macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; | τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; |
ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα^· | ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· |
ὁ κρι^τὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον. | ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον. |
ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰ^δεῖν, τί^νος ἕνεκεν ὁ θεὸς εἶπεν, ὅτι^ ἐμοὶ δανείζει ὁ δι^δοὺς πτωχῷ. | ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ θεὸς εἶπεν, ὅτι ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. |
ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσα^ν εἰς πλεονασμόν, ὡς ἔφθην εἰπών, καὶ μηδα^μοῦ τὸν χρήμα^τα^ ἔχοντα^ δανείζειν θέλοντα^ ἄ^νευ ἀ^σφα^λεία_ς· | ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμόν, ὡς ἔφθην εἰπών, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· |
ἀ^παιτεῖ γὰ^ρ ὁ δανείζων ἢ ὑποθήκην ἢ ἐνέχυρα^ ἢ τὸν ἀντιφωνοῦντα^ καὶ διὰ τῶν τρι^ῶν τούτων ἀ^σφα^λειῶν ἐμπιστεύει τὰ^ ἑαυτοῦ χρήμα^τα^ ἢ ἐγγύ^α_ς δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πρα_γμά^των ἢ ἐνέχυρα^· | ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην ἢ ἐνέχυρα ἢ τὸν ἀντιφωνοῦντα καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πραγμάτων ἢ ἐνέχυρα· |
ἐπειδὴ οὖν εἶδεν ὁ θεός, ὅτι^ ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐ δὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων· | ἐπειδὴ οὖν εἶδεν ὁ θεός, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐ δὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων· |
οὐ κέκτηται γὰ^ρ οὐδέν· | οὐ κέκτηται γὰρ οὐδέν· |
οὐκ ἐνέχυρα^ φέρων· | οὐκ ἐνέχυρα φέρων· |
γεγύμνωται γά^ρ· | γεγύμνωται γάρ· |
οὐ τὸν ἀντιφωνοῦντα^ πα^ρέχων· | οὐ τὸν ἀντιφωνοῦντα παρέχων· |
ἀ^πι^στεῖται γὰ^ρ διὰ τὴν ἀ^πορί^α_ν· | ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· |
ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα^ τῇ ἀ^πορί^ᾳ, καὶ τὸν ἔχοντα^ χρήμα^τα^ κινδυ_νεύοντα^ διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυ^ον μὲν τῷ πένητι^, ἐνέχυ^ρον δὲ τῷ δανείζοντι^. | ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. |
ἀπιστεῖς τούτῳ, φησί^, διὰ τὴν ἀ^πορί^α_ν· | ἀπιστεῖς τούτῳ, φησί, διὰ τὴν ἀπορίαν· |
ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. | ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. |
εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν· | εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν· |
εἶδε τὸν πτωχόν, καὶ οὐ πα^ρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυ^ρον τῷ μηδὲν ἔχοντι^, καὶ τῷ ἀπόρῳ πα^ρέστη διὰ πολλὴν ἀγαθότητα^, ὅτι^ πα^ρέστη ἐκ δεξι^ῶν πένητος. | εἶδε τὸν πτωχόν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ὅτι παρέστη ἐκ δεξιῶν πένητος. |
ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. | ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. |
θάρσει, φησί^ν, ἐμοὶ δανείζεις. | θάρσει, φησίν, ἐμοὶ δανείζεις. |
καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; | καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; |
μάλιστα μὲν οὖν πα^ρα^νομώτα^τον παρὰ θεοῦ λόγον ἀ^παιτεῖν· | μάλιστα μὲν οὖν παρανομώτατον παρὰ θεοῦ λόγον ἀπαιτεῖν· |
πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύ_σω τῇ φι^λανθρωπί^ᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. | πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. |
δανείζων τοῖς ἄλλοις τί κερδαίνεις; | δανείζων τοῖς ἄλλοις τί κερδαίνεις; |
τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; | τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; |
οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς; | οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς; |
ἐὰν δὲ πλεονά^σῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. | ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. |
ἐγὼ δέ σου νι_κῶ τὴν πλεονεξίαν· | ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· |
ὑπερβαίνω σου τὴν ὄρεξι^ν τῆς ἀ^πληστί^α_ς· | ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας· |
κα^λύ^πτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. | καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. |
σὺ^ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα^ δί^δωμί^ σοι. | σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. |
εἶτα δανείζῃ, κύριε· | εἶτα δανείζῃ, κύριε· |
καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀ^ποδῷς; | καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; |
ἀπαιτῶ τὰ^ σύ^μφωνα^, στηρίξαι βουλόμενος τὸ συ^νάλλαγμα^. | ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. |
δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· | δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· |
ὅρι^σον τῆς ἀπολήψεως τὴν προθεσμίαν. | ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. |
μάλιστα μὲν οὖν τοῦτο περιττόν· | μάλιστα μὲν οὖν τοῦτο περιττόν· |
πιστὸς γὰ^ρ κύριος ἐν πᾶσι^ τοῖς λόγοις αὐτοῦ. | πιστὸς γὰρ κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. |
ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρα_ς ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδί^δωσι^ν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. | ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. |
ὅταν κα^θίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ^ μὲν πρόβα^τα^ ἐκ δεξι^ῶν αὐτοῦ, τὰ^ δὲ ἐρί^φι^α^ ἐξ εὐωνύ^μων, καὶ ἐρεῖ τοῖς ἐκ δεξι^ῶν. | ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν. |
ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ^ τὸν δανείσαντα^, πῶς ὁ δανεισάμενος μετὰ^ πολλῆς χά^ρι^τος ἀποδί^δωσι^· | ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· |
δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑ_μῖν βα^σι^λεία_ν ἀ^πὸ καταβολῆς κόσμου. | δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. |
ὑ^πὲρ τί^νων; | ὑπὲρ τίνων; |
ὅτι^ ἐπείνα_σα^, καὶ ἐδώκα^τέ μοι φα^γεῖν· | ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· |
ἐδί^ψησα^, καὶ ἐποτίσατέ με· | ἐδίψησα, καὶ ἐποτίσατέ με· |
γυμνὸς ἤμην, καὶ ἐνεδύ_σα^τέ με· | γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· |
ἐν φυ^λα^κῇ, καὶ ἤλθετε πρὸς μέ· | ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· |
ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· | ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· |
ξένος ἤμην, καὶ συ^νηγά^γετέ με. | ξένος ἤμην, καὶ συνηγάγετέ με. |
εἶτα οἱ κα^λῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκεία_ν ἀσθένεια^ν ἀ^φορῶντες, καὶ εἰς τὴν ἀ^ξί^α_ν τοῦ δανεισαμένου, λέγουσι^· | εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· |
κύριε, πότε σε εἴδομεν πεινῶντα^, καὶ ἐθρέψα^μεν; | κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; |
ἢ διψῶντα^, καὶ ἐποτίσαμεν; | ἢ διψῶντα, καὶ ἐποτίσαμεν; |
, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπί^ζουσι^, καὶ σὺ^ δί^δως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ. | , εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ. |
ὢ τῆς πολλῆς ἀγαθότητος· | ὢ τῆς πολλῆς ἀγαθότητος· |
κρύπτει τὴν ἀ^ξί^α_ν διὰ φιλανθρωπίαν· | κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· |
ἐπείνασα γὰ^ρ καὶ ἐδώκα^τέ μοι φα^γεῖν. | ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν. |
ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος· | ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος· |
ὁ δι^δοὺς τροφὴν πά^σῃ σαρκί^, καὶ ἀ^νοίγων τὰ_ς χεῖρα^ς, καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκία_ς. | ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας. |
ἐπείνων φησὶ^ καὶ ἐδώκα^τέ μοι φα^γεῖν, οὐ τῆς ἀ^ξί^α_ς ἐλαττουμένης, ἀλλὰ^ τῆς φιλανθρωπία_ς τοὺς πτωχοὺς ἐγγυωμένης. | ἐπείνων φησὶ καὶ ἐδώκατέ μοι φαγεῖν, οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης. |
ἐδίψησα καὶ ἐποτίσατέ με. | ἐδίψησα καὶ ἐποτίσατέ με. |
τίς ὁ ταῦτα λέγων; | τίς ὁ ταῦτα λέγων; |
ὁ λίμναις καὶ ποτα^μοῖς καὶ πηγαῖς τῶν ὑ^δά^των τὴν φύ^σι^ν ἐκχέων· | ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐκχέων· |
ὁ διὰ τῶν εὐαγγελίων φάσκων, ὅτι^ ὁ πιστεύων εἰς ἐμέ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος· | ὁ διὰ τῶν εὐαγγελίων φάσκων, ὅτι ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· |
ὁ εἰπὼν εἴ τι^ς διψᾷ, ἐρχέσθω πρὸς μέ, καὶ πι_νέτω. | ὁ εἰπὼν εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μέ, καὶ πινέτω. |
ἀλλά, γυμνὸς ἤμην φησὶ καὶ ἐνεδύ_σα^τέ με. | ἀλλά, γυμνὸς ἤμην φησὶ καὶ ἐνεδύσατέ με. |
ἐνεδύσαμεν τὸν ἐνδύοντα^ τὸν οὐρα^νὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα^ τὴν ἐκκλησί^α_ν ἅ^πα_σα^ν καὶ τὴν οἰκουμένην. | ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν ἐκκλησίαν ἅπασαν καὶ τὴν οἰκουμένην. |
ὅσοι γὰ^ρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε. | ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε. |
ἐν φυ^λα^κῇ ἤμην· | ἐν φυλακῇ ἤμην· |
ἐν φυ^λα^κῇ σὺ ὁ ἐξά^γων πεπεδημένους; | ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους; |
ἑρμήνευσον ἃ^ λα^λεῖς· | ἑρμήνευσον ἃ λαλεῖς· |
ἡ γὰ^ρ ἀξία ἀρνεῖται τὰ^ λεγόμενα^. | ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. |
πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; | πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; |
πότε ταῦτα πεποιήκα^μεν; | πότε ταῦτα πεποιήκαμεν; |
ἐφ' ὅσον φησι^ν ἑνὶ τούτων τῶν ἐλα^χί^στων πεποιήκα^τε, ἐμοὶ ἐποιήσα^τε. | ἐφ' ὅσον φησιν ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. |
μὴ οὐκ ἀ^ληθὴς ὁ λόγος, ὅτι^ ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ; | μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ; |
καὶ ὅρα τὸ θαυμαστόν· | καὶ ὅρα τὸ θαυμαστόν· |
οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀ^ρετῆς ἢ τοῦτο· | οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο· |
καίτοι ἐδύ^να^το εἰπεῖν· | καίτοι ἐδύνατο εἰπεῖν· |
δεῦτε οἱ εὐλογημένοι, ὅτι^ ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελι^κὴν πολι_τεία_ν ἀ^νελά^βετε· | δεῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε· |
ἀλλὰ^ σι^ωπᾷ ταῦτα, οὐχ ὅτι ἀ^νάξια^ μνήμης, ἀλλ' ὡς δεύτερα^ φιλανθρωπία_ς. | ἀλλὰ σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ' ὡς δεύτερα φιλανθρωπίας. |
ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξι^ῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βα^σι^λεία_ν· | ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν· |
οὕτω καὶ τοῖς ἐξ ἀ^ριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τι_μωρί^α_ν. | οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν. |
πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ δι^α^βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. | πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. |
διὰ τί; | διὰ τί; |
ὑπὲρ τί^νος; | ὑπὲρ τίνος; |
ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκα^τέ μοι φα^γεῖν. | ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. |
οὐκ εἶπεν· | οὐκ εἶπεν· |
ὅτι^ ἐπορνεύσα^τε, ὅτι^ ἐμοιχεύσατε, ὅτι^ ἐκλέψα^τε, ὅτι^ ἐψευδομαρτυρήσατε, ὅτι^ ἐπιωρκήσατε· | ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· |
κα^κὰ^ μὲν ὁμολογουμένως καὶ ταῦτα^, ἀλλὰ^ τῆς ἀπανθρωπία_ς κατώτερα^ καὶ τῆς ἀ^νελεημοσύνης. | κακὰ μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης. |
δι^ὰ^ τί^ δέ, ὦ κύ_ρι^ε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; | διὰ τί δέ, ὦ κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; |
οὐ κρί^νω, φησί^, τὴν ἁ^μαρτί^α_ν, ἀλλὰ^ τὴν ἀπανθρωπίαν· | οὐ κρίνω, φησί, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· |
οὐ κρί^νω τοὺς ἁμαρτήσαντα^ς, ἀλλὰ^ τοὺς μὴ μετα^νοήσαντα^ς· | οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· |
ὑ^πὲρ ἀπανθρωπία_ς ὑ_μᾶς καταδι^κάζω, ὅτι^ ἔχοντες τοσοῦτον καὶ τηλι^κοῦτον φάρμα^κον σωτηρί^α_ς τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πά^ντα^ τὰ^ ἁ^μα^ρτήμα^τα^, πα^ρήκα^τε τοσαύτην εὐεργεσίαν. | ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. |
ὀνειδίζω τοίνυ^ν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κα^κί^α_ς καὶ πά_σης ἀ^σεβεία_ς· | ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· |
ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀ^γα^θῶν, καὶ ἀ^πειλῶ τοῖς μὲν πῦρ αἰώνι^ον, τοῖς δὲ βα^σι^λεία_ν οὐρα^νῶν ἐπαγγέλλομαι. | ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι. |
καλαί σου, ὦ δέσποτα^, καὶ αἱ ἐπαγγελίαι· | καλαί σου, ὦ δέσποτα, καὶ αἱ ἐπαγγελίαι· |
κα^λή σου καὶ ἡ προσδοκωμένη βα^σι^λεία_ καὶ ἡ γέεννα^ πά^λι^ν ἀ^πειλουμένη· | καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη· |
ἡ μὲν προτρε πομένη, ἡ δὲ ἐκφοβοῦσα^. | ἡ μὲν προτρε πομένη, ἡ δὲ ἐκφοβοῦσα. |
προτρέπεται γὰ^ρ κα^λῶς ἡ βα^σι^λεία_, φοβεῖ δὲ χρησί^μως ἡ γέεννα^. | προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. |
ἀπειλεῖ γὰ^ρ γέεννα^ν ὁ θεός, οὐχ ἵ^να_ εἰς γέεννα^ν ἐμβά^λῃ, ἀλλ' ἵ^να_ γεέννης ἀ^πα^λλά^ξῃ. | ἀπειλεῖ γὰρ γέενναν ὁ θεός, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ. |
εἰ γὰ^ρ ἐβούλετο κολά^σαι, οὐκ ἂ_ν προηπείλησεν, ἵ^να_ ἀσφαλισάμενοι φύ^γωμεν τὰ^ ἀ^πειλούμενα^. | εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.