶ μεταγάγωμεν τὴν ὄψι^ν εἰς σώφρονα^ θέαν.
δεξώμεθα χαλινὸν εὐσεβείας καὶ μεταγάγωμεν τὴν ὄψιν εἰς σώφρονα θέαν.
ἴδωμεν τοὺς ἡνι^όχους τῆς εὐσεβεία_ς, προφήτα_ς καὶ ἀ^ποστόλους.
ἴδωμεν τοὺς ἡνιόχους τῆς εὐσεβείας, προφήτας καὶ ἀποστόλους.
προφῆται ἡνί^οχοι τῆς ἀ^ληθεία_ς, οἱ κυβερνῶντες τὸν δρόμον τῆς εὐταξία_ς.
προφῆται ἡνίοχοι τῆς ἀληθείας, οἱ κυβερνῶντες τὸν δρόμον τῆς εὐταξίας.
πά^τερ, πάτερ, ἡνίοχε ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
πάτερ, πάτερ, ἡνίοχε ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
προτιμᾶσθαι δὲ δεῖ πάντων τὴν εὐσέβεια^ν.
προτιμᾶσθαι δὲ δεῖ πάντων τὴν εὐσέβειαν.
μὴ ὅτα^ν μὲν ἀ^κούῃς τοῦ θείου λόγου, ἐξήρτησο τῆς δι^δα^σκα^λί^α_ς.
μὴ ὅταν μὲν ἀκούῃς τοῦ θείου λόγου, ἐξήρτησο τῆς διδασκαλίας.
ὅτα^ν δὲ ἔξω γένῃ τοῦ λόγου, μετὰ^ τῶν ἀλόγων φαίνου.
ὅταν δὲ ἔξω γένῃ τοῦ λόγου, μετὰ τῶν ἀλόγων φαίνου.
συνδιατίθεσο τῇ ψυ^χῇ καὶ τῷ ὄμμα^τι^ ἀγάπα_ τοῦ θεοῦ λόγον.
συνδιατίθεσο τῇ ψυχῇ καὶ τῷ ὄμματι ἀγάπα τοῦ θεοῦ λόγον.
μὴ μέριζέ σου τὴν ὄψι^ν πρὸς ἀσχήμονα^ θέαν καὶ πρὸς ἔνθεον ζῆλον.
μὴ μέριζέ σου τὴν ὄψιν πρὸς ἀσχήμονα θέαν καὶ πρὸς ἔνθεον ζῆλον.
ἔθισόν σου τὸν ὀφθαλμὸν μηδὲν ἕτερον βλέπειν εἰ μὴ τὰ^ οὐρά^νι^α^ κάλλη, ὥστε λέγειν·
ἔθισόν σου τὸν ὀφθαλμὸν μηδὲν ἕτερον βλέπειν εἰ μὴ τὰ οὐράνια κάλλη, ὥστε λέγειν·
πρὸς σε ἦρα^ τοὺς ὀφθαλμούς μου, τὸν κα^τοικοῦντα^ ἐν τῷ οὐρα^νῷ.
πρὸς σε ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μη δὲ πρὸς θορύ^βους, ἀλλὰ^ πρὸς τὸν θεῖον νόμον, λέγων·
ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μη δὲ πρὸς θορύβους, ἀλλὰ πρὸς τὸν θεῖον νόμον, λέγων·
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου καὶ ἀ^κούσω τί^ λα^λήσει ἐν ἐμοὶ κύ_ρι^ος ὁ θεός.
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου καὶ ἀκούσω τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός.
οὐ δεῖ τὰ^ εἰς κολακείαν φέροντα^ λέγειν, ἀλλὰ^ τὰ^ παιδεύοντα^ δι^δά^σκειν.
οὐ δεῖ τὰ εἰς κολακείαν φέροντα λέγειν, ἀλλὰ τὰ παιδεύοντα διδάσκειν.
κολακείας γὰ^ρ κέρδος οὐδὲν, παιδεία_ς δὲ πολὺ^ τὸ ὄφελος.
κολακείας γὰρ κέρδος οὐδὲν, παιδείας δὲ πολὺ τὸ ὄφελος.
μὴ αἰχμαλωτί^ζου τῷ νοήμα^τι^ πρὸς τὰ_ς ἀτόπους θέα_ς, μη δὲ ἐκδί^δου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμα^σι^ν.
μὴ αἰχμαλωτίζου τῷ νοήματι πρὸς τὰς ἀτόπους θέας, μη δὲ ἐκδίδου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμασιν.
ἱκανὸς γὰ^ρ ἂ^ν κρα^τεῖ λογισμοῦ, κ ἂ^ν ἀ^πὸ τῆς συν ηθεία_ς ἀ^πα^γόμενόν σου τὸν νοῦν.
ἱκανὸς γὰρ ἂν κρατεῖ λογισμοῦ, κ ἂν ἀπὸ τῆς συν ηθείας ἀπαγόμενόν σου τὸν νοῦν.
οὐκ εἶ δοῦλος, ἀλλ' ἐλεύθερος.
οὐκ εἶ δοῦλος, ἀλλ' ἐλεύθερος.
οὐκ ἄ_κων αἰχμαλωτίζῃ, ἀλλ' ἑκὼν ἑαυτὸν πιπράσκεις τῇ ἁμαρτίᾳ.
οὐκ ἄκων αἰχμαλωτίζῃ, ἀλλ' ἑκὼν ἑαυτὸν πιπράσκεις τῇ ἁμαρτίᾳ.
μὴ ἐπι^λα^μβά^νου τῆς ἀποστολι^κῆς φωνῆς.
μὴ ἐπιλαμβάνου τῆς ἀποστολικῆς φωνῆς.
μὴ ὅτα^ν ἔλεγχος εἰσέλθῃ τῆς ἀ^ληθεία_ς, ἐλέγχων τὰ^ κρυπτὰ^ τῆς κα^ρδί^α_ς, εἴπῃς·
μὴ ὅταν ἔλεγχος εἰσέλθῃ τῆς ἀληθείας, ἐλέγχων τὰ κρυπτὰ τῆς καρδίας, εἴπῃς·
μὴ γὰ^ρ ἐγὼ οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μι_σῶ, τοῦτο πράσσω;
μὴ γὰρ ἐγὼ οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μισῶ, τοῦτο πράσσω;
μὴ τῇ συ^νηθείᾳ δουλεύων συκοφά^ντει τὰ^ θεῖα^ ῥήμα^τα^.
μὴ τῇ συνηθείᾳ δουλεύων συκοφάντει τὰ θεῖα ῥήματα.
μὴ σαυτοῦ τὴν ἐπι^θυ_μί^αν πληρῶν, τὴν ἀποστολι^κὴν διάβαλλε δόξα^ν.
μὴ σαυτοῦ τὴν ἐπιθυμίαν πληρῶν, τὴν ἀποστολικὴν διάβαλλε δόξαν.
πολλοὶ γὰ^ρ πολλά^κι^ς προφασίζονται προφά^σεις ἐν ἁμαρτί^αις καὶ τὸν ἀποστολι^κὸν ἡμῖν προτείνουσι^ λόγον τὸν ἀ^ρτί^ως ἡμῖν ὑ^παναγνωσθέντα^.
πολλοὶ γὰρ πολλάκις προφασίζονται προφάσεις ἐν ἁμαρτίαις καὶ τὸν ἀποστολικὸν ἡμῖν προτείνουσι λόγον τὸν ἀρτίως ἡμῖν ὑπαναγνωσθέντα.
εἶπέ φησι^ παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς ὁ πνεύμα^τι^ ἁ^γί^ῳ δι^ὰ^ παντὸς κυ^βερνώμενος·
εἶπέ φησι παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς ὁ πνεύματι ἁγίῳ διὰ παντὸς κυβερνώμενος·
οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μι_σῶ, τοῦτο πράσσω.
οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μισῶ, τοῦτο πράσσω.
συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ, κα^τὰ^ τὸν ἔσω ἄνθρωπον·
συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον·
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί^ μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά^ με τῷ νόμῳ τῆς ἁ^μαρτί^α_ς.
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας.
φιλεῖ πᾶς φιλα^μαρτήμων εὑρεῖν πρόσωπον ἀ^ξι^όπι^στον συ^ναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι^ τῶν ἀ^ποστόλων, οὐχ ἵ^να_ ἐκείνους ὑβρί^σωσι^ν, ἀλλ' ἵ^να_ ἑαυτοῖς ἀπολογίαν πορίσωνται.
φιλεῖ πᾶς φιλαμαρτήμων εὑρεῖν πρόσωπον ἀξιόπιστον συναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι τῶν ἀποστόλων, οὐχ ἵνα ἐκείνους ὑβρίσωσιν, ἀλλ' ἵνα ἑαυτοῖς ἀπολογίαν πορίσωνται.
οἶδα γὰ^ρ ὅτι^ οὐκ οἰκεῖ ἐν ἐμοί, τουτ έστι^ν, ἐν τῇ σαρκί^ μου, ἀ^γα^θόν.
οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτ έστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν.
εἰ τοίνυ^ν ἐν παύλῳ οὐκ οἰκεῖ ἀ^γα^θόν, πῶς φησι^ν ἐν ἐμοὶ ἐνδέχεται ἀ^γα^θοῦ κα^τοίκησι^ν εἶναι καὶ ἀ^γα^θοῦ μετέχειν ἐμὲ καὶ ἀ^γα^θοῦ ῥίζαν εἶναι ἐν ἐμοί;
εἰ τοίνυν ἐν παύλῳ οὐκ οἰκεῖ ἀγαθόν, πῶς φησιν ἐν ἐμοὶ ἐνδέχεται ἀγαθοῦ κατοίκησιν εἶναι καὶ ἀγαθοῦ μετέχειν ἐμὲ καὶ ἀγαθοῦ ῥίζαν εἶναι ἐν ἐμοί;
εἰ τὸν τοσοῦτον ἄνδρα^ εὑρίσκομεν αἰχμαλωτιζόμενον τῇ ἁμαρτίᾳ, κα^θὼς αὐτὸς διεσάφησε, τί^ πρὸς ἐμὲ τὸν οἰκτρὸν καὶ τῇ ἁμαρτίᾳ δεδουλωμένον;
εἰ τὸν τοσοῦτον ἄνδρα εὑρίσκομεν αἰχμαλωτιζόμενον τῇ ἁμαρτίᾳ, καθὼς αὐτὸς διεσάφησε, τί πρὸς ἐμὲ τὸν οἰκτρὸν καὶ τῇ ἁμαρτίᾳ δεδουλωμένον;
ἵ^να_ τοίνυ^ν μὴ δύ^ο γένηται φαῦλα^·
ἵνα τοίνυν μὴ δύο γένηται φαῦλα·
καὶ ὁ ἀποστολι^κὸς συκοφαντῆται λόγος καὶ ἡμεῖς ἑαυτοὺς ἄδεια^ν ἁ^μα^ρτημά^των ποριζώμεθα^, ἀ^να^γκαῖόν ἐστι^ν πᾶσα^ν τὴν ἀποστολι^κὴν ἀναπτύξαι δι^ά^νοια^ν.
καὶ ὁ ἀποστολικὸς συκοφαντῆται λόγος καὶ ἡμεῖς ἑαυτοὺς ἄδειαν ἁμαρτημάτων ποριζώμεθα, ἀναγκαῖόν ἐστιν πᾶσαν τὴν ἀποστολικὴν ἀναπτύξαι διάνοιαν.
πάντων τοίνυ^ν τῶν ἀμφιβαλλομένων ἐν ταῖς γρα^φαῖς λύ^σι^ς ἡ ὑπόθεσι^ς.
πάντων τοίνυν τῶν ἀμφιβαλλομένων ἐν ταῖς γραφαῖς λύσις ἡ ὑπόθεσις.
ὅτα^ν γά^ρ τι^ς γνῷ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ πρὸς τίνας ὁ λόγος, καὶ περὶ^ τί^νων, εὐκρινῆ καὶ ἀσύγχυ^τον ἀποδί^δωσι^ν τῶν λόγων τὴν θεωρί^α_ν.
ὅταν γάρ τις γνῷ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ πρὸς τίνας ὁ λόγος, καὶ περὶ τίνων, εὐκρινῆ καὶ ἀσύγχυτον ἀποδίδωσιν τῶν λόγων τὴν θεωρίαν.
ὁ ἀ^πόστολος, ἵ^να_ σα^φεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα^ παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ' ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι^.
ὁ ἀπόστολος, ἵνα σαφεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ' ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι.
καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι^ τῷ λόγῳ.
καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι τῷ λόγῳ.
τί^ οὖν ὁ ἀδὰμ πρὸ τῆς ἐντολῆς;
τί οὖν ὁ ἀδὰμ πρὸ τῆς ἐντολῆς;
καὶ τί^ς ἐγένετο μετὰ^ τὴν ἐντολήν;
καὶ τίς ἐγένετο μετὰ τὴν ἐντολήν;
ποία_ν ἔσχε κατάστασι^ν ἐν νόμῳ καὶ ποία_ν ἔλα^βε προσηγορίαν ἐν τῇ χαριτι^;
ποίαν ἔσχε κατάστασιν ἐν νόμῳ καὶ ποίαν ἔλαβε προσηγορίαν ἐν τῇ χαριτι;
καὶ ὥσπερ ἐὰ^ν σήμερον λέγω·
καὶ ὥσπερ ἐὰν σήμερον λέγω·
ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ' εἰκόνα^ καὶ ὁμοίωσι^ν αὐτοῦ, ἐπειδὴ δὲ πα^ρέβημεν τὴν ἐντολήν, ἐξεβλήθημεν τοῦ παραδείσου, οὐκ εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νω τὸν λόγον, ἀλλὰ^ τὴν ἀρχαία_ν ἱστορίαν εἰς ἑαυτὸν ἀ^να^φέρω.
ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, ἐπειδὴ δὲ παρέβημεν τὴν ἐντολήν, ἐξεβλήθημεν τοῦ παραδείσου, οὐκ εἰς ἑαυτὸν ἀναλαμβάνω τὸν λόγον, ἀλλὰ τὴν ἀρχαίαν ἱστορίαν εἰς ἑαυτὸν ἀναφέρω.
οὔτε γὰ^ρ πα^ρά^δεισον εἶδον, οὔ τε παραδείσου ἀ^πεβλήθην, ἀλλὰ^ τοῦ πατρὸς τὸ πά^θος καὶ τὸν ἀρχέγονον τῆς συμφορᾶς ἀναζωγραφῶ καὶ λέγω·
οὔτε γὰρ παράδεισον εἶδον, οὔ τε παραδείσου ἀπεβλήθην, ἀλλὰ τοῦ πατρὸς τὸ πάθος καὶ τὸν ἀρχέγονον τῆς συμφορᾶς ἀναζωγραφῶ καὶ λέγω·
ἐπλάσθην, πα^ρέβην, ἐξεβλήθην, ἐπαιδαγωγήθην, ἀνεκλήθην.
ἐπλάσθην, παρέβην, ἐξεβλήθην, ἐπαιδαγωγήθην, ἀνεκλήθην.
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ.
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.
ἆρα παῦλος πρεσβύ^τερος ἦν τοῦ νόμου;
ἆρα παῦλος πρεσβύτερος ἦν τοῦ νόμου;
ὁ παῦλος μετὰ^ πά^ντα^ς τοὺς τραφέντας ἐν τῷ νόμῳ ἤνθησε, μετὰ^ τὴν τοῦ χριστοῦ ἐπι^φά^νεια^ν.
ὁ παῦλος μετὰ πάντας τοὺς τραφέντας ἐν τῷ νόμῳ ἤνθησε, μετὰ τὴν τοῦ χριστοῦ ἐπιφάνειαν.
εἰ τοίνυ^ν μετὰ^ τὸν νόμον ἐστί^, πῶς πρεσβύ^τερον ἑαυτὸν τοῦ νόμου τί^θησι^;
εἰ τοίνυν μετὰ τὸν νόμον ἐστί, πῶς πρεσβύτερον ἑαυτὸν τοῦ νόμου τίθησι;
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ.
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν.
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν.
ἆρα μετὰ^ παῦλον ἦλθεν ἡ ἐντολή;
ἆρα μετὰ παῦλον ἦλθεν ἡ ἐντολή;
καὶ ἵ^να_ μή τι^ς νομί^σῃ, ὅτι^ νόμος μὲν ἦν πρὸ τοῦ παύλου, αὐτὸς δὲ ἔζη χωρὶ^ς νόμου ποτέ, ἐθνι^κὸν βί^ον ἐπανῃρημένος, μετὰ^ δὲ ταῦτα^ ἀ^πὸ τοῦ νόμου ἐπαιδαγωγήθη, ἐλέγχει ἡ ἱ^στορί^α_ τὴν ἀ^λήθεια^ν.
καὶ ἵνα μή τις νομίσῃ, ὅτι νόμος μὲν ἦν πρὸ τοῦ παύλου, αὐτὸς δὲ ἔζη χωρὶς νόμου ποτέ, ἐθνικὸν βίον ἐπανῃρημένος, μετὰ δὲ ταῦτα ἀπὸ τοῦ νόμου ἐπαιδαγωγήθη, ἐλέγχει ἡ ἱστορία τὴν ἀλήθειαν.
παῦλος γὰ^ρ οὐκ ἔστι^ν ὅτε ἄ^νευ νόμου ἔζησε.
παῦλος γὰρ οὐκ ἔστιν ὅτε ἄνευ νόμου ἔζησε.
πῶς γὰ^ρ ὁ λέγων ἑβραίου ἐξ ἑβραίων, περι^τομὴ ὀκταήμερος, ἐκ γένους ἰσραηλιτικοῦ πότε οὖν ἔζησε χωρὶ^ς νόμου;
πῶς γὰρ ὁ λέγων ἑβραίου ἐξ ἑβραίων, περιτομὴ ὀκταήμερος, ἐκ γένους ἰσραηλιτικοῦ πότε οὖν ἔζησε χωρὶς νόμου;
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ.
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.
ἐλθούσης δὲ τῆς ἐντολῆς.
ἐλθούσης δὲ τῆς ἐντολῆς.
ποία_ς;
ποίας;
τῆς λεγούσης·
τῆς λεγούσης·
ἀ^πὸ παντὸς ξύ^λου τοῦ ἐν τῷ παραδείσῳ φά^γῃ.
ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ.
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθα^νον.
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.
βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τί^θησι^ν ἁ^μαρτί^α_ν καὶ δι^καιοσύ^νην, ὅτι^ τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κα^τορθοῦτι^ ἡ ἐντολή.
βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τίθησιν ἁμαρτίαν καὶ δικαιοσύνην, ὅτι τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κατορθοῦτι ἡ ἐντολή.
τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία.
τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία.
τὸ γὰ^ρ εἰπεῖν·
τὸ γὰρ εἰπεῖν·
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, δείκνυ_σι^ν ὅτι^ πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία.
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, δείκνυσιν ὅτι πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία.
ἁ^μαρτί^α_ν δὲ κα^λεῖ οὐ τὴν πρᾶξι^ν τῆς ἁ^μαρτί^α_ς, ἀλλὰ^ τὸν δι^ά^βολον.
ἁμαρτίαν δὲ καλεῖ οὐ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἀλλὰ τὸν διάβολον.
δι^ὰ^ τί^ δὲ τὸν δι^ά^βολον ἁ^μαρτί^α_ν κα^λεῖ;
διὰ τί δὲ τὸν διάβολον ἁμαρτίαν καλεῖ;
ἐπειδὴ δι^δά^σκα^λος ἐγένετο ἁ^μαρτί^α_ς.
ἐπειδὴ διδάσκαλος ἐγένετο ἁμαρτίας.
ἐὰ^ν γὰ^ρ μή τι^ς τοῖς ἰ^δι^ώμα^σι^ τῆς γρα^φῆς προσέχῃ, πολὺ^ δι^ολισθαίνει καὶ ἐκπίπτει τοῦ σκοποῦ τῆς ἀ^ληθεία_ς.
ἐὰν γὰρ μή τις τοῖς ἰδιώμασι τῆς γραφῆς προσέχῃ, πολὺ διολισθαίνει καὶ ἐκπίπτει τοῦ σκοποῦ τῆς ἀληθείας.
ἁ^μαρτί^α_ν ἔθος κα^λεῖν τῇ γρα^φῇ τὸν δι^ά^βολον.
ἁμαρτίαν ἔθος καλεῖν τῇ γραφῇ τὸν διάβολον.
δι^ὰ^ τί^;
διὰ τί;
ἐπειδὴ ἐγένετο δι^δά^σκα^λος καὶ εἰσηγητὴς καὶ πρόξενος ἁ^μαρτί^α_ς.
ἐπειδὴ ἐγένετο διδάσκαλος καὶ εἰσηγητὴς καὶ πρόξενος ἁμαρτίας.
ὁμοίως καὶ τὸν σωτῆρα^ τὸν κύ_ρι^ον ἡμῶν ἰησοῦν χριστὸν κα^λεῖ ἡ γρα^φὴ δι^καιοσύ^νην, οὐχ ὡς πρᾶξι^ν δι^καιοσύ^νης, ἀλλ' ὡς δι^δά^σκα^λον δι^καιοσύ^νης.
ὁμοίως καὶ τὸν σωτῆρα τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν καλεῖ ἡ γραφὴ δικαιοσύνην, οὐχ ὡς πρᾶξιν δικαιοσύνης, ἀλλ' ὡς διδάσκαλον δικαιοσύνης.
ὃς ἐγενήθη ἡμῖν ἀ^πὸ θεοῦ σοφί^α_ καὶ δι^καιοσύ^νη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσι^ς.
ὃς ἐγενήθη ἡμῖν ἀπὸ θεοῦ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
ὥσπερ οὖν ὁ χριστὸς δι^καιοσύ^νη κέκληται, καθ' ὃ πηγὴ δι^καιοσύ^νης, οὕτω καὶ ὁ δι^ά^βολος εἰσηγητὴς γενόμενος καὶ δι^δά^σκα^λος ἁ^μαρτί^α_ς, τὴν τῆς ἁ^μαρτί^α_ς προσηγορίαν ἐδέξα^το.
ὥσπερ οὖν ὁ χριστὸς δικαιοσύνη κέκληται, καθ' ὃ πηγὴ δικαιοσύνης, οὕτω καὶ ὁ διάβολος εἰσηγητὴς γενόμενος καὶ διδάσκαλος ἁμαρτίας, τὴν τῆς ἁμαρτίας προσηγορίαν ἐδέξατο.
ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθα^νον.
ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.
καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θά^να^τον.
καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον.
ἔδωκε γὰ^ρ ὁ θεὸς τῷ ἀδὰμ ἐντολήν, οὐχ ἵ^να_ ἀποθά^νῃ, ἀλλ' ἵ^να_ ζήσῃ.
ἔδωκε γὰρ ὁ θεὸς τῷ ἀδὰμ ἐντολήν, οὐχ ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα ζήσῃ.
ἡ οὖν ἐντολή φησι^ν ἡ δοθεῖσά^ μοι εἰς ζωὴν, αὕτη εὑρέθη εἰς θά^να^τον, οὐκ αὐτὴ μετα^βληθεῖσα^, ἀλλ' ἐμοῦ δι^ὰ^ τῆς παραβάσεως τὴν ἐνέργεια^ν τὴν ζωοποιὸν ἀνατρέποντος.
ἡ οὖν ἐντολή φησιν ἡ δοθεῖσά μοι εἰς ζωὴν, αὕτη εὑρέθη εἰς θάνατον, οὐκ αὐτὴ μεταβληθεῖσα, ἀλλ' ἐμοῦ διὰ τῆς παραβάσεως τὴν ἐνέργειαν τὴν ζωοποιὸν ἀνατρέποντος.
προσέχειν ἀ^κρι_βῶς δεῖ πρὸς τὰ^ ἀνακύπτοντα^ τῶν ζητημά^των ἅ^πα^ντα^.
προσέχειν ἀκριβῶς δεῖ πρὸς τὰ ἀνακύπτοντα τῶν ζητημάτων ἅπαντα.
εὐθέως γὰ^ρ ὁ ἐχθρὸς τῶν γρα^φῶν, καὶ μὴ συντρεφόμενος τῷ λόγῳ τῆς εὐσεβεία_ς, εἰς οὐδὲν ἕτερον χωρεῖ ἢ τοῦτο.
εὐθέως γὰρ ὁ ἐχθρὸς τῶν γραφῶν, καὶ μὴ συντρεφόμενος τῷ λόγῳ τῆς εὐσεβείας, εἰς οὐδὲν ἕτερον χωρεῖ ἢ τοῦτο.
οὐ προῄδει, φησί^ν, ὁ θεὸς ὅτι^ ἔμελλεν ἁ^μα^ρτά^νειν ὁ ἀδάμ;
οὐ προῄδει, φησίν, ὁ θεὸς ὅτι ἔμελλεν ἁμαρτάνειν ὁ ἀδάμ;
οὐ προῄδει ὅτι^ οὐ μὴ φυ^λά^ξει τὴν ἐντολήν;
οὐ προῄδει ὅτι οὐ μὴ φυλάξει τὴν ἐντολήν;
οὐ προῄδει ὅτι^ ἀ^πα^τηθήσεται ὑ^πὸ τοῦ ὄφεως;
οὐ προῄδει ὅτι ἀπατηθήσεται ὑπὸ τοῦ ὄφεως;
τίνος τοίνυ^ν ἕνεκεν δέδωκε τὴν ἐντολὴν τῷ μέλλοντι^ μὴ φυλά^ττειν τὴν ἐντολήν;
τίνος τοίνυν ἕνεκεν δέδωκε τὴν ἐντολὴν τῷ μέλλοντι μὴ φυλάττειν τὴν ἐντολήν;