macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
σὺ^ δέ, φησί^, τί^ λέγεις τὸν πα^τέρα^;
σὺ δέ, φησί, τί λέγεις τὸν πατέρα;
ἀγέννητον λέγω, ἀλλ' οὐχ ὡς σύ^·
ἀγέννητον λέγω, ἀλλ' οὐχ ὡς σύ·
λέγω ἀγέννητον τὸν πα^τέρα^, ἐπεὶ μὴ ἐγεννήθη.
λέγω ἀγέννητον τὸν πατέρα, ἐπεὶ μὴ ἐγεννήθη.
ἀλλὰ^ καὶ τὸν ἀδὰμ λέγω ἀγέννητον, ἐπειδὴ μὴ ἐγεννήθη, ἀλλ' ἐπλάσθη.
ἀλλὰ καὶ τὸν ἀδὰμ λέγω ἀγέννητον, ἐπειδὴ μὴ ἐγεννήθη, ἀλλ' ἐπλάσθη.
μὴ ξένιζε τοὺς ἀκροατὰς·
μὴ ξένιζε τοὺς ἀκροατὰς·
ταῦτα^ πλά^σμα^τα^·
ταῦτα πλάσματα·
ἀγέννητος ὁ πα^τὴρ καὶ πολλὰ^ ἕτερα^ ἀγέννητα^.
ἀγέννητος ὁ πατὴρ καὶ πολλὰ ἕτερα ἀγέννητα.
λέγεται μὲν οὖν ἀγέννητον πᾶν τὸ μὴ γεννώμενον·
λέγεται μὲν οὖν ἀγέννητον πᾶν τὸ μὴ γεννώμενον·
λέγεται ἀγέννητον καὶ πᾶν τὸ γιγνόμενον, μηδέπω γενόμενον·
λέγεται ἀγέννητον καὶ πᾶν τὸ γιγνόμενον, μηδέπω γενόμενον·
ἡ ἀνάστα^σι^ς τῶν νεκρῶν ἀγέννητος νῦν·
ἡ ἀνάστασις τῶν νεκρῶν ἀγέννητος νῦν·
γί_νεται γὰ^ρ, ἀλλ' οὔπω γέγονεν, καὶ ἔστι^ν ἀ^κα^τα^σκεύα^στος, μηδέπω γεννωμένη.
γίνεται γὰρ, ἀλλ' οὔπω γέγονεν, καὶ ἔστιν ἀκατασκεύαστος, μηδέπω γεννωμένη.
λέγεται ἀγέννητον καὶ τὸ μηδέποτε μή τε γι_νόμενον, μή τε γενέσθαι ὀφεῖλον, οἷον πολλὰ^ ἀγέννητα^·
λέγεται ἀγέννητον καὶ τὸ μηδέποτε μή τε γινόμενον, μή τε γενέσθαι ὀφεῖλον, οἷον πολλὰ ἀγέννητα·
ἐπεὶ οὖν οἱ προφῆται, καὶ ἐθεώρουν τέσσα^ρα^ θηρί^α^ ἐξερχόμενα^ ἐκ τῆς θα^λάσσης·
ἐπεὶ οὖν οἱ προφῆται, καὶ ἐθεώρουν τέσσαρα θηρία ἐξερχόμενα ἐκ τῆς θαλάσσης·
καὶ ἦν τὸ πρῶτον θηρί^ον ὡσεὶ λέαινα^, καὶ πτερὰ^ αὐτοῦ ὡς ἀετοῦ.
καὶ ἦν τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτοῦ ὡς ἀετοῦ.
καὶ ποῦ, εἰπέ μοι, ἐθεά_σω θηρί^ον λεαίνης οὕτω διεσκευασμένην ἔχον τὴν κατάστασι^ν;
καὶ ποῦ, εἰπέ μοι, ἐθεάσω θηρίον λεαίνης οὕτω διεσκευασμένην ἔχον τὴν κατάστασιν;
ποῦ εἶδες θηρί^ον ἔχον ὄνυ^χα^ς σι^δηροῦς καὶ ὀδόντα^ς χαλκοῦς;
ποῦ εἶδες θηρίον ἔχον ὄνυχας σιδηροῦς καὶ ὀδόντας χαλκοῦς;
ταῦτα^ δὲ εἰς θεωρί^α_ν ἀνέπλαττεν ὁ προφήτης·
ταῦτα δὲ εἰς θεωρίαν ἀνέπλαττεν ὁ προφήτης·
οὐ μὴν ἐγένετο, οὐ δὲ γί_νεται, ἀλλ' ἔστι^ τὸ θηρί^ον ἐκεῖνο ἀγέννητον, μηδεπώποτε γενόμενον, ἀλλ' ὠνομάσθη μόνον.
οὐ μὴν ἐγένετο, οὐ δὲ γίνεται, ἀλλ' ἔστι τὸ θηρίον ἐκεῖνο ἀγέννητον, μηδεπώποτε γενόμενον, ἀλλ' ὠνομάσθη μόνον.
ποῖαι γυ^ναῖκες ἐγένοντο πτερὰ^ ἔχουσαι, οἵα_ς οἶδε ζαχαρίας πτερὰ^ φερούσα_ς;
ποῖαι γυναῖκες ἐγένοντο πτερὰ ἔχουσαι, οἵας οἶδε ζαχαρίας πτερὰ φερούσας;
ποῦ ἐθεά_σω πάρδαλι^ν ἔχουσα^ν πτερά^;
ποῦ ἐθεάσω πάρδαλιν ἔχουσαν πτερά;
ταῦτα^ δὲ πά^ντα^ ἐξηγεῖται ὁ μα^κά^ριος δανιήλ.
ταῦτα δὲ πάντα ἐξηγεῖται ὁ μακάριος δανιήλ.
ἢ ποῦ ἐθεά_σω ἀνδριά^ντα^ ἀ^πὸ χρυ_σοῦ καὶ ἀργύ^ρου καὶ χαλκοῦ καὶ σιδήρου καὶ ὀστρά^κου τὴν κατασκευὴν ἔχοντα^, οἷον εἶδε δανιὴλ;
ἢ ποῦ ἐθεάσω ἀνδριάντα ἀπὸ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου καὶ ὀστράκου τὴν κατασκευὴν ἔχοντα, οἷον εἶδε δανιὴλ;
ἕκαστον δὲ τούτων ἀγέννητον·
ἕκαστον δὲ τούτων ἀγέννητον·
οὐ γὰ^ρ ἐγένετο·
οὐ γὰρ ἐγένετο·
ἀνεγρά^φη δὲ ὡς πλάσμα^ καὶ θεωρί^α_.
ἀνεγράφη δὲ ὡς πλάσμα καὶ θεωρία.
μὴ τοίνυ^ν νομί^σῃς μέγα^ τι^ τῷ πατρὶ^ χα^ρί^ζεσθαι τῷ λέγειν αὐτὸν ἀγέννητον, δι^ὰ^ τὸ πολλὰ^ καὶ ἕτερα^ μὴ γεγεννημένα^ λέγεσθαι ἀγέννητα^.
μὴ τοίνυν νομίσῃς μέγα τι τῷ πατρὶ χαρίζεσθαι τῷ λέγειν αὐτὸν ἀγέννητον, διὰ τὸ πολλὰ καὶ ἕτερα μὴ γεγεννημένα λέγεσθαι ἀγέννητα.
οἶδα^ ὅτι^ βα^θὺ^ς ὁ λόγος·
οἶδα ὅτι βαθὺς ὁ λόγος·
ἀλλ' ἵ^να_ ἐλέγξω τὴν αἱρετι^κὴν κα^κί^α_ν, εἰς τούσδε τοὺς τόπους ἐλήλυ^θα^.
ἀλλ' ἵνα ἐλέγξω τὴν αἱρετικὴν κακίαν, εἰς τούσδε τοὺς τόπους ἐλήλυθα.
λέγεται καὶ ἄνθρωπος ἀγέννητος ὁ μὴ γεννηθείς.
λέγεται καὶ ἄνθρωπος ἀγέννητος ὁ μὴ γεννηθείς.
καὶ εἰ μὴ ἐγεννήθη, φησὶ^, πῶς λέγεται;
καὶ εἰ μὴ ἐγεννήθη, φησὶ, πῶς λέγεται;
δείκνυ_μί^ σοι ἄνθρωπον μὴ γεννηθέντα^·
δείκνυμί σοι ἄνθρωπον μὴ γεννηθέντα·
οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ πα^ρα^δίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου·
οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου·
συνέφερεν αὐτῷ, εἰ μὴ ἐγεννήθη.
συνέφερεν αὐτῷ, εἰ μὴ ἐγεννήθη.
καὶ πῶς αὐτῷ συνέφερε;
καὶ πῶς αὐτῷ συνέφερε;
τῷ γὰ^ρ μὴ ὄντι^ οὐδὲν οὔ τε συμφέρει οὔ τε ζημίαν φέρει.
τῷ γὰρ μὴ ὄντι οὐδὲν οὔ τε συμφέρει οὔ τε ζημίαν φέρει.
μα^κά^ριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν, καὶ ὑ^πὲρ τοὺς δύ^ο ὁ μὴ γεννηθεὶς.
μακάριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν, καὶ ὑπὲρ τοὺς δύο ὁ μὴ γεννηθεὶς.
καὶ εἰ μὴ ἐγεννήθη, πῶς μα^κά^ριος;
καὶ εἰ μὴ ἐγεννήθη, πῶς μακάριος;
βλέπε ὀνόμα^τα^ ἀγεννήτου φύ^σεως.
βλέπε ὀνόματα ἀγεννήτου φύσεως.
εἶπεν ἄνθρωπον τὸν μὴ γεννηθέντα^ μη δὲ πλασθέντα^ μα^κά^ριον.
εἶπεν ἄνθρωπον τὸν μὴ γεννηθέντα μη δὲ πλασθέντα μακάριον.
ὥστε τοῦ ἀγεννήτου προσηγορί^α_ οὐ φύ^σι^ν θεία_ν ἑρμηνεύει οὐ δὲ ὡς σὺ^ λέγεις.
ὥστε τοῦ ἀγεννήτου προσηγορία οὐ φύσιν θείαν ἑρμηνεύει οὐ δὲ ὡς σὺ λέγεις.
ἀγέννητον οὐσί^α_ν σημαίνει, οὐ τι_μὴν τῷ πατρὶ^ φέρει·
ἀγέννητον οὐσίαν σημαίνει, οὐ τιμὴν τῷ πατρὶ φέρει·
ὄντων καὶ ἑτέρων πα^ρὰ^ τῷ προφήτῃ ὀνομά^των ἀγεννήτων τε καὶ γεννητῶν, κα^θὰ^ προαποδέδεικται·
ὄντων καὶ ἑτέρων παρὰ τῷ προφήτῃ ὀνομάτων ἀγεννήτων τε καὶ γεννητῶν, καθὰ προαποδέδεικται·
ἀλλὰ^ τὸ μὴ γεγονὸς δείκνυ_σι^ μόνον.
ἀλλὰ τὸ μὴ γεγονὸς δείκνυσι μόνον.
ἀλλ' εἴπωμεν πρὸς αὐτοὺς δι^ηγήσαντό μοι πα^ρά^νομοι ἀδολεσχία_ς, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύ_ρι^ε.
ἀλλ' εἴπωμεν πρὸς αὐτοὺς διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε.
τὴν πέτρου δέξαι φωνὴν, χριστὸς κα^τὰ^ σάρκα^, ὁ ὢν ἐπὶ^ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνα^ς.
τὴν πέτρου δέξαι φωνὴν, χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον προσκυ^νείσθω, ἀ^νυμνείσθω, δοξαζέσθω.
τὸ πνεῦμα τὸ ἅγιον προσκυνείσθω, ἀνυμνείσθω, δοξαζέσθω.
ἐκ τῶν θείων γρα^φῶν θεολογοῦμεν, κ ἂ_ν θέλωσι^ν οἱ ἐχθροὶ κ ἂ_ν μὴ·
ἐκ τῶν θείων γραφῶν θεολογοῦμεν, κ ἂν θέλωσιν οἱ ἐχθροὶ κ ἂν μὴ·
μα^ρτυ^ρήσει δέ μοι καὶ οὐκ οἴδα^τε ὅτι^ να_ὸς θεοῦ ἐστε;
μαρτυρήσει δέ μοι καὶ οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε;
καὶ τί^ς ὁ κα^τοικῶν;
καὶ τίς ὁ κατοικῶν;
καὶ πνεῦμα^ θεοῦ οἰκεῖ ἐν ὑ_μῖν.
καὶ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.
ἄλλο οὖν να_ὸς, καὶ ἄλλος ὁ ἐνοικῶν.
ἄλλο οὖν ναὸς, καὶ ἄλλος ὁ ἐνοικῶν.
οὐκ ἤκουσα^ς ἀνανία, ἱνατί ἐπείρα_σεν ὁ σατανᾶ_ς τὴν καρδί^α_ν σου ψεύσασθαί σε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον;
οὐκ ἤκουσας ἀνανία, ἱνατί ἐπείρασεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;
οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ^ τῷ θεῷ.
οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ.
ἀλλὰ^ φα_σὶ^ν οἱ αἱρετι^κοί, οὐ τὸ πνεῦμα^ ἐκά^λεσε θεόν, ἀλλ' ἐπειδὴ τὸ πνεῦμα^ ἐκ τοῦ θεοῦ ἀπεστά^λη.
ἀλλὰ φασὶν οἱ αἱρετικοί, οὐ τὸ πνεῦμα ἐκάλεσε θεόν, ἀλλ' ἐπειδὴ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ ἀπεστάλη.
ὁ ὑβρίζων, φησί^, τὸ πνεῦμα^, τὸν θεὸν ὑβρίζει τὸν ἀποστείλαντα^ τὸ πνεῦμα^.
ὁ ὑβρίζων, φησί, τὸ πνεῦμα, τὸν θεὸν ὑβρίζει τὸν ἀποστείλαντα τὸ πνεῦμα.
ἀλλ', ἄφρον καὶ ἀλόγιστε·
ἀλλ', ἄφρον καὶ ἀλόγιστε·
οὐδεμί^α^ γὰ^ρ ἄλλη πρέπουσα^ τῷ ἀ^θέῳ προσηγορί^α_, εἰ μὴ ἡ τοῦ ἄφρονος·
οὐδεμία γὰρ ἄλλη πρέπουσα τῷ ἀθέῳ προσηγορία, εἰ μὴ ἡ τοῦ ἄφρονος·
εἶπε γὰ^ρ ἄφρων ἐν καρδί^ᾳ αὐτοῦ, οὐκ ἔστι^ θεός·
εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεός·
οὐκ εἶπεν, ὡς σὺ^ ἐνόησα^ς.
οὐκ εἶπεν, ὡς σὺ ἐνόησας.
εἰ γὰ^ρ ἡ τοῦ πνεύμα^τος ὕ^βρις εἰς θεὸν ἀνέτρεχεν ὡς ἀποστείλαντα^, ἐχρῆν εἰπεῖν·
εἰ γὰρ ἡ τοῦ πνεύματος ὕβρις εἰς θεὸν ἀνέτρεχεν ὡς ἀποστείλαντα, ἐχρῆν εἰπεῖν·
οὐκ ἐψεύσω τῷ πνεύμα^τι^, ἀλλὰ^ τῷ θεῷ.
οὐκ ἐψεύσω τῷ πνεύματι, ἀλλὰ τῷ θεῷ.
ἀλλὰ^ ταῦτα^ μὲν εἰς τοσοῦτον·
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον·
δεῖ γὰ^ρ τῇ ἀποστολι^κῇ χορείᾳ πα^ραχωρῆσαι τὴν ἁγί^α_ν τριάδα, ἣν ὁ πα^τὴρ κα^ταγγέλλει.
δεῖ γὰρ τῇ ἀποστολικῇ χορείᾳ παραχωρῆσαι τὴν ἁγίαν τριάδα, ἣν ὁ πατὴρ καταγγέλλει.
τρι^ὰς ἀ^ποστόλων μάρτυ^ς τῆς οὐρα^νί^ου τριά^δος.
τριὰς ἀποστόλων μάρτυς τῆς οὐρανίου τριάδος.
χορεύσωμεν οὖν εἰλι^κρι^νῶς καὶ εἴπωμεν·
χορεύσωμεν οὖν εἰλικρινῶς καὶ εἴπωμεν·
πολλὰ^ τὰ^ τέκνα^ τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα^·
πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·
ἤγουν, ἡ πᾶσα^ αἵρεσι^ς ἡ ἄνθρωπον ἔχουσα^ δι^δά^σκα^λον καὶ οὐ θεόν.
ἤγουν, ἡ πᾶσα αἵρεσις ἡ ἄνθρωπον ἔχουσα διδάσκαλον καὶ οὐ θεόν.
γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς καὶ διδασκά^λου, ἀ^ποστόλοις πά^ντα^ς ἡμᾶς καὶ μάρτυ^σι^ν ἐν ὀρθοδόξῳ πίστει συναυλίζεσθαι, ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος σὺ^ν τῷ πατρὶ^, ἅ^μα^ τῷ ἁ^γί^ῳ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ, καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς καὶ διδασκάλου, ἀποστόλοις πάντας ἡμᾶς καὶ μάρτυσιν ἐν ὀρθοδόξῳ πίστει συναυλίζεσθαι, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ, ἅμα τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
δεῖ τὴν ὑ_μετέρα_ν ἀγάπην εἰδέναι ὅτι^ ὁ θεὸς τεμὼν τοῦ βί^ου τούτου εἰς πέντε γενεὰ_ς τὰ_ς τάξεις, γενεὰ_ς δὲ λέγω οὐχ ἡμαρτημένας, ἀλλὰ^ μερίδα_ς.
δεῖ τὴν ὑμετέραν ἀγάπην εἰδέναι ὅτι ὁ θεὸς τεμὼν τοῦ βίου τούτου εἰς πέντε γενεὰς τὰς τάξεις, γενεὰς δὲ λέγω οὐχ ἡμαρτημένας, ἀλλὰ μερίδας.
εἰς πέντε γὰ^ρ μερίδας δι^ελὼν τοῦ κόσμου τὸν δρόμον ἑκάστῃ μερί^δι^ ἴ^δι^ον ἀπέδωκε πα^τέρα^.
εἰς πέντε γὰρ μερίδας διελὼν τοῦ κόσμου τὸν δρόμον ἑκάστῃ μερίδι ἴδιον ἀπέδωκε πατέρα.
ἐγένετο πρώτη μερὶς καὶ τά^ξι_ς ἀ^πὸ τοῦ ἀδὰμ μέχρι^ τοῦ νῶε κ ἀκείνης τῆς προτέρα_ς ἀρχηγὸς καὶ ἡγεμὼν ἦν ὁ ἀδάμ.
ἐγένετο πρώτη μερὶς καὶ τάξις ἀπὸ τοῦ ἀδὰμ μέχρι τοῦ νῶε κ ἀκείνης τῆς προτέρας ἀρχηγὸς καὶ ἡγεμὼν ἦν ὁ ἀδάμ.
ὅτε δὲ ὁ κατακλυσμὸς κα^τα^λα^βὼν ἠφά^νι^σε τὸν κόσμον δι^αιρέσεως καὶ τάξεως νῶε δεύτερος πα^τὴρ τοῦ κόσμου γενόμενος.
ὅτε δὲ ὁ κατακλυσμὸς καταλαβὼν ἠφάνισε τὸν κόσμον διαιρέσεως καὶ τάξεως νῶε δεύτερος πατὴρ τοῦ κόσμου γενόμενος.
ὅτε δὲ λοιπὸν κα^τέλα^βε οὐκέτι^ ὑ^δά^των σύγχυ^σι^ς μόνον, ἀλλὰ^ καὶ πολλῶν κα^κῶν καὶ ἐτολμήθη τὰ^ τῆς πυργοποιία_ς καὶ ἀ^πὸ θεογνωσία_ς ἀ^ληθοῦς εἰς ἀσέβεια^ν ἐβυθίσθησα^ν καὶ κα^τέλα^βε δεύτερος κατακλυσμὸς τὰ_ς ψυ_χὰ_ς καταποντίζων, περιγρά^φει πά^λι^ν ὁ θεὸς τὴν δευτέρα_ν γενεὰν οὐκ ἀφα^νί^ζων, ἀλλὰ^ δι^αιρῶν.
ὅτε δὲ λοιπὸν κατέλαβε οὐκέτι ὑδάτων σύγχυσις μόνον, ἀλλὰ καὶ πολλῶν κακῶν καὶ ἐτολμήθη τὰ τῆς πυργοποιίας καὶ ἀπὸ θεογνωσίας ἀληθοῦς εἰς ἀσέβειαν ἐβυθίσθησαν καὶ κατέλαβε δεύτερος κατακλυσμὸς τὰς ψυχὰς καταποντίζων, περιγράφει πάλιν ὁ θεὸς τὴν δευτέραν γενεὰν οὐκ ἀφανίζων, ἀλλὰ διαιρῶν.
καὶ περι^γράψας τὴν δευτέρα_ν ἐπά^γει τὴν τρί^την ἀρχὴν αὐτῇ δεδωκὼς τὸν ἀβραάμ.
καὶ περιγράψας τὴν δευτέραν ἐπάγει τὴν τρίτην ἀρχὴν αὐτῇ δεδωκὼς τὸν ἀβραάμ.
εἶτα πά^λι^ν τῆς ἀ^πὸ τοῦ ἀβραὰμ γενεᾶς εἰς αἴγυπτον κα^τελθούσης κ ἀκεῖ πά^λι^ν εἰς ἀσέβεια^ν πεσούσης περι^γράφων ἐκείνην τὴν τρί^την τάξι^ν δί^δωσι^ν ἑτέρα_ν ἀρχὴν τετάρτην πα^τέρα^ κα^τα^στήσα_ς αὐτῇ μωϋσέα.
εἶτα πάλιν τῆς ἀπὸ τοῦ ἀβραὰμ γενεᾶς εἰς αἴγυπτον κατελθούσης κ ἀκεῖ πάλιν εἰς ἀσέβειαν πεσούσης περιγράφων ἐκείνην τὴν τρίτην τάξιν δίδωσιν ἑτέραν ἀρχὴν τετάρτην πατέρα καταστήσας αὐτῇ μωϋσέα.
τελευταῖον δὲ πάντων δί^δωσι^ πα^τέρα^ ἡμῶν κα^τὰ^ σάρκα^ ἰησοῦν τὸν κύ_ρι^ον, περὶ^ οὗ καὶ θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυ_ρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πα^τὴρ τοῦ μέλλοντος αἰῶνος.
τελευταῖον δὲ πάντων δίδωσι πατέρα ἡμῶν κατὰ σάρκα ἰησοῦν τὸν κύριον, περὶ οὗ καὶ θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
ἔχεις οὖν πα^τέρα^ τῆς πρώτης γενεᾶς τὸν ἀδάμ, δεύτερον τὸν νῶε, τρί^τον πα^τέρα^ τὸν ἀβραάμ, τέταρτον τὸν μωϋσέα, πέμπτον τὸν σωτῆρα^ χριστὸν κα^τὰ^ σάρκα^.
ἔχεις οὖν πατέρα τῆς πρώτης γενεᾶς τὸν ἀδάμ, δεύτερον τὸν νῶε, τρίτον πατέρα τὸν ἀβραάμ, τέταρτον τὸν μωϋσέα, πέμπτον τὸν σωτῆρα χριστὸν κατὰ σάρκα.
ἑκάστη τοίνυ^ν δι^αίρεσι^ς ἰ^δί^α_ν ἔσχεν ὄψι^ν, ἰ^δί^α_ν τάξι^ν, ἰ^δί^ους κα^νόνα^ς, ἰ^δί^ους νόμους.
ἑκάστη τοίνυν διαίρεσις ἰδίαν ἔσχεν ὄψιν, ἰδίαν τάξιν, ἰδίους κανόνας, ἰδίους νόμους.
καὶ ὥσπερ τοῦ ἐνιαυτοῦ αἱ τροπαὶ ἰδιάζουσα^ν ἔχουσι^ κατάστασι^ν καὶ ἑκάστη ἴ^δι^ον ἀποκεκλήρωται νόμον.
καὶ ὥσπερ τοῦ ἐνιαυτοῦ αἱ τροπαὶ ἰδιάζουσαν ἔχουσι κατάστασιν καὶ ἑκάστη ἴδιον ἀποκεκλήρωται νόμον.
ἄλλη ἡ ὄψι^ς ἔαρος, ἄλλη θέρους, μετοπώρου, ἄλλη χειμῶνος, μιᾶ_ς δὲ δι^οικήσεως τὰ^ πά^ντα^.
ἄλλη ἡ ὄψις ἔαρος, ἄλλη θέρους, μετοπώρου, ἄλλη χειμῶνος, μιᾶς δὲ διοικήσεως τὰ πάντα.
οὕτως καὶ αὗται αἱ πέντε διαρέσεις χρησί^μως ὑ^πὸ θεοῦ δι^αιρεθεῖσαι ἑκάστη ἴ^δι^ον ἔλα^βεν ἀρχηγὸν πά^ντα^ ὁμοῦ, τὰ^ εἰς δι^α^φόρους χρόνους γενόμενα^, εἰς μί^α^ν συμφωνίαν ἄ^γοντος.
οὕτως καὶ αὗται αἱ πέντε διαρέσεις χρησίμως ὑπὸ θεοῦ διαιρεθεῖσαι ἑκάστη ἴδιον ἔλαβεν ἀρχηγὸν πάντα ὁμοῦ, τὰ εἰς διαφόρους χρόνους γενόμενα, εἰς μίαν συμφωνίαν ἄγοντος.
ἕκαστος δὲ τούτων τῶν γενομένων καὶ κληθέντων ἀρχηγῶν πάντως κα^τηξιώθη καὶ προφήτης εἶναι.
ἕκαστος δὲ τούτων τῶν γενομένων καὶ κληθέντων ἀρχηγῶν πάντως κατηξιώθη καὶ προφήτης εἶναι.
οὐδὲ γὰ^ρ ἠδύνατο ἄρχειν γενεᾶς ἀνθρώπων μὴ ἔχων τι^ πλέον ὑ^πὲρ ἀνθρώπους.
οὐδὲ γὰρ ἠδύνατο ἄρχειν γενεᾶς ἀνθρώπων μὴ ἔχων τι πλέον ὑπὲρ ἀνθρώπους.
ἦλθε γὰ^ρ ὁ σωτήρ, ὁ ἀ^ληθι^νὸς προφήτης τοῦ κόσμου, ὁ φωστήρ, ὁ πρῶτος καὶ τελευταῖος καὶ μέσος, ὁ πρὸ τῶν αἰώνων καὶ μετὰ^ πάντων, ὁ θεμέλι^ος πάντων καὶ ἀκρογωνιαῖος λί^θος.
ἦλθε γὰρ ὁ σωτήρ, ὁ ἀληθινὸς προφήτης τοῦ κόσμου, ὁ φωστήρ, ὁ πρῶτος καὶ τελευταῖος καὶ μέσος, ὁ πρὸ τῶν αἰώνων καὶ μετὰ πάντων, ὁ θεμέλιος πάντων καὶ ἀκρογωνιαῖος λίθος.
ἦλθεν οὗτος ὁ ἀ^ληθῶς προφήτης.
ἦλθεν οὗτος ὁ ἀληθῶς προφήτης.
ἀληθῶς οὖν καὶ μόνος προφήτης λεγέσθω χριστός, ὁ προειπὼν τὰ^ πά^ντα^.
ἀληθῶς οὖν καὶ μόνος προφήτης λεγέσθω χριστός, ὁ προειπὼν τὰ πάντα.
οὐ τῷ παρ' ἄλλου βα^λεῖν, ἀλλὰ^ τῷ παρ' ἑαυτῷ γνῶναι προφήτην αὐτὸν ἐκά^λεσεν ἡ παλαιὰ διαθήκη.
οὐ τῷ παρ' ἄλλου βαλεῖν, ἀλλὰ τῷ παρ' ἑαυτῷ γνῶναι προφήτην αὐτὸν ἐκάλεσεν ἡ παλαιὰ διαθήκη.
προφήτην ὑ_μῖν ἀ^να^στήσει κύ_ρι^ος ὡς ἐμέ·
προφήτην ὑμῖν ἀναστήσει κύριος ὡς ἐμέ·
αὐτὸν ἀ^κούσεσθε.
αὐτὸν ἀκούσεσθε.
ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν προφήτην κα^λεῖ κα^τὰ^ σάρκα^·
ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν προφήτην καλεῖ κατὰ σάρκα·
πλὴν σήμερον καὶ αὔριον ἀ^νέξομαι τοῦ μὴ πορευθῆναι εἰς ἱερουσαλήμ.
πλὴν σήμερον καὶ αὔριον ἀνέξομαι τοῦ μὴ πορευθῆναι εἰς ἱερουσαλήμ.
ἔχεις πέντε προφήτα_ς τῶν δι^αιρέσεων ἀρχηγούς.
ἔχεις πέντε προφήτας τῶν διαιρέσεων ἀρχηγούς.
κατ' αὐτὴν τὴν ἔννοια^ν καὶ ὁ σωτὴρ ἔλεγεν·
κατ' αὐτὴν τὴν ἔννοιαν καὶ ὁ σωτὴρ ἔλεγεν·
ὁμοία ἐστὶ^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν δέ^κα^ παρθένοις, ὧν ἦσα^ν πέντε φρόνιμοι καὶ πέντε μωραί.
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, ὧν ἦσαν πέντε φρόνιμοι καὶ πέντε μωραί.
ἀ^πεικά^ζει τὰ_ς πέντε δι^αιρέσεις δέ^κα^ παρθένοις.
ἀπεικάζει τὰς πέντε διαιρέσεις δέκα παρθένοις.
ἑκάστη γὰ^ρ γενεὰ ἔσχε μί^α^ν παρθένον συ^νετὴν καὶ μί^α^ν ἀσύ^νετον, τουτ έστι^ν ἓν τάγμα^ πιστὸν καὶ ἓν ἄπι^στον.
ἑκάστη γὰρ γενεὰ ἔσχε μίαν παρθένον συνετὴν καὶ μίαν ἀσύνετον, τουτ έστιν ἓν τάγμα πιστὸν καὶ ἓν ἄπιστον.
πάλιν ταύτα_ς τὰ_ς πέντε δι^αιρέσεις ἀπεικάζει ἑτέρᾳ παραβολῇ ὁ σωτήρ·
πάλιν ταύτας τὰς πέντε διαιρέσεις ἀπεικάζει ἑτέρᾳ παραβολῇ ὁ σωτήρ·
ὁμοία ἐστὶ^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐξῆλθεν ἅ^μα^ πρωὶ μισθώσασθαι ἐργά^τα_ς εἰς τὸν ἀμπελῶνα^ αὐτοῦ.
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐξῆλθεν ἅμα πρωὶ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
τὸ πρωὶ τοῦ κόσμου ἡ τοῦ ἀδὰμ κατασκευή.
τὸ πρωὶ τοῦ κόσμου ἡ τοῦ ἀδὰμ κατασκευή.