macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καλεῖ δι^καιοσύ^νης εὐαγγέλιον δι^ὰ^ τὸ πά^ντα^ς ὁμοίως φωτίζειν. | καλεῖ δικαιοσύνης εὐαγγέλιον διὰ τὸ πάντας ὁμοίως φωτίζειν. |
ὑπελάμβανον οἱ ἰουδαῖοι, ὅτι^ τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι' αὐτοῦ αὐτοῖς δί^δοται μόνοις. | ὑπελάμβανον οἱ ἰουδαῖοι, ὅτι τὸ εὐαγγέλιον τὸ κηρυττόμενον δι' αὐτοῦ αὐτοῖς δίδοται μόνοις. |
ἐξέβη δὲ παρ' ἐλπί^δα^ς ἡ προσδοκί^α_. | ἐξέβη δὲ παρ' ἐλπίδας ἡ προσδοκία. |
ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λα_οῦ σου· | ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· |
κα^τὰ^ τὸ ὄνομά^ σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσί^ς σου ἐπὶ^ τὰ^ πέρα^τα^ τῆς γῆς. | κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. |
καὶ ἵ^να_ δείξῃ, ὅτι^ τὸ ἐλεῆσαι τὰ^ πέρα^τα^ τῆς γῆς δι^καιοσύ^νη ἐστί^ν, δι^καιοσύ^νης πλήρης ἡ δεξιά σου. | καὶ ἵνα δείξῃ, ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνη ἐστίν, δικαιοσύνης πλήρης ἡ δεξιά σου. |
ὅταν βαθύ τι^ καὶ προφητι^κὸν ἀνακύψῃ ζήτημα^, σύνδραμε τῷ λόγῳ, μὴ κροτῶν, ἀλλὰ^ νοῶν· | ὅταν βαθύ τι καὶ προφητικὸν ἀνακύψῃ ζήτημα, σύνδραμε τῷ λόγῳ, μὴ κροτῶν, ἀλλὰ νοῶν· |
μὴ ἁπλῶς δεχόμενος τὸ κρότον τῶν ῥημά^των, ἀλλὰ^ τὴν ἔννοια^ν βασανίζων τῶν νοημά^των. | μὴ ἁπλῶς δεχόμενος τὸ κρότον τῶν ῥημάτων, ἀλλὰ τὴν ἔννοιαν βασανίζων τῶν νοημάτων. |
ἐὰ^ν γὰ^ρ ᾄδῃς τὰ^ τοῦ θεοῦ μετὰ^ ἀ^ληθεία_ς καὶ μά^λι^στα^ τὴν φωνὴν ταύτην, ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λα_οῦ σου· | ἐὰν γὰρ ᾄδῃς τὰ τοῦ θεοῦ μετὰ ἀληθείας καὶ μάλιστα τὴν φωνὴν ταύτην, ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου· |
κα^τὰ^ τὸ ὄνομά^ σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσί^ς σου ἐπὶ^ τὰ^ πέρα^τα^ τῆς γῆς. | κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. |
δικαιοσύνης πλήρης ἡ δεξιά σου, εὑρίσκῃ καὶ ᾄδων τὰ^ τοῦ θεοῦ καὶ πληρού μενος πνεύμα^τος ἁ^γί^ου. | δικαιοσύνης πλήρης ἡ δεξιά σου, εὑρίσκῃ καὶ ᾄδων τὰ τοῦ θεοῦ καὶ πληρού μενος πνεύματος ἁγίου. |
ὁ γὰ^ρ γνησίως ψάλλων, ἀνακαινιζόμενος τὴν ψυ_χὴν ἀ^ποτελεῖται να_ὸς τοῦ ἁ^γί^ου πνεύμα^τος. | ὁ γὰρ γνησίως ψάλλων, ἀνακαινιζόμενος τὴν ψυχὴν ἀποτελεῖται ναὸς τοῦ ἁγίου πνεύματος. |
μὴ γὰ^ρ μικρὸν νομί^σῃς ψαλμῳδίαν εἶναι· | μὴ γὰρ μικρὸν νομίσῃς ψαλμῳδίαν εἶναι· |
δοκεῖ μὲν γὰ^ρ τὴν ἀκοὴν θέλγειν, τῇ δὲ ἀ^ληθείᾳ τὴν ψυ_χὴν ἐγείρειν. | δοκεῖ μὲν γὰρ τὴν ἀκοὴν θέλγειν, τῇ δὲ ἀληθείᾳ τὴν ψυχὴν ἐγείρειν. |
δότε μοι ἄνδρα^ εἰδότα^ ψάλλειν. | δότε μοι ἄνδρα εἰδότα ψάλλειν. |
ἦλθεν ὁ τῆς μουσι^κῆς ἔμπειρος καὶ ἐν τῷ ψάλλειν, φησί^ν, ἐκεῖνον, ἦλθε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐπὶ^ ἐλισσαῖον. | ἦλθεν ὁ τῆς μουσικῆς ἔμπειρος καὶ ἐν τῷ ψάλλειν, φησίν, ἐκεῖνον, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ ἐλισσαῖον. |
τί^ οὖν; | τί οὖν; |
ἄρα τὸ πνεῦμα^ τὸ ἅ^γι^ον φωναῖς θέλγεται καὶ ἐπῳδαῖς κα^θέλκεται, εἰ τῇ ψυ^χῇ ἐπανεπαύετο τῇ προφητι^κῇ; | ἄρα τὸ πνεῦμα τὸ ἅγιον φωναῖς θέλγεται καὶ ἐπῳδαῖς καθέλκεται, εἰ τῇ ψυχῇ ἐπανεπαύετο τῇ προφητικῇ; |
ἤρκει ἡ κα^θα^ρότης τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἤρκει ἡ καθαρότης τοῦ προφήτου προσκαλέσασθαι τὸ πνεῦμα τὸ ἅγιον. |
δότε ἄνδρα^ εἰδότα^ ψάλλειν; | δότε ἄνδρα εἰδότα ψάλλειν; |
οὐχ ἵ^να_ τὸ πνεῦμα^ τερφθῇ δι^ὰ^ τῆς ψαλμῳδία_ς, ἀλλ' ἵ^να_ ἐκείνου ψάλλοντος, ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς ἄ^ξι^ος γένηται τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπιφοιτήσεως. | οὐχ ἵνα τὸ πνεῦμα τερφθῇ διὰ τῆς ψαλμῳδίας, ἀλλ' ἵνα ἐκείνου ψάλλοντος, ὁ νοῦς τοῦ προφήτου ἀνακαινισθεὶς ἄξιος γένηται τῆς τοῦ ἁγίου πνεύματος ἐπιφοιτήσεως. |
δι^ὰ^ τοῦτο τὸ πνεῦμα^ καλεῖ, ἵ^να_ δείξῃ, ὅτι^ οὐ τῇ ψαλμῳδίᾳ ἐθέλχθη, ἀλλὰ^ τῇ ψυ^χῇ τῇ ὑ^πὸ τῆς ψαλμῳδία_ς δι^εγερθείσῃ. | διὰ τοῦτο τὸ πνεῦμα καλεῖ, ἵνα δείξῃ, ὅτι οὐ τῇ ψαλμῳδίᾳ ἐθέλχθη, ἀλλὰ τῇ ψυχῇ τῇ ὑπὸ τῆς ψαλμῳδίας διεγερθείσῃ. |
οὐκ ἦλθεν ἐπὶ^ τὸν ψάλλοντα^, ἀλλ' ἐπὶ^ τὸν ἀ^κούοντα^. | οὐκ ἦλθεν ἐπὶ τὸν ψάλλοντα, ἀλλ' ἐπὶ τὸν ἀκούοντα. |
δεῖ μὲν οὖν κα^θόλου τὰ_ς δυ^νά^μεις τῶν ψαλμῶν ἐρευνᾶν, ἐξαιρέτως δὲ ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν, ἀγαλλιά_σθω ἡ γῆ, εὐφρανθήτωσα^ν νῆσοι πολλαί. | δεῖ μὲν οὖν καθόλου τὰς δυνάμεις τῶν ψαλμῶν ἐρευνᾶν, ἐξαιρέτως δὲ ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσε, πῶς ὑ^πολα^μβά^νεις; | ὁ κύριος ἐβασίλευσε, πῶς ὑπολαμβάνεις; |
ἆρα^ ὡς πρόσφα^τον λα^βόντα^ τὸ τῆς βα^σι^λεία_ς ἀξί^ωμα^; | ἆρα ὡς πρόσφατον λαβόντα τὸ τῆς βασιλείας ἀξίωμα; |
εἰ μὲν γὰ^ρ εἶπεν ὁ κύ_ρι^ος βα^σι^λεύει, τὴν ἀίδι^ον αὐτοῦ ἡρμήνευεν ἀ^ξί^α_ν. | εἰ μὲν γὰρ εἶπεν ὁ κύριος βασιλεύει, τὴν ἀίδιον αὐτοῦ ἡρμήνευεν ἀξίαν. |
νῦν δὲ λέγει· | νῦν δὲ λέγει· |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν. | ὁ κύριος ἐβασίλευσεν. |
εἴρηται καὶ πρώην ἡμῖν καὶ νῦν λεχθήσεται. | εἴρηται καὶ πρώην ἡμῖν καὶ νῦν λεχθήσεται. |
πρὸ τῆς τοῦ χριστοῦ πα^ρουσί^α_ς, πρὸ τοῦ εὐαγγελι^κοῦ κηρύγμα^τος, ἐβα^σι^λεύετο ἡμῶν ἡ φύ^σι^ς ὑ^πὸ τοῦ δι^α^βόλου, ὑ^πὸ τῆς ἁ^μαρτί^α_ς, ὑ^πὸ τοῦ θα^νά^του. | πρὸ τῆς τοῦ χριστοῦ παρουσίας, πρὸ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἐβασιλεύετο ἡμῶν ἡ φύσις ὑπὸ τοῦ διαβόλου, ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου. |
πόθεν τοῦτο; | πόθεν τοῦτο; |
ὥσπερ γὰ^ρ ἐβα^σί^λευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώμα^τι^, οὕτω καὶ ἡ χά^ρι^ς βα^σι^λεύσει διὰ χριστοῦ. | ὥσπερ γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύσει διὰ χριστοῦ. |
ἰ^δοὺ ἡ τῆς ἁ^μαρτί^α_ς βα^σι^λεία_, ποῦ ἡ τοῦ δι^α^βόλου; | ἰδοὺ ἡ τῆς ἁμαρτίας βασιλεία, ποῦ ἡ τοῦ διαβόλου; |
εἰ ὁ σατανᾶ_ς τὸν σατανᾶν ἐκβάλλει, καθ' ἑαυτοῦ ἐμερίσθη· | εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, καθ' ἑαυτοῦ ἐμερίσθη· |
πῶς οὖν στα^θήσεται ἡ βα^σι^λεία_ αὐτοῦ; | πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; |
ἰ^δοὺ ἡ τοῦ δι^α^βόλου βα^σι^λεία_, ποῦ ἡ τοῦ θα^νά^του; | ἰδοὺ ἡ τοῦ διαβόλου βασιλεία, ποῦ ἡ τοῦ θανάτου; |
ἐβα^σί^λευσεν ὁ θά^να^τος ἀ^πὸ ἀδὰμ μέχρι^ μωϋσέως καὶ ἐπὶ^ τοὺς μὴ ἁμαρτήσαντα^ς. | ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. |
ἐπεὶ οὖν ἐκρά^τει ἡ διαβολικὴ τρι^ὰς ἡ κα^τὰ^ τῆς ἁγί^α_ς καὶ ἀχράντου τριά^δος τυ^ρα^ννήσα_σα^, τουτ έστι^ν ὁ δι^ά^βολος, ἡ ἁμαρτία, ὁ θά^να^τος· | ἐπεὶ οὖν ἐκράτει ἡ διαβολικὴ τριὰς ἡ κατὰ τῆς ἁγίας καὶ ἀχράντου τριάδος τυραννήσασα, τουτ έστιν ὁ διάβολος, ἡ ἁμαρτία, ὁ θάνατος· |
καὶ ὁ μὲν δι^ά^βολος ἠπά^τα_, ἡ δὲ ἁμαρτία ἔσφαζεν, ὁ δὲ θά^να^τος ἔθαπτεν. | καὶ ὁ μὲν διάβολος ἠπάτα, ἡ δὲ ἁμαρτία ἔσφαζεν, ὁ δὲ θάνατος ἔθαπτεν. |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσε. | ὁ κύριος ἐβασίλευσε. |
πέπαυται τοῦ θα^νά^του ἡ βα^σι^λεία_, πέπαυται τῆς ἁ^μαρτί^α_ς τὸ κρά^τος, πέπαυται τοῦ δι^α^βόλου ἡ ἐξουσί^α_. | πέπαυται τοῦ θανάτου ἡ βασιλεία, πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, πέπαυται τοῦ διαβόλου ἡ ἐξουσία. |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν, ἀγαλλιά_σθω ἡ γῆ. | ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. |
ἀγαλλιᾶν γὰ^ρ ὀφείλει ἡ ποτὲ δεδουλωμένη καὶ νῦν ἐλευθερωθεῖσα^, ἡ ποτὲ πεπλα^νημένη καὶ νῦν δεδοξασμένη, ἡ ποτὲ ἐν τά^φοις καὶ νῦν ἐν θρό νοις, ἡ ποτὲ ἐν ἀ^τι_μί^ᾳ καὶ νῦν ἐν τι_μῇ. | ἀγαλλιᾶν γὰρ ὀφείλει ἡ ποτὲ δεδουλωμένη καὶ νῦν ἐλευθερωθεῖσα, ἡ ποτὲ πεπλανημένη καὶ νῦν δεδοξασμένη, ἡ ποτὲ ἐν τάφοις καὶ νῦν ἐν θρό νοις, ἡ ποτὲ ἐν ἀτιμίᾳ καὶ νῦν ἐν τιμῇ. |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν. | ὁ κύριος ἐβασίλευσεν. |
ὁ κύ_ρι^ος ἐβα^σί^λευσεν, εὐπρέπεια^ν ἐνεδύ_σα^το. | ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. |
ἡμεῖς ἐνδυ^όμεθα^ ἔξωθεν ἱ_μά^τι^ον, ἵ^να_ τὸ ἀπρεπὲς τῆς φύ^σεως κα^λύ^ψωμεν, ὁ δὲ θεός, ἵ^να_ τί^ κα^λύ^ψῃ τὴν ἀσώμα^τον φύ^σι^ν, τὴν φωτὸς γέμουσα^ν, μᾶλλον δὲ φωτὸς ἀ^παστράπτουσα^ν; | ἡμεῖς ἐνδυόμεθα ἔξωθεν ἱμάτιον, ἵνα τὸ ἀπρεπὲς τῆς φύσεως καλύψωμεν, ὁ δὲ θεός, ἵνα τί καλύψῃ τὴν ἀσώματον φύσιν, τὴν φωτὸς γέμουσαν, μᾶλλον δὲ φωτὸς ἀπαστράπτουσαν; |
ὁ κύ_ρι^ος ἐβασίλευσεν, εὐπρέπεια^ν ἐνεδύ_σα^το. | ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. |
εὐπρέπειαν καλεῖ τὴν σάρκα^ τοῦ χριστοῦ· | εὐπρέπειαν καλεῖ τὴν σάρκα τοῦ χριστοῦ· |
εὐπρεπὴς γὰ^ρ ἦν οὐκ ἔχουσα^ αἶσχος ἁ^μαρτί^α_ς. | εὐπρεπὴς γὰρ ἦν οὐκ ἔχουσα αἶσχος ἁμαρτίας. |
ἁμαρτίαν γὰ^ρ οὐκ ἐποίησε πώποτε οὐ δὲ ηὑρέθη δόλος ἐν τῷ στόμα^τι^ αὐτοῦ. | ἁμαρτίαν γὰρ οὐκ ἐποίησε πώποτε οὐ δὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
ἐνεδύσατο κύ_ρι^ος δύ^να^μι^ν καὶ περι^εζώσατο. | ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. |
ἐπειδὴ τὸν βα^σι^λέα^ ζώνη κοσμεῖ ἔστι δὲ ἡ ζώνη βα^σι^λέως γνώρισμα^ καὶ κριτοῦ , εἰσά^γει αὐτὸν καὶ βα^σι^λεύοντα^ καὶ κρί_νοντα^. | ἐπειδὴ τὸν βασιλέα ζώνη κοσμεῖ ἔστι δὲ ἡ ζώνη βασιλέως γνώρισμα καὶ κριτοῦ , εἰσάγει αὐτὸν καὶ βασιλεύοντα καὶ κρίνοντα. |
ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀ^να^βήσεται καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα^ θεοῦ· | ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ· |
καὶ ἔσται δι^καιοσύ^νῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀ^ληθείᾳ εἰλημένος τὰ_ς πλευρὰ_ς αὐτοῦ. | καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευρὰς αὐτοῦ. |
τοῦτο τὸ ἔνδυ_μα^ τοῦ σωτῆρος, τὸ τῆς σαρκὸς λέγω, κρυ^φαίως καὶ ἐν εἰκόνι^ εἶχεν ὁ ἀρχιερεὺς ἐν τῷ νόμῳ. | τοῦτο τὸ ἔνδυμα τοῦ σωτῆρος, τὸ τῆς σαρκὸς λέγω, κρυφαίως καὶ ἐν εἰκόνι εἶχεν ὁ ἀρχιερεὺς ἐν τῷ νόμῳ. |
καὶ πρόσεχε ἀ^κρι_βῶς, πῶς αἱ σκι^αὶ τὴν ἀ^λήθεια^ν ἡρμήνευσα^ν, πῶς οἱ τύ^ποι τοῦ εὐαγγελί^ου προέλαμπον. | καὶ πρόσεχε ἀκριβῶς, πῶς αἱ σκιαὶ τὴν ἀλήθειαν ἡρμήνευσαν, πῶς οἱ τύποι τοῦ εὐαγγελίου προέλαμπον. |
λέγω δὲ ἠρέμα^ καὶ κα^τὰ^ τὸ δυ^να^τὸν συγκαταβαίνων τῇ ἀκοῇ τῶν ἀκεραίων καὶ τῶν ἀ^πείρων, ἵ^να_ μὴ ὧδε κ ἀκεῖσε περι^άγωνται. | λέγω δὲ ἠρέμα καὶ κατὰ τὸ δυνατὸν συγκαταβαίνων τῇ ἀκοῇ τῶν ἀκεραίων καὶ τῶν ἀπείρων, ἵνα μὴ ὧδε κ ἀκεῖσε περιάγωνται. |
ἐνεδύετο ὁ ἀρχιερεὺς εἰσιὼν εἰς τὰ^ ἅγι^α^ τῶν ἁ^γί^ων ποδήρη, τουτ έστι^ν, ἱ_μά^τι^ον ἀ^πὸ κεφα^λῆς μέχρι^ ποδῶν ἀπῃωρημένον, ἐπωμίδα, ζώνην, περισκελῆ, πέτα^λον χρυ_σοῦν, τιάραν, τουτέστι^ κορυβάντιον, τὸ λόγι^ον ἐπὶ^ τοῦ στήθους, καὶ ὅσα^ δι^αγορεύει ἡ γρα^φὴ καὶ ἔστι^ν ἰ^δεῖν. | ἐνεδύετο ὁ ἀρχιερεὺς εἰσιὼν εἰς τὰ ἅγια τῶν ἁγίων ποδήρη, τουτ έστιν, ἱμάτιον ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἀπῃωρημένον, ἐπωμίδα, ζώνην, περισκελῆ, πέταλον χρυσοῦν, τιάραν, τουτέστι κορυβάντιον, τὸ λόγιον ἐπὶ τοῦ στήθους, καὶ ὅσα διαγορεύει ἡ γραφὴ καὶ ἔστιν ἰδεῖν. |
ἄλλα^ μὲν τὰ^ σχήμα^τα^, ἄλλα δὲ τὰ^ νοήμα^τα^. | ἄλλα μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. |
οὐ γὰ^ρ πάντως θεὸς ἀναπαύεται ὑακί^νθῳ καὶ πορφύ^ρᾳ καὶ κόκκῳ καὶ βύσσῳ. | οὐ γὰρ πάντως θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βύσσῳ. |
θεὸς γὰ^ρ ψυ_χῶν ἀ^παιτεῖ κα^θαρότητα^. | θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα. |
ἀλλ' ἐν τοῖς σωμα^τι^κοῖς ἄ^νθεσι^ διαγρά^φει τῶν ἀ^ρετῶν τὴν εἰκόνα^. | ἀλλ' ἐν τοῖς σωματικοῖς ἄνθεσι διαγράφει τῶν ἀρετῶν τὴν εἰκόνα. |
εἰ γὰ^ρ ἀ^ληθῶς ταῖς στολαῖς ἐκείναις ταῖς ἐνδόξοις ἀνεπαύετο, διὰ τί^ πρὸ τοῦ ἀαρὼν τὸν μωϋσῆν οὐκ ἐνέδυ_σεν; | εἰ γὰρ ἀληθῶς ταῖς στολαῖς ἐκείναις ταῖς ἐνδόξοις ἀνεπαύετο, διὰ τί πρὸ τοῦ ἀαρὼν τὸν μωϋσῆν οὐκ ἐνέδυσεν; |
ἀλλ' ἦν μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκείνης, καὶ ἐνδύ^ων αὐτὴν τοὺς ἱ^ερεῖς. | ἀλλ' ἦν μωϋσῆς καὶ γεγυμνωμένος τῆς ἐσθῆτος ἐκείνης, καὶ ἐνδύων αὐτὴν τοὺς ἱερεῖς. |
μωϋσῆς οὐκ ἐλούθη ὕ^δα^τι^ καὶ ἔλουεν· | μωϋσῆς οὐκ ἐλούθη ὕδατι καὶ ἔλουεν· |
οὐκ ἐχρίσθη ἐλαίῳ καὶ ἔχρι_εν· | οὐκ ἐχρίσθη ἐλαίῳ καὶ ἔχριεν· |
οὐκ ἐφόρησεν ἱ_μά^τι^ον ἱερατι^κὸν καὶ τοὺς ἱ^ερεῖς ἐνέδυ_σεν· | οὐκ ἐφόρησεν ἱμάτιον ἱερατικὸν καὶ τοὺς ἱερεῖς ἐνέδυσεν· |
ἵ^να_ μά^θῃς, ὅτι^ τῷ τελείῳ ἀρκεῖ ἡ ἀ^ρετὴ πρὸς κόσμον, λά^βε δὲ ἄ^νωθεν τὸν ἱερέα^. | ἵνα μάθῃς, ὅτι τῷ τελείῳ ἀρκεῖ ἡ ἀρετὴ πρὸς κόσμον, λάβε δὲ ἄνωθεν τὸν ἱερέα. |
ἔστι γὰ^ρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύμα^τος ὄνομα^ ἀ^μφί^βολον καὶ ζητούμενον, τῇ δὲ ἑλληνικῇ γλώσσῃ μετα^ποιούμενον. | ἔστι γὰρ καὶ αὐτὸ τὸ τοῦ ἐνδύματος ὄνομα ἀμφίβολον καὶ ζητούμενον, τῇ δὲ ἑλληνικῇ γλώσσῃ μεταποιούμενον. |
λάβε οὖν ἀρχὴν ἀ^πὸ τῆς κεφα^λῆς. | λάβε οὖν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς. |
πρῶτον τί^ ἦν; | πρῶτον τί ἦν; |
ἢ τι^ά_ρα_ ἢ τί^ ὀνομάζει; | ἢ τιάρα ἢ τί ὀνομάζει; |
τί^ μετὰ τὸ πρόξενον τι^ά_ρα_; | τί μετὰ τὸ πρόξενον τιάρα; |
ἀντὶ^ τοῦ· | ἀντὶ τοῦ· |
τι^ά_ρα_ ἐστὶ^ τὸ σχῆμα^ τοῦ ἐνδύμα^τος. | τιάρα ἐστὶ τὸ σχῆμα τοῦ ἐνδύματος. |
ἐπειδὴ ὁ ἀρχιερεὺς κεφα^λὴ ἦν τοῦ λα_οῦ, ἔδει δὲ τὸν πάντων κεφα^λὴν γινομένου ἔχειν κα^τὰ^ κεφα^λῆς τὴν ἐξουσί^α_ν· | ἐπειδὴ ὁ ἀρχιερεὺς κεφαλὴ ἦν τοῦ λαοῦ, ἔδει δὲ τὸν πάντων κεφαλὴν γινομένου ἔχειν κατὰ κεφαλῆς τὴν ἐξουσίαν· |
ἀπολελυ^μένη γὰ^ρ αὐθεντία ἀφόρητός ἐστι^ν. | ἀπολελυμένη γὰρ αὐθεντία ἀφόρητός ἐστιν. |
ἔχουσα^ δὲ ἐπικείμενον τὸ σύνθεμα^ τῆς δεσποτεία_ς, ὑ^πὸ νόμον ἄ^γεται. | ἔχουσα δὲ ἐπικείμενον τὸ σύνθεμα τῆς δεσποτείας, ὑπὸ νόμον ἄγεται. |
κελεύει οὖν τὴν κεφα^λὴν μὴ εἶναι γυμνήν, ἀλλὰ^ κεκα^λυμμένην, ἵ^να_ μά^θῃ ἡ κεφα^λὴ τοῦ λα_οῦ, ὅτι^ κεφα^λὴν ἔχει. | κελεύει οὖν τὴν κεφαλὴν μὴ εἶναι γυμνήν, ἀλλὰ κεκαλυμμένην, ἵνα μάθῃ ἡ κεφαλὴ τοῦ λαοῦ, ὅτι κεφαλὴν ἔχει. |
διὰ τοῦτο καὶ ἐν τῇ ἐκκλησί^ᾳ ἐν ταῖς χειροτονίαις τῶν ἱ^ερέων τὸ εὐαγγέλιον τοῦ χριστοῦ ἐπὶ^ κεφα^λῆς τί^θεται, ἵ^να_ μά^θῃ ὁ χειροτονούμενος, ὅτι^ τὴν ἀ^ληθι^νὴν τοῦ εὐαγγελί^ου τιάραν λα^μβά^νει, καὶ ἵ^να_ μά^θῃ, ὅτι^ εἰ καὶ πάντων ἐστὶ^ κεφα^λή, ἀλλ' ὑ^πὸ τούτους πράττει τοὺς νόμους πάντων κρα^τῶν καὶ τῷ νόμῳ κρα^τ... | διὰ τοῦτο καὶ ἐν τῇ ἐκκλησίᾳ ἐν ταῖς χειροτονίαις τῶν ἱερέων τὸ εὐαγγέλιον τοῦ χριστοῦ ἐπὶ κεφαλῆς τίθεται, ἵνα μάθῃ ὁ χειροτονούμενος, ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει, καὶ ἵνα μάθῃ, ὅτι εἰ καὶ πάντων ἐστὶ κεφαλή, ἀλλ' ὑπὸ τούτους πράττει τοὺς νόμους πάντων κρατῶν καὶ τῷ νόμῳ κρατούμενος, πάντα λογοθετῶ... |
διὰ τοῦτο γενναῖός τι^ς τῶν ἀρχαίων, ἰγνάτιος δὲ ἦν ὄνομα^ αὐτῷ, οὗτος ἱερωσύνῃ καὶ μαρτυρίῳ διαπρέψας, ἐπιστέλλων τι^νὶ^ ἱερεῖ ἔλεγε· | διὰ τοῦτο γενναῖός τις τῶν ἀρχαίων, ἰγνάτιος δὲ ἦν ὄνομα αὐτῷ, οὗτος ἱερωσύνῃ καὶ μαρτυρίῳ διαπρέψας, ἐπιστέλλων τινὶ ἱερεῖ ἔλεγε· |
μηδὲν ἄ^νευ γνώμης σου γενέσθω, μη δὲ σὺ^ ἄ^νευ γνώμης θεοῦ τι^ πρᾶττε. | μηδὲν ἄνευ γνώμης σου γενέσθω, μη δὲ σὺ ἄνευ γνώμης θεοῦ τι πρᾶττε. |
τὸ τοίνυ^ν ἔχειν τὸν ἀρχιερέα^ τὸ εὐαγγέλιον σημεῖόν ἐστι^ τοῦ ὑπ' ἐξουσί^α_ν εἶναι. | τὸ τοίνυν ἔχειν τὸν ἀρχιερέα τὸ εὐαγγέλιον σημεῖόν ἐστι τοῦ ὑπ' ἐξουσίαν εἶναι. |
ἡ γυ^νὴ ὀφείλει ἔχειν ἐπὶ^ τῆς κεφα^λῆς τὸ κάλυμμα^, ὃ ἦν εἰκὼν ἐξουσί^α_ς. | ἡ γυνὴ ὀφείλει ἔχειν ἐπὶ τῆς κεφαλῆς τὸ κάλυμμα, ὃ ἦν εἰκὼν ἐξουσίας. |
ἦν οὖν ἡ τι^ά_ρα_ τὸ σχῆμα^ τῆς ἐξουσί^α_ς. | ἦν οὖν ἡ τιάρα τὸ σχῆμα τῆς ἐξουσίας. |
ἦν τὸ πέτα^λον τὸ χρυ_σοῦν, ᾧ ἐπεγέγραπτο τὸ γεγραμμένον, ἐν ᾧ ἐκτετύπωτο τὸ τοῦ θεοῦ ὄνομα^, καὶ πρῶτον δείκνυ_σι^ν, ὅτι^ ἐξουσί^α_ θεοῦ ὄνομα^ θεοῦ. | ἦν τὸ πέταλον τὸ χρυσοῦν, ᾧ ἐπεγέγραπτο τὸ γεγραμμένον, ἐν ᾧ ἐκτετύπωτο τὸ τοῦ θεοῦ ὄνομα, καὶ πρῶτον δείκνυσιν, ὅτι ἐξουσία θεοῦ ὄνομα θεοῦ. |
μετὰ τὴν τιάραν καὶ τὸ πέτα^λον δύ^ο λί^θοι ἐπὶ^ τῶν ὤμων σμα^ράγδι^νοι, ἔχοντες τὰ_ς ἓξ φυλὰς ἐντεῦθεν καὶ τὰ_ς ἓξ ἐντεῦθεν. | μετὰ τὴν τιάραν καὶ τὸ πέταλον δύο λίθοι ἐπὶ τῶν ὤμων σμαράγδινοι, ἔχοντες τὰς ἓξ φυλὰς ἐντεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. |
σημεῖον τοῦτο τῆς ἱερατικῆς ὄψεως. | σημεῖον τοῦτο τῆς ἱερατικῆς ὄψεως. |
ἀπονέμει δὲ τῷ ἱερεῖ τὸν σμά^ραγδον δύ^ο ἔχοντα^ κάλλη· | ἀπονέμει δὲ τῷ ἱερεῖ τὸν σμάραγδον δύο ἔχοντα κάλλη· |
καὶ γὰ^ρ ὠχρότητα^ ἔχει εὐπρεπῆ καὶ κα^θα^ρὸς ὢν κατόπτρου δύ^να^μι^ν ἐπέχει. | καὶ γὰρ ὠχρότητα ἔχει εὐπρεπῆ καὶ καθαρὸς ὢν κατόπτρου δύναμιν ἐπέχει. |
ἐπειδὴ οὖν τὸν ἱερέα^ δεῖ καὶ ἀσκήσει νήφειν καὶ τὸν βί^ον κάτοπτρον ἔχειν τοῖς πολλοῖς, βούλεται τῆς ἀ^ρετῆς τὴν εἰκόνα^ φέρειν τὸν ἱερέα^ ἐπὶ^ τῶν ὤμων. | ἐπειδὴ οὖν τὸν ἱερέα δεῖ καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον κάτοπτρον ἔχειν τοῖς πολλοῖς, βούλεται τῆς ἀρετῆς τὴν εἰκόνα φέρειν τὸν ἱερέα ἐπὶ τῶν ὤμων. |
διὰ τί^ ἐπὶ^ τῶν ὤμων; | διὰ τί ἐπὶ τῶν ὤμων; |
ἐπειδὴ τὸ τοῦ θεοῦ ὄνομα^ ἐπὶ^ τῆς κεφα^λῆς, τὸ ἄρθρον ἐπὶ^ τοῦ ἄρθρου. | ἐπειδὴ τὸ τοῦ θεοῦ ὄνομα ἐπὶ τῆς κεφαλῆς, τὸ ἄρθρον ἐπὶ τοῦ ἄρθρου. |
καὶ διὰ τί^ ἐπὶ^ τῶν ὤμων; | καὶ διὰ τί ἐπὶ τῶν ὤμων; |
ἐπειδὴ γὰ^ρ πράξεώς ἐστι^ν σημεῖον. | ἐπειδὴ γὰρ πράξεώς ἐστιν σημεῖον. |
ἡ γὰ^ρ πρα_κτι^κὴ δύ^να^μι^ς ἐν τοῖς ὤμοις ἤρτηται. | ἡ γὰρ πρακτικὴ δύναμις ἐν τοῖς ὤμοις ἤρτηται. |
βούλεται οὖν τὸ κάλλος τῆς ἀ^ληθεία_ς ἐπὶ^ τῶν πράξεων εἶναι. | βούλεται οὖν τὸ κάλλος τῆς ἀληθείας ἐπὶ τῶν πράξεων εἶναι. |
θὲς τὴν καρδί^α_ν σου ἐπὶ^ τῶν ὤμων σου, θυ^γά^τηρ ἠτιμωμένη, ὅτι^ κύ_ρι^ος ἔκτι^σε σωτηρί^α_ν. | θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θυγάτηρ ἠτιμωμένη, ὅτι κύριος ἔκτισε σωτηρίαν. |
τὰ_ς χεῖρα^ς καὶ τοὺς ὤμους εἰς πράξεις καὶ ἐν ταῖς συ^νέσεσι^ τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. | τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.