macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀλλὰ^ καὶ εἰσῆλθον, φησί^, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, κα^τα^δι^ώξα^τε, καὶ κα^τα^λήψεσθε αὐτούς. | ἀλλὰ καὶ εἰσῆλθον, φησί, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. |
ὢ κα^λοῦ ψεύδους· | ὢ καλοῦ ψεύδους· |
ὢ κα^λοῦ δόλου οὐ προδιδόντος τὰ^ θεῖα^, ἀλλὰ^ φυλάττοντος τὴν εὐσέβεια^ν. | ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. |
εἰ τοίνυ^ν τὴν ῥαὰβ ἐκείνην ἡ μετάνοια^ σωτηρί^α_ς τοσαύτης ἠξί^ωσε καὶ δι^ὰ^ στόμα^τος ἁ^γί^ων κηρύττεται, ἰησοῦ μὲν τοῦ ναυὴ βοῶντος ἐν τῇ ἐρήμῳ· | εἰ τοίνυν τὴν ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε καὶ διὰ στόματος ἁγίων κηρύττεται, ἰησοῦ μὲν τοῦ ναυὴ βοῶντος ἐν τῇ ἐρήμῳ· |
ζήτω ῥαὰβ ἡ πόρνη, παύλου δὲ λέγοντος· | ζήτω ῥαὰβ ἡ πόρνη, παύλου δὲ λέγοντος· |
πίστει ῥαὰβ ἡ πόρνη οὐ συ^ναπώλετο τοῖς ἀπειθήσασι^, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοια^ν, δεξόμεθα^ τὴν σωτηρί^α_ν; | πίστει ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; |
μετα^νοία_ς νῦν ὁ πα^ρὼν καιρός· | μετανοίας νῦν ὁ παρὼν καιρός· |
πολὺ^ς γὰ^ρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁ^μα^ρτημά^των, ἂ^ν μὴ προλά^βοι τὴν τι_μωρί^α_ν ἡ μετάνοια^. | πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. |
προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. | προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. |
σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁ^μα^ρτημά^των, οὐχ ὕ^δα^σι^ πολλοῖς, ἀλλὰ^ μικροῖς δάκρυσι^. | σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. |
πολὺ τὸ πῦρ τῆς ἁ^μαρτί^α_ς, καὶ ὀλί^γῳ δακρύῳ σβέννυ^ται· | πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύῳ σβέννυται· |
τὸ γὰ^ρ δάκρυον σβέννυ_σι^ πυρκαϊὰν ἁ^μα^ρτημά^των, καὶ ἀποπλύ^νει δυσωδίαν ἁ^μαρτί^α_ς. | τὸ γὰρ δάκρυον σβέννυσι πυρκαϊὰν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας. |
λούσω γά^ρ φησι^ καθ' ἑκάστην νύκτα^ τὴν κλίνην μου, ἐν δάκρυσί^ μου τὴν στρωμνήν μου βρέξω. | λούσω γάρ φησι καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. |
καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύ_ων, ἤρκει τὸ εἰπεῖν· | καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύων, ἤρκει τὸ εἰπεῖν· |
ἐν δάκρυσί^ μου τὴν στρωμνήν μου βρέξω. | ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. |
δι^ὰ^ τί^ οὖν προέταξε τὸ λούσω; | διὰ τί οὖν προέταξε τὸ λούσω; |
ἵ^να_ δείξῃ ὅτι^ λουτρόν ἐστι^ καὶ κα^θάρσιον ἁ^μα^ρτημά^των τὰ^ δά^κρυ^α^. | ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα. |
πάντων τῶν κα^κῶν αἴτι^α^ τὰ^ ἁ^μα^ρτήμα^τα^. | πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. |
δι^ὰ^ τὰ^ ἁ^μα^ρτήμα^τα^ λῦπαι, δι^ὰ^ τὰ^ ἁ^μα^ρτήμα^τα^ τα^ρα^χαί, δι^ὰ^ τὰ^ ἁ^μα^ρτήμα^τα^ πόλεμοι, δι^ὰ^ τὰ^ ἁ^μα^ρτήμα^τα^ νόσοι, καὶ πά^ντα^ ὅσα^ ἡμῖν προσπίπτει δυσίατα^ πά^θη. | διὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαί, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. |
ὥσπερ οὖν οἱ ἄ^ρι^στοι τῶν ἰ_α_τρῶν οὐ τὰ^ φαινόμενα^ πά^θη ἐξετάζουσι^ν, ἀλλὰ^ τὴν αἰτί^α_ν τῶν φαινομένων ἐπιζητοῦσι^ν· | ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν· |
οὕτω καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κα^κῶν τῶν ἐν ἀνθρώποις αἰτί^α_ν τὴν ἁ^μαρτί^α_ν, φησὶ^ τῷ πα^ραλελυμένῳ τὸ σῶ^μα^· | οὕτω καὶ ὁ σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ τὸ σῶμα· |
ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰ_α_τρὸς τῶν ψυ_χῶν πρότερον τὴν ψυ_χὴν πα^ραλυθέντα^, καὶ τότε τὸ σῶ^μα^, λέγει πρὸς αὐτόν· | ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγει πρὸς αὐτόν· |
ἴδε, ὑγι^ὴς γέγονα^ς, μηκέτι^ ἁ^μά^ρτα^νε, ἵ^να_ μὴ χεῖρόν τί^ σοι γένηται. | ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. |
οὐκοῦν καὶ τῆς προλαβούσης ἀρρωστία_ς αἴτι^ον ἡ ἁμαρτία· | οὐκοῦν καὶ τῆς προλαβούσης ἀρρωστίας αἴτιον ἡ ἁμαρτία· |
τοῦτο καὶ ζημί^α_ς αἴτι^ον· | τοῦτο καὶ ζημίας αἴτιον· |
τοῦτο καὶ λύ_πης, τοῦτο καὶ συμφορᾶς ἁ^πά_σης ὑπόθεσι^ς γί_νεται. | τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς ἁπάσης ὑπόθεσις γίνεται. |
πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ θεὸς δι^ὰ^ τὴν ἁ^μαρτί^α_ν τῇ ἀ^ποφά^σει τὴν ἀ^πόφα^σι^ν λύ_ει, καὶ τῇ κα^ταδίκῃ τὴν καταδίκην ἐκβάλλει· | πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει· |
ἐδόθη λύπη δι^ὰ^ τὴν ἁ^μαρτί^α_ν, καὶ δι^ὰ^ λύ_πης λύ_εται ἁμαρτία. | ἐδόθη λύπη διὰ τὴν ἁμαρτίαν, καὶ διὰ λύπης λύεται ἁμαρτία. |
πρόσεχε ἀ^κρι_βῶς· | πρόσεχε ἀκριβῶς· |
τῇ γυ^ναικὶ^ ἀ^πειλῶν ὁ θεός, καὶ δι^ὰ^ τὴν παράβασι^ν τὴν τι_μωρί^α_ν ἐπά^γων, φησὶ^ πρὸς αὐτήν· | τῇ γυναικὶ ἀπειλῶν ὁ θεός, καὶ διὰ τὴν παράβασιν τὴν τιμωρίαν ἐπάγων, φησὶ πρὸς αὐτήν· |
ἐν λύ_παις τέξῃ τέκνα^· | ἐν λύπαις τέξῃ τέκνα· |
καὶ ἔδειξε καρπὸν τῆς ἁ^μαρτί^α_ς, τὴν λύπην· | καὶ ἔδειξε καρπὸν τῆς ἁμαρτίας, τὴν λύπην· |
ἀλλ', ὢ τοῦ μεγαλοδώρου· | ἀλλ', ὢ τοῦ μεγαλοδώρου· |
ὃ ἔδωκεν εἰς τι_μωρί^α_ν, μετέβα^λεν εἰς σωτηρί^α_ν. | ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. |
ἁμαρτία λύπην ἐγέννησε· | ἁμαρτία λύπην ἐγέννησε· |
λύπη τὴν ἁ^μαρτί^α_ν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀ^πὸ τοῦ ξύ^λου τικτόμενος, αὐτὸ δα^πα^νᾷ τὸ ξύ^λον· | λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· |
οὕτω καὶ ἡ λύπη τεχθεῖσα^ ἀ^πὸ τῆς ἁ^μαρτί^α_ς, ἀ^να_λί^σκει τὴν ἁ^μαρτί^α_ν, δι^ὰ^ τῆς μετανοίας προσα^γομένη. | οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένη. |
ἡ κα^τὰ^ θεὸν λύπη μετάνοια^ν εἰς σωτηρί^α_ν ἀμεταμέλητον ἐργάζεται. | ἡ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. |
καλὴ ἡ λύπη τοῖς γνησίως μετα^νοοῦσι^· | καλὴ ἡ λύπη τοῖς γνησίως μετανοοῦσι· |
πρέπει τοῖς ἁ^μα^ρτά^νουσι^ τὸ ὑ^πὲρ τῆς ἁ^μαρτί^α_ς πένθος· | πρέπει τοῖς ἁμαρτάνουσι τὸ ὑπὲρ τῆς ἁμαρτίας πένθος· |
μακάριοι γὰ^ρ οἱ πενθοῦντες, ὅτι^ αὐτοὶ πα^ρα^κληθήσονται. | μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
πένθησον τὴν ἁ^μαρτί^α_ν, ἵ^να_ μὴ θρηνήσῃς τὴν τι_μωρί^α_ν· | πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· |
ἀπολόγησαι τῷ κριτῇ, πρὶ^ν ἔλθῃς εἰς τὸ κρι^τήριον. | ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. |
ἢ οὐκ οἶδα^ς, ὅτι^ πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτήν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θερα^πεύουσι^ν, ἀλλὰ^ πρὶ^ν εἰσελθεῖν εἰς τὸ κρι^τήριον, ἢ δι^ὰ^ φί^λων, ἢ δι^ὰ^ προστα^τῶν, ἢ δι' ἑτέρου τρόπου τι^νὸς τὸν δικαστὴν θερα^πεύουσι^ν; | ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτήν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶν, ἢ δι' ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύουσιν; |
οὐκοῦν καὶ ἐπὶ^ τοῦ θεοῦ ἐν τῷ καιρῷ τοῦ βήμα^τος οὐκ ἔστι^ πεῖσαι τὸν δικαστήν· | οὐκοῦν καὶ ἐπὶ τοῦ θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν· |
πρὸ δὲ τοῦ καιροῦ τῆς κρί^σεως δυ^να^τὸν δυσωπῆσαι τὸν κριτήν. | πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. |
διόπερ ἔλεγεν ὁ δαυίδ· | διόπερ ἔλεγεν ὁ δαυίδ· |
προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. | προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. |
ἐκεῖ τὸν μέγα^ν κριτὴν οὐ πα^ραλογίζεται ῥητόρων τέχνη· | ἐκεῖ τὸν μέγαν κριτὴν οὐ παραλογίζεται ῥητόρων τέχνη· |
οὐ δυσωπεῖ δυ^να^στεία_· | οὐ δυσωπεῖ δυναστεία· |
ἀξιώμα^τι^ οὐ πείθεται· | ἀξιώματι οὐ πείθεται· |
πρόσωπον οὐκ αἰσχύ_νεται· | πρόσωπον οὐκ αἰσχύνεται· |
χρήμα^σι^ν οὐ δι^α^φθείρεται, ἀλλὰ^ φοβερά ἐστι^ καὶ ἀδυσώπητος ἡ δι^καιοκρι^σία. | χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ φοβερά ἐστι καὶ ἀδυσώπητος ἡ δικαιοκρισία. |
ἐνταῦθα^ οὖν τὸν κριτὴν δυσωπήσωμεν καὶ πα^ρα^κα^λέσωμεν· | ἐνταῦθα οὖν τὸν κριτὴν δυσωπήσωμεν καὶ παρακαλέσωμεν· |
ἐνταῦθα^ παντὶ^ σθένει κα^θικετεύσωμεν, ἀλλ' οὐ χρήμα^σι^· | ἐνταῦθα παντὶ σθένει καθικετεύσωμεν, ἀλλ' οὐ χρήμασι· |
μᾶλλον δέ, εἰ χρὴ τ ἀ^ληθῆ λέγειν, πείθεται καὶ χρήμα^σι^ν ὁ φι^λάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ^ διὰ τῶν πενήτων. | μᾶλλον δέ, εἰ χρὴ τ ἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων. |
δὸς πενομένῳ χρήμα^τα^, καὶ τὸν κριτὴν ἐδυσώπησα^ς. | δὸς πενομένῳ χρήματα, καὶ τὸν κριτὴν ἐδυσώπησας. |
ταῦτα^ δὲ λέγω οἰκειούμενος ὑ_μᾶς, ἐπειδὴ μετάνοια^ ἐκτὸς ἐλεημοσύνης νεκρά ἐστι^ καὶ ἄπτερος· | ταῦτα δὲ λέγω οἰκειούμενος ὑμᾶς, ἐπειδὴ μετάνοια ἐκτὸς ἐλεημοσύνης νεκρά ἐστι καὶ ἄπτερος· |
οὐ δύ^να^ται μετάνοια^ πτερωθῆναι, μὴ ἔχουσα^ πτερὸν ἐλεημοσύνης. | οὐ δύναται μετάνοια πτερωθῆναι, μὴ ἔχουσα πτερὸν ἐλεημοσύνης. |
διὰ τοῦτο τῷ κα^λῶς μετα^νοήσαντι^ κορνηλίῳ πτερὸν ἐγένετο τῆς εὐσεβεία_ς ἡ ἐλεημοσύνη· | διὰ τοῦτο τῷ καλῶς μετανοήσαντι κορνηλίῳ πτερὸν ἐγένετο τῆς εὐσεβείας ἡ ἐλεημοσύνη· |
αἱ ἐλεημοσύ^ναι σου γά^ρ, φησί^, καὶ αἱ προσευχαί σου εἰς οὐρα^νὸν ἀ^νέβησα^ν. | αἱ ἐλεημοσύναι σου γάρ, φησί, καὶ αἱ προσευχαί σου εἰς οὐρανὸν ἀνέβησαν. |
ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂ^ν εἰς οὐρα^νὸν ἐχώρησεν. | ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂν εἰς οὐρανὸν ἐχώρησεν. |
ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης. | ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης. |
ὁρῶμεν γὰ^ρ τοὺς αἰχμα^λώτους καὶ τοὺς πένητα^ς· | ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· |
ὁρῶμεν τοὺς ἐν ἀ^γορᾷ περι^φερομένους, ὁρῶμεν τοὺς βοῶντα^ς, ὁρῶμεν τοὺς δακρύ_οντα^ς, ὁρῶμεν τοὺς στένοντα^ς· | ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· |
πα^νήγυ^ρι^ς ἡμῖν πρόκειται θαυμαστή, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστι^ν ἐπάγγελμα^, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι^ φρόνημα^, ἢ τὰ^ ἐν τοῖς ὠνί^οις ὀλί^γου μὲν ἀ^γορά^σαι, πολλοῦ δὲ πωλῆσαι. | πανήγυρις ἡμῖν πρόκειται θαυμαστή, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. |
οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; | οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; |
μὴ δι' ἕτερόν τι^ ἐπι^βάλλεταί τι^ς τῇ ἐμπορίᾳ, ἢ ἵ^να_ τὰ^ μικροῦ ἐωνημένα^ μεγά^λου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; | μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; |
τοιαύτην οὖν πανήγυρι^ν προέθηκεν ἡμῖν ὁ θεός· | τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ θεός· |
ὀλί^γου τὰ_ς δι^καιοσύ^να_ς ἀ^γόρα^σον, ἵ^να_ πολλοῦ μετα^πωλήσῃς ἐν τῷ μέλλοντι^· | ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· |
εἴ γε δεῖ μετάπρασι^ν εἰ πεῖν τὴν ἀνταπόδοσι^ν. | εἴ γε δεῖ μετάπρασιν εἰ πεῖν τὴν ἀνταπόδοσιν. |
ἐνταῦθα δι' ὀλί^γων ἀ^γορά^ζεται δι^καιοσύ^νη, δι' εὐτελοῦς κλάσμα^τος ἄρτου, δι' εὐτελοῦς ἱματί^ου, διὰ ποτηρί^ου ψυχροῦ· | ἐνταῦθα δι' ὀλίγων ἀγοράζεται δικαιοσύνη, δι' εὐτελοῦς κλάσματος ἄρτου, δι' εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ· |
ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑ_μῖν, φησὶ^ν ὁ τῆς πνευματικῆς ἐμπορία_ς δι^δά^σκα^λος, οὐ μὴ ἀ^πολέσῃ τὸν μισθὸν αὐτοῦ. | ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν, φησὶν ὁ τῆς πνευματικῆς ἐμπορίας διδάσκαλος, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. |
ποτήριον ψυχροῦ ἔμμισθον, ἱ_μά^τι^α^ καὶ χρήμα^τα^ δι^δόμενα^ δι' εὐεργεσίαν οὐκ ἔμμισθα^; | ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; |
τοὐναντίον μὲν οὖν καὶ πολύμισθα^. | τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. |
διὰ τί^ οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; | διὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; |
ἀδάπανον εἶπεν ἐλεημοσύνην· | ἀδάπανον εἶπεν ἐλεημοσύνην· |
τῷ γὰ^ρ ψυχρῷ οὔ τε ξύ^λον ἀ^να_λί^σκεις, οὔ τε ἕτερόν τι^ προσδαπανᾷς. | τῷ γὰρ ψυχρῷ οὔ τε ξύλον ἀναλίσκεις, οὔ τε ἕτερόν τι προσδαπανᾷς. |
εἰ δ' ὅπου ἀ^δά^πα^νος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσί^α_ς ἡ χά^ρι^ς, ἔνθα^ ἱ_μα^τί^ων ἀφθονία, χρημά^των χορηγία, τῶν ἄλλων ἀ^γα^θῶν ἡ περι^ουσί^α_, πόσον ἀ^πεκδέχεσθαι χρὴ μισθὸν πα^ρὰ^ τοῦ δι^καίου κριτοῦ; | εἰ δ' ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; |
ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀ^ρεταὶ ὀλί^γου πωλούμεναι, πα^ρὰ^ τοῦ μεγαλοδώρου λά^βωμεν, ἁρπά^σωμεν, ἀ^γορά^σωμεν. | ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν. |
οἱ διψῶντές φησι^ πορεύεσθε ἐφ' ὕ^δωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύ^ρι^ον, βαδίσαντες ἀ^γορά^σα^τε. | οἱ διψῶντές φησι πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε. |
ἐν ὅσῳ πρόκειται ἡ πα^νήγυ^ρι^ς, ἀ^γορά^σωμεν ἐλεημοσύ^να_ς, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀ^γορά^σωμεν τὴν σωτηρί^α_ν. | ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. |
χριστὸν ἐνδύ^εις, πτωχὸν ἐνδύ^ων. | χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. |
ταῦτα^, φησί^ν, οἶδα^ κα^λῶς καὶ ἀ^κρι_βῶς· | ταῦτα, φησίν, οἶδα καλῶς καὶ ἀκριβῶς· |
ταῦτα^ προμεμάθηκα^, οὐ σὺ^ πρῶτος ἐδί^δα^ξα^ς· | ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· |
οὐ πα^ρὰ^ σοῦ τοῦτο πρῶτον ἀ^κηκόα^μεν· | οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· |
οὐ ξένα_ κηρύττεις, ἀλλ' ἃ^ πολλά^κι^ς ἡμᾶς πολλοὶ τῶν πα^ρόντων ἐδί^δα^ξα^ν. | οὐ ξένα κηρύττεις, ἀλλ' ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. |
οἶδα^ καὶ αὐτός, οἶδα, ὅτι^ ταῦτα^ καὶ τὰ^ τοιαῦτα^ πολλά^κι^ς μεμα^θήκα^τε, ἀλλ' εἴθε πολλά^κι^ς μα^θόντες, κ ἂ_ν ὀλί^γον τὸ καλὸν εἰργαζώμεθα^. | οἶδα καὶ αὐτός, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ' εἴθε πολλάκις μαθόντες, κ ἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. |
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. | ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. |
θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵ^να_ παρ' αὐτοῦ λά^βωμεν φιλανθρωπία_ς ἀντίδοσι^ν. | θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. |
ἀλλ' ὢ τοῦ σοφωτά^του ῥήμα^τος. | ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος. |
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. | ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. |
διὰ τί^ οὖν οὐκ εἶπεν· | διὰ τί οὖν οὐκ εἶπεν· |
ὁ ἐλεῶν πτωχὸν δί^δωσι^ θεῷ, ἀλλὰ^ δανείζει; | ὁ ἐλεῶν πτωχὸν δίδωσι θεῷ, ἀλλὰ δανείζει; |
οἶδεν ἡ γρα^φὴ τὴν ἡμετέρα_ν πλεονεξίαν. | οἶδεν ἡ γραφὴ τὴν ἡμετέραν πλεονεξίαν. |
προσέσχεν ὅτι^ ἡ ἀ^πληστί^α_ ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα^ τὸν πλεονασμὸν ζητεῖ. | προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. |
καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· | καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· |
ὁ ἐλεῶν πτωχὸν δί^δωσι^ θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομί^σῃς· | ὁ ἐλεῶν πτωχὸν δίδωσι θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς· |
ἀλλ' ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. | ἀλλ' ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. |
εἰ δανείζεται θεὸς παρ' ἡμῶν, ἄ^ρα^ χρεώστης ἡμῶν ἐστι^. | εἰ δανείζεται θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.