macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁ γὰ^ρ ἀπ' ἄλλου, φησί^ν, πρὸς ἄλλον ἔδρα^μον, ἀλλ' ὃν εἶχον ἐν ἀγνοίᾳ, προσέλα^βον ἐν γνώσει. | ὁ γὰρ ἀπ' ἄλλου, φησίν, πρὸς ἄλλον ἔδραμον, ἀλλ' ὃν εἶχον ἐν ἀγνοίᾳ, προσέλαβον ἐν γνώσει. |
καὶ πά^λι^ν ὁ αὐτὸς βουληθεὶς δεῖξαι, ὅτι^ τὰ^ ῥήμα^τα^ τῆς πα^λαιᾶς διαθήκης καὶ τῆς νέα_ς ἑνός ἐστι^ στόμα^τος καὶ ἑνὸς δεσπότου, μί^α^ν μαρτυρίαν ἀ^πὸ γρα^φῆς πα^ρήγα^γε, συμπλέξας τῷ εὐαγγελι^κῷ λόγῳ τὴν πα^λαιά_ν, γέγραπται· | καὶ πάλιν ὁ αὐτὸς βουληθεὶς δεῖξαι, ὅτι τὰ ῥήματα τῆς παλαιᾶς διαθήκης καὶ τῆς νέας ἑνός ἐστι στόματος καὶ ἑνὸς δεσπότου, μίαν μαρτυρίαν ἀπὸ γραφῆς παρήγαγε, συμπλέξας τῷ εὐαγγελικῷ λόγῳ τὴν παλαιάν, γέγραπται· |
οὐ φι_μώσεις βοῦν ἀλοῶντα^, καὶ ἄ^ξι^ος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. | οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. |
τὸ μὲν γὰ^ρ οὐ φι_μώσεις τὸ δὲ ἄ^ξι^ος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. | τὸ μὲν γὰρ οὐ φιμώσεις τὸ δὲ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. |
ἀλλ' ἵ^να_ δείξῃ, ὅτι^ ἓν στόμα^ κ ἀκεῖνα^ καὶ ταῦτα^ ἐλά^λησε, τὰ^ τοῖς χρόνοις δι^ῃρημένα^ συ^νῆψε τῇ συ^μφωνί^ᾳ τῆς ἀ^ληθεία_ς οὐ φι_μώσεις βοῦν ἀλοῶντα^ καὶ ἄ^ξι^ος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. | ἀλλ' ἵνα δείξῃ, ὅτι ἓν στόμα κ ἀκεῖνα καὶ ταῦτα ἐλάλησε, τὰ τοῖς χρόνοις διῃρημένα συνῆψε τῇ συμφωνίᾳ τῆς ἀληθείας οὐ φιμώσεις βοῦν ἀλοῶντα καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. |
τούτου τοῦ εὐαγγε λί^ου εἰκὼν τὰ^ δίκτυα^ πέτρου, τὰ^ σήμερον ἐπ' ὄψεσι^ν ἡμετέραις καὶ ἀ^κοαῖς χαλασθέντα^. | τούτου τοῦ εὐαγγε λίου εἰκὼν τὰ δίκτυα πέτρου, τὰ σήμερον ἐπ' ὄψεσιν ἡμετέραις καὶ ἀκοαῖς χαλασθέντα. |
οὐ γὰ^ρ ἅ^παξ πέτρος ἐχά^λα^σε τὰ^ δίκτυα^, ἀλλὰ^ τῇ μὲν ἱ^στορί^ᾳ ἅ^παξ, τῇ δέ δυ^νά^μει πολλά^κι^ς. | οὐ γὰρ ἅπαξ πέτρος ἐχάλασε τὰ δίκτυα, ἀλλὰ τῇ μὲν ἱστορίᾳ ἅπαξ, τῇ δέ δυνάμει πολλάκις. |
ὁσάκις γὰ^ρ ἐὰ^ν κηρυχθῇ τὸ εὐαγγέλιον, οὐδὲν ἕτερον ὁρῶ ἢ πέτρον καὶ ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀ^ποστόλων, τὸ δίκτυ^ον ἁπλοῦντα^ς τὸ εὐαγγελι^κόν. | ὁσάκις γὰρ ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον, οὐδὲν ἕτερον ὁρῶ ἢ πέτρον καὶ ἀνδρέαν καὶ τὸν χορὸν τῶν ἀποστόλων, τὸ δίκτυον ἁπλοῦντας τὸ εὐαγγελικόν. |
καὶ ἦν ξένον θέα_μα^ τὸν σωτῆρα^ ἰ^δεῖν ἐν θα^λά^ττῃ, καὶ τοὺς διδασκομένους πα^ρὰ^ τὸν αἰγια^λὸν ἑστῶτα^ς. | καὶ ἦν ξένον θέαμα τὸν σωτῆρα ἰδεῖν ἐν θαλάττῃ, καὶ τοὺς διδασκομένους παρὰ τὸν αἰγιαλὸν ἑστῶτας. |
ξένον πρᾶγμα^· | ξένον πρᾶγμα· |
οἱ ἰ^χθύ^ες ἐπὶ^ τὴν γῆν, καὶ ὁ ἁλιεὺς ἐν θα^λά^ττῃ. | οἱ ἰχθύες ἐπὶ τὴν γῆν, καὶ ὁ ἁλιεὺς ἐν θαλάττῃ. |
ἡ κάθεσι^ς ἐκείνου τοῦ δικτύ^ου εἰκὼν ἦν τοῦ εὐαγγελι^κοῦ λόγου. | ἡ κάθεσις ἐκείνου τοῦ δικτύου εἰκὼν ἦν τοῦ εὐαγγελικοῦ λόγου. |
εὗρέ φησι^ τοὺς ἁλιεῖς ἀποπλύνοντα^ς τὰ^ δίκτυα^, ὡς ἀ^πειπόντας τῆς ἄ^γρα_ς. | εὗρέ φησι τοὺς ἁλιεῖς ἀποπλύνοντας τὰ δίκτυα, ὡς ἀπειπόντας τῆς ἄγρας. |
ἁλιεὺς γὰ^ρ ἐὰ^ν μὴ ἀ^παγορεύσῃ τῆς θήρα_ς, οὐ πλύ_νει τὸ δίκτυ^ον. | ἁλιεὺς γὰρ ἐὰν μὴ ἀπαγορεύσῃ τῆς θήρας, οὐ πλύνει τὸ δίκτυον. |
εὗρεν οὖν αὐτοὺς ὁ σωτὴρ ἀ^πειπόντας τῆς ἄ^γρα_ς καὶ ἐφί^στα^ται ὁ τῆς θήρα_ς δεσπότης. | εὗρεν οὖν αὐτοὺς ὁ σωτὴρ ἀπειπόντας τῆς ἄγρας καὶ ἐφίσταται ὁ τῆς θήρας δεσπότης. |
καὶ τί^ ποιεῖ; | καὶ τί ποιεῖ; |
πρῶτον δι^δά^σκει τὸν λόγον τῆς ἀ^ληθεία_ς, εἶτα^ κελεύει χα^λα^σθῆναι τὸ δίκτυ^ον. | πρῶτον διδάσκει τὸν λόγον τῆς ἀληθείας, εἶτα κελεύει χαλασθῆναι τὸ δίκτυον. |
ἐπειδὴ γὰ^ρ τὰ^ ῥήμα^τα^ ἦν ἀ^ναπόδεικτα^ ἄ^νευ τῶν ἔργων, ἐχρῆν ἀκολουθῆσαι τῷ λόγῳ τὴν δι^ὰ^ τῶν ἔργων ἀ^πόδειξι^ν· | ἐπειδὴ γὰρ τὰ ῥήματα ἦν ἀναπόδεικτα ἄνευ τῶν ἔργων, ἐχρῆν ἀκολουθῆσαι τῷ λόγῳ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν· |
ὅτι^ θεοῦ κελεύσαντος καὶ τὰ^ μὴ εὑρισκόμενα^ θηρᾶται καὶ τὰ^ μὴ ὄντα^ λα^μβά^νεται. | ὅτι θεοῦ κελεύσαντος καὶ τὰ μὴ εὑρισκόμενα θηρᾶται καὶ τὰ μὴ ὄντα λαμβάνεται. |
χαλάσατε, φησὶ^, τὸ δίκτυ^ον ὑ_μῶν. | χαλάσατε, φησὶ, τὸ δίκτυον ὑμῶν. |
ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλά^βομεν, ἐπὶ^ δὲ τῷ σῷ ῥήμα^τι^ χα^λά^σω τὸ δίκτυ^ον. | ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. |
θαυμάζω πέτρου τὴν πίστι^ν, τὰ^ πρῶτα^ ἀπογινώσκοντος καὶ τὰ^ νέα_ πιστεύοντος. | θαυμάζω πέτρου τὴν πίστιν, τὰ πρῶτα ἀπογινώσκοντος καὶ τὰ νέα πιστεύοντος. |
ἐπὶ^ τῷ σῷ ῥήμα^τι^ χα^λά^σω τὸ δίκτυ^ον. | ἐπὶ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. |
διά τί^ εἶπεν ἐπὶ^ τῷ σῷ ῥήμα^τι^; | διά τί εἶπεν ἐπὶ τῷ σῷ ῥήματι; |
ἐπειδὴ ἐπὶ^ τῷ ῥήμα^τι^ αὐτοῦ καὶ ὁ οὐρα^νὸς ἐστερεώθη καὶ ἡ γῆ ἐθεμελιώθη καὶ θά^λασσα^ ἀ^φωρί^σθη, γῆ οἰκείοις ἄ^νθεσι^ν ἐστεφα^νώθη καὶ πά^ντα^ τῷ σῷ ῥήμα^τι^ συ^νέστηκεν, φέρων τε τὰ^ πά^ντα^ τῷ ῥήμα^τι^ τῆς δυ^νά^μεως αὐτοῦ. | ἐπειδὴ ἐπὶ τῷ ῥήματι αὐτοῦ καὶ ὁ οὐρανὸς ἐστερεώθη καὶ ἡ γῆ ἐθεμελιώθη καὶ θάλασσα ἀφωρίσθη, γῆ οἰκείοις ἄνθεσιν ἐστεφανώθη καὶ πάντα τῷ σῷ ῥήματι συνέστηκεν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. |
ἐπί δὲ τῷ σῷ ῥήμα^τι^ χα^λά^σω τὸ δίκτυ^ον. | ἐπί δὲ τῷ σῷ ῥήματι χαλάσω τὸ δίκτυον. |
προκατέβη τοῦ δικτύ^ου τὸ ῥῆμα^· | προκατέβη τοῦ δικτύου τὸ ῥῆμα· |
οὐ πά^ρεισι^ν οἱ ἰ^χθύ^ες. | οὐ πάρεισιν οἱ ἰχθύες. |
καὶ γὰ^ρ εἰ πα^ρῆσα^ν, δι^ὰ^ τὴν ὄχλησι^ν τῶν ἀγρευόντων διέφευγον. | καὶ γὰρ εἰ παρῆσαν, διὰ τὴν ὄχλησιν τῶν ἀγρευόντων διέφευγον. |
ἀλλά κα^τῆλθε καλοῦντος τὰ^ μὴ ὄντα^ ὡς ὄντα^. | ἀλλά κατῆλθε καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. |
προκατῆλθε τοῦ δικτύ^ου ἡ δύ^να^μι^ς τοῦ κελεύσαντος· | προκατῆλθε τοῦ δικτύου ἡ δύναμις τοῦ κελεύσαντος· |
συ^νήχθη πλῆθος ἰ^χθύ^ων· | συνήχθη πλῆθος ἰχθύων· |
εἰκὼν ἦν τῆς οἰκουμενι^κῆς ἐκκλησί^α_ς· | εἰκὼν ἦν τῆς οἰκουμενικῆς ἐκκλησίας· |
διερρήγνυτο τὸ δίκτυ^ον· | διερρήγνυτο τὸ δίκτυον· |
ἔνευσα^ν τῷ πλοίῳ τῷ συμμετόχῳ ἐλθεῖν καὶ συ^νάρασθαι αὑτοῖς. | ἔνευσαν τῷ πλοίῳ τῷ συμμετόχῳ ἐλθεῖν καὶ συνάρασθαι αὑτοῖς. |
ἔδει γὰ^ρ δύ^ο σκάφη συ^νδραμεῖν εἰς τὴν ἄγραν. | ἔδει γὰρ δύο σκάφη συνδραμεῖν εἰς τὴν ἄγραν. |
ἐὰ^ν γὰ^ρ μὴ πα^ρῇ χορὸς προφητῶν βοηθῶν τῇ ἀποστολι^κῇ χειρὶ^ καὶ τῇ προφητι^κῇ προρρήσει μὴ ἀκολουθήσῃ τῶν ἀ^ποστόλων ἡ ἔκβα^σι^ς, οὐ θηρᾶται τὰ^ θηρώμενα^. | ἐὰν γὰρ μὴ παρῇ χορὸς προφητῶν βοηθῶν τῇ ἀποστολικῇ χειρὶ καὶ τῇ προφητικῇ προρρήσει μὴ ἀκολουθήσῃ τῶν ἀποστόλων ἡ ἔκβασις, οὐ θηρᾶται τὰ θηρώμενα. |
μὴ φοβοῦ, ἀ^πὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. | μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. |
ἀ^πὸ τοῦ νῦν, ἀφ' οὗ, φησί^ν, ἐπειράσθης τῆς δυ^νά^μεως καὶ ἔμα^θες, ὅτι^ καὶ τὰ^ ἄλογα^ ὑ^πα^κούει λόγῳ καὶ πά^ντα^ ἕπεται τῷ ἐμῷ νεύματι^. | ἀπὸ τοῦ νῦν, ἀφ' οὗ, φησίν, ἐπειράσθης τῆς δυνάμεως καὶ ἔμαθες, ὅτι καὶ τὰ ἄλογα ὑπακούει λόγῳ καὶ πάντα ἕπεται τῷ ἐμῷ νεύματι. |
λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα^, χρῆσαι λοιπὸν τῇ θήρᾳ. | λαβὼν ἀρκοῦν τὸ ὑπόδειγμα, χρῆσαι λοιπὸν τῇ θήρᾳ. |
καὶ οὐκ εἶπεν ἀνθρώπους ἔσῃ ἁλιεύων, ἀλλὰ^ ἀνθρώπους ἔσῃ ζωγρῶν. | καὶ οὐκ εἶπεν ἀνθρώπους ἔσῃ ἁλιεύων, ἀλλὰ ἀνθρώπους ἔσῃ ζωγρῶν. |
ἐπειδὴ οἱ ἰ^χθύ^ες ἀ^πὸ ζωῆς εἰς θά^να^τον ἁλιεύονται, οἱ δὲ ἄνθρωποι ἀ^πὸ θανά^ του εἰς ζωὴν ἀγρεύονται. | ἐπειδὴ οἱ ἰχθύες ἀπὸ ζωῆς εἰς θάνατον ἁλιεύονται, οἱ δὲ ἄνθρωποι ἀπὸ θανά του εἰς ζωὴν ἀγρεύονται. |
ἀ^πὸ τοῦ νῦν φησι^ν ἀνθρώπους ἔσῃ ζωγρῶν. | ἀπὸ τοῦ νῦν φησιν ἀνθρώπους ἔσῃ ζωγρῶν. |
δι^ὰ^ τί^ οὖν λέγει αὐτῷ· | διὰ τί οὖν λέγει αὐτῷ· |
μὴ φοβοῦ; | μὴ φοβοῦ; |
ἔστω, ἡ ἐπαγγελία_ κα^λὴν εἶχεν ὄψι^ν. | ἔστω, ἡ ἐπαγγελία καλὴν εἶχεν ὄψιν. |
δι^ὰ^ τί^ οὖν μὴ φοβοῦ; | διὰ τί οὖν μὴ φοβοῦ; |
ἐπειδὴ προσέπεσε τῇ μνήμῃ τῶν πρώτων ἁ^μα^ρτημά^των· | ἐπειδὴ προσέπεσε τῇ μνήμῃ τῶν πρώτων ἁμαρτημάτων· |
μὴ φοβοῦ φησι^ σαυτὸν ὡς ἁμαρτωλόν, ἀλλὰ^ λοιπὸν νόει σαυτὸν ὡς ἀ^πόστολον, ῥήμα^τι^ δεσποτι^κῷ κελευόμενος τὴν οἰκουμένην σαγηνεῦσαι. | μὴ φοβοῦ φησι σαυτὸν ὡς ἁμαρτωλόν, ἀλλὰ λοιπὸν νόει σαυτὸν ὡς ἀπόστολον, ῥήματι δεσποτικῷ κελευόμενος τὴν οἰκουμένην σαγηνεῦσαι. |
μὴ φοβοῦ, πᾶς ἁμαρτωλὸς πα^ρὰ^ χριστοῦ ἀ^κουέτω. | μὴ φοβοῦ, πᾶς ἁμαρτωλὸς παρὰ χριστοῦ ἀκουέτω. |
μὴ φοβοῦ. | μὴ φοβοῦ. |
μόνον ἀ^πὸ τοῦ νῦν μετα^νοείτω. | μόνον ἀπὸ τοῦ νῦν μετανοείτω. |
τὸ τοίνυ^ν δίκτυ^ον, ἵ^να_ εἰς τὴν προλαβοῦσα^ν ἔλθω ἀκολουθίαν, εἰκών ἐστι^ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος δι^δα^σκα^λί^α_ς. | τὸ τοίνυν δίκτυον, ἵνα εἰς τὴν προλαβοῦσαν ἔλθω ἀκολουθίαν, εἰκών ἐστι τῆς εὐαγγελικῆς τοῦ σωτῆρος διδασκαλίας. |
τὸ δὲ εὐαγγέλιον, τοῦτο κα^λεῖ παῦλος ποτὲ μὲν εὐαγγέλιον δι^καιοσύ^νης, ποτὲ δὲ εὐαγγέλιον εἰρήνης, ποτὲ δὲ εὐαγγέλιον δυ^νά^μεως. | τὸ δὲ εὐαγγέλιον, τοῦτο καλεῖ παῦλος ποτὲ μὲν εὐαγγέλιον δικαιοσύνης, ποτὲ δὲ εὐαγγέλιον εἰρήνης, ποτὲ δὲ εὐαγγέλιον δυνάμεως. |
ἐπειδὴ γὰ^ρ δυ^να^τὴ ἡ χά^ρι^ς τοῦ κηρύγμα^τος καὶ πολέμους ἀφα^νί^σαι, καὶ στά^σεις ἀνθρώπων μὴ συμφωνούντων πρὸς εὐσέβεια^ν σκορπί^σαι καὶ δι^ὰ^ μὲν τὸ πά^ντα^ς κα^λέσαι πρὸς σωτηρί^α_ν λέγεται εὐαγγέλιον δι^καιοσύ^νης· | ἐπειδὴ γὰρ δυνατὴ ἡ χάρις τοῦ κηρύγματος καὶ πολέμους ἀφανίσαι, καὶ στάσεις ἀνθρώπων μὴ συμφωνούντων πρὸς εὐσέβειαν σκορπίσαι καὶ διὰ μὲν τὸ πάντας καλέσαι πρὸς σωτηρίαν λέγεται εὐαγγέλιον δικαιοσύνης· |
δι^ὰ^ δὲ τὸ καταστέλλειν τὸν πόλεμον τῶν δαιμόνων λέγεται εὐαγγέλιον εἰρήνης· | διὰ δὲ τὸ καταστέλλειν τὸν πόλεμον τῶν δαιμόνων λέγεται εὐαγγέλιον εἰρήνης· |
δι^ὰ^ δὲ τὸ εὐτελέσι^ ῥήμα^σι^ κηρύττειν θεοῦ γνῶσι^ν κα^λεῖται εὐαγγέλιον δυ^νά^μεως. | διὰ δὲ τὸ εὐτελέσι ῥήμασι κηρύττειν θεοῦ γνῶσιν καλεῖται εὐαγγέλιον δυνάμεως. |
οὐ γὰ^ρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· | οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· |
δύ^να^μι^ς γὰ^ρ θεοῦ ἐστι^ν εἰς σωτηρί^α_ν. | δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν. |
τὸ δυ^να^τὸν γὰ^ρ τότε φαίνεται δυ^να^τόν, ὅτα^ν μὴ τοῖς ἀ^κολούθοις κεχρημένον λογισμοῖς κρατήση τῶν περά_των τῆς γῆς, ἀρκεῖ σοι ἡ χά^ρι^ς μου· | τὸ δυνατὸν γὰρ τότε φαίνεται δυνατόν, ὅταν μὴ τοῖς ἀκολούθοις κεχρημένον λογισμοῖς κρατήση τῶν περάτων τῆς γῆς, ἀρκεῖ σοι ἡ χάρις μου· |
ἡ γὰ^ρ δύ^να^μί^ς μου ἐν ἀσθενείᾳ τελειοῦται. | ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. |
οὐδὲν ἦν μέγα^, εἰ γυμνῇ τῇ θεότητι^ τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ' ὅτι^ δι^ὰ^ σώμα^τος τὴν ἀ^πα^θῆ καὶ ἀσώμα^τον ἔδειξε δόξα^ν. | οὐδὲν ἦν μέγα, εἰ γυμνῇ τῇ θεότητι τὴν οἰκουμένην ἐφώτισεν, ἀλλ' ὅτι διὰ σώματος τὴν ἀπαθῆ καὶ ἀσώματον ἔδειξε δόξαν. |
οὐδὲν ἦν θαυμαστόν, εἰ ὁ ζῶν ζωοποιὸν ἀ^παστράψας δόξα^ν, τὴν οἰκουμένην ἐζωοποίησεν· | οὐδὲν ἦν θαυμαστόν, εἰ ὁ ζῶν ζωοποιὸν ἀπαστράψας δόξαν, τὴν οἰκουμένην ἐζωοποίησεν· |
ἀλλὰ^ τὸ δυ^να^τὸν τοῦ λόγου, ὅτι^ θα^νά^τῳ τὸν θά^να^τον ἀφα^νί^ζει καὶ δι^ὰ^ τῶν ὕβρεων τὴν ἀ_θά^να^τον ἀ^παστρά^πτει δόξα^ν. | ἀλλὰ τὸ δυνατὸν τοῦ λόγου, ὅτι θανάτῳ τὸν θάνατον ἀφανίζει καὶ διὰ τῶν ὕβρεων τὴν ἀθάνατον ἀπαστράπτει δόξαν. |
εὐαγγέλιον εἰρήνης. | εὐαγγέλιον εἰρήνης. |
τοὺς γὰ^ρ πόδα^ς ἡμῶν φησι^ πα^ρα^σκευά^σα^τε ἐν ἑτοιμα^σίᾳ τοῦ εὐαγγελί^ου τῆς εἰρήνης. | τοὺς γὰρ πόδας ἡμῶν φησι παρασκευάσατε ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. |
οὐ γὰ^ρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· | οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· |
δι^καιοσύ^νη γὰ^ρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. | δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. |
τί^ ἐστι^ δι^καιοσύ^νη θεοῦ; | τί ἐστι δικαιοσύνη θεοῦ; |
ἐπειδὴ ὁ πρῶτος νόμος ἰουδαίοις ἐδόθη μόνοις, τὸ δὲ εὐαγγέλιον πᾶσι^, κα^λεῖ εὐαγγέλιον δι^καιοσύ^νης. | ἐπειδὴ ὁ πρῶτος νόμος ἰουδαίοις ἐδόθη μόνοις, τὸ δὲ εὐαγγέλιον πᾶσι, καλεῖ εὐαγγέλιον δικαιοσύνης. |
δίκαιος γὰ^ρ ὁ θεός, ὁμοίως πά^ντα^ς ποιήσα_ς, ὁμοίως πά^ντα^ς ἐφώτισε. | δίκαιος γὰρ ὁ θεός, ὁμοίως πάντας ποιήσας, ὁμοίως πάντας ἐφώτισε. |
καὶ τοῦτο ἦν δί^καιον, τὸ μὴ τοὺς μὲν σῶσαι, τοὺς δὲ μὴ σῶσαι. | καὶ τοῦτο ἦν δίκαιον, τὸ μὴ τοὺς μὲν σῶσαι, τοὺς δὲ μὴ σῶσαι. |
τὸ μὴ τοὺς μὲν κα^λέσαι, τοὺς δὲ μὴ κα^λέσαι. | τὸ μὴ τοὺς μὲν καλέσαι, τοὺς δὲ μὴ καλέσαι. |
ἐν τῇ πα^λαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσι^ς δι^καία_, ἀλλ' οἰκονομι^κὴ προκατασκευάζουσα^ ὁδὸν τῇ δι^καιοσύ^νῃ. | ἐν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία, ἀλλ' οἰκονομικὴ προκατασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ. |
οὐ γὰ^ρ λέγω ταύτην δι^καία_ν, κ ἀκείνην ἄδι^κον, ἀλλ' ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. | οὐ γὰρ λέγω ταύτην δικαίαν, κ ἀκείνην ἄδικον, ἀλλ' ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. |
ἔδωκεν νόμον τῷ ἰσραήλ· | ἔδωκεν νόμον τῷ ἰσραήλ· |
ὁ ἀ^πα^γγέλλων τὸ λόγι^ον αὐτοῦ τῷ ἰακώβ, δι^καιώμα^τα^ καὶ κρί ματα^ αὐτοῦ τῷ ἰσραήλ. | ὁ ἀπαγγέλλων τὸ λόγιον αὐτοῦ τῷ ἰακώβ, δικαιώματα καὶ κρί ματα αὐτοῦ τῷ ἰσραήλ. |
οὐκ ἐποίησεν οὕτω παντὶ^ ἔθνει, καὶ τὰ^ κρί^μα^τα^ αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. | οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. |
ἐπεὶ οὖν ἐκείνην ἔθνει ἀπεκάλυψεν, ἐνταῦθα^ δὲ ζυγοστατήσα_ς τὸν τῆς ἀ^ληθεία_ς λόγον, πᾶσι^ν αὐτὸν ἐξ ἴ_σου ἐκέρα^σεν. | ἐπεὶ οὖν ἐκείνην ἔθνει ἀπεκάλυψεν, ἐνταῦθα δὲ ζυγοστατήσας τὸν τῆς ἀληθείας λόγον, πᾶσιν αὐτὸν ἐξ ἴσου ἐκέρασεν. |
πρόσεχε, πα^ρα^κα^λῶ. | πρόσεχε, παρακαλῶ. |
δι^καιοσύ^νη ἐστὶ^ τὸ πά^ντα^ς ὁμοίως σῶσαι, καὶ μὴ εἶναι δι^α^φορὰ_ν δούλου καὶ ἐλευθέρου, βα^ρβά^ρου ἢ ἕλληνος, γυ^ναικὸς ἢ ἀνδρός· | δικαιοσύνη ἐστὶ τὸ πάντας ὁμοίως σῶσαι, καὶ μὴ εἶναι διαφορὰν δούλου καὶ ἐλευθέρου, βαρβάρου ἢ ἕλληνος, γυναικὸς ἢ ἀνδρός· |
ἐν χριστῷ ἰησοῦ οὐ βά^ρβα^ρος, οὐ σκύθης, οὐκ ἄρσεν, οὐ θῆλυ^, οὐ δοῦλος, οὐκ ἐλεύθερος. | ἐν χριστῷ ἰησοῦ οὐ βάρβαρος, οὐ σκύθης, οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. |
ὁρᾷς ὁμοτιμίαν; | ὁρᾷς ὁμοτιμίαν; |
ἐπειδὴ γὰ^ρ ἡ φύ^σι^ς ὁμότι_μος, εἰ καὶ ταῖς γνώμαις ἐμερίσθημεν, συ^νά^γει τὴν φύ^σι^ν εἰς τὸ ἀρχαῖον κάλλος. | ἐπειδὴ γὰρ ἡ φύσις ὁμότιμος, εἰ καὶ ταῖς γνώμαις ἐμερίσθημεν, συνάγει τὴν φύσιν εἰς τὸ ἀρχαῖον κάλλος. |
ὅτα^ν γὰ^ρ ἐπλάσθη ὁ ἀδάμ, οὐκ ἦν τι^ς ἀλλογενής, οὐ σκύθης, οὐ βά^ρβα^ρος, οὐχ ἕλλην, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄρσεν, οὐ θῆλυ^. | ὅταν γὰρ ἐπλάσθη ὁ ἀδάμ, οὐκ ἦν τις ἀλλογενής, οὐ σκύθης, οὐ βάρβαρος, οὐχ ἕλλην, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄρσεν, οὐ θῆλυ. |
ἐκ γὰ^ρ τοῦ ἑνὸς τὰ^ δύ^ο ἐπήγαγε. | ἐκ γὰρ τοῦ ἑνὸς τὰ δύο ἐπήγαγε. |
δουλείαν οὐ φύ^σι^ς ἐγέννησεν, ἀλλὰ^ προαίρεσι^ς ἔτεκε. | δουλείαν οὐ φύσις ἐγέννησεν, ἀλλὰ προαίρεσις ἔτεκε. |
γί_νεται δὲ καὶ δουλεία_ ἠναγκασμένη ἡ ἐν συμφορᾷ λιμοῦ ἢ αἰχμαλωσία_ς ἀ^νάγκῃ. | γίνεται δὲ καὶ δουλεία ἠναγκασμένη ἡ ἐν συμφορᾷ λιμοῦ ἢ αἰχμαλωσίας ἀνάγκῃ. |
ἔστι^ δὲ καὶ ἑτέρα_ δουλεία_ αὐθαίρετος, ἡ δι' ἐπιγαμίαν θεραπαινίδων τὴν ἑαυτῆς ἐλευθερίαν πιπρά_σκουσα^ καὶ ὑ^πὸ ζυ^γὸν δουλεία_ς ἐρχομένη. | ἔστι δὲ καὶ ἑτέρα δουλεία αὐθαίρετος, ἡ δι' ἐπιγαμίαν θεραπαινίδων τὴν ἑαυτῆς ἐλευθερίαν πιπράσκουσα καὶ ὑπὸ ζυγὸν δουλείας ἐρχομένη. |
ἡ δὲ πρώτη δουλεία_ ἀ^πὸ κα^κῆς συ^νέστη γνώμης. | ἡ δὲ πρώτη δουλεία ἀπὸ κακῆς συνέστη γνώμης. |
καὶ πόθεν εὑρίσκεται ἡ ῥί^ζα_ τῆς δουλεία_ς, ἄ^κουε. | καὶ πόθεν εὑρίσκεται ἡ ῥίζα τῆς δουλείας, ἄκουε. |
μετὰ^ τὸν κατακλυσμὸν ὁ νῶε πι^ὼν οἶνον καὶ μὴ κερά^σα_ς αὐτὸν τῇ πρεπούσῃ κρά_σει δι' ἀπειρίαν ἐμεθύσθη οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ' ἀ^γνοία_ς· | μετὰ τὸν κατακλυσμὸν ὁ νῶε πιὼν οἶνον καὶ μὴ κεράσας αὐτὸν τῇ πρεπούσῃ κράσει δι' ἀπειρίαν ἐμεθύσθη οὐ γνώμης νόσον ἐνδειξάμενος, ἀλλ' ἀγνοίας· |
καὶ ἐμεθύσθη καὶ μεθυσθεὶς ἐγυμνώθη. | καὶ ἐμεθύσθη καὶ μεθυσθεὶς ἐγυμνώθη. |
καὶ εἰσελθὼν εἷς τῶν υἱῶν αὐτοῦ, εἶδε τὴν τοῦ πατρὸς γύμνωσι^ν καὶ ἐγέλα^σε. | καὶ εἰσελθὼν εἷς τῶν υἱῶν αὐτοῦ, εἶδε τὴν τοῦ πατρὸς γύμνωσιν καὶ ἐγέλασε. |
τί^ οὖν ὁ πα^τὴρ ἐκνήψα_ς λέγει; | τί οὖν ὁ πατὴρ ἐκνήψας λέγει; |
ἐπικατάρατος χαναάν, παῖς οἰκέτης ἔσται τοῖς ἀ^δελφοῖς αὐτοῦ. | ἐπικατάρατος χαναάν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. |
ὁρᾷς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; | ὁρᾷς πῶς τὴν δουλείαν ἐγέννησεν ἡ ἁμαρτία; |
πᾶς ὁ ποιῶν τὴν ἁ^μαρτί^α_ν δοῦλός ἐστι^ τῆς ἁ^μαρτί^α_ς. | πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. |
ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτὴς τοῦ ἀ^νθρωπί^νου γένους καὶ συνεχώρησε τὴν ἁ^μαρτί^α_ν, μᾶλλον δὲ ᾖρεν. | ἐπεὶ οὖν ἦλθεν ὁ ἐλευθερωτὴς τοῦ ἀνθρωπίνου γένους καὶ συνεχώρησε τὴν ἁμαρτίαν, μᾶλλον δὲ ᾖρεν. |
ἐκτεμὼν γὰ^ρ τὴν ῥίζαν, συ^νεξέτεμε καὶ τοὺς καρπούς. | ἐκτεμὼν γὰρ τὴν ῥίζαν, συνεξέτεμε καὶ τοὺς καρπούς. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.