macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὥσπερ γὰ^ρ στενάζει καὶ ὁ οὐρα^νὸς καὶ ἡ γῆ ἐπὶ^ τῇ κακίᾳ τῶν ἀσεβῶν, οὕτως εὐφραίνεται πά^λι^ν ἐπὶ^ τῇ δι^καιοσύ^νῃ τῶν κα^τορθούντων· | ὥσπερ γὰρ στενάζει καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ἐπὶ τῇ κακίᾳ τῶν ἀσεβῶν, οὕτως εὐφραίνεται πάλιν ἐπὶ τῇ δικαιοσύνῃ τῶν κατορθούντων· |
ὅτα^ν μὲν γὰ^ρ ἁ^μα^ρτά^νῃ ἄνθρωπος, ἀγανακτεῖ ὁ οὐρα^νὸς, ἀγανακτεῖ δὲ καὶ ἡ γῆ, ἐξέστη ὁ οὐρα^νὸς ἐπὶ^ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι^ δύ^ο καὶ πονηρὰ^ ἐποίησεν ὁ λαός. | ὅταν μὲν γὰρ ἁμαρτάνῃ ἄνθρωπος, ἀγανακτεῖ ὁ οὐρανὸς, ἀγανακτεῖ δὲ καὶ ἡ γῆ, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός. |
ὁρᾷς, πῶς φρίττει ὁ οὐρα^νὸς καὶ ἡ γῆ ἁ^μα^ρτα^νόντων τῶν ἀνθρώπων; | ὁρᾷς, πῶς φρίττει ὁ οὐρανὸς καὶ ἡ γῆ ἁμαρτανόντων τῶν ἀνθρώπων; |
μετα^ποιούντων δὲ ἑαυτοὺς εἰς εὐσέβεια^ν, εὐφραινέσθωσα^ν οἱ οὐρανοὶ καὶ ἀγαλλιά_σθω ἡ γῆ· | μεταποιούντων δὲ ἑαυτοὺς εἰς εὐσέβειαν, εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· |
ῥηξά^τω τὰ^ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασι^ν, ὅτι^ ἐλέησεν ὁ θεὸς τόν λα_ὸν αὐτοῦ. | ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν, ὅτι ἐλέησεν ὁ θεὸς τόν λαὸν αὐτοῦ. |
λεγέτω καὶ ἡ ἐκκλησί^α_ ἡ τοσούτῳ ὄχλῳ καὶ λα_ῷ κομῶσα^· | λεγέτω καὶ ἡ ἐκκλησία ἡ τοσούτῳ ὄχλῳ καὶ λαῷ κομῶσα· |
ἐγὼ κατελείφθην ποτε μόνη, οὗτοι δὲ μοι ποῦ ἦσα^ν; | ἐγὼ κατελείφθην ποτε μόνη, οὗτοι δὲ μοι ποῦ ἦσαν; |
ἐγὼ ἄτεκνος καὶ χήρα_, τούτους δέ μοι τί^ς ἐγέννησε; | ἐγὼ ἄτεκνος καὶ χήρα, τούτους δέ μοι τίς ἐγέννησε; |
λεγέτω καὶ τὰ^ τέκνα^ τῆς ἐκκλησί^α_ς τὰ^ συ^νεχόμενα^ τῷ πλήθει πρὸς τὸν θεὸν τὴν φωνὴν τῶν προφητῶν· | λεγέτω καὶ τὰ τέκνα τῆς ἐκκλησίας τὰ συνεχόμενα τῷ πλήθει πρὸς τὸν θεὸν τὴν φωνὴν τῶν προφητῶν· |
στενός μοι ὁ τόπος· | στενός μοι ὁ τόπος· |
ποίησόν μοι τόπον, ἵ^να_ κα^τοικήσω. | ποίησόν μοι τόπον, ἵνα κατοικήσω. |
ὅτε γὰ^ρ ἤκμαζε τὰ^ τῆς πλά^νης, ὅτε ἐπενέμετο τὴν πόλι^ν ταύτην ἡ νομὴ τῆς αἱρέσεως, ἀ^νήλωτο τὰ^ τέκνα^ τῆς ἐκκλησί^α_ς· | ὅτε γὰρ ἤκμαζε τὰ τῆς πλάνης, ὅτε ἐπενέμετο τὴν πόλιν ταύτην ἡ νομὴ τῆς αἱρέσεως, ἀνήλωτο τὰ τέκνα τῆς ἐκκλησίας· |
καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα^ τῇ ὑπ' οὐρα^νὸν, ἀ^να_λί^σκει τοὺς καρποὺς αὐτῆς, οὕτως ἡ φθοροποιὸς δι^δα^σκα^λί^α_ τοὺς καρποὺς τῆς ὄντως δι^δα^σκα^λί^α_ς ἀ^νήλι^σκε καὶ τῆς εὐσεβεία_ς. | καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα τῇ ὑπ' οὐρανὸν, ἀναλίσκει τοὺς καρποὺς αὐτῆς, οὕτως ἡ φθοροποιὸς διδασκαλία τοὺς καρποὺς τῆς ὄντως διδασκαλίας ἀνήλισκε καὶ τῆς εὐσεβείας. |
ἀλλὰ^ σήμερον, ἀ^γα^πητοί, ἐξεβλήθη ἡ φθοροποιὸς δι^δα^σκα^λί^α_, καὶ εἰσῆλθεν ἡ σωτήριος χά^ρι^ς ἀναγεννῶσα^ τὸν λα_ὸν, καὶ λέγουσα^ πρὸς αὐτόν· | ἀλλὰ σήμερον, ἀγαπητοί, ἐξεβλήθη ἡ φθοροποιὸς διδασκαλία, καὶ εἰσῆλθεν ἡ σωτήριος χάρις ἀναγεννῶσα τὸν λαὸν, καὶ λέγουσα πρὸς αὐτόν· |
νῦν ἀντα^ποδώσω ἀντὶ^ τῶν γόνον, ὧν κα^τ έφαγεν ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ ἡ ἐρυσίβη. | νῦν ἀνταποδώσω ἀντὶ τῶν γόνον, ὧν κατ έφαγεν ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ ἡ ἐρυσίβη. |
τί^ φιλονεικεῖς, αἱρετι^κέ, μετὰ^ ἰουδαίων κρύψαι τὴν δόξα^ν τοῦ μονογενοῦς; | τί φιλονεικεῖς, αἱρετικέ, μετὰ ἰουδαίων κρύψαι τὴν δόξαν τοῦ μονογενοῦς; |
ἐκεῖνοι μὲν ἔκρυ^ψα^ν τὴν ἀνάστασι^ν, ὅσον ἐπ' αὐτοῖς· | ἐκεῖνοι μὲν ἔκρυψαν τὴν ἀνάστασιν, ὅσον ἐπ' αὐτοῖς· |
σὺ^ δὲ κρύπτεις τὴν θεότητα^, ὅσον ἐπὶ^ σοί. | σὺ δὲ κρύπτεις τὴν θεότητα, ὅσον ἐπὶ σοί. |
ἀλλ' οὔ τε ἐκεῖνοι ἐπιγρά^φουσι^ τὴν ἀ^λήθεια^ν οὔ τε σὺ^ συ^νῆκα^ς τὴν εὐσέβεια^ν. | ἀλλ' οὔ τε ἐκεῖνοι ἐπιγράφουσι τὴν ἀλήθειαν οὔ τε σὺ συνῆκας τὴν εὐσέβειαν. |
ἄ^κουε γοῦν ἐκά^λυ^ψεν οὐρανοὺς ἡ ἀ^ρετὴ αὐτοῦ; | ἄκουε γοῦν ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ; |
καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. | καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. |
τῆς αἰνέσεως, οὐ τῆς καταλήψεως· | τῆς αἰνέσεως, οὐ τῆς καταλήψεως· |
πίστεως, οὐκ ἐξετάσεως· | πίστεως, οὐκ ἐξετάσεως· |
ἀγάπης, οὐ ζητήσεως. | ἀγάπης, οὐ ζητήσεως. |
οὐ ζητεῖν ἐδι^δά^χθημεν, ἀλλὰ^ πιστεύειν ἐπαιδεύθημεν· | οὐ ζητεῖν ἐδιδάχθημεν, ἀλλὰ πιστεύειν ἐπαιδεύθημεν· |
πιστεύοντες φωτιζόμεθα^, οὐ πολυπραγμονοῦντες βα^πτι^ζόμεθα^. | πιστεύοντες φωτιζόμεθα, οὐ πολυπραγμονοῦντες βαπτιζόμεθα. |
μὴ ἀ^πα^τά_τω σε τῶν αἱρετι^κῶν τὰ^ συ^στήμα^τα^· | μὴ ἀπατάτω σε τῶν αἱρετικῶν τὰ συστήματα· |
βάπτισμα^ γὰ^ρ ἔχουσι^ν, οὐ φώτισμα^· | βάπτισμα γὰρ ἔχουσιν, οὐ φώτισμα· |
καὶ βαπτίζονται μὲν σώμα^τι^, ψυ^χῇ δὲ οὐ φωτίζονται. | καὶ βαπτίζονται μὲν σώματι, ψυχῇ δὲ οὐ φωτίζονται. |
ὥσπερ γὰ^ρ καὶ σί^μων ἐβαπτίσθη, ἀλλ' οὐκ ἐφωτίσθη, οὕτω καὶ αὐτοὶ ἀ^κολούθως εὑρίσκονται. | ὥσπερ γὰρ καὶ σίμων ἐβαπτίσθη, ἀλλ' οὐκ ἐφωτίσθη, οὕτω καὶ αὐτοὶ ἀκολούθως εὑρίσκονται. |
ἀγαλλιά_σθω τοίνυ^ν τὰ^ πνεύμα^τα^ τῶν ἀ^ποστόλων τὰ^ τῇ πνευματικῇ σα^γήνῃ τὸν πολὺ^ν τοῦτον λα_ὸν σαγηνεύσαντα^ δι^ὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος. | ἀγαλλιάσθω τοίνυν τὰ πνεύματα τῶν ἀποστόλων τὰ τῇ πνευματικῇ σαγήνῃ τὸν πολὺν τοῦτον λαὸν σαγηνεύσαντα διὰ τοῦ ἁγίου πνεύματος. |
νῦν πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν ἐν ταῖς ἐσχά^ταις ἡμέραις, λέγει ὁ θεός, οὐκέτι^ μὴ εἴπωσι^ν, ἰ^δοὺ ἡ κι_βωτὸς διαθήκης ἁ^γί^ου ἰσραήλ· | νῦν πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, οὐκέτι μὴ εἴπωσιν, ἰδοὺ ἡ κιβωτὸς διαθήκης ἁγίου ἰσραήλ· |
ἀντὶ^ τοῦ ἡ παλαιὰ λα^τρεία_· | ἀντὶ τοῦ ἡ παλαιὰ λατρεία· |
οὐ δὲ μὴ ἀ^να^βήσεται εἰς τὴν καρδί^α_ν αὐτῶν ἡ διαθήκη τῆς κιβωτοῦ. | οὐ δὲ μὴ ἀναβήσεται εἰς τὴν καρδίαν αὐτῶν ἡ διαθήκη τῆς κιβωτοῦ. |
δι^ὰ^ τί^; | διὰ τί; |
ὅτι^ ἰ^δοῦ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. | ὅτι ἰδοῦ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. |
περι^έγραψε τὴν κι_βωτὸν τὴν πα^λαιὰ_ν καὶ εἰσήγαγε τὴν κι_βωτὸν τῆς ἐκκλησί^α_ς τὴν μὴ ἀ^πολλυμένην. | περιέγραψε τὴν κιβωτὸν τὴν παλαιὰν καὶ εἰσήγαγε τὴν κιβωτὸν τῆς ἐκκλησίας τὴν μὴ ἀπολλυμένην. |
ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. | ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. |
ὢ ξένης ἁλιεία_ς. | ὢ ξένης ἁλιείας. |
ὁ χθὲς ἁλιευθεὶς σήμερον ἁλιεύει· | ὁ χθὲς ἁλιευθεὶς σήμερον ἁλιεύει· |
ἐπληρώθη γὰ^ρ ἡ γῆ τῆς δόξης τοῦ χριστοῦ, καὶ πεπλήρωται τῆς πίστεως τῆς οἰκουμένης τὰ^ πέρα^τα^. | ἐπληρώθη γὰρ ἡ γῆ τῆς δόξης τοῦ χριστοῦ, καὶ πεπλήρωται τῆς πίστεως τῆς οἰκουμένης τὰ πέρατα. |
μὴ οὖν ὕβριζε τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν οἰκονομίαν. | μὴ οὖν ὕβριζε τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. |
πα^ρὰ^ ἰουδαίοις ἐξῆλθεν ὁ λόγος, ὅτι^ ἐπρά_θη ἡ ἀνάστα^σι^ς, καὶ ἐξῆλθεν ὁ λόγος, ὅτι^ οἱ μα^θηταὶ αὐτοῦ ἔκλεψα^ν αὐτόν. | παρὰ ἰουδαίοις ἐξῆλθεν ὁ λόγος, ὅτι ἐπράθη ἡ ἀνάστασις, καὶ ἐξῆλθεν ὁ λόγος, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτόν. |
ἐκεῖνοι μὲν οὖν ἀπεφήναντο θά^να^τον κα^τὰ^ τοῦ σώμα^τος, οἱ δὲ τὴν θεολογίαν, ὅσον ἐπ' αὐτοῖς, ἐνηχοῦσι^ν. | ἐκεῖνοι μὲν οὖν ἀπεφήναντο θάνατον κατὰ τοῦ σώματος, οἱ δὲ τὴν θεολογίαν, ὅσον ἐπ' αὐτοῖς, ἐνηχοῦσιν. |
ἀλλὰ^ πα^ρ' ἐκείνοις μὲν ἡ πλά^νη πολι_τεύεται σήμερον, πα^ρὰ^ δὲ τῇ ἐκκλησί^ᾳ ζωὴ αἰώνιος κηρύττεται. | ἀλλὰ παρ' ἐκείνοις μὲν ἡ πλάνη πολιτεύεται σήμερον, παρὰ δὲ τῇ ἐκκλησίᾳ ζωὴ αἰώνιος κηρύττεται. |
καὶ, εἰ βούλει, ἔχεις καὶ εἰκόνα^ πα^λαιά_ν· | καὶ, εἰ βούλει, ἔχεις καὶ εἰκόνα παλαιάν· |
ὥσπερ γὰ^ρ ὅτε ἐπεβούλευσα^ν τῷ ἰωσὴφ οἱ ἀ^δελφοί, ἰακὼβ καὶ ὁ οἶκος αὐτοῦ ἐπένθει αὐτὸν σφόδρα^, ἀλλ ' ἡ αἴγυπτος εἶχεν αὐτὸν ζῶντα^ καὶ βα^σι^λεύοντα^· | ὥσπερ γὰρ ὅτε ἐπεβούλευσαν τῷ ἰωσὴφ οἱ ἀδελφοί, ἰακὼβ καὶ ὁ οἶκος αὐτοῦ ἐπένθει αὐτὸν σφόδρα, ἀλλ ' ἡ αἴγυπτος εἶχεν αὐτὸν ζῶντα καὶ βασιλεύοντα· |
οὗτος πα^ρὰ^ τῷ ἰακὼβ νεκρὸς ἐπενθεῖτο, ἐν δὲ τῇ αἰγύπτῳ ζῶν ἐβα^σί^λευεν· | οὗτος παρὰ τῷ ἰακὼβ νεκρὸς ἐπενθεῖτο, ἐν δὲ τῇ αἰγύπτῳ ζῶν ἐβασίλευεν· |
οὕτω καὶ νῦν πα^ρὰ^ μὲν τῇ συ^ναγωγῇ καὶ τῇ τῶν αἱρετι^κῶν μα^νίᾳ νεκρὸς νομίζεται· | οὕτω καὶ νῦν παρὰ μὲν τῇ συναγωγῇ καὶ τῇ τῶν αἱρετικῶν μανίᾳ νεκρὸς νομίζεται· |
νεκροῦσι^ γὰ^ρ τὴν θεολογίαν οἱ πίστι^ν ἀ^ναιροῦντες καὶ ζήτησι^ν εἰσάγοντες· | νεκροῦσι γὰρ τὴν θεολογίαν οἱ πίστιν ἀναιροῦντες καὶ ζήτησιν εἰσάγοντες· |
παρ' ἡμῖν δὲ βα^σι^λεύει ζῶν καὶ ἀ^ξί^ως προσκυ^νούμενος. | παρ' ἡμῖν δὲ βασιλεύει ζῶν καὶ ἀξίως προσκυνούμενος. |
ἀλλ' ὄντως ἰσχυ_ρὸς ὁ τοῦ θεοῦ λόγος, ἀήττητος ἡ τῶν ἀ^ποστόλων δι^δα^σκα^λί^ᾳ· | ἀλλ' ὄντως ἰσχυρὸς ὁ τοῦ θεοῦ λόγος, ἀήττητος ἡ τῶν ἀποστόλων διδασκαλίᾳ· |
ὥστε οὐκ εἰκῇ κάμνει παύλου ἡ φωνὴ συνηγορήσαντος τῇ ἀ^ληθείᾳ. | ὥστε οὐκ εἰκῇ κάμνει παύλου ἡ φωνὴ συνηγορήσαντος τῇ ἀληθείᾳ. |
ἀλλ' οὖν εἰπέ, ὦ μακάριε παῦλε, ὑ^πὲρ τῆς ἀ^ληθεία_ς κι_νούμενος, ἀγανάκτησον ὑ^πὲρ τῆς πίστεως, ἀγανακτῶν εἰπὲ τοῖς αἱρετι^κοῖς· | ἀλλ' οὖν εἰπέ, ὦ μακάριε παῦλε, ὑπὲρ τῆς ἀληθείας κινούμενος, ἀγανάκτησον ὑπὲρ τῆς πίστεως, ἀγανακτῶν εἰπὲ τοῖς αἱρετικοῖς· |
πόθεν ἐδι^δά^χθητε τὰ^ ἀριστοτελικά^; | πόθεν ἐδιδάχθητε τὰ ἀριστοτελικά; |
τί^ς τὸν πλάτωνα^ προετίμησε τῶν εὐαγγελίων; | τίς τὸν πλάτωνα προετίμησε τῶν εὐαγγελίων; |
τί^ς ἐξέβα^λε τὸ κήρυγμα^ τῆς πίστεως καἰ εἰσήγαγε τὴν ἄπι^στον ζήτησι^ν; | τίς ἐξέβαλε τὸ κήρυγμα τῆς πίστεως καἰ εἰσήγαγε τὴν ἄπιστον ζήτησιν; |
ποῦ ἔγνως τὸ ἀγέννητος καὶ τὸ γεννητός; | ποῦ ἔγνως τὸ ἀγέννητος καὶ τὸ γεννητός; |
κατέλιπες πα^τέρα^, διέπτυσα^ς τοῦ υἱοῦ τὴν προσηγορίαν, ἀ^ναξίαν ἐνόμι^σα^ς τὴν τοῦ πνεύμα^τος ἀ^ξί^α_ν, εἰς ἀ^νθρώπι^να^ ῥήμα^τα^ τρέπῃ. | κατέλιπες πατέρα, διέπτυσας τοῦ υἱοῦ τὴν προσηγορίαν, ἀναξίαν ἐνόμισας τὴν τοῦ πνεύματος ἀξίαν, εἰς ἀνθρώπινα ῥήματα τρέπῃ. |
ἀ^πώλετο πί^στι_ς ἐκ τοῦ στόμα^τος αὐτῶν. | ἀπώλετο πίστις ἐκ τοῦ στόματος αὐτῶν. |
τί^ εἶπε πέτρος καὶ ἐμακαρίσθη; | τί εἶπε πέτρος καὶ ἐμακαρίσθη; |
σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. |
οὐκ εἶπε, σὺ^ εἶ τὸ γέννημα^ τοῦ ἀγεννήτου, ἀλλὰ^ σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. | οὐκ εἶπε, σὺ εἶ τὸ γέννημα τοῦ ἀγεννήτου, ἀλλὰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. |
ὅτε ἀπεκάλυπτεν αὐτῷ ὁ πα^τὴρ τὴν σοφί^α_ν, οὐκ ᾔδει κα^τα^λα^βεῖν; | ὅτε ἀπεκάλυπτεν αὐτῷ ὁ πατὴρ τὴν σοφίαν, οὐκ ᾔδει καταλαβεῖν; |
μὴ γὰ^ρ οὐκ ἠδύνατο εἰπεῖν ὁ χριστὸς τοῖς ἀ^ποστόλοις, ὅτε ἐκέλευσεν αὐτοῖς βαπτίζειν, πορευθέντες βα^πτί^σα^τε τὰ^ ἔθνη εἰς τὸ ὄνομα^ τοῦ ἀγεννήτου καὶ γεννητοῦ; | μὴ γὰρ οὐκ ἠδύνατο εἰπεῖν ὁ χριστὸς τοῖς ἀποστόλοις, ὅτε ἐκέλευσεν αὐτοῖς βαπτίζειν, πορευθέντες βαπτίσατε τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ ἀγεννήτου καὶ γεννητοῦ; |
ἀλλὰ^ ὄνομα^ εὗρε σοφώτερον τῶν μυ^στι^κῶν πα^ρα^δόσεων. | ἀλλὰ ὄνομα εὗρε σοφώτερον τῶν μυστικῶν παραδόσεων. |
περιγρά^φεις τὰ^ θεῖα^, ἀ^ναιρεῖς τὴν πίστι^ν, καὶ εἰσά^γεις ζήτησι^ν· | περιγράφεις τὰ θεῖα, ἀναιρεῖς τὴν πίστιν, καὶ εἰσάγεις ζήτησιν· |
ἀλλὰ^ φοβήθητι^, ἐχθρέ· | ἀλλὰ φοβήθητι, ἐχθρέ· |
πέτρος κα^τέχει τὰ_ς κλεῖς· | πέτρος κατέχει τὰς κλεῖς· |
ἐπειδὴ γὰ^ρ εἶπε, σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, κλεῖς ἔλα^βεν. | ἐπειδὴ γὰρ εἶπε, σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, κλεῖς ἔλαβεν. |
οὓς δ ' ἂ_ν βλέπῃ πέτρος υἱὸν λέγοντα^ς, τούτοις ἀ^νοίγει τὴν θύραν τῆς βα^σι^λεία_ς· | οὓς δ ' ἂν βλέπῃ πέτρος υἱὸν λέγοντας, τούτοις ἀνοίγει τὴν θύραν τῆς βασιλείας· |
ὅσους δὲ ἂ_ν εὕρῃ κτίσμα^ λέγοντα^ς καὶ βλασφημοῦντα^ς, τούτοις ἀποκλείει τὴν θύραν τῆς ἐκκλησί^α_ς. | ὅσους δὲ ἂν εὕρῃ κτίσμα λέγοντας καὶ βλασφημοῦντας, τούτοις ἀποκλείει τὴν θύραν τῆς ἐκκλησίας. |
οὐ πρότερον γὰ^ρ ἔλα^βε τὰ_ς κλεῖς, ἕως εἶπε, σὺ^ εἶ ὁ υἱὸς τοῦ θεοῦ· | οὐ πρότερον γὰρ ἔλαβε τὰς κλεῖς, ἕως εἶπε, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· |
τότε κ ἀκεῖνος ἀ^κούει παρ ' αὐτοῦ· | τότε κ ἀκεῖνος ἀκούει παρ ' αὐτοῦ· |
μα^κά^ριος εἶ, σίμων βὰρ ἰωνᾶ· | μακάριος εἶ, σίμων βὰρ ἰωνᾶ· |
σοὶ δώσω τὰ_ς κλεῖς τῆς βα^σι^λεία_ς τῶν οὐρα^νῶν. | σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. |
μετὰ^ τὴν ὁμολογίαν ἡ ἐξουσί^α_, μετὰ^ τὴν πίστι^ν ἡ παράδοσι^ς τῆς ἐκκλησί^α_ς καὶ τῆς βα^σι^λεία_ς. | μετὰ τὴν ὁμολογίαν ἡ ἐξουσία, μετὰ τὴν πίστιν ἡ παράδοσις τῆς ἐκκλησίας καὶ τῆς βασιλείας. |
ἀλλ ' οἱ μὲν κα^τὰ^ τοῦ υἱοῦ στρα^τεύονται, οἱ δὲ κα^τὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος παρατάττονται· | ἀλλ ' οἱ μὲν κατὰ τοῦ υἱοῦ στρατεύονται, οἱ δὲ κατὰ τοῦ ἁγίου πνεύματος παρατάττονται· |
οὐδὲν δὲ ὄφελος τὸν χριστὸν μὲν ὁμολογούντων καὶ πνεῦμα^ ἅ^γι^ον ἀθετούντων· | οὐδὲν δὲ ὄφελος τὸν χριστὸν μὲν ὁμολογούντων καὶ πνεῦμα ἅγιον ἀθετούντων· |
ὥσπερ οὐδὲν ὄφελος τῶν τὸν πα^τέρα^ ὁμολογούντων καὶ υἱὸν ἀθετούντων. | ὥσπερ οὐδὲν ὄφελος τῶν τὸν πατέρα ὁμολογούντων καὶ υἱὸν ἀθετούντων. |
ὁμολογοῦσι^ γὰ^ρ καὶ ἰουδαῖοι τὸν πα^τέρα^, τὸν υἱὸν ἀρνούμενοι, καὶ οὐκ ἔχουσι^ ζωὴν αἰώνι^ον. | ὁμολογοῦσι γὰρ καὶ ἰουδαῖοι τὸν πατέρα, τὸν υἱὸν ἀρνούμενοι, καὶ οὐκ ἔχουσι ζωὴν αἰώνιον. |
ὁ πα^ρορῶν τοῦ υἱοῦ τὴν δόξα^ν, οὐ δεκτέος πα^ρὰ^ τῷ πατρί^. | ὁ παρορῶν τοῦ υἱοῦ τὴν δόξαν, οὐ δεκτέος παρὰ τῷ πατρί. |
πρόσεχε ἀ^κρι_βῶς· | πρόσεχε ἀκριβῶς· |
καὶ γὰ^ρ οἱ φί^λοι τοῦ ἰὼβ τῷ θεῷ μὲν συ^νῆλθον, τὸν δὲ ἰὼβ κα^τέκρι_να^ν· | καὶ γὰρ οἱ φίλοι τοῦ ἰὼβ τῷ θεῷ μὲν συνῆλθον, τὸν δὲ ἰὼβ κατέκριναν· |
ὁ δὲ θεὸς οὐ δὲ τοὺς συνηγορήσαντα^ς αὐτῷ ἀπεδέξα^το, ἀλλὰ^ λέγει· | ὁ δὲ θεὸς οὐ δὲ τοὺς συνηγορήσαντας αὐτῷ ἀπεδέξατο, ἀλλὰ λέγει· |
δι^ὰ^ τί^ κατελαλήσατε κα^τὰ^ τοῦ θεράποντός μου ἰώβ; | διὰ τί κατελαλήσατε κατὰ τοῦ θεράποντός μου ἰώβ; |
εἰ κα^τὰ^ τοῦ ἰὼβ εἰρηκότας τοὺς φί^λους καὶ αὐτὸν δοξάσαντα^ς οὐκ ἐδέξα^το, τοὺς τὸν υἱὸν ἀθετοῦντα^ς καὶ αὐτὸν ὁμολογοῦντα^ς, δέξηταί ποτε; | εἰ κατὰ τοῦ ἰὼβ εἰρηκότας τοὺς φίλους καὶ αὐτὸν δοξάσαντας οὐκ ἐδέξατο, τοὺς τὸν υἱὸν ἀθετοῦντας καὶ αὐτὸν ὁμολογοῦντας, δέξηταί ποτε; |
οὐδα^μῶς. | οὐδαμῶς. |
ὁ γὰ^ρ, φησί^, μι_σῶν ἐμέ, καὶ τὸν πα^τέρα^ μου μι_σεῖ. | ὁ γὰρ, φησί, μισῶν ἐμέ, καὶ τὸν πατέρα μου μισεῖ. |
ὁμοίως ὥσπερ οὐ δέχεται πα^τὴρ τὴν εἰς αὐτὸν τι_μὴν τοῦ υἱοῦ ἀθετουμένου, οὕτως οὐ δὲ πα^τὴρ καὶ υἱὸς ἀθετουμένου τοῦ ἁ^γί^ου πνεύμα^τος. | ὁμοίως ὥσπερ οὐ δέχεται πατὴρ τὴν εἰς αὐτὸν τιμὴν τοῦ υἱοῦ ἀθετουμένου, οὕτως οὐ δὲ πατὴρ καὶ υἱὸς ἀθετουμένου τοῦ ἁγίου πνεύματος. |
παῦλος γοῦν εὗρε πρὸς τὰ^ αἱρετικὰ^ ζι^ζά^νι^α^ ἀρχὴν μὲν λα^βόντα^, οὐδέποτε δὲ παῤῥησίαν δεξά^μενα^. | παῦλος γοῦν εὗρε πρὸς τὰ αἱρετικὰ ζιζάνια ἀρχὴν μὲν λαβόντα, οὐδέποτε δὲ παῤῥησίαν δεξάμενα. |
ἐν ἐφέσῳ γὰ^ρ τῆς ἀσίας εὑρίσκει τι^νὰ^ς βαπτισθέντας καὶ εἰ πνεῦμα^ ἅ^γι^ον ἐλά^βετε πιστεύσαντες; | ἐν ἐφέσῳ γὰρ τῆς ἀσίας εὑρίσκει τινὰς βαπτισθέντας καὶ εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; |
οἱ δὲ ἔφησα^ν οὐ δὲ εἰ ἔστι^ πνεῦμα^ ἅ^γι^ον ἠκούσα^μεν. | οἱ δὲ ἔφησαν οὐ δὲ εἰ ἔστι πνεῦμα ἅγιον ἠκούσαμεν. |
εἶτα^ ἡ γενναία_ φωνή· | εἶτα ἡ γενναία φωνή· |
εἰς τί^ οὖν ἐβαπτίσθητε; | εἰς τί οὖν ἐβαπτίσθητε; |
παιδευσά^τω πέτρος τὴν ἐκκλησί^α_ν καὶ παῦλος μὴ αἱρετικὰ^ πλέκειν συζητήματα^. | παιδευσάτω πέτρος τὴν ἐκκλησίαν καὶ παῦλος μὴ αἱρετικὰ πλέκειν συζητήματα. |
πόθεν ἡ δυ^σώνυ^μος εὐνομίου προσηγορί^α_; | πόθεν ἡ δυσώνυμος εὐνομίου προσηγορία; |
πόθεν τὰ^ αἱρετικὰ^ σπέρμα^τα^; | πόθεν τὰ αἱρετικὰ σπέρματα; |
ὄντως ἀ^πώλετο ἡ ἀ^λήθεια^ πα^ρὰ^ τοῖς ἀσεβέσι^ καὶ ἐκρά^τησεν ἀριστοτελικὴ δι^δα^σκα^λί^α_. | ὄντως ἀπώλετο ἡ ἀλήθεια παρὰ τοῖς ἀσεβέσι καὶ ἐκράτησεν ἀριστοτελικὴ διδασκαλία. |
τοὺς ὅρους τῆς ἀ^νθρωπί^νης φύ^σεως λα^μβά^νεις ἐπὶ^ τῆς θεία_ς καὶ ἀγεννήτου καὶ γεννητὸν λέγεις; | τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως λαμβάνεις ἐπὶ τῆς θείας καὶ ἀγεννήτου καὶ γεννητὸν λέγεις; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.