macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
διὰ τοῦτο καὶ, ὡς ἐμὲ, νομοθέτην.
διὰ τοῦτο καὶ, ὡς ἐμὲ, νομοθέτην.
ἐπειδὴ γὰ^ρ εἷς μὲν νομοθέτης ἀρχαῖος μωϋσῆς, δεύτερος δὲ νομοθέτης ὁ σωτὴρ, οὐχ ἑνὸς λα_οῦ, ἀλλὰ^ τῆς οἰκουμένης·
ἐπειδὴ γὰρ εἷς μὲν νομοθέτης ἀρχαῖος μωϋσῆς, δεύτερος δὲ νομοθέτης ὁ σωτὴρ, οὐχ ἑνὸς λαοῦ, ἀλλὰ τῆς οἰκουμένης·
διὰ τοῦτο ὡς ἐμὲ, κα^τὰ^ τὸν τύ^πον καὶ τὴν νομοθεσίαν.
διὰ τοῦτο ὡς ἐμὲ, κατὰ τὸν τύπον καὶ τὴν νομοθεσίαν.
τίς τούτῳ γὰ^ρ μα^ρτυ^ρήσει τῷ λόγῳ;
τίς τούτῳ γὰρ μαρτυρήσει τῷ λόγῳ;
δαυῒδ ὁ γι_νόμενος μετ' ὀλί^γα_ς γενεὰ_ς τοῦ μωϋσέως ἐπεβόα·
δαυῒδ ὁ γινόμενος μετ' ὀλίγας γενεὰς τοῦ μωϋσέως ἐπεβόα·
ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος·
ἀνάστηθι, κύριε, μὴ κραταιούσθω ἄνθρωπος·
κριθήτωσα^ν ἔθνη ἐνώπι^όν σου.
κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς.
κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς.
εἰ οὖν πρὸ μωϋσέως ἦν ὁ δαυῒδ, εἰκότως ἂ^ν ὑ^πὲρ μωϋσέως ἱκέτευεν·
εἰ οὖν πρὸ μωϋσέως ἦν ὁ δαυῒδ, εἰκότως ἂν ὑπὲρ μωϋσέως ἱκέτευεν·
εἰ δὲ μωϋσῆς μὲν προδιέλαμψε, μεταγενέστερος δὲ δαυῒδ μωϋσέως, τί ἐβούλετο ὁ προφήτης δαυῒδ ἄλλον κα^λέσαι νομοθέτην, ἑτέρου ὄντος, καὶ λέγειν, κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς;
εἰ δὲ μωϋσῆς μὲν προδιέλαμψε, μεταγενέστερος δὲ δαυῒδ μωϋσέως, τί ἐβούλετο ὁ προφήτης δαυῒδ ἄλλον καλέσαι νομοθέτην, ἑτέρου ὄντος, καὶ λέγειν, κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς;
τίσιν ἄ^ρα^ ἀλλ' ἢ τοῖς ἔθνεσι^ν;
τίσιν ἄρα ἀλλ' ἢ τοῖς ἔθνεσιν;
ἀνάστηθι γὰ^ρ, φησὶ^, κύριε, μὴ κραταιούσθω ἄνθρωπος·
ἀνάστηθι γὰρ, φησὶ, κύριε, μὴ κραταιούσθω ἄνθρωπος·
κριθήτωσα^ν ἔθνη ἐνώπι^όν σου.
κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
τοῖς γὰ^ρ ἔθνεσι^ δέδοται ὁ νομοθέτης.
τοῖς γὰρ ἔθνεσι δέδοται ὁ νομοθέτης.
γνώτωσαν ἔθνη ὅτι^ ἄνθρωποί εἰσι^·
γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι·
πρὸ γὰ^ρ τοῦ νομοθέτου ὡς ἄλογα^ ὑ^πήχθησα^ν.
πρὸ γὰρ τοῦ νομοθέτου ὡς ἄλογα ὑπήχθησαν.
ἐὰν δὲ ἔλθῃ ὁ θεὸς λόγος, εἰς τὴν λογι^κὴν αὐτοὺς ἀποκαθιστᾷ φύ^σι^ν.
ἐὰν δὲ ἔλθῃ ὁ θεὸς λόγος, εἰς τὴν λογικὴν αὐτοὺς ἀποκαθιστᾷ φύσιν.
ὁ μὲν οὖν μωϋσῆς, ὡς ἔφθην εἰπὼν, ἔλεγε, προφήτην ὑ_μῖν ἀ^να^στήσει κύριος ὁ θεὸς, ὡς ἐμέ·
ὁ μὲν οὖν μωϋσῆς, ὡς ἔφθην εἰπὼν, ἔλεγε, προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς, ὡς ἐμέ·
ὁ δαυῒδ, κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς·
ὁ δαυῒδ, κατάστησον, κύριε, νομοθέτην ἐπ' αὐτούς·
ὁ δὲ παῦλος, ἐλθὼν μετὰ^ τὸν σωτῆρα, καὶ κήρυξ ὢν τοῦ σωτῆρος, τοὺς πρώτους ἰ^δὼν, ὅτι^ ἦν ἐκδέξασθαι χριστὸν, μετὰ^ δὲ χριστὸν, οὐδένα^ ἄλλον, διὰ τοῦτό φησι^ν·
ὁ δὲ παῦλος, ἐλθὼν μετὰ τὸν σωτῆρα, καὶ κήρυξ ὢν τοῦ σωτῆρος, τοὺς πρώτους ἰδὼν, ὅτι ἦν ἐκδέξασθαι χριστὸν, μετὰ δὲ χριστὸν, οὐδένα ἄλλον, διὰ τοῦτό φησιν·
εἴ τι^ς ὑ_μᾶς εὐαγγελίζεται παρ' ὃ πα^ρελά^βετε, ἀνάθεμα^ ἔστω.
εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
ἀποκλείει πᾶσα^ν γνῶσι^ν, καὶ λα^μβά^νει τὰ_ς κλεῖς τῆς βα^σι^λεία_ς.
ἀποκλείει πᾶσαν γνῶσιν, καὶ λαμβάνει τὰς κλεῖς τῆς βασιλείας.
ὅτι^ δὲ μετὰ^ τὴν διδαχὴν χριστοῦ οὐκ ἔστι^ν ἄλλην προσδοκῆσαι δι^δασκαλί^α_ν, λέγει·
ὅτι δὲ μετὰ τὴν διδαχὴν χριστοῦ οὐκ ἔστιν ἄλλην προσδοκῆσαι διδασκαλίαν, λέγει·
παρ' ὃ πα^ρελά^βετε εἴ τι^ς εὐαγγελίζεται ὑ_μῖν, ἀνάθεμα^ ἔστω.
παρ' ὃ παρελάβετε εἴ τις εὐαγγελίζεται ὑμῖν, ἀνάθεμα ἔστω.
καὶ ἵ^να_ μή μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι^·
καὶ ἵνα μή μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι·
κ ἂ^ν ἡμεῖς.
κ ἂν ἡμεῖς.
τί δήποτε δέ ἐστι^, κ ἂ^ν ἡμεῖς;
τί δήποτε δέ ἐστι, κ ἂν ἡμεῖς;
ὁ ἀπόστολος εἶχεν ἄλλως δι^δά^ξαι;
ὁ ἀπόστολος εἶχεν ἄλλως διδάξαι;
ἢ δῆλον ὅτι^ ὑπερβολῇ κέχρηται ὁ θεῖος παῦλος·
ἢ δῆλον ὅτι ὑπερβολῇ κέχρηται ὁ θεῖος παῦλος·
ὅτι^ κ ἂ_ν ἐμοῦ ἀ^κούσητε κηρύττοντος ἕτερα^, νοήσα^τε ὅτι^ μὲν οὐκ ἐκ θεοῦ φθέγγομαι;
ὅτι κ ἂν ἐμοῦ ἀκούσητε κηρύττοντος ἕτερα, νοήσατε ὅτι μὲν οὐκ ἐκ θεοῦ φθέγγομαι;
διὰ τοῦτο λέγει, κ ἂ^ν ἡμεῖς.
διὰ τοῦτο λέγει, κ ἂν ἡμεῖς.
ἀνθρωπίνη μὲν γὰ^ρ ἀνα^τρέπεται γλῶττα^, θεοῦ δὲ γλῶσσα^ οὐ μετα^βά^λλεται.
ἀνθρωπίνη μὲν γὰρ ἀνατρέπεται γλῶττα, θεοῦ δὲ γλῶσσα οὐ μεταβάλλεται.
διὰ τοῦτο, κ ἂ^ν ἡμεῖς, κ ἂ^ν ἄγγελος ἐξ οὐρα^νοῦ.
διὰ τοῦτο, κ ἂν ἡμεῖς, κ ἂν ἄγγελος ἐξ οὐρανοῦ.
ἀσφαλῶς γὰ^ρ εἰς ὑπόνοια^ν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρα^νοῦ ξένην δι^δασκαλί^α_ν ἤμελλεν εἰσά^γειν.
ἀσφαλῶς γὰρ εἰς ὑπόνοιαν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρανοῦ ξένην διδασκαλίαν ἤμελλεν εἰσάγειν.
ἀλλ' οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ^ τοῦ δι^α^βόλου τὴν κακοτεχνίαν κατατέμνει·
ἀλλ' οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ τοῦ διαβόλου τὴν κακοτεχνίαν κατατέμνει·
κ ἂ^ν ἄγγελος ἐξ οὐρα^νοῦ·
κ ἂν ἄγγελος ἐξ οὐρανοῦ·
οὐκ ἐπειδὴ τοιαῦτα^ συ^νῄδει ἀγγέλοις·
οὐκ ἐπειδὴ τοιαῦτα συνῄδει ἀγγέλοις·
ᾔδει γὰ^ρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀ^λήθεια^·
ᾔδει γὰρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀλήθεια·
ἀλλ' ἐπειδὴ πολλά^κι^ς ὁ σατανᾶς ἑαυτὸν μετα^μορφοῖ, καὶ δαίμονες πολλά^κι^ς ἐν σχήμα^σι^ν ἀγγέλων ἑαυτοὺς μετα^μορφώσαντες, πρὸς τὴν ἑαυτῶν ἔννοια^ν τὴν δι^δασκαλί^α_ν εἰσάγουσι^, κα^τὰ^ τὸ εἰρημένον·
ἀλλ' ἐπειδὴ πολλάκις ὁ σατανᾶς ἑαυτὸν μεταμορφοῖ, καὶ δαίμονες πολλάκις ἐν σχήμασιν ἀγγέλων ἑαυτοὺς μεταμορφώσαντες, πρὸς τὴν ἑαυτῶν ἔννοιαν τὴν διδασκαλίαν εἰσάγουσι, κατὰ τὸ εἰρημένον·
αὐτὸς δὲ ὁ σατανᾶς μετα^σχηματίζεται εἰς ἄγγελον φωτός·
αὐτὸς δὲ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός·
διὸ ἀποκλείει τῷ σχήμα^τι^ τῶν σχηματιζομένων τοὺς ἀ^ληθεῖς ἀγγέλους, καὶ φέρει γυμνὴν τὴν ψῆφον κα^τὰ^ ἀγγέλων, οὐκ ἐκείνους ὑβρίζων, ἀλλὰ^ τοῖς δαίμοσι^ν ἀποκλείων τὴν ὁδόν.
διὸ ἀποκλείει τῷ σχήματι τῶν σχηματιζομένων τοὺς ἀληθεῖς ἀγγέλους, καὶ φέρει γυμνὴν τὴν ψῆφον κατὰ ἀγγέλων, οὐκ ἐκείνους ὑβρίζων, ἀλλὰ τοῖς δαίμοσιν ἀποκλείων τὴν ὁδόν.
καὶ οὐκ ἠγανά^κτουν ἄγγελοι παύλου λέγοντος, Kἂν ἄγγελος ὁ ἐξ οὐρα^νοῦ εὐαγγελίζεται παρ' ὃ πα^ρελά^βετε, ἀνάθεμα^ ἔστω·
καὶ οὐκ ἠγανάκτουν ἄγγελοι παύλου λέγοντος, Kἂν ἄγγελος ὁ ἐξ οὐρανοῦ εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω·
ἀλλ' ἔχαιρον ἐπὶ^ τῇ παῤῥησίᾳ τοῦ κηρύσσοντος, καὶ ἀσφαλιζομένου καὶ τειχίζοντος τὸ θεῖον κήρυγμα^.
ἀλλ' ἔχαιρον ἐπὶ τῇ παῤῥησίᾳ τοῦ κηρύσσοντος, καὶ ἀσφαλιζομένου καὶ τειχίζοντος τὸ θεῖον κήρυγμα.
διὰ τοῦτο καὶ αὐτοὶ oἱ ἄγγελοι μα^θόντες, ὅτι οὐ δεῖ οὐδενὶ^ πιστεύειν, ἢ τῷ λόγῳ τῶν ἀ^ποστόλων, ἀσφαλίζονται καὶ οὐ κηρύσσουσι^ν.
διὰ τοῦτο καὶ αὐτοὶ oἱ ἄγγελοι μαθόντες, ὅτι οὐ δεῖ οὐδενὶ πιστεύειν, ἢ τῷ λόγῳ τῶν ἀποστόλων, ἀσφαλίζονται καὶ οὐ κηρύσσουσιν.
ἀποστέλλονται μὲν πρὸς ἀνθρώπους, καὶ οὐ μὴν κηρύσσουσι^ν ἀ^μέλει.
ἀποστέλλονται μὲν πρὸς ἀνθρώπους, καὶ οὐ μὴν κηρύσσουσιν ἀμέλει.
ἀπεστάλη ἄγγελός ποτε πρὸς κορνήλιον, καὶ ἐπι^φαίνεται μὲν αὐτῷ, καὶ τὴν ἑαυτοῦ λειτουργίαν μηνύ^ει, κορνήλιε, λέγων, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύ^ναι σου ἀ^νέβησα^ν εἰς μνημόσυ^νον ἐνώπι^ον τοῦ θεοῦ.
ἀπεστάλη ἄγγελός ποτε πρὸς κορνήλιον, καὶ ἐπιφαίνεται μὲν αὐτῷ, καὶ τὴν ἑαυτοῦ λειτουργίαν μηνύει, κορνήλιε, λέγων, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ.
τὸ μηνύ^ειν ἐμὸν, τὸ δὲ κηρύττειν τῶν ἀ^ποστόλων.
τὸ μηνύειν ἐμὸν, τὸ δὲ κηρύττειν τῶν ἀποστόλων.
ἀγγέλου γά^ρ ἐστι^ν εἰδέναι εἰ δεκτός ἐστι^ τῆς λειτουργί^α_ς καὶ προσευχῆς ὁ τρόπος·
ἀγγέλου γάρ ἐστιν εἰδέναι εἰ δεκτός ἐστι τῆς λειτουργίας καὶ προσευχῆς ὁ τρόπος·
τὸ δὲ κήρυγμα^ οὐχ ἑαυτῷ ἐπιτρέπει ἄγγελος, ἀλλὰ^ τοῖς ἀ^ποστόλοις.
τὸ δὲ κήρυγμα οὐχ ἑαυτῷ ἐπιτρέπει ἄγγελος, ἀλλὰ τοῖς ἀποστόλοις.
διὸ ἐπά^γει, ἀπόστειλον οὖν εἰς ἰόππην, καὶ μετά^πεμψαι σίμωνα, ὃς ἐπι^καλεῖται πέτρος, ὅστι^ς ἐλθὼν λα^λήσει σοι ῥήμα^τα^, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
διὸ ἐπάγει, ἀπόστειλον οὖν εἰς ἰόππην, καὶ μετάπεμψαι σίμωνα, ὃς ἐπικαλεῖται πέτρος, ὅστις ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
καὶ τί ἐκώλυ_σεν αὐτὸν παρ' αὐτὰ^ κηρῦξαι;
καὶ τί ἐκώλυσεν αὐτὸν παρ' αὐτὰ κηρῦξαι;
ἆρ' οὐκ ἀξιοπιστότερον τὸ κήρυγμα^ τοῦ ἀγγέλου;
ἆρ' οὐκ ἀξιοπιστότερον τὸ κήρυγμα τοῦ ἀγγέλου;
ἆρ' οὐ μᾶλλον ἐβεβαιοῦτο κορνήλιος παρ' ἀγγέλου περὶ^ σταυροῦ ἀ^κούων, καὶ περὶ^ πά^θους, καὶ περὶ^ τῆς οἰκονομί^α_ς;
ἆρ' οὐ μᾶλλον ἐβεβαιοῦτο κορνήλιος παρ' ἀγγέλου περὶ σταυροῦ ἀκούων, καὶ περὶ πάθους, καὶ περὶ τῆς οἰκονομίας;
ἀλλ' ἅ^μα^ μὲν καί τηρεῖ ἑαυτὸν, μὴ βουλόμενος ἀ^νοῖξαι χώρα_ν τοῖς δαίμοσι^ν, ἅ^μα^ δὲ καὶ δείκνυ_σι^ν ἡμῖν ὁ ἄγγελος, ὅτι ἕξω τῆς ἀποστολι^κῆς δι^δα^σκα^λί^α_ς σωθῆναι οὐκ ἔστι^ν.
ἀλλ' ἅμα μὲν καί τηρεῖ ἑαυτὸν, μὴ βουλόμενος ἀνοῖξαι χώραν τοῖς δαίμοσιν, ἅμα δὲ καὶ δείκνυσιν ἡμῖν ὁ ἄγγελος, ὅτι ἕξω τῆς ἀποστολικῆς διδασκαλίας σωθῆναι οὐκ ἔστιν.
εἰ δὲ ἄγγελος ἐξ οὐρα^νοῦ ἕτερόν τι^ εὐαγγελιζόμενος ἀναθεματίζεται, ὁ τὰ^ ἀρείου πνέων, καὶ τὰ^ εὐνομίου καὶ σαβελλίου δι^δά^σκων, οὐκ εἰκότως ἀναθεματισθήσεται, ἐὰν μὴ φθά^σῃ τῇ μετα^νοίᾳ τὴν δι^όρθωσι^ν;
εἰ δὲ ἄγγελος ἐξ οὐρανοῦ ἕτερόν τι εὐαγγελιζόμενος ἀναθεματίζεται, ὁ τὰ ἀρείου πνέων, καὶ τὰ εὐνομίου καὶ σαβελλίου διδάσκων, οὐκ εἰκότως ἀναθεματισθήσεται, ἐὰν μὴ φθάσῃ τῇ μετανοίᾳ τὴν διόρθωσιν;
ταῦτα^, ἀ^δελφοὶ, ἡγεῖσθε μὴ παρ' ἡμῶν εἰρῆσθαι, ἀλλὰ^ πα^ρὰ^ τοῦ ἁγίου μάρτυ^ρος, καὶ πα^ρὰ^ τῶν πρεσβειῶν τοῦ πατρός.
ταῦτα, ἀδελφοὶ, ἡγεῖσθε μὴ παρ' ἡμῶν εἰρῆσθαι, ἀλλὰ παρὰ τοῦ ἁγίου μάρτυρος, καὶ παρὰ τῶν πρεσβειῶν τοῦ πατρός.
καὶ γὰ^ρ εἰς τιμήν τῶν μα^ρτύ^ρων ταῦτα λέγεται·
καὶ γὰρ εἰς τιμήν τῶν μαρτύρων ταῦτα λέγεται·
τι_μὴ γὰ^ρ μάρτυ^ρος ἡ φυ^λα^κὴ τῆς πίστεως.
τιμὴ γὰρ μάρτυρος ἡ φυλακὴ τῆς πίστεως.
εἰ γοῦν θέλεις καὶ σὺ τι_μῆσαι τὸν μάρτυρα^, τί_μησον τὸν ὑ^πὸ τοῦ μάρτυ^ρος μαρτυρηθέντα^.
εἰ γοῦν θέλεις καὶ σὺ τιμῆσαι τὸν μάρτυρα, τίμησον τὸν ὑπὸ τοῦ μάρτυρος μαρτυρηθέντα.
εἰ γὰ^ρ ἐκεῖνος ὑ^πὲρ χριστοῦ τὸ αἷμα^ ἐξέχεε, σὺ ὑ^πὲρ χριστοῦ τὸ αἷμα^ οὐκ ἐκχέεις;
εἰ γὰρ ἐκεῖνος ὑπὲρ χριστοῦ τὸ αἷμα ἐξέχεε, σὺ ὑπὲρ χριστοῦ τὸ αἷμα οὐκ ἐκχέεις;
ταύτην οὖν ἔχοντες τὴν ἀσφάλεια^ν τῆς πίστεως σπουδά^σωμεν διαλάμψαι καὶ ἔργοις ἀ^γα^θοῖς, ἵνα σπείραντες τὰ_ς ἀ^ρετὰ_ς, θερίσωμεν τὰ_ς ἀμοιβά_ς·
ταύτην οὖν ἔχοντες τὴν ἀσφάλειαν τῆς πίστεως σπουδάσωμεν διαλάμψαι καὶ ἔργοις ἀγαθοῖς, ἵνα σπείραντες τὰς ἀρετὰς, θερίσωμεν τὰς ἀμοιβάς·
ἕκαστος γὰ^ρ ἐκ τῶν ἰ^δί^ων ἔργων θεριστὴς ἐστι^ δι^καιοσύ^νης, ὥς φησι^ν ὁ παῦλος·
ἕκαστος γὰρ ἐκ τῶν ἰδίων ἔργων θεριστὴς ἐστι δικαιοσύνης, ὥς φησιν ὁ παῦλος·
ἐν ὅσω καιρὸν ἔχομεν, ἐργα^σώμεθα^ τὸ ἀ^γα^θὸν.
ἐν ὅσω καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν.
καιρῷ γὰ^ρ ἰ^δί^ῳ θερίσομεν μὴ ἐκλυόμενοι.
καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
ποίῳ καιρῷ ἰ^δί^ῳ;
ποίῳ καιρῷ ἰδίῳ;
τῷ τῆς ἀναστάσεως.
τῷ τῆς ἀναστάσεως.
οὐκοῦν ὁ καιρὸς οὗτος οὐκ ἴ^δι^ος ἡμῶν, ἀλλ' ἀ^λλότρι^ος.
οὐκοῦν ὁ καιρὸς οὗτος οὐκ ἴδιος ἡμῶν, ἀλλ' ἀλλότριος.
ἐνταῦθα^ μὲν τὰ^ σπέρμα^τα^, ἐκεῖ δὲ τὰ^ δρά^γμα^τα^·
ἐνταῦθα μὲν τὰ σπέρματα, ἐκεῖ δὲ τὰ δράγματα·
ἐνταῦθα σπείρεις μετὰ θλίψεως, ἐκεῖ θερίζεις μετ' εὐφροσύνης, ὥς φησι^ν ὁ δαυΐδ·
ἐνταῦθα σπείρεις μετὰ θλίψεως, ἐκεῖ θερίζεις μετ' εὐφροσύνης, ὥς φησιν ὁ δαυΐδ·
οἱ σπείροντες ἐν δάκρυσι^ν, ἐν ἀγαλλιάσει θεριοῦσι^.
οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι.
γένοιτο δὲ ἡμᾶς καὶ σπείροι καὶ θερίσαι ἐν ἀγαλλιάσει, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
γένοιτο δὲ ἡμᾶς καὶ σπείροι καὶ θερίσαι ἐν ἀγαλλιάσει, ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
τῆς χριστοῦ βα^σι^λεία_ς τὸ εὐαγγέλιον κηρύττουσι^ προφῆται, ἑρμηνεύουσι^ν δὲ οἱ τῆς νέα_ς χά^ρι^τος ὑπηρέται, δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρασταὶ καὶ ἐπαινέται.
τῆς χριστοῦ βασιλείας τὸ εὐαγγέλιον κηρύττουσι προφῆται, ἑρμηνεύουσιν δὲ οἱ τῆς νέας χάριτος ὑπηρέται, δέχονται δὲ οἱ τοῦ θείου λόγου ἀκροαταὶ καὶ ἐρασταὶ καὶ ἐπαινέται.
οὐκ ἔστι^ν ἐντρυφῆσαι τῷ λόγῳ τῆς ἀ^ληθεία_ς, μὴ διψῶντα^ τὸν λόγον τῆς δι^δα^σκα^λί^α_ς.
οὐκ ἔστιν ἐντρυφῆσαι τῷ λόγῳ τῆς ἀληθείας, μὴ διψῶντα τὸν λόγον τῆς διδασκαλίας.
καὶ ὥσπερ οὐκ ἔστι^ μὴ διψῶντα^ καὶ πεινῶντα^ ἡδέως ἀπολαῦσαι τροφῆς, οὕτως οὐκ ἔστι^ν ἐντρυφῆσαι λόγῳ ἀ^ληθεία_ς, μὴ διψῶντα^ τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν δι^δασκαλί^α_ν.
καὶ ὥσπερ οὐκ ἔστι μὴ διψῶντα καὶ πεινῶντα ἡδέως ἀπολαῦσαι τροφῆς, οὕτως οὐκ ἔστιν ἐντρυφῆσαι λόγῳ ἀληθείας, μὴ διψῶντα τοῦ ἁγίου πνεύματος τὴν διδασκαλίαν.
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δι^καιοσύ^νην, ὅτι^ αὐτοὶ χορτασθήσονται.
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
ἡ ἀ^ληθὴς τῶν ψυ_χῶν τροφή, ἡ ἀ^ληθὴς τῶν εὐσεβῶν τρυ^φή, ὁ ἀ^ληθὴς τῶν εὐσεβῶν πλοῦτος ὁ τοῦ θεοῦ λόγος, ὡς γλυ^κέα^ τῷ λάρυγγί^ μου τὰ^ λόγι^ά^ σου, ὑ^πὲρ μέλι^ καὶ κηρί^ον τῷ στόμα^τί^ μου.
ἡ ἀληθὴς τῶν ψυχῶν τροφή, ἡ ἀληθὴς τῶν εὐσεβῶν τρυφή, ὁ ἀληθὴς τῶν εὐσεβῶν πλοῦτος ὁ τοῦ θεοῦ λόγος, ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
ἐνταῦθα^ τοῦ τρυφῶντος ἀ^φῆκε φωνήν.
ἐνταῦθα τοῦ τρυφῶντος ἀφῆκε φωνήν.
τρυφὴ γὰ^ρ ἦν αὐτῷ ὁ τοῦ θεοῦ λόγος·
τρυφὴ γὰρ ἦν αὐτῷ ὁ τοῦ θεοῦ λόγος·
κατατρύφησον τοῦ κυ_ρί^ου, καὶ δῴη σοι τὰ^ αἰτήμα^τα^ τῆς κα^ρδί^α_ς σου.
κατατρύφησον τοῦ κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
ἀλλαχοῦ δὲ οὐχ ὡς τρυφῶν μόνον, ἀλλὰ^ καὶ ὡς πλουτῶν ἐγκαλλωπίζεται τῷ πλούτῳ τοῦ νόμου, ἀγαθόν μοι ὁ νόμος τοῦ στόμα^τός σου ὑ^πὲρ χι_λι^ά^δα^ς χρυσί^ου καὶ ἀργυρί^ου.
ἀλλαχοῦ δὲ οὐχ ὡς τρυφῶν μόνον, ἀλλὰ καὶ ὡς πλουτῶν ἐγκαλλωπίζεται τῷ πλούτῳ τοῦ νόμου, ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
εἶδες τρυφὴν εὐσεβεία_ς καὶ πλοῦτον ἐν δι^καιοσύ^νῃ;
εἶδες τρυφὴν εὐσεβείας καὶ πλοῦτον ἐν δικαιοσύνῃ;
δεῖ τοίνυ^ν ἡμᾶς διψᾶν τὰ^ θεῖα^ καὶ πεινᾶν τὰ^ οὐρά^νι^α^, καὶ ἔχειν ἄφθονον τὴν ἀπόλαυσι^ν ἐκ τῆς βα^σι^λι^κῆς τοῦ χριστοῦ τραπέζης, ἀντέχεσθαι δὲ τοῦ εὐαγγελί^ου τῆς σωτηρί^α_ς, οὐ νῦν ἀρξα^μένου, ἀλλὰ^ ἐν τοῖς προφήταις θεμελιωθέντος, καὶ ἐν τοῖς ἀ^ποστόλοις οἰκοδομηθέντος.
δεῖ τοίνυν ἡμᾶς διψᾶν τὰ θεῖα καὶ πεινᾶν τὰ οὐράνια, καὶ ἔχειν ἄφθονον τὴν ἀπόλαυσιν ἐκ τῆς βασιλικῆς τοῦ χριστοῦ τραπέζης, ἀντέχεσθαι δὲ τοῦ εὐαγγελίου τῆς σωτηρίας, οὐ νῦν ἀρξαμένου, ἀλλὰ ἐν τοῖς προφήταις θεμελιωθέντος, καὶ ἐν τοῖς ἀποστόλοις οἰκοδομηθέντος.
οὐ γὰ^ρ ἀφ' οὗ ἐφά^νη χριστός, τὸ εὐαγγέλιον ἤρξα^το·
οὐ γὰρ ἀφ' οὗ ἐφάνη χριστός, τὸ εὐαγγέλιον ἤρξατο·
ἀλλ' ἐρριζώθη μὲν ἐν ταῖς βίβλοις τῶν προφητῶν, ἐβλάστησε δὲ ἐν τῷ κηρύγμα^τι^ τῶν ἀ^ποστόλων.
ἀλλ' ἐρριζώθη μὲν ἐν ταῖς βίβλοις τῶν προφητῶν, ἐβλάστησε δὲ ἐν τῷ κηρύγματι τῶν ἀποστόλων.
παῦλος δοῦλος ἰησοῦ χριστοῦ, κλητὸς ἀ^πόστολος, ἀ^φωρι^σμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο δι^ὰ^ τῶν προφητῶν αὐτοῦ ἐν γρα^φαῖς ἁγί^αις περὶ^ τοῦ υἱοῦ αὐτοῦ γενομένου ἐκ σπέρμα^τος δαυὶδ κα^τὰ^ σάρκα^.
παῦλος δοῦλος ἰησοῦ χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ γενομένου ἐκ σπέρματος δαυὶδ κατὰ σάρκα.
οἶδε παῦλος ἀδιαίρετον τὴν πα^λαιὰ_ν καὶ τὴν νέα_ν διαθήκην.
οἶδε παῦλος ἀδιαίρετον τὴν παλαιὰν καὶ τὴν νέαν διαθήκην.
δι^ὰ^ τοῦτο ποτὲ μὲν αὐτὴν κα^λεῖ καινὴν διαθήκην ἵ^να_ δείξῃ πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ^ πέρα^τα^.
διὰ τοῦτο ποτὲ μὲν αὐτὴν καλεῖ καινὴν διαθήκην ἵνα δείξῃ πῶς ἀνεκαινίσθη τῆς οἰκουμένης τὰ πέρατα.
οἶδα τοῦτον πρώην γυμνά^σα_ς τὸν λόγον·
οἶδα τοῦτον πρώην γυμνάσας τὸν λόγον·
ἀλλ' ἐπαναλαμβάνω πρὸς ὑπόμνησι^ν.
ἀλλ' ἐπαναλαμβάνω πρὸς ὑπόμνησιν.
κα^λεῖ τοίνυ^ν καινὴν διαθήκην πρὸς ἀντιπαράθεσι^ν τῆς γεγηρακυία_ς, κρείττονα^ πρὸς ἀντιπαράθεσι^ν τῆς ἐλάττονος, αἰώνι^ον πρὸς ἀντιπαράθεσι^ν τῆς προσκαίρου.
καλεῖ τοίνυν καινὴν διαθήκην πρὸς ἀντιπαράθεσιν τῆς γεγηρακυίας, κρείττονα πρὸς ἀντιπαράθεσιν τῆς ἐλάττονος, αἰώνιον πρὸς ἀντιπαράθεσιν τῆς προσκαίρου.
κα^λεῖ αὐτὴν καὶ δευτέρα_ν διαθήκην.
καλεῖ αὐτὴν καὶ δευτέραν διαθήκην.
δι^ὰ^ τί^ δευτέρα_ν;
διὰ τί δευτέραν;
ἵ^να_ τῇ γνώμῃ συ^νάψῃ.
ἵνα τῇ γνώμῃ συνάψῃ.
τὸ γὰ^ρ ἀπεσχοινισμένον τι^νὸς δεύτερον οὐ λέγεται.
τὸ γὰρ ἀπεσχοινισμένον τινὸς δεύτερον οὐ λέγεται.
ἀλλ' ἐπειδὴ θεὸς ἐλά^λησε καὶ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, ὁ αὐτὸς κα^λεῖ πρώτην καὶ δευτέρα_ν τῷ ἀ^ρι^θμῷ τὴν συμφωνίαν ἐργαζόμενος.
ἀλλ' ἐπειδὴ θεὸς ἐλάλησε καὶ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, ὁ αὐτὸς καλεῖ πρώτην καὶ δευτέραν τῷ ἀριθμῷ τὴν συμφωνίαν ἐργαζόμενος.
παῦλος δοῦλος ἰησοῦ χριστοῦ κλητὸς ἀ^πόστολος, ἀ^φωρι^σμένος εἰς εὐαγγέλιον θεοῦ.
παῦλος δοῦλος ἰησοῦ χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ.
ἀλλ' ἵ^να_ μή τι^ς ἀ^κούσα_ς εὐαγγέλιον θεοῦ, νομί^σῃ τὸν υἱὸν μὴ ἔχειν αὐθεντίαν εἰς τὸ κήρυγμα^, μάρτυς γά^ρ μοι ἐστὶ^ν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύμα^τί^ μου, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ.
ἀλλ' ἵνα μή τις ἀκούσας εὐαγγέλιον θεοῦ, νομίσῃ τὸν υἱὸν μὴ ἔχειν αὐθεντίαν εἰς τὸ κήρυγμα, μάρτυς γάρ μοι ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ.
εἶδες τὸ θαῦμα^ τοῦ κήρυκος καὶ τὴν ἀ^πηρτισμένην δι^ά^νοια^ν;
εἶδες τὸ θαῦμα τοῦ κήρυκος καὶ τὴν ἀπηρτισμένην διάνοιαν;
ἵ^να_ μὴ νομισθῇ ἐν μὲν τῷ νόμῳ ἄλλῳ θεῷ δουλεύειν, ἐν δὲ τῷ εὐαγγελίῳ πρὸς ἄλλον χωρεῖν, εὐλογητὸς ὁ θεός, ᾧ λατρεύω ἀ^πὸ προγόνων ἐν κα^θα^ρᾷ συ^νειδήσει.
ἵνα μὴ νομισθῇ ἐν μὲν τῷ νόμῳ ἄλλῳ θεῷ δουλεύειν, ἐν δὲ τῷ εὐαγγελίῳ πρὸς ἄλλον χωρεῖν, εὐλογητὸς ὁ θεός, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.