macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πολλάκις εἰς μεῖζόν με κα^κὸν τηρεῖ. | πολλάκις εἰς μεῖζόν με κακὸν τηρεῖ. |
ἴδιον γὰ^ρ θεοῦ τοὺς ἀγαπωμένους παρ' αὐτοῦ σωφρονίζειν, παιδεύειν, ἵ^να_ διαφύγωσι^ τὴν μέλλουσα^ν κόλασι^ν. | ἴδιον γὰρ θεοῦ τοὺς ἀγαπωμένους παρ' αὐτοῦ σωφρονίζειν, παιδεύειν, ἵνα διαφύγωσι τὴν μέλλουσαν κόλασιν. |
ἴδιόν ἐστι^ θεοῦ τὸ τοὺς εὐσεβεῖς ἐὰν ἁ^μα^ρτήσωσι^ν, πα^ρα^χρῆμα^ κολάζειν, ἵ^να_ μὴ εἰς μεῖζον κα^κὸν προέλθωσι^ν. | ἴδιόν ἐστι θεοῦ τὸ τοὺς εὐσεβεῖς ἐὰν ἁμαρτήσωσιν, παραχρῆμα κολάζειν, ἵνα μὴ εἰς μεῖζον κακὸν προέλθωσιν. |
ἅπτεται μικρὰ^ ἁμαρτάνοντος δι^καίου, ἵ^να_ μὴ μεγά^λα_ πταίσῃ. | ἅπτεται μικρὰ ἁμαρτάνοντος δικαίου, ἵνα μὴ μεγάλα πταίσῃ. |
συγχωρεῖ πολλὰ πταίοντι^ τῷ ἀσεβεῖ, ἐπειδὴ οὐκ ἄ^ξι^α^ αὐτοῦ τὰ^ ἁ^μα^ρτήμα^τα^ τῆς πα^ρούσης κολάσεως, ἀλλὰ μείζονος. | συγχωρεῖ πολλὰ πταίοντι τῷ ἀσεβεῖ, ἐπειδὴ οὐκ ἄξια αὐτοῦ τὰ ἁμαρτήματα τῆς παρούσης κολάσεως, ἀλλὰ μείζονος. |
λέγει δαυὶδ περὶ^ μωϋσέως καὶ ἀαρὼν· | λέγει δαυὶδ περὶ μωϋσέως καὶ ἀαρὼν· |
μωυσῆς καὶ ἀαρὼν ἐν τοῖς ἱ^ερεῦσι^ν αὐτοῦ, καὶ σαμουὴλ ἐν τοῖς ἐπι^καλουμένοις τὸ ὄνομα^ αὐτοῦ· | μωυσῆς καὶ ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· |
ἐπεκαλοῦντο τὸν κύ_ρι^ον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· | ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· |
ἐν στύ^λῳ νεφέλης ἐλά^λει πρὸς αὐτούς· | ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· |
ὦ θεός, σὺ εὐίλα^τος ἐγένου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ^ πάντα τὰ^ ἐπι^τηδεύμα^τα^ αὐτῶν. | ὦ θεός, σὺ εὐίλατος ἐγένου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. |
ἐν τούτῳ γὰ^ρ ἔδειξεν ὅτι ἠγάπα_ ἐν τῷ ἐκδικεῖν τὰ^ πταίσμα^τα^. | ἐν τούτῳ γὰρ ἔδειξεν ὅτι ἠγάπα ἐν τῷ ἐκδικεῖν τὰ πταίσματα. |
ἀλλαχοῦ δὲ θεὸς βουλόμενος δεῖξαι ὑ^περβολὴν ἀγανακτήσεως ὡς ἤλεγχε τοῦ λα_οῦ τὸ ἁ^μά^ρτημα^, λέγει· | ἀλλαχοῦ δὲ θεὸς βουλόμενος δεῖξαι ὑπερβολὴν ἀγανακτήσεως ὡς ἤλεγχε τοῦ λαοῦ τὸ ἁμάρτημα, λέγει· |
διὰ τοῦτο τάδε λέγει κύ_ρι^ος· | διὰ τοῦτο τάδε λέγει κύριος· |
οὐ μὴ ἐπισκέψωμαι ἐπὶ^ τὰ_ς θυ^γα^τέρα^ς ὑ_μῶν, ὅταν πορνεύσωσι^ν, οὐ δὲ ἐπὶ^ τὰ_ς νύ^μφα_ς ὑ_μῶν, ὅταν μοιχεύσωσι^ν. | οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσιν, οὐ δὲ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν. |
ἀντὶ^ τοῦ οὐ μέλει μοι λοιπὸν περὶ^ ὑ_μῶν, οὐ δὲ ζητῶ ὑ_μῶν τὰ^ ἁ^μα^ρτήμα^τα^, οὐκ ἐπισκέπτομαι τὸν μοιχεύοντα^, ἵ^να_ δι^ορθώσωμαι. | ἀντὶ τοῦ οὐ μέλει μοι λοιπὸν περὶ ὑμῶν, οὐ δὲ ζητῶ ὑμῶν τὰ ἁμαρτήματα, οὐκ ἐπισκέπτομαι τὸν μοιχεύοντα, ἵνα διορθώσωμαι. |
ὁρᾷς ὅτι ὀργῆς σημεῖόν ἐστι^ν τὸ πα^ρορᾶν, φιλανθρωπία_ς δὲ σημεῖον τὸ παιδεύειν; | ὁρᾷς ὅτι ὀργῆς σημεῖόν ἐστιν τὸ παρορᾶν, φιλανθρωπίας δὲ σημεῖον τὸ παιδεύειν; |
θέλει τοίνυ^ν ὁ θεὸς ἡμᾶς παιδεύειν ταῖς ἀ^πειλαῖς, ἵ^να_ φύ^γωμεν τὰ_ς τι_μωρί^α_ς. | θέλει τοίνυν ὁ θεὸς ἡμᾶς παιδεύειν ταῖς ἀπειλαῖς, ἵνα φύγωμεν τὰς τιμωρίας. |
δύναται δὲ ὁ θεὸς τὴν ἀ^πειλὴν ἡμῖν ποιῆσαι εἰς σωφρονισμόν, ἵ^να_ λόγῳ κολασθῶμεν καὶ μὴ πείρᾳ, ἵνα δά^κρυ^α^ γένηται μετα^νοία_ς καὶ μὴ δά^κρυ^α^ βασά^νων. | δύναται δὲ ὁ θεὸς τὴν ἀπειλὴν ἡμῖν ποιῆσαι εἰς σωφρονισμόν, ἵνα λόγῳ κολασθῶμεν καὶ μὴ πείρᾳ, ἵνα δάκρυα γένηται μετανοίας καὶ μὴ δάκρυα βασάνων. |
καὶ ὁ πα^ρα^κα^λῶν δακρύ_ει, καὶ ὁ τυπτόμενος δακρύ_ει· | καὶ ὁ παρακαλῶν δακρύει, καὶ ὁ τυπτόμενος δακρύει· |
ἄλλα^ δά^κρυ^α^ πα^ρα^κα^λούντων καὶ ἄλλα^ δά^κρυ^α^ μαστιζομένων. | ἄλλα δάκρυα παρακαλούντων καὶ ἄλλα δάκρυα μαστιζομένων. |
τὰ^ δά^κρυ^α^ τῆς μετα^νοία_ς εὐσεβεία_ς ἀρώμα^τα^. | τὰ δάκρυα τῆς μετανοίας εὐσεβείας ἀρώματα. |
εἰ γὰ^ρ τὰ^ ξύ^λα^ τὰ^ ἐν τῷ δρυ_μῷ στάζει τὰ^ μὲν στυράκια^, τὰ^ δὲ δι^ά^φορα^ ἀρώμα^τα^. | εἰ γὰρ τὰ ξύλα τὰ ἐν τῷ δρυμῷ στάζει τὰ μὲν στυράκια, τὰ δὲ διάφορα ἀρώματα. |
τὰ^ δά^κρυ^α^ τῶν ξύ^λων μύ^ρα^ τίκτει, τὰ δά^κρυ^α^ τῆς εὐσεβεία_ς ἀρώμα^τα^ γί_νεται; | τὰ δάκρυα τῶν ξύλων μύρα τίκτει, τὰ δάκρυα τῆς εὐσεβείας ἀρώματα γίνεται; |
παράσχοι τοίνυ^ν ἡμῖν ὁ θεὸς ἐν ἀ^ληθείᾳ μετα^νοεῖν καὶ λύ_ειν τὰ ἁ^μα^ρτήμα^τα^ καὶ ἐκδέχεσθαι τὴν αἰώνι^ον εὐφροσύνην ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ^ σὺ^ν τῷ ἁ^γί^ῳ πνεύμα^τι^, δόξα_, τι_μὴ καὶ προσκύ^νησι^ς εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | παράσχοι τοίνυν ἡμῖν ὁ θεὸς ἐν ἀληθείᾳ μετανοεῖν καὶ λύειν τὰ ἁμαρτήματα καὶ ἐκδέχεσθαι τὴν αἰώνιον εὐφροσύνην ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι, δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
χθὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγά^λου ἀετοῦ θεωρί^α_ν κατέληξεν, ἀετοῦ τοῦ ὄντως μεγά^λου, καὶ πνεύμα^τι^ τὸν οὐρα^νὸν καὶ τὰ_ς ὑπερκοσμί^ους δυ^νά^μεις ὑπερβά^ντος, καὶ ἀπ' αὐτῆς τῆς κορυφῆς τῶν ἁ^πά^ντων ἀρξα^μένου. | χθὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγάλου ἀετοῦ θεωρίαν κατέληξεν, ἀετοῦ τοῦ ὄντως μεγάλου, καὶ πνεύματι τὸν οὐρανὸν καὶ τὰς ὑπερκοσμίους δυνάμεις ὑπερβάντος, καὶ ἀπ' αὐτῆς τῆς κορυφῆς τῶν ἁπάντων ἀρξαμένου. |
ἰωάννης γὰ^ρ ἡμῖν προεκήρυξε τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ περὶ^ τῆς ἀκτίστου φύ^σεως ἐφι^λοσόφησεν· | ἰωάννης γὰρ ἡμῖν προεκήρυξε τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ περὶ τῆς ἀκτίστου φύσεως ἐφιλοσόφησεν· |
ὃς ὑπερέβη μὲν τὴν κτίσιν ἅ^πα_σα^ν ὑ^πὲρ πᾶσα^ν ἀετοῦ φύ^σι^ν, ὑπερέβη δὲ καὶ πά_σης βροντῆς ἦχον, μόνος τὴν αἰώνι^ον καὶ ὑπερκόσμιον φι^λοσοφί^α_ν κηρύ^ξα_ς. | ὃς ὑπερέβη μὲν τὴν κτίσιν ἅπασαν ὑπὲρ πᾶσαν ἀετοῦ φύσιν, ὑπερέβη δὲ καὶ πάσης βροντῆς ἦχον, μόνος τὴν αἰώνιον καὶ ὑπερκόσμιον φιλοσοφίαν κηρύξας. |
ἡ γὰ^ρ βροντή, ἀ^γα^πητοί, καὶ φοβεῖ καὶ ἀρδεύει· | ἡ γὰρ βροντή, ἀγαπητοί, καὶ φοβεῖ καὶ ἀρδεύει· |
ἀρδεύει μὲν δι^ὰ^ τῶν νεφῶν, φοβεῖ δὲ καὶ καταπλήττει δι^ὰ^ τῆς φωνῆς. | ἀρδεύει μὲν διὰ τῶν νεφῶν, φοβεῖ δὲ καὶ καταπλήττει διὰ τῆς φωνῆς. |
μερίζεται τοίνυ^ν καὶ ἡ ἰωάννου φωνὴ ἀρδεύουσα^ μὲν τὴν ἐκκλησί^α_ν, καταπλήττουσα^ δὲ τῶν αἱρετι^κῶν τὸ σύστημα^. | μερίζεται τοίνυν καὶ ἡ ἰωάννου φωνὴ ἀρδεύουσα μὲν τὴν ἐκκλησίαν, καταπλήττουσα δὲ τῶν αἱρετικῶν τὸ σύστημα. |
ὅτα^ν γὰ^ρ τὰ^ μά^ταια^ εἴπωσι^ν, ὅτα^ν γνόντα^ς τὰ^ ὄντα^, μὴ ὡς ὄντα^ εἰπεῖν τολμήσωσι^ν, ὅτα^ν τὴν ἀ^νθρωπί^νην δι^άλεκτον κα^τὰ^ τῆς θεία_ς γρα^φῆς στρα^τεύσωσι^. | ὅταν γὰρ τὰ μάταια εἴπωσιν, ὅταν γνόντας τὰ ὄντα, μὴ ὡς ὄντα εἰπεῖν τολμήσωσιν, ὅταν τὴν ἀνθρωπίνην διάλεκτον κατὰ τῆς θείας γραφῆς στρατεύσωσι. |
τότε βοᾷ ἰωάννης τὸ ἦν πρὸ τοῦ οὐκ ἦν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος, τῇ φωνῇ καταπλήττων τοὺς ἐνα^ντί^ους, ἐπι^μαρτυροῦντος τοῦ δαυὶδ καὶ λέγοντος· | τότε βοᾷ ἰωάννης τὸ ἦν πρὸ τοῦ οὐκ ἦν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος, τῇ φωνῇ καταπλήττων τοὺς ἐναντίους, ἐπιμαρτυροῦντος τοῦ δαυὶδ καὶ λέγοντος· |
ἀ^πὸ ἐπι^τιμήσεώς σου φεύξονται, ἀ^πὸ φωνῆς βροντῆς σου δειλιάσουσι^ν. | ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. |
ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. | ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. |
ἐπειδὴ γὰ^ρ ἀ^πα^θὴς ἡ τοῦ λόγου γέννησι^ς, λόγον λέγει, ἵ^να_ ἀ^πὸ τῶν κα^τὰ^ σὲ τὰ^ ὑ^πὲρ σὲ παιδεύσῃ, ὅτι^ ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πά^θει γεννᾷ, οὐ τέμνεται, οὐ ῥεῖ, οὐ δὲ ἄλλο τι^ τῶν σωμα^τι^κῶν ὑ^φί^στα^ται, οὕτω καὶ ἡ θεία_ καὶ ἀ^πα^θὴς γέννησι^ς ἄφραστος καὶ ἀ^κα^τά^ληπτος, οὐ τεμνομένη, οὐ μεριζομένη,... | ἐπειδὴ γὰρ ἀπαθὴς ἡ τοῦ λόγου γέννησις, λόγον λέγει, ἵνα ἀπὸ τῶν κατὰ σὲ τὰ ὑπὲρ σὲ παιδεύσῃ, ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾷ, οὐ τέμνεται, οὐ ῥεῖ, οὐ δὲ ἄλλο τι τῶν σωματικῶν ὑφίσταται, οὕτω καὶ ἡ θεία καὶ ἀπαθὴς γέννησις ἄφραστος καὶ ἀκατάληπτος, οὐ τεμνομένη, οὐ μεριζομένη, ἀλλ' ὑπὸ μὲν τῶν ἀσεβῶν κ... |
δι^ὰ^ τί^ τοῦτο πα^ρῃτήσα^το ὁ εὐαγγελιστὴς καὶ οὐκ εἶπεν ἐν ἀρχῇ ἦν ὁ υἱός; | διὰ τί τοῦτο παρῃτήσατο ὁ εὐαγγελιστὴς καὶ οὐκ εἶπεν ἐν ἀρχῇ ἦν ὁ υἱός; |
ἵ^να_ μὴ ἡ τοῦ υἱοῦ προσηγορί^α_ πά^θους γέννησι^ν εἰσαγάγῃ· | ἵνα μὴ ἡ τοῦ υἱοῦ προσηγορία πάθους γέννησιν εἰσαγάγῃ· |
ἀλλὰ^ λέγει αὐτὸν λόγον, ἵ^να_ τὸ ἀ^πα^θὲς πα^ρα^στήσῃ τῆς γεννήσεως. | ἀλλὰ λέγει αὐτὸν λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως. |
καὶ ἵ^να_ μὴ προφορι^κὸν λόγον νομί^σῃς, ἐπήγαγε· | καὶ ἵνα μὴ προφορικὸν λόγον νομίσῃς, ἐπήγαγε· |
καὶ θεὸς ἦν ὁ λόγος· | καὶ θεὸς ἦν ὁ λόγος· |
ἵ^να_ ἀ^πὸ τοῦ μὲν λόγου τὸ ἀ^πα^θὲς, ἀ^πὸ δὲ τοῦ θεοῦ τὴν ἀ^ξί^α_ν νοήσῃς. | ἵνα ἀπὸ τοῦ μὲν λόγου τὸ ἀπαθὲς, ἀπὸ δὲ τοῦ θεοῦ τὴν ἀξίαν νοήσῃς. |
εἶτα^ εἰσηγησάμενος αὐτοῦ τὰ^ τῆς γεννήσεως, εἰσά^γει καὶ τὸ δυ^να^τὸν τῆς δημιουργία_ς ἀξί^ωμα^· | εἶτα εἰσηγησάμενος αὐτοῦ τὰ τῆς γεννήσεως, εἰσάγει καὶ τὸ δυνατὸν τῆς δημιουργίας ἀξίωμα· |
πά^ντα^ δι^ ' αὐτοῦ ἐγένετο· | πάντα δι ' αὐτοῦ ἐγένετο· |
πά^ντα^ τὰ^ γενόμενα^, οὐχ ὡς οἱ τῶν αἱρετι^κῶν παῖδες καὶ τὸ πνεῦμα^ τὸ προσκυ^νητὸν τολμῶσι^ τῇ λέξει ταύτῃ συ^μπαραλαβεῖν λέγοντες· | πάντα τὰ γενόμενα, οὐχ ὡς οἱ τῶν αἱρετικῶν παῖδες καὶ τὸ πνεῦμα τὸ προσκυνητὸν τολμῶσι τῇ λέξει ταύτῃ συμπαραλαβεῖν λέγοντες· |
πά^ντα^ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶ^ς αὐτοῦ ἐγένετο οὐ δὲ ἓν, ὃ γέγονεν ἐν αὐτῷ. | πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἓν, ὃ γέγονεν ἐν αὐτῷ. |
εἴ τι^ οὖν γέγονεν ἐν αὐτῷ, οὐχ ἡ ἄκτιστος φύ^σι^ς τοῦ πνεύμα^τος. | εἴ τι οὖν γέγονεν ἐν αὐτῷ, οὐχ ἡ ἄκτιστος φύσις τοῦ πνεύματος. |
ἀλλ' εἴρηται, φησὶ^, πά^ντα^. | ἀλλ' εἴρηται, φησὶ, πάντα. |
ἀλλ ' ἡ τὰ^ πά^ντα^ φωνὴ οὐ περι^λαμβά^νει τὴν ἄκτιστον φύ^σι^ν μετὰ^ τῆς κτιστῆς. | ἀλλ ' ἡ τὰ πάντα φωνὴ οὐ περιλαμβάνει τὴν ἄκτιστον φύσιν μετὰ τῆς κτιστῆς. |
εἰ δὲ τῇ πά^ντα^ φωνῇ προσέχων, κατετόλμησα^ς τῆς ἁγί^α_ς φύ^σεως, ἐὰ^ν ἀ^κούσῃς τοῦ κυ_ρί^ου λέγοντος· | εἰ δὲ τῇ πάντα φωνῇ προσέχων, κατετόλμησας τῆς ἁγίας φύσεως, ἐὰν ἀκούσῃς τοῦ κυρίου λέγοντος· |
πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσα^ν καὶ λῃσταὶ, τί^ ἂ^ν εἴποις; | πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταὶ, τί ἂν εἴποις; |
μωϋσῆν λῃστὴν ὀνομάζεις, καὶ τοὺς προφήτα_ς κλέπτα_ς προσα^γορεύεις; | μωϋσῆν λῃστὴν ὀνομάζεις, καὶ τοὺς προφήτας κλέπτας προσαγορεύεις; |
πάντες γὰ^ρ, ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται ἦσα^ν καὶ λῃσταὶ, φησί^ν. | πάντες γὰρ, ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται ἦσαν καὶ λῃσταὶ, φησίν. |
ἡ δὲ ἔννοια^ μερίζει καὶ περὶ^ τί^νων ὁ λόγος, καὶ πρὸς τίνας. | ἡ δὲ ἔννοια μερίζει καὶ περὶ τίνων ὁ λόγος, καὶ πρὸς τίνας. |
καὶ νῦν περὶ^ δημιουργία_ς ὁ λόγος, καὶ τὴν δημιουργίαν λέγει δι' αὐτοῦ γεγεννῆσθαι, οὐ τὴν τοῦ πνεύμα^τος οὐσί^α_ν, τὴν οὕτω γνωρίζουσα^ν τὰ^ τοῦ θεοῦ, ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα^ τὰ^ ἐν αὐτῷ, οὐδεὶς οἶδε τὰ^ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα^ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ κα^τοικοῦν. | καὶ νῦν περὶ δημιουργίας ὁ λόγος, καὶ τὴν δημιουργίαν λέγει δι' αὐτοῦ γεγεννῆσθαι, οὐ τὴν τοῦ πνεύματος οὐσίαν, τὴν οὕτω γνωρίζουσαν τὰ τοῦ θεοῦ, ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ, οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ κατοικοῦν. |
εἰ οὖν τὸ πνεῦμα^ τὸ ἐμὸν ἀ^λλότρι^ον τῆς ἐμῆς φύ^σεως, καὶ τὸ πνεῦμα^ τοῦ θεοῦ ἀ^λλότρι^ον τῆς τοῦ θεοῦ φύ^σεως· | εἰ οὖν τὸ πνεῦμα τὸ ἐμὸν ἀλλότριον τῆς ἐμῆς φύσεως, καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἀλλότριον τῆς τοῦ θεοῦ φύσεως· |
τὸ γὰ^ρ πνεῦμα^, φησὶ^, πά^ντα^ ἐρευνᾷ, καὶ τὰ^ βά^θη τοῦ θεοῦ. | τὸ γὰρ πνεῦμα, φησὶ, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. |
ἀλλ' ὁ αἱρετι^κὸς μὲν τὸ ἐρευνᾷ ἀ^κούει, τὴν δὲ ἔννοια^ν κα^κῶς ἐκλαμβά^νει. | ἀλλ' ὁ αἱρετικὸς μὲν τὸ ἐρευνᾷ ἀκούει, τὴν δὲ ἔννοιαν κακῶς ἐκλαμβάνει. |
εἰ γὰ^ρ ᾔδει, φησὶ^, τὸ πνεῦμα^ τὰ^ ἐν τῷ θεῷ, οὐκ ἂ^ν ἠρεύνα· | εἰ γὰρ ᾔδει, φησὶ, τὸ πνεῦμα τὰ ἐν τῷ θεῷ, οὐκ ἂν ἠρεύνα· |
μα^ρτυ^ρεῖ γὰ^ρ αὐτοῦ τῇ ἀγνοίᾳ ἡ ἔρευνα^. | μαρτυρεῖ γὰρ αὐτοῦ τῇ ἀγνοίᾳ ἡ ἔρευνα. |
εἰ τοίνυ^ν τὸ ἐρευνᾷν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τὰ^ βά^θη τοῦ θεοῦ, ἀ^γνοία_ς κατηγορίαν αὐτῷ ἐπά^γει, ὅτα^ν ἴ^δῃς τὸν θεὸν ἐρευνῶντα^ τὰ_ς κα^ρδί^α_ς τῶν ἀνθρώπων ἀ^γνοία_ς αὐτοῦ καταψηφίζῃ; | εἰ τοίνυν τὸ ἐρευνᾷν τὸ πνεῦμα τὸ ἅγιον τὰ βάθη τοῦ θεοῦ, ἀγνοίας κατηγορίαν αὐτῷ ἐπάγει, ὅταν ἴδῃς τὸν θεὸν ἐρευνῶντα τὰς καρδίας τῶν ἀνθρώπων ἀγνοίας αὐτοῦ καταψηφίζῃ; |
ἄ^κουε γοῦν τὸ πνεῦμα^ πά^ντα^ ἐρευνᾷ, καὶ τὰ^ βά^θη τοῦ θεοῦ, οὕτω καὶ περὶ^ τοῦ θεοῦ φι^λοσοφῶν ὁ δὲ ἐρευνῶν τὰ_ς κα^ρδί^α_ς, οἶδε τί^ τὸ φρόνημα^ τοῦ πνεύμα^τος. | ἄκουε γοῦν τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, οὕτω καὶ περὶ τοῦ θεοῦ φιλοσοφῶν ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος. |
εἰ οὖν θεὸς ἐρευνᾷ ἀγνοῶν, καὶ τὸ πνεῦμα^ ἀγνοοῦν ἐρευνᾷ. | εἰ οὖν θεὸς ἐρευνᾷ ἀγνοῶν, καὶ τὸ πνεῦμα ἀγνοοῦν ἐρευνᾷ. |
ἀλλὰ^ ἵ^να_ μά^θῃς ὅτι^ τὸ ἐρευνᾷν οὐκ ἀγνοοῦντός ἐστι^ν, ἀλλ' εἰδότος, οὕτω καὶ τὰ^ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα^ τοῦ θεοῦ· | ἀλλὰ ἵνα μάθῃς ὅτι τὸ ἐρευνᾷν οὐκ ἀγνοοῦντός ἐστιν, ἀλλ' εἰδότος, οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ· |
καὶ γνῶσι^ν ἐπιγρά^φει τῷ πνεύμα^τι^, οὐ τὴν ἐκ τῆς φύ^σεως κατάληψι^ν, ἀλλὰ^ τὴν ἐκ τῆς φύ^σεως ἐπίγνωσι^ν. | καὶ γνῶσιν ἐπιγράφει τῷ πνεύματι, οὐ τὴν ἐκ τῆς φύσεως κατάληψιν, ἀλλὰ τὴν ἐκ τῆς φύσεως ἐπίγνωσιν. |
τοιγαροῦν μὴ μέριζε τὴν ἀμέρι^στον φύ^σι^ν, μὴ τέμνε τὴν ἀδιαίρετον οὐσί^α_ν· | τοιγαροῦν μὴ μέριζε τὴν ἀμέριστον φύσιν, μὴ τέμνε τὴν ἀδιαίρετον οὐσίαν· |
γνώριζε δὲ μᾶλλον τὴν δύ^να^μι^ν ἀ^κρι_βῶς. | γνώριζε δὲ μᾶλλον τὴν δύναμιν ἀκριβῶς. |
εἷς κέκληται ὁ πα^τὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | εἷς κέκληται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. |
περὶ^ μὲν γὰ^ρ τοῦ πατρὸς λέγει ὁ υἱός· | περὶ μὲν γὰρ τοῦ πατρὸς λέγει ὁ υἱός· |
ὅτα^ν ἴ^δητε τὸν υἱὸν τοῦ ἀνθρώπου κα^θήμενον ἐκ δεξι^ῶν τῆς δυ^νά^μεως· | ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως· |
καὶ δύ^να^μι^ν εἰρηκὼς ἔστησε τὴν δόξα^ν, ἵ^να_ θαυμά^σῃς τὴν ἔννοια^ν. | καὶ δύναμιν εἰρηκὼς ἔστησε τὴν δόξαν, ἵνα θαυμάσῃς τὴν ἔννοιαν. |
ὅθεν αὐτὸν τὸν πα^τέρα^ καὶ θεὸν κα^λῶν δύ^να^μι^ν, πρὸς καϊάφαν δι^α^λεγόμενος ἔφη· | ὅθεν αὐτὸν τὸν πατέρα καὶ θεὸν καλῶν δύναμιν, πρὸς καϊάφαν διαλεγόμενος ἔφη· |
ὅτα^ν ἴ^δητε τὸν υἱὸν τοῦ ἀνθρώπου κα^θήμενον ἐκ δεξι^ῶν τῆς δυ^νά^μεως. | ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. |
δύ^να^μι^ς οὖν ὁ πα^τήρ, δύ^να^μι^ς δὲ καὶ ὁ υἱός, χριστὸς θεοῦ δύ^να^μι^ς καὶ θεοῦ σοφί^α_· | δύναμις οὖν ὁ πατήρ, δύναμις δὲ καὶ ὁ υἱός, χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· |
δύ^να^μι^ς καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον· | δύναμις καὶ τὸ πνεῦμα τὸ ἅγιον· |
λέγει οὖν ὁ σωτὴρ τοῖς μα^θηταῖς· | λέγει οὖν ὁ σωτὴρ τοῖς μαθηταῖς· |
μείνα^τε ἐν ἱερουσαλὴμ ἕως οὗ ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους. | μείνατε ἐν ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. |
εἰδὼς οὖν, ἀ^γα^πητέ, ἐν πατρὶ^ καὶ υἱῷ καὶ ἁ^γί^ῳ πνεύμα^τι^ τὴν ὁμοία_ν ταύτην δύ^να^μι^ν, ἔχε τὴν πίστι^ν ἀσά^λευτον· | εἰδὼς οὖν, ἀγαπητέ, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι τὴν ὁμοίαν ταύτην δύναμιν, ἔχε τὴν πίστιν ἀσάλευτον· |
μὴ μερί^σῃς τὴν δόξα^ν τὴν ἀ^κα^τά^ληπτον, ἀλλ ' ἐπίγνωθι^ τὰ_ς συ^νθήκα_ς τοῦ φωτίσματος· | μὴ μερίσῃς τὴν δόξαν τὴν ἀκατάληπτον, ἀλλ ' ἐπίγνωθι τὰς συνθήκας τοῦ φωτίσματος· |
βλέπε τοὺς υἱοὺς τῆς χά^ρι^τος δι^ὰ^ τοῦ μεγά^λου ἀρχιερέως ἀνθήσαντα^ς, βλέπε τὰ^ τέκνα^ τοῦ φωτὸς δραμόντα^ πρὸς τοὺς κήρυ_κα^ς τοῦ φωτός· | βλέπε τοὺς υἱοὺς τῆς χάριτος διὰ τοῦ μεγάλου ἀρχιερέως ἀνθήσαντας, βλέπε τὰ τέκνα τοῦ φωτὸς δραμόντα πρὸς τοὺς κήρυκας τοῦ φωτός· |
δεῖ γὰ^ρ τοὺς ἀ^πὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δρα^μεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντα^ς. | δεῖ γὰρ τοὺς ἀπὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δραμεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντας. |
εἴπωμεν καὶ ἡμεῖς μετὰ^ τοῦ προφήτου καὶ τῶν ἀ^ποστόλων· | εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου καὶ τῶν ἀποστόλων· |
ἀ^νά^βλεψον τοῖς ὀφθαλ μοῖς, καὶ ἴ^δε συ^νηγμένα^ τὰ^ τέκνα^ σου· | ἀνάβλεψον τοῖς ὀφθαλ μοῖς, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· |
καὶ πά^λι^ν· | καὶ πάλιν· |
ζῶ ἐγὼ, λέγει κύ_ρι^ος, ὅτι^ πά^ντα^ς αὐτοὺς ἐνδύ_σῃ ὡς κόσμον νύμφης. | ζῶ ἐγὼ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς κόσμον νύμφης. |
ἔστηκε τοίνυ^ν ἡσαΐας σήμερον λέγων πρὸς τὰ^ τῶν φωτισθέντων πλήθη, τοὺς γεννηθέντα^ς ἐκ πνεύμα^τος ἁ^γί^ου, τοὺς ἀθρόον ἀνακαινισθέντας, τοὺς ἐν μι^ᾷ ῥοπῇ μετα^βληθέντας, τοὺς ἀ^πὸ γηίνης καταστάσεως εἰς οὐρά^νι^ον εἰκόνα^ μετα^ποιηθέντας· | ἔστηκε τοίνυν ἡσαΐας σήμερον λέγων πρὸς τὰ τῶν φωτισθέντων πλήθη, τοὺς γεννηθέντας ἐκ πνεύματος ἁγίου, τοὺς ἀθρόον ἀνακαινισθέντας, τοὺς ἐν μιᾷ ῥοπῇ μεταβληθέντας, τοὺς ἀπὸ γηίνης καταστάσεως εἰς οὐράνιον εἰκόνα μεταποιηθέντας· |
ἐκπλήττεται γὰ^ρ τί^ς εἶδε, τί^ς ἤκουσε τοιαῦτα^, ὅτι^ ἔτεκεν ἡ γῆ τὰ^ τέκνα^ αὐτῆς ἐν ἡμέρᾳ μι^ᾷ, καὶ ἐτέχθη ἔθνος εἰς ἅ^παξ; | ἐκπλήττεται γὰρ τίς εἶδε, τίς ἤκουσε τοιαῦτα, ὅτι ἔτεκεν ἡ γῆ τὰ τέκνα αὐτῆς ἐν ἡμέρᾳ μιᾷ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; |
τα^χεῖα^ γὰ^ρ τοῦ πνεύμα^τος ἡ ἀναγέννησι^ς· | ταχεῖα γὰρ τοῦ πνεύματος ἡ ἀναγέννησις· |
οὐκ ἀναμένει χρόνον, οὐ δουλεύει καιροῖς καὶ γενεαῖς, ἀλλ' ἅ^μα^ βούλεται, ἅ^μα^ τίκτεται τὸ ἀναγεννώμενον. | οὐκ ἀναμένει χρόνον, οὐ δουλεύει καιροῖς καὶ γενεαῖς, ἀλλ' ἅμα βούλεται, ἅμα τίκτεται τὸ ἀναγεννώμενον. |
ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς ἅ^πα_σα^ν τὴν ἀγορὰν πομπεύειν καὶ δοξάζειν καὶ ἀ^ναφωνεῖν ἐκεῖνον τὸν δι' αὐτοὺς ἐλθόντα^ κά^τω, ἵ^να_ ἅ^πα_σα^ν τὴν οἰκουμένην ἀ^να^γά^γῃ πρὸς ἑαυτὸν ἄ^νω. | ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς ἅπασαν τὴν ἀγορὰν πομπεύειν καὶ δοξάζειν καὶ ἀναφωνεῖν ἐκεῖνον τὸν δι' αὐτοὺς ἐλθόντα κάτω, ἵνα ἅπασαν τὴν οἰκουμένην ἀναγάγῃ πρὸς ἑαυτὸν ἄνω. |
χριστὸς κα^τῆλθεν ἐκ τῶν οὐρα^νῶν· | χριστὸς κατῆλθεν ἐκ τῶν οὐρανῶν· |
κα^τῆλθεν οὑ μεταστὰ_ς τῶν οὐρα^νῶν· | κατῆλθεν οὑ μεταστὰς τῶν οὐρανῶν· |
ἀ^νῆλθεν οὐ μεταστὰ_ς τῆς γῆς· | ἀνῆλθεν οὐ μεταστὰς τῆς γῆς· |
οὔ τε γὰ^ρ κα^τελθὼν τοὺς οὐρανοὺς ἐρήμους κατέλιπεν, οὔ τε ἀ^νελθὼν ἔρημον τὴν γῆν τῆς ἑαυτοῦ ἐπιστασία_ς ἀπέλιπεν. | οὔ τε γὰρ κατελθὼν τοὺς οὐρανοὺς ἐρήμους κατέλιπεν, οὔ τε ἀνελθὼν ἔρημον τὴν γῆν τῆς ἑαυτοῦ ἐπιστασίας ἀπέλιπεν. |
ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς τὴν λαμπάδα τοῦ λόγου περι^φέρειν ἐν ταῖς ἀ^γοραῖς· | ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς τὴν λαμπάδα τοῦ λόγου περιφέρειν ἐν ταῖς ἀγοραῖς· |
οὐχ ὑβρίζετο τὸ μυστήριον, οὐκ ἠτι_μά^ζετο τῶν νεοφωτίστων ὁ χα^ρα^κτὴρ τῆς ἀ^ληθεία_ς. | οὐχ ὑβρίζετο τὸ μυστήριον, οὐκ ἠτιμάζετο τῶν νεοφωτίστων ὁ χαρακτὴρ τῆς ἀληθείας. |
ἔπρεπε καὶ αὐτοῖς ἐν πλα^τείαις ὑμνεῖν· | ἔπρεπε καὶ αὐτοῖς ἐν πλατείαις ὑμνεῖν· |
σοφί^α_ γὰ^ρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλα^τείαις παρρησίαν ἄ^γει, ἐπ' ἄκρων δὲ τειχέων κηρύττεται. | σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει, ἐπ' ἄκρων δὲ τειχέων κηρύττεται. |
καθάρωμεν τὸν ἀ_έρα^, ὃν ἐμία_νε τὰ^ πορνικὰ^ ᾄσμα^τα^, καὶ ἔχρανά^ν ποτε βοαὶ ἀσεβῶν, καὶ ὀλολυγμοὶ τῶν ἐπι^τελούντων τὰ^ τῶν δαιμόνων μι^άσμα^τα^. | καθάρωμεν τὸν ἀέρα, ὃν ἐμίανε τὰ πορνικὰ ᾄσματα, καὶ ἔχρανάν ποτε βοαὶ ἀσεβῶν, καὶ ὀλολυγμοὶ τῶν ἐπιτελούντων τὰ τῶν δαιμόνων μιάσματα. |
ἐκα^θα^ρί^σθησα^ν τῷ λόγῳ τοῦ φωτὸς καὶ ὁ ἀ_ὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρα^νός. | ἐκαθαρίσθησαν τῷ λόγῳ τοῦ φωτὸς καὶ ὁ ἀὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρανός. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.