macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τίθημι τὸν πόκον τοῦτον καὶ ἐὰν βρέξῃ ἐπὶ^ πᾶσα^ν τὴν γῆν, ἐπὶ^ δὲ τὸν πόκον τοῦτον οὐ βρέξῃ, τότε γνώσομαι ὅτι^ κύ_ρι^ος μετ' ἐμοῦ ἐστι^ν.
τίθημι τὸν πόκον τοῦτον καὶ ἐὰν βρέξῃ ἐπὶ πᾶσαν τὴν γῆν, ἐπὶ δὲ τὸν πόκον τοῦτον οὐ βρέξῃ, τότε γνώσομαι ὅτι κύριος μετ' ἐμοῦ ἐστιν.
οὐκ ἤρκει σοι τὸ πρῶτον σημεῖον, ἀλλ' αἰτεῖς δεύτερον;
οὐκ ἤρκει σοι τὸ πρῶτον σημεῖον, ἀλλ' αἰτεῖς δεύτερον;
οὐκ ἀ^νέγνως ὅτι οὐκ ἐκπειρά^σεις κύ_ρι^ον τὸν θεόν σου;
οὐκ ἀνέγνως ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου;
οὐ δύ^ο ᾔτησά^ φησι^ σημεῖα^, ἓν ᾔτησα^.
οὐ δύο ᾔτησά φησι σημεῖα, ἓν ᾔτησα.
τὰ^ δύ^ο ἕν ἐστι^ σημεῖον.
τὰ δύο ἕν ἐστι σημεῖον.
διὰ τοῦτο εἶπεν·
διὰ τοῦτο εἶπεν·
ἐὰν δῷ μοι κύ_ρι^ος σημεῖον ἀ^ληθι^νόν, ἀντὶ τῆς μελλούσης ἀ^ληθεία_ς θεώρημα^.
ἐὰν δῷ μοι κύριος σημεῖον ἀληθινόν, ἀντὶ τῆς μελλούσης ἀληθείας θεώρημα.
εἶτα ἔθηκε τὸν πόκον δεύτερον καὶ κα^τῆλθεν ὄμβρος ἐπὶ^ πᾶσα^ν τὴν γῆν καὶ ἔμεινεν ὁ πόκος ξηρός.
εἶτα ἔθηκε τὸν πόκον δεύτερον καὶ κατῆλθεν ὄμβρος ἐπὶ πᾶσαν τὴν γῆν καὶ ἔμεινεν ὁ πόκος ξηρός.
μετὰ^ ταύτην τὴν πεῖρα^ν κα^ταθαρσεῖ τοῦ πολέμου καὶ κα^τηγωνίζετο τοὺς ὑ^πεναντί^ους.
μετὰ ταύτην τὴν πεῖραν καταθαρσεῖ τοῦ πολέμου καὶ κατηγωνίζετο τοὺς ὑπεναντίους.
δεῖ γὰ^ρ συντεμεῖν τὸ αἴνιγμα^ τῆς βροχῆς.
δεῖ γὰρ συντεμεῖν τὸ αἴνιγμα τῆς βροχῆς.
οὗτος ὁ πόκος τοῦ σωτῆρος ἐμήνυ_σε τὴν πα^ρουσίαν τὴν πρώτην καὶ τὴν δευτέρα_ν.
οὗτος ὁ πόκος τοῦ σωτῆρος ἐμήνυσε τὴν παρουσίαν τὴν πρώτην καὶ τὴν δευτέραν.
ὅτι ἡ μὲν πρώτη τὰ^ ἱεροσόλυμα μόνα_ κα^τέλα^βεν·
ὅτι ἡ μὲν πρώτη τὰ ἱεροσόλυμα μόνα κατέλαβεν·
ἡ δὲ γῆ πᾶσα^ οὐκ ἐδέξα^το.
ἡ δὲ γῆ πᾶσα οὐκ ἐδέξατο.
ὥσπερ ὁ πόκος πρὸς ὅλην τὴν γῆν οὐδέν, οὕτω πρὸς πά^ντα^ τὰ^ ἔθνη καὶ τὰ^ ἱεροσόλυμα οὐδὲν καὶ οἰκτρόν.
ὥσπερ ὁ πόκος πρὸς ὅλην τὴν γῆν οὐδέν, οὕτω πρὸς πάντα τὰ ἔθνη καὶ τὰ ἱεροσόλυμα οὐδὲν καὶ οἰκτρόν.
διὰ τοῦτο ἔλεγεν οὐκ ἦλθον εἰ μὴ εἰς τὰ^ πρόβα^τα^ τὰ^ ἀ^πολωλότα^ οἴκου ἰσραήλ, εἰς μόνον τὸ ἔθνος.
διὰ τοῦτο ἔλεγεν οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ, εἰς μόνον τὸ ἔθνος.
ἐπεὶ δὲ μετῆλθε μετὰ^ ταῦτα^ ἡ χά^ρι^ς τοῦ κυ_ρί^ου καὶ ἡ μὲν συ^ναγωγὴ ἀρνεῖσθαι ἤμελλε καὶ ὁ λα_ὸς ἐκεῖνος, ἡ δὲ γῆ πᾶσα δέχεσθαι, προλαβὼν ὁ τύ^πος ἐν τῷ δευτέρῳ, ὅτι ὥσπερ ποτὲ τοῦ πόκου μόνου βραχέντος ἡ γῆ ἦν ξηρά, μετὰ^ δὲ ταῦτα τῆς γῆς βραχείσης ὁ πόκος ἔμεινε ξηρός, οὕτω ποτὲ τὸ ἔθνος τὸ πρῶτον ἀρδευόμενον οὐ ...
ἐπεὶ δὲ μετῆλθε μετὰ ταῦτα ἡ χάρις τοῦ κυρίου καὶ ἡ μὲν συναγωγὴ ἀρνεῖσθαι ἤμελλε καὶ ὁ λαὸς ἐκεῖνος, ἡ δὲ γῆ πᾶσα δέχεσθαι, προλαβὼν ὁ τύπος ἐν τῷ δευτέρῳ, ὅτι ὥσπερ ποτὲ τοῦ πόκου μόνου βραχέντος ἡ γῆ ἦν ξηρά, μετὰ δὲ ταῦτα τῆς γῆς βραχείσης ὁ πόκος ἔμεινε ξηρός, οὕτω ποτὲ τὸ ἔθνος τὸ πρῶτον ἀρδευόμενον οὐ μετέδωκε τ...
ὅτε δὲ τὰ ἔθνη πά^ντα^ ἐδέξαντο τὴν εὐεργεσίαν, ὁ ἰσραὴλ ἔμεινε ξηρός.
ὅτε δὲ τὰ ἔθνη πάντα ἐδέξαντο τὴν εὐεργεσίαν, ὁ ἰσραὴλ ἔμεινε ξηρός.
ἀλλ' ἵνα μὴ λογισμοῖς ἀ^νθρωπί^νοις καὶ ἐπι^νοίᾳ πλεκομένη νομισθῇ ἡ θεωρί^α_, ἀ^να^γκαῖον τῇ θεωρί^ᾳ ταύτῃ προφητι^κὴν πα^ρα^στῆσαι τὴν μαρτυρίαν.
ἀλλ' ἵνα μὴ λογισμοῖς ἀνθρωπίνοις καὶ ἐπινοίᾳ πλεκομένη νομισθῇ ἡ θεωρία, ἀναγκαῖον τῇ θεωρίᾳ ταύτῃ προφητικὴν παραστῆσαι τὴν μαρτυρίαν.
περὶ τοῦ σωτῆρος προφητεύων ὁ δαυὶδ καὶ λέγων·
περὶ τοῦ σωτῆρος προφητεύων ὁ δαυὶδ καὶ λέγων·
ὁ θεός, τὸ κρῖμά^ σου τῷ βα^σι^λεῖ δὸς καὶ τὴν δι^καιοσύ^νην σου τῷ υἱῷ τοῦ βα^σι^λέως·
ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·
κρι^νεῖ τὸν λαόν σου ἐν δι^καιοσύ^νῃ καὶ τοὺς πτωχούς σου ἐν κρί^σει.
κρινεῖ τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.
καὶ μικρὸν ὑ^ποβάς φησι^·
καὶ μικρὸν ὑποβάς φησι·
πρὸ τοῦ ἡλί^ου δι^α^μένει τὸ ὄνομα^ αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰ_ς γενεῶν.
πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
εἶτα τὴν πα^ρουσίαν σημαίνων φησί^·
εἶτα τὴν παρουσίαν σημαίνων φησί·
καταβήσεται ὡς ὑ_ετὸς ἐπὶ^ πόκον καὶ ὡς ἡ στα^γὼν ἡ στάζουσα^ ἐπὶ^ τὴν γῆν.
καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
καὶ εὐθέως·
καὶ εὐθέως·
καὶ κατακυριεύσει ἀπὸ θα^λάσσης ἕως θα^λάσσης καὶ ἀπὸ ποτα^μῶν ἕως περά_των τῆς οἰκουμένης.
καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
γένοιτο τοίνυ^ν ἡμᾶς μετὰ πά_σης τῆς γῆς ἀρδευομένους, καρποὺς ἀ^να^φέρειν, εὐχαῖς καὶ πρεσβείαις τοῦ πατρὸς ἡμῶν καὶ διδασκά^λου, ὃς δύ^να^ται καὶ τὸν ἡμέτερον ἐπι^σφραγίσαι λόγον καὶ τὸν ὑ_μέτερον πόθον, ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
γένοιτο τοίνυν ἡμᾶς μετὰ πάσης τῆς γῆς ἀρδευομένους, καρποὺς ἀναφέρειν, εὐχαῖς καὶ πρεσβείαις τοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς δύναται καὶ τὸν ἡμέτερον ἐπισφραγίσαι λόγον καὶ τὸν ὑμέτερον πόθον, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
ἀνοιγέσθω σήμερον πᾶν στόμα^ πρὸς θεολογίαν, καὶ ἀ^νυμνείτω πᾶς λόγος τὸν ἐξ οὐρα^νῶν ἐπι^λάμψαντα^, θεὸν λόγον, πᾶν στόμα^ λα^λείτω, πᾶσα^ γλῶσσα^ φθεγγέσθω, πᾶσα^ ψυ_χὴ χορευέτω, πᾶσα^ ἡ γῆ ψαλλέτω.
ἀνοιγέσθω σήμερον πᾶν στόμα πρὸς θεολογίαν, καὶ ἀνυμνείτω πᾶς λόγος τὸν ἐξ οὐρανῶν ἐπιλάμψαντα, θεὸν λόγον, πᾶν στόμα λαλείτω, πᾶσα γλῶσσα φθεγγέσθω, πᾶσα ψυχὴ χορευέτω, πᾶσα ἡ γῆ ψαλλέτω.
σήμερον λόγοι φωτὸς ἐν ἡμέρᾳ φωτὸς τοὺς υἱοὺς τοῦ φωτὸς καταλάμπουσι^ν·
σήμερον λόγοι φωτὸς ἐν ἡμέρᾳ φωτὸς τοὺς υἱοὺς τοῦ φωτὸς καταλάμπουσιν·
συμφωνείτω τοῖς ἐπουρα^νί^οις τὰ^ ἐπί^γεια^·
συμφωνείτω τοῖς ἐπουρανίοις τὰ ἐπίγεια·
ὑμνείτω μετὰ^ τῶν ὑπερκοσμί^ων δυ^νά^μεων τὰ^ ἐν τῷ κόσμῳ φαινόμενα^.
ὑμνείτω μετὰ τῶν ὑπερκοσμίων δυνάμεων τὰ ἐν τῷ κόσμῳ φαινόμενα.
ἀ^ληθεία_ς γὰ^ρ ἐπι^φανείσης καὶ βα^σι^λέως ἐπουρα^νί^ου πά^ντα^ς δεῖ συ^νδραμεῖν εἰς κοινὴν τοῦ δεσπότου τῶν ἁ^πά^ντων ὁμολογίαν.
ἀληθείας γὰρ ἐπιφανείσης καὶ βασιλέως ἐπουρανίου πάντας δεῖ συνδραμεῖν εἰς κοινὴν τοῦ δεσπότου τῶν ἁπάντων ὁμολογίαν.
χριστοῦ πα^ρουσί^α_, ἀ^ληθι^νοῦ φωτὸς ἐπι^δημία_·
χριστοῦ παρουσία, ἀληθινοῦ φωτὸς ἐπιδημία·
χριστοῦ πα^ρουσί^α_, τῆς οἰκουμένης πά_σης εὐεργεσί^α_·
χριστοῦ παρουσία, τῆς οἰκουμένης πάσης εὐεργεσία·
χριστοῦ πα^ρουσί^α_, τοῦ παντὸς κόσμου ἐλευθερί^α_.
χριστοῦ παρουσία, τοῦ παντὸς κόσμου ἐλευθερία.
χριστὸς ἀ^νυμνεῖται, καὶ κόσμος ἁγιάζεται.
χριστὸς ἀνυμνεῖται, καὶ κόσμος ἁγιάζεται.
χριστὸς κηρύττεται, καὶ ἡ οἰκουμένη φωτίζεται.
χριστὸς κηρύττεται, καὶ ἡ οἰκουμένη φωτίζεται.
χριστὸς περι^αγγέλλεται, καὶ πᾶσα^ ψυ_χὴ τὸν οὐρά^νι^ον πόθον ἐνδύ^εται.
χριστὸς περιαγγέλλεται, καὶ πᾶσα ψυχὴ τὸν οὐράνιον πόθον ἐνδύεται.
ἐγγυᾶταί μου τὸν λόγον ἡ πείρα_ τῶν πρα_γμά^των.
ἐγγυᾶταί μου τὸν λόγον ἡ πείρα τῶν πραγμάτων.
ὅρα_ γά^ρ μοι τὴν θεοπρεπῆ ταύτην τῆς ἐκκλησί^α_ς κατάστασι^ν·
ὅρα γάρ μοι τὴν θεοπρεπῆ ταύτην τῆς ἐκκλησίας κατάστασιν·
ὅρα_ τοῦ οὐρα^νί^ου πόθου τὴν ἄσβεστον λαμπάδα·
ὅρα τοῦ οὐρανίου πόθου τὴν ἄσβεστον λαμπάδα·
ὅρα_ τοῦ σώμα^τος τὴν φύ^σι^ν συ^νακμάζουσα^ν τῇ τῶν ἀγγέλων λειτουργί^ᾳ.
ὅρα τοῦ σώματος τὴν φύσιν συνακμάζουσαν τῇ τῶν ἀγγέλων λειτουργίᾳ.
ἄνθρωποι ἀ^πὸ γῆς ὄντες, καὶ γῆν οἰκοῦντες, καὶ ἀποστρεφόμενοι, τοῖς οὐρα^νί^οις συ^ναμιλλῶνται νόμοις.
ἄνθρωποι ἀπὸ γῆς ὄντες, καὶ γῆν οἰκοῦντες, καὶ ἀποστρεφόμενοι, τοῖς οὐρανίοις συναμιλλῶνται νόμοις.
ἠρνήσαντο τοῦ σώμα^τος τὴν φύ^σι^ν, ἐδέξαντο τῶν ἀγγέλων τὴν λειτουργίαν.
ἠρνήσαντο τοῦ σώματος τὴν φύσιν, ἐδέξαντο τῶν ἀγγέλων τὴν λειτουργίαν.
τοιαύτη γὰ^ρ ἡ ἐκκλησί^α_ τοῦ θεοῦ.
τοιαύτη γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ.
πολι_τεύεται μὲν ἐπὶ^ τῆς γῆς, τάξι^ν δὲ ἔχει οὐρα^νί^ων πρα_γμά^των.
πολιτεύεται μὲν ἐπὶ τῆς γῆς, τάξιν δὲ ἔχει οὐρανίων πραγμάτων.
τί^ ἔργον τῶν ἐν οὐρα^νοῖς ἀγγέλων;
τί ἔργον τῶν ἐν οὐρανοῖς ἀγγέλων;
τὸ τῷ θεῷ λειτουργεῖν.
τὸ τῷ θεῷ λειτουργεῖν.
τί^ ἔργον τῶν ἐπὶ^ γῆς ὁσί^ων;
τί ἔργον τῶν ἐπὶ γῆς ὁσίων;
τὸ τὸν θεὸν ἀ^νυμνεῖν.
τὸ τὸν θεὸν ἀνυμνεῖν.
ὧν τοίνυ^ν ὁμότι_μος ἡ λειτουργί^α_, ὁμότι_μος καὶ ἠ ἀ^ξί^α_.
ὧν τοίνυν ὁμότιμος ἡ λειτουργία, ὁμότιμος καὶ ἠ ἀξία.
δι^ὰ^ τοῦτο ὁ μα^κά^ριος δαβὶδ τὴν πνευματικὴν ἀνακρουόμενος λύραν, καὶ τὸν σωτήριον τῆς θεολογί^α_ς ἀνακηρύττων ὕμνον ἔλεγεν, ὡς ἀ^ρτί^ως ὑπεψάλλομεν, ὁ θεὸς τῶν δυ^νά^μεων ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα^.
διὰ τοῦτο ὁ μακάριος δαβὶδ τὴν πνευματικὴν ἀνακρουόμενος λύραν, καὶ τὸν σωτήριον τῆς θεολογίας ἀνακηρύττων ὕμνον ἔλεγεν, ὡς ἀρτίως ὑπεψάλλομεν, ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
οὐδέπω ἀ^πήντησεν ὁ βα^σι^λεὺς τῆς δόξης, καὶ οἱ πρόδρομοι τῆς βα^σι^λεία_ς ἐκήρυττον λέγοντες·
οὐδέπω ἀπήντησεν ὁ βασιλεὺς τῆς δόξης, καὶ οἱ πρόδρομοι τῆς βασιλείας ἐκήρυττον λέγοντες·
ὁ ποιμαίνων τόν ἰσραὴλ πρόσχες, εἰπὲ, ὦ προφῆτα^, τηλαυγῶς, ὃ λέγεις.
ὁ ποιμαίνων τόν ἰσραὴλ πρόσχες, εἰπὲ, ὦ προφῆτα, τηλαυγῶς, ὃ λέγεις.
σαφήνισον, ὃ κηρύττεις, ὁποῖον ποιμένα^ λέγεις.
σαφήνισον, ὃ κηρύττεις, ὁποῖον ποιμένα λέγεις.
πολλοὶ γὰ^ρ ἐποίμαινον.
πολλοὶ γὰρ ἐποίμαινον.
μωϋσῆς ποιμὴν ἦν, ἀαρὼν ποιμὴν ἦν.
μωϋσῆς ποιμὴν ἦν, ἀαρὼν ποιμὴν ἦν.
ἐποίμαινες γά^ρ, φησι^, τὸν λαόν σου ἐν χειρὶ^ μωϋσῆ καὶ ἀαρών.
ἐποίμαινες γάρ, φησι, τὸν λαόν σου ἐν χειρὶ μωϋσῆ καὶ ἀαρών.
ποιμὴν ἦν καὶ ὁ δαβίδ.
ποιμὴν ἦν καὶ ὁ δαβίδ.
ἐξελέξα^το γά^ρ, φησι^ν, τὸν δοῦλον αὐτοῦ ποιμαίνειν ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ ἰσραὴλ, τὴν κληρονομίαν αὐτοῦ.
ἐξελέξατο γάρ, φησιν, τὸν δοῦλον αὐτοῦ ποιμαίνειν ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ ἰσραὴλ, τὴν κληρονομίαν αὐτοῦ.
τί^ τοίνυ^ν τῇ προσηγορί^ᾳ τοῦ ποιμένος κρύπτεις τὴν ἀ^ξί^α_ν τοῦ κα^ταγγελλομένου;
τί τοίνυν τῇ προσηγορίᾳ τοῦ ποιμένος κρύπτεις τὴν ἀξίαν τοῦ καταγγελλομένου;
δι^όρισαι σα^φῶς, ὃ λέγεις.
διόρισαι σαφῶς, ὃ λέγεις.
εὐκρινεῖ καὶ ἀσυγχύ^τῳ χρῆσαι τῇ φωνῇ τοῦ κηρύγμα^τος.
εὐκρινεῖ καὶ ἀσυγχύτῳ χρῆσαι τῇ φωνῇ τοῦ κηρύγματος.
λέγεις ὁ ποιμαίνων τὸν ἰσραὴλ πρόσχες.
λέγεις ὁ ποιμαίνων τὸν ἰσραὴλ πρόσχες.
ὁ ὁδηγῶν ὡσεὶ πρόβα^τον τὸν ἰωσήφ.
ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν ἰωσήφ.
ὁ δὲ ποιμὴν οὐδέπω κηρύττει τοῦ μηνυομένου τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν πρὸς ἄλλους ποιμένα^ς ὁμωνυμίαν.
ὁ δὲ ποιμὴν οὐδέπω κηρύττει τοῦ μηνυομένου τὴν ἀξίαν διὰ τὴν πρὸς ἄλλους ποιμένας ὁμωνυμίαν.
τί^ οὖν;
τί οὖν;
οὐδέπω ἐνόησα^ς τὴν ἀ^ξί^α_ν, φησὶ^ν, σα^φηνίζω σοι τὴν ἀ^λήθεια^ν.
οὐδέπω ἐνόησας τὴν ἀξίαν, φησὶν, σαφηνίζω σοι τὴν ἀλήθειαν.
ὁ κα^θήμενος ἐπὶ^ τῶν χερουβὶμ ἐμφάνηθι^, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁρᾶς πῶς ἅ^πα_σα^ν ἐγύμνωσεν τοῦ προφητευομένου τὴν ἀ^ξί^α_ν;
ὁρᾶς πῶς ἅπασαν ἐγύμνωσεν τοῦ προφητευομένου τὴν ἀξίαν;
ὁρᾶς, πῶς τῷ βα^σι^λι^κῷ καὶ ὑπερκοσμί^ῳ θρόνῳ τὸν βα^σι^λέα^ τῆς δόξης ἀ^πήγγειλεν ἐποχεῖσθαι τὸ νῦν;
ὁρᾶς, πῶς τῷ βασιλικῷ καὶ ὑπερκοσμίῳ θρόνῳ τὸν βασιλέα τῆς δόξης ἀπήγγειλεν ἐποχεῖσθαι τὸ νῦν;
ὅθεν καὶ ὁ σωτὴρ ἐπι^βεβαιῶν τοῦ προφήτου τὴν πρόῤῥησι^ν βοᾷ δι^ὰ^ τῆς εὐαγγελικῆς χά^ρι^τος, ἐγώ εἰμι^ ὁ ποιμὴν ὁ κα^λός.
ὅθεν καὶ ὁ σωτὴρ ἐπιβεβαιῶν τοῦ προφήτου τὴν πρόῤῥησιν βοᾷ διὰ τῆς εὐαγγελικῆς χάριτος, ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.
ἐπειδὴ γὰ^ρ ὡς ἄνθρωποι, φησὶ^ν, λογι^κοὶ τὸν θεὸν οὐκ ἐπέγνωτε, κ ᾂν ὡς ἄλογα^ πρόβα^τα^ τὸν ποιμένα^ γνωρί^σα^τε.
ἐπειδὴ γὰρ ὡς ἄνθρωποι, φησὶν, λογικοὶ τὸν θεὸν οὐκ ἐπέγνωτε, κ ᾂν ὡς ἄλογα πρόβατα τὸν ποιμένα γνωρίσατε.
βουλόμενος δὲ ὁ προφήτης καὶ τὸν καρπὸν ἐπι^δεῖξαι τῆς τοῦ ποιμένος ἐπι^δημία_ς, ἐξέγειρον, φησὶ^ν, τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
βουλόμενος δὲ ὁ προφήτης καὶ τὸν καρπὸν ἐπιδεῖξαι τῆς τοῦ ποιμένος ἐπιδημίας, ἐξέγειρον, φησὶν, τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ἡ γὰ^ρ τοῦ σωτῆρος ἐπι^φά^νεια^ πηγὴ πά_σης εὐεργεσί^α_ς.
ἡ γὰρ τοῦ σωτῆρος ἐπιφάνεια πηγὴ πάσης εὐεργεσίας.
ἐπεφά_νη τοίνυ^ν ὁ λυτρωτὴς πά_σης τῆς οἰκουμένης πά^ντα^ ἀ^να^λα^βὼν εἰς ἑαυτὸν δι^ὰ^ τὴν αὐτῷ πρέπουσα^ν ἀγαθότητα^.
ἐπεφάνη τοίνυν ὁ λυτρωτὴς πάσης τῆς οἰκουμένης πάντα ἀναλαβὼν εἰς ἑαυτὸν διὰ τὴν αὐτῷ πρέπουσαν ἀγαθότητα.
ἐπειδὴ γὰ^ρ εἶδεν πά^ντα^ τὰ^ ἐν ἀνθρώποις διαπεσόντα^, καὶ τὴν ἱερωσύνην, ἣν δέδωκεν ἐν τῷ ἰσραὴλ, καὶ τὴν προφητείαν, καὶ πά^ντα^ τὰ^ ἐξαίρετα^, αὐτὸς ἀνακαινί^ζει δι' ἑαυτοῦ τὰ^ ἑαυτοῦ δῶρα^.
ἐπειδὴ γὰρ εἶδεν πάντα τὰ ἐν ἀνθρώποις διαπεσόντα, καὶ τὴν ἱερωσύνην, ἣν δέδωκεν ἐν τῷ ἰσραὴλ, καὶ τὴν προφητείαν, καὶ πάντα τὰ ἐξαίρετα, αὐτὸς ἀνακαινίζει δι' ἑαυτοῦ τὰ ἑαυτοῦ δῶρα.
καὶ πῶς;
καὶ πῶς;
ἄ^κουε.
ἄκουε.
ἐγένετο προφήτης, ἐπειδὴ ἐνοθεύθη ἠ προφητεία_ πα^ρὰ^ τῶν ἀ^ναξί^ων, κα^θὼς γέγραπται·
ἐγένετο προφήτης, ἐπειδὴ ἐνοθεύθη ἠ προφητεία παρὰ τῶν ἀναξίων, καθὼς γέγραπται·
προφήτην ὑ_μῖν ἀ^να^στήσει κύ_ρι^ος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀ^δελφῶν ὑ_μῶν, ὡς ἐμέ.
προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.
γί_νεται ἀ^πόστολος κα^τὰ^ τὸ εἰρημένον, κα^τα^νοήσα^τε τὸν ἀρχιερέα^ καὶ ἀ^πόστολον τῆς κλήσεως ἡμῶν ἰησοῦν.
γίνεται ἀπόστολος κατὰ τὸ εἰρημένον, κατανοήσατε τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς κλήσεως ἡμῶν ἰησοῦν.
γί_νεται καὶ ἱ^ερεὺς, κα^θά φησι^ν ὁ ὑμνογρά^φος, σὺ^ εἶ ἱ^ερεὺς εἰς τὸν αἰῶνα^ κα^τὰ^ τὴν τάξι^ν μελχισεδέκ.
γίνεται καὶ ἱερεὺς, καθά φησιν ὁ ὑμνογράφος, σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ.
γί_νεται καὶ δι^άκονος, ὥς φησι^ν ὁ γενναῖος παῦλος·
γίνεται καὶ διάκονος, ὥς φησιν ὁ γενναῖος παῦλος·
λέγω γὰ^ρ χριστὸν δι^άκονον γεγενῆσθαι περι^τομῆς ὑ^πὲρ ἀ^ληθεία_ς θεοῦ, εἰς τὸ πληρῶσαι τὰ_ς ἐπαγγελία_ς τῶν πα^τέρων.
λέγω γὰρ χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.
δι^ὰ^ πά_σης οὖν ὁδεύει τάξεως, γί_νεται πά^λι^ν καὶ ἀναγνώστης.
διὰ πάσης οὖν ὁδεύει τάξεως, γίνεται πάλιν καὶ ἀναγνώστης.
λα^βὼν γὰ^ρ τὸν ἡσαΐαν ἀνεγίνωσκεν, ὡς δείκνυ_σι^ τὸ εὐαγγέλιον, ἵ^να_ καὶ τοῦ προφήτου τὰ_ς φωνὰ_ς βεβαιώσῃ, καὶ τῆς ἐκκλησί^α_ς τοὺς βαθμοὺς τι_μήσῃ.
λαβὼν γὰρ τὸν ἡσαΐαν ἀνεγίνωσκεν, ὡς δείκνυσι τὸ εὐαγγέλιον, ἵνα καὶ τοῦ προφήτου τὰς φωνὰς βεβαιώσῃ, καὶ τῆς ἐκκλησίας τοὺς βαθμοὺς τιμήσῃ.
ἐγένετο καὶ βα^σι^λεὺς, ὁ βα^σι^λεὺς τῶν βα^σι^λευόντων, ὥς φησι^ν ὁ ναθαναήλ·
ἐγένετο καὶ βασιλεὺς, ὁ βασιλεὺς τῶν βασιλευόντων, ὥς φησιν ὁ ναθαναήλ·
σὺ^ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ^ εἶ ὁ βα^σι^λεὺς τοῦ ἰσραήλ.
σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ἰσραήλ.
ἀλλ' ἐρεῖ τι^ς ἴ_σως τῶν περι^εστώτων, τί^ οὖν πρὸς ἐμὲ τὸν λα_ϊ^κὸν, εἰ προφητείαν καὶ ἀποστολὴν, καί ἀρχιερωσύνην ἐνεδύ_σα^το;
ἀλλ' ἐρεῖ τις ἴσως τῶν περιεστώτων, τί οὖν πρὸς ἐμὲ τὸν λαϊκὸν, εἰ προφητείαν καὶ ἀποστολὴν, καί ἀρχιερωσύνην ἐνεδύσατο;
τί^ πρὸς ἐμὲ τὸν ἐν λα_ϊ^κῇ τάξει κα^τηλεγμένον;
τί πρὸς ἐμὲ τὸν ἐν λαϊκῇ τάξει κατηλεγμένον;
μά^λι^στα^ μὲν δι^ὰ^ πά^ντα^ς ἀνθρώπους γέγονεν ἄνθρωπος ὁ φι^λάνθρωπος.
μάλιστα μὲν διὰ πάντας ἀνθρώπους γέγονεν ἄνθρωπος ὁ φιλάνθρωπος.
εἰ δὲ βούλει αὐτὸν καὶ λα_ϊ^κοῦ τάξι^ν ὑ^περχόμενον ἰ^δεῖν δι^ὰ^ σὲ, ἀ^νά^κρι_νον πα^ρὰ^ σὲ αὐτῷ καὶ σκόπησον τὰ^ ῥηθησόμενα^.
εἰ δὲ βούλει αὐτὸν καὶ λαϊκοῦ τάξιν ὑπερχόμενον ἰδεῖν διὰ σὲ, ἀνάκρινον παρὰ σὲ αὐτῷ καὶ σκόπησον τὰ ῥηθησόμενα.
ὁμολογουμένως ὁ βαπτίζων οὐκ ἐν χώρᾳ ἐστὶ^ν τοῦ ἱερέως, ὁ δὲ βαπτιζόμενος, οὐκ ἐν τάξει τοῦ λα_ϊ^κοῦ κα^θέστηκεν;
ὁμολογουμένως ὁ βαπτίζων οὐκ ἐν χώρᾳ ἐστὶν τοῦ ἱερέως, ὁ δὲ βαπτιζόμενος, οὐκ ἐν τάξει τοῦ λαϊκοῦ καθέστηκεν;
ὅρα_ οὖν ἰωάννην ἐν τάξει ἱερέως βαπτίζοντα^, καὶ τὸν χριστὸν ἐν λα_ϊ^κῷ τάγμα^τι^ βαπτιζόμενον.
ὅρα οὖν ἰωάννην ἐν τάξει ἱερέως βαπτίζοντα, καὶ τὸν χριστὸν ἐν λαϊκῷ τάγματι βαπτιζόμενον.
σήμερον γὰ^ρ, ἀ^δελφοὶ, σήμερον τὴν δι^ὰ^ τῶν ὑ^δά^των ὑ^πῆλθεν οἰκονομίαν.
σήμερον γὰρ, ἀδελφοὶ, σήμερον τὴν διὰ τῶν ὑδάτων ὑπῆλθεν οἰκονομίαν.
οὐκ ἐκ τῶν ὑ^δά^των ἁγι^αζόμενος, ἀλλὰ^ τοῖς ὕ^δα^σι^ν τὸν ἁγιασμὸν πα^ρεχόμενος.
οὐκ ἐκ τῶν ὑδάτων ἁγιαζόμενος, ἀλλὰ τοῖς ὕδασιν τὸν ἁγιασμὸν παρεχόμενος.
ἰωάννης ἐπλήρου τὸ σχῆμα^ τὸ ἱερατι^κὸν, προσέρχεται ὁ λυτρωτὴς τῆς οἰκουμένης τῷ βαπτίζοντι^, ὁ φωτίζων ἐν πνεύμα^τι^, ὁ βα^σι^λεὺς τῷ προδρόμῳ, ὁ θεὸς τῷ προφήτῃ.
ἰωάννης ἐπλήρου τὸ σχῆμα τὸ ἱερατικὸν, προσέρχεται ὁ λυτρωτὴς τῆς οἰκουμένης τῷ βαπτίζοντι, ὁ φωτίζων ἐν πνεύματι, ὁ βασιλεὺς τῷ προδρόμῳ, ὁ θεὸς τῷ προφήτῃ.