macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐπειδὴ θεῷ τὰ^ δύο πρέποντα^·
ἐπειδὴ θεῷ τὰ δύο πρέποντα·
καὶ γὰ^ρ ἐκεῖνο, δυ^νά^μεως, καὶ τοῦτο, ἀγαθότητος·
καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος·
δι' ὑ^περβολὴν δυ^νά^μεως τα^χύ^ς, δι^ὰ^ πολλὴν ἀγαθότητα^ βρα^δύ^ς·
δι' ὑπερβολὴν δυνάμεως ταχύς, διὰ πολλὴν ἀγαθότητα βραδύς·
ἔλεγχος δὲ τῶν ῥημά^των, ἡ πεῖρα^ τῶν πρα_γμά^των.
ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πεῖρα τῶν πραγμάτων.
ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν, τὰ^ μεγέθη τῶν ὀρέων, τὰ_ς πεδιάδας, τὰ_ς φά^ρα^γγα^ς, τὰ_ς νάπα_ς, τὰ_ς ὕ_λα_ς, τὰ^ βλαστήμα^τα^, πηγά_ς, ποτα^μούς, πα^ρά^δεισον, πᾶσα^ν τὴν ὁρωμένην ποικιλίαν, τὴν θά^λα^ττα^ν ταύτην τὴν μεγά^λην καὶ εὐρύχωρον, τὰ_ς νήσους, τὰ_ς πα^ρα^λί^ους χώρα_ς καὶ τὰ_ς μεσ...
ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγάς, ποταμούς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας καὶ τὰς μεσογείους·
πά^ντα^ τὸν ὁρώμενον τοῦτον κόσμον καὶ τὸ ἐν αὐτῷ κάλλος ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεός·
πάντα τὸν ὁρώμενον τοῦτον κόσμον καὶ τὸ ἐν αὐτῷ κάλλος ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεός·
τὰ^ ἐν αὐτῷ ζῷα^ τὰ^ λογικά^, καὶ τὰ^ ἄλογα^, καὶ πᾶσα^ν τὴν ὁρωμένην διακόσμησι^ν ἐν ἓξ ἡμέραις ποιεῖ.
τὰ ἐν αὐτῷ ζῷα τὰ λογικά, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ.
οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσα^το μί^α^ν πόλι^ν κα^θελεῖν, εὑρέθη βρα^δὺ^ς δι' ἀγαθότητα^.
οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα.
θέλει κα^θελεῖν τὴν ἱεριχὼ καί φησι^ πρὸς τὸν ἰσραήλ.
θέλει καθελεῖν τὴν ἱεριχὼ καί φησι πρὸς τὸν ἰσραήλ.
κυκλώσατε αὐτὴν ἐπὶ^ ἑπτὰ^ ἡμέρα_ς·
κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας·
καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος.
καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος.
τὸν κόσμον ὅλον ἐν ἓξ ἡμέραις κα^τα^σκευά^ζεις, καὶ μί^α^ν πόλι^ν ἐν ἑπτὰ^ ἡμέραις λύ_εις;
τὸν κόσμον ὅλον ἐν ἓξ ἡμέραις κατασκευάζεις, καὶ μίαν πόλιν ἐν ἑπτὰ ἡμέραις λύεις;
τί^ γὰ^ρ ἐμποδίζει σου τῇ δυ^να^στείᾳ;
τί γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ;
δι^ὰ^ τί^ γὰ^ρ μὴ ἀθρόον κα^θαιρεῖς;
διὰ τί γὰρ μὴ ἀθρόον καθαιρεῖς;
οὐ περὶ^ σοῦ ὁ προφήτης βοᾷ λέγων·
οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων·
ἐὰν ἀ^νοίξῃς τὸν οὐρα^νόν, τρόμος λήψεται ἀ^πὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀ^πὸ προσώπου πυ_ρός;
ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός;
οὐ τὰ^ ἔργα^ τῆς δυ^νά^μεώς σου δι^ηγούμενός φησι^ν ὁ δαυίδ·
οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενός φησιν ὁ δαυίδ·
οὐ φοβηθησόμεθα^ ἐν τῷ τα^ρά^σσεσθαι τὴν γῆν, καὶ μετα^τίθεσθαι ὄρη ἐν κα^ρδί^αις θα^λα^σσῶν.
οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
ὄρη δύ_νῃ μεθιστᾶν καὶ εἰς θά^λα^σσα^ν ἐμβάλλειν, καὶ μί^α^ν πόλι^ν οὐ θέλεις κα^θελεῖν ἀντιλέγουσα^ν, ἀλλ' ἑπτὰ^ ἡμέρα_ς δί^δως τῇ κα^θαιρέσει^;
ὄρη δύνῃ μεθιστᾶν καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει;
δι^ὰ^ τί^;
διὰ τί;
οὐχ ἡ δύ^να^μί^ς φησι^ν ἀτονεῖ, ἀλλ' ἡ φι^λανθρωπί^α_ μακροθυμεῖ.
οὐχ ἡ δύναμίς φησιν ἀτονεῖ, ἀλλ' ἡ φιλανθρωπία μακροθυμεῖ.
δίδωμι ἑπτὰ^ ἡμέρα_ς, ὡς τῇ νινευὶ τρεῖς ἡμέρα_ς.
δίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ νινευὶ τρεῖς ἡμέρας.
ἴσως δέξεται κήρυγμα^ μετα^νοία_ς καὶ σωθήσεται.
ἴσως δέξεται κήρυγμα μετανοίας καὶ σωθήσεται.
καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοια^ν;
καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν;
πολέμιοι τὴν πόλι^ν περι^ετειχίσαντο·
πολέμιοι τὴν πόλιν περιετειχίσαντο·
ὁ στρα^τηγὸς ἐκύκλου τὰ^ τείχη·
ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη·
πολὺ^ς ὁ φόβος, πολὺ^ς ὁ θόρυ^βος.
πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος.
ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετα^νοία_ς ἀ^νέῳξα^ς;
ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετανοίας ἀνέῳξας;
μὴ γὰ^ρ προφήτην ἀπέστειλα^ς;
μὴ γὰρ προφήτην ἀπέστειλας;
μὴ γὰ^ρ εὐαγγελιστὴν διεπέμψω, μὴ γὰ^ρ ἦν τι^ς αὐτοῖς ὑποτι^θέμενος τὸ συμφέρον;
μὴ γὰρ εὐαγγελιστὴν διεπέμψω, μὴ γὰρ ἦν τις αὐτοῖς ὑποτιθέμενος τὸ συμφέρον;
ναί φησι^ν, εἶχον ἔνδον δι^δά^σκα^λον τῆς μετα^νοία_ς τὴν θαυμαστὴν ἐκείνην ῥαάβ, ἣν ἔσωσα^ δι^ὰ^ μετα^νοία_ς.
ναί φησιν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην ῥαάβ, ἣν ἔσωσα διὰ μετανοίας.
τοῦ αὐτοῦ ἦν φυράμα^τος.
τοῦ αὐτοῦ ἦν φυράματος.
ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήμα^τος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα^ τῇ ἀ^πι^στί^ᾳ.
ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.
καὶ ὅρα_ μοι τὸ ξένον τῆς φιλανθρωπία_ς κήρυγμα^·
καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα·
ὁ λέγων ἐν τῷ νόμῳ·
ὁ λέγων ἐν τῷ νόμῳ·
οὐ μοιχεύσεις, οὐ πορνεύσεις, με ταβαλὼν τὸ ῥῆμα^ δι^ὰ^ φιλανθρωπίαν, βοᾷ δι^ὰ^ τοῦ μακαρί^ου ἰησοῦ·
οὐ μοιχεύσεις, οὐ πορνεύσεις, με ταβαλὼν τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου ἰησοῦ·
ῥαὰβ ἡ πόρνη ζήτω.
ῥαὰβ ἡ πόρνη ζήτω.
ἰησοῦς ἐκεῖνος ὁ ναυὴ υἱὸς ὁ λέγων ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ κυ_ρί^ου ἰησοῦ τοῦ λέγοντος·
ἰησοῦς ἐκεῖνος ὁ ναυὴ υἱὸς ὁ λέγων ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ κυρίου ἰησοῦ τοῦ λέγοντος·
πόρναι καὶ τελῶναι προά^ξουσι^ν ὑ_μᾶς εἰς τὴν βα^σι^λεία_ν τῶν οὐρα^νῶν.
πόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
εἰ ζῆν ὀφείλει, δι^ὰ^ τί^ πόρνη;
εἰ ζῆν ὀφείλει, διὰ τί πόρνη;
εἰ πόρνη, δι^ὰ^ τί^ ζήτω;
εἰ πόρνη, διὰ τί ζήτω;
λέγω φησὶ^ τὴν προτέρα_ν κατάστασι^ν, ἵ^να_ θαυμά^σῃς τὴν δευτέρα_ν μετάστασι^ν.
λέγω φησὶ τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν.
καὶ τί^ ἐποίησέ φησι^ν ἡ ῥαὰβ σωτηρί^α_ς πρόξενον;
καὶ τί ἐποίησέ φησιν ἡ ῥαὰβ σωτηρίας πρόξενον;
ὅτι^ ἐδέξα^το τοὺς κα^τασκόπους μετὰ^ εἰρήνης;
ὅτι ἐδέξατο τοὺς κατασκόπους μετὰ εἰρήνης;
τοῦτο καὶ πανδοχεύτρια^ ποιεῖ.
τοῦτο καὶ πανδοχεύτρια ποιεῖ.
ἀλλ' οὐκ ἀ^πὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρί^α_ν, ἀλλὰ^ προηγουμένως ἀ^πὸ τῆς πίστεως καὶ τῆς πρὸς θεὸν διαθέσεως.
ἀλλ' οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως καὶ τῆς πρὸς θεὸν διαθέσεως.
καὶ ἵ^να_ μά^θῃς τὴν ὑ^περβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄ^κουε αὐτῆς τῆς γρα^φῆς δι^ηγουμένης τὰ^ μεμαρτυρημένα^ αὐτῇ κατορθώμα^τα^.
καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς γραφῆς διηγουμένης τὰ μεμαρτυρημένα αὐτῇ κατορθώματα.
ἦν ἐν πορνείῳ, ὥσπερ μαργα^ρί_της ἐν βορβόρῳ συμπεφυρμένος, χρυ_σὸς ἐν πηλῷ διερριμμένος, ἄνθος εὐσεβεία_ς ἀ^κά^νθαις κεχωσμένον, εὐσεβὴς ψυ_χὴ ἐν ἀ^σεβεία_ς χώρῳ κατεκέκλειστο.
ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διερριμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο.
καί μοι πρόσεχε τὸν νοῦν ἀ^κρι_βῶς.
καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς.
ἐδέξατο τοὺς κα^τασκόπους, καὶ ὃν προέδωκεν ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ ῥαὰβ ἐν τῷ πορνείῳ.
ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ ῥαὰβ ἐν τῷ πορνείῳ.
οἷόν τι^ λέγω, ὁ ἰσραὴλ ἐν τῇ ἐρήμῳ;
οἷόν τι λέγω, ὁ ἰσραὴλ ἐν τῇ ἐρήμῳ;
ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε πα^ρὰ^ τοῦ θεοῦ ἐκ μέσου τοῦ πυ_ρός·
ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ θεοῦ ἐκ μέσου τοῦ πυρός·
ἄ^κουε ἰσραήλ·
ἄκουε ἰσραήλ·
κύ_ρι^ος ὁ θεός σου, κύ_ρι^ος εἷς ἐστι^ν·
κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν·
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·
ἐγὼ ἐν τῷ οὐρα^νῷ ἄ^νω, καὶ ἐν τῇ γῇ κά^τω, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι^.
ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι.
ταῦτα^ ἀ^κούων ὁ ἰσραήλ, μόσχον ἐχώνευσε, καὶ θεὸν ἠθέτησεν·
ταῦτα ἀκούων ὁ ἰσραήλ, μόσχον ἐχώνευσε, καὶ θεὸν ἠθέτησεν·
ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ ἀαρών·
ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ ἀαρών·
ποίησον ἡμῖν θεούς.
ποίησον ἡμῖν θεούς.
εἰ θεούς, δι^ὰ^ τί^ ποίησον;
εἰ θεούς, διὰ τί ποίησον;
πῶς θεοὶ τὰ^ γι_νόμενα^;
πῶς θεοὶ τὰ γινόμενα;
οὕτως ἡ κα^κί^α_ τυφλώττουσα^, αὐτὴ ἑαυτῇ μά^χεται, καὶ ἑαυτὴν ἀφα^νί^ζει.
οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει.
οὗτοι οἱ θεοί σου, ἰσραήλ, οἱ ἐξα^γα^γόντες σε ἐκ γῆς αἰγύπτου.
οὗτοι οἱ θεοί σου, ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς αἰγύπτου.
οὗτοι οἱ θεοί.
οὗτοι οἱ θεοί.
ἕνα βλέπει μόσχον, ἓν τὸ γι_νόμενον εἴδωλον.
ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον.
δι^ὰ^ τί^ οὖν οὗτοι οἱ θεοί;
διὰ τί οὖν οὗτοι οἱ θεοί;
ἵ^να_ δείξῃ, ὅτι^ οὐχ ὃ βλέπει μόνον προσκυ^νεῖ, ἀλλὰ^ πολυθεΐαν φαντάζεται·
ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται·
τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρί_νει.
τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει.
ἵ^να_ δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πά^λι^ν, ἃ^ ἤκουσεν ἰσραήλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμα^σι^, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσα^το, ταῦτα^ ἡ ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει·
ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν ἰσραήλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει·
λέγει γὰ^ρ τοῖς κα^τασκόποις·
λέγει γὰρ τοῖς κατασκόποις·
ἔγνωμεν ὅσα^ ἐποίησεν ὁ θεὸς ὑ_μῶν τοῖς αἰγυπτίοις.
ἔγνωμεν ὅσα ἐποίησεν ὁ θεὸς ὑμῶν τοῖς αἰγυπτίοις.
ὁ ἰουδαῖος λέγει·
ὁ ἰουδαῖος λέγει·
οὗτοι οἱ θεοί σου οἱ ἐξα^γα^γόντες σε ἐκ γῆς αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ^ θεῷ ἐπιγρά^φει τὴν σωτηρί^α_ν.
οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ θεῷ ἐπιγράφει τὴν σωτηρίαν.
ἔγνωμεν ὅσα^ ὁ θεὸς ὑ_μῶν ἐποίησε τοῖς αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσα^μεν, καὶ ἐτάκη ἡμῶν ἡ κα^ρδί^α_, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστι^ν.
ἔγνωμεν ὅσα ὁ θεὸς ὑμῶν ἐποίησε τοῖς αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν.
ἔγνωμεν ὅσα^ ὁ θεὸς ὑ_μῶν ἐποίησε.
ἔγνωμεν ὅσα ὁ θεὸς ὑμῶν ἐποίησε.
βλέπεις πῶς ἀ^να^λα^μβά^νει τοῦ νομοθέτου τὸ ῥῆμα^ δι^ὰ^ πίστεως;
βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως;
καὶ οἶδα^, ὅτι^ ὁ θεὸς ὑ_μῶν ἐν τῷ οὐρα^νῷ ἄ^νω, καὶ ἐν τῇ γῇ κά^τω, καὶ πλὴν αὐτοῦ θεὸς οὐκ ἔστι^ν.
καὶ οἶδα, ὅτι ὁ θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ θεὸς οὐκ ἔστιν.
εἰκὼν τῆς ἐκκλησί^α_ς ἡ ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ χριστοῦ κα^τασκόπους, οὐ τοὺς πα^ρὰ^ ἰησοῦ τοῦ ναυή, ἀλλὰ^ τοὺς ἀ^ποστόλους τοὺς πα^ρὰ^ ἰησοῦ τοῦ ἀ^ληθι^νοῦ σωτῆρος ἀπεσταλμένους.
εἰκὼν τῆς ἐκκλησίας ἡ ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ ἰησοῦ τοῦ ναυή, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ ἰησοῦ τοῦ ἀληθινοῦ σωτῆρος ἀπεσταλμένους.
ἔγνων φησὶ^ν ὅτι^ ὁ θεὸς ὑ_μῶν ἐν τῷ οὐρα^νῷ ἄ^νω, καὶ ἐν τῇ γῇ κά^τω, καὶ πλὴν αὐτοῦ θεὸς οὐκ ἔστι^.
ἔγνων φησὶν ὅτι ὁ θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ θεὸς οὐκ ἔστι.
ταῦτα^ πα^ρέλα^βον οἱ ἰουδαῖοι καὶ οὐκ ἐφύ^λα^ξα^ν·
ταῦτα παρέλαβον οἱ ἰουδαῖοι καὶ οὐκ ἐφύλαξαν·
ταῦτα^ ἤκουσεν ἡ ἐκκλησί^α_ καὶ διετήρησεν.
ταῦτα ἤκουσεν ἡ ἐκκλησία καὶ διετήρησεν.
ἀ^ξί^α_ τοίνυ^ν ἐπαίνου παντὸς ῥαάβ, ἡ εἰκὼν τῆς ἐκκλησί^α_ς.
ἀξία τοίνυν ἐπαίνου παντὸς ῥαάβ, ἡ εἰκὼν τῆς ἐκκλησίας.
δι^ὰ^ τοῦτο καὶ ὁ γενναῖος παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξί^ωμα^ τῆς πίστεως, καὶ οὐκ ἀδόκι^μον ἡγησά^μενος δι^ὰ^ τὴν προτέρα_ν κατάστασι^ν, ἀλλὰ^ δόκι^μον δι^ὰ^ τὴν ἔνθεον μετα^βολήν, συ^ναριθμεῖ αὐτὴν τοῖς ἁ^γί^οις πᾶσι^, καὶ εἰρηκώς·
διὰ τοῦτο καὶ ὁ γενναῖος παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολήν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς·
πίστει ἄβελ θυ^σί^α_ν προσήνεγκε·
πίστει ἄβελ θυσίαν προσήνεγκε·
πίστει ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε·
πίστει ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε·
πίστει νῶε κι_βωτὸν εἰργά^σα^το·
πίστει νῶε κιβωτὸν εἰργάσατο·
πίστει μωϋσῆς τὰ^ καὶ τὰ^ ἐποίησε καὶ κα^τώρθωσε.
πίστει μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε.
καί πολλῶν ἐφεξῆς μνησθεὶς ἁ^γί^ων, τὸ τελευταῖον ἐπήγαγε·
καί πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε·
πίστει ῥαὰβ ἡ πόρνη οὐ συ^ναπώλετο τοῖς ἀπειθήσασι^, δεξα^μένη τοὺς κα^τασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβα^λοῦσα^.
πίστει ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα.
καὶ ὅρα πῶς μετὰ^ πολλῆς σοφί^α_ς ἐκέρα^σε τὴν ἑαυτῆς εὐγνωμοσύνην.
καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην.
ὅτε γὰ^ρ ἀπεστά^λησα^ν πα^ρὰ^ τοῦ βα^σι^λέως ζητοῦντες τοὺς κα^τασκόπους, λέγουσι^ν αὐτῇ·
ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ·
εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες;
εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες;
ἡ δὲ πρὸς αὐτούς·
ἡ δὲ πρὸς αὐτούς·
ναί φησι^ν εἰσῆλθον.
ναί φησιν εἰσῆλθον.
πρῶτον οἰκοδομεῖ τὴν ἀ^λήθεια^ν, καὶ οὕτως ἐπά^γει τὸ ψεῦδος.
πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος.
οὐδέποτε γὰ^ρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀ^λήθεια^ν·
οὐδέποτε γὰρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν·
δι^ὰ^ τοῦτο οἱ πι^θα^νῶς ψευδόμενοι πρῶτον λέγουσι^ τ ἀ^ληθῆ καὶ πᾶσι^ν ὡμολογημένα^, καὶ τότε ἐπά^γουσι^ τὰ^ ψευδῆ καὶ ἀμφιβαλλόμενα^.
διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τ ἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα.
εἰσῆλθον πρὸς σὲ κα^τάσκοποι;
εἰσῆλθον πρὸς σὲ κατάσκοποι;
λέγει ναί·
λέγει ναί·
εἰ γὰ^ρ εἶπεν ἐξ ἀρχῆς οὔ, προεκαλεῖτο εἰς ἔρευνα^ν τοὺς ἐπελθόντα^ς·
εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς οὔ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας·