macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τί^ς δώσει πά^ντα^ τὸν λα_ὸν προφήτα_ς εἶναι, ἐν τῷ δοῦναι κύ_ρι^ον τὸ ἅ^γι^ον πνεῦμα^ αὐτοῦ ἐπ' αὐτούς;
τίς δώσει πάντα τὸν λαὸν προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ ἅγιον πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;
ἐνταῦθα προσέχωμεν ἀ^κρι_βῶς, πῶς ἡ θεότης δείκνυ^ται τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου, οὐχ ὑφ' ἡμῶν ὑψουμένη, ἀλλ' ὑ^πὸ τῆς οἰκεία_ς ἀ^ξί^α_ς κηρυττομένη.
ἐνταῦθα προσέχωμεν ἀκριβῶς, πῶς ἡ θεότης δείκνυται τοῦ πνεύματος τοῦ ἁγίου, οὐχ ὑφ' ἡμῶν ὑψουμένη, ἀλλ' ὑπὸ τῆς οἰκείας ἀξίας κηρυττομένη.
καί μοι μικρὸν ἐπιτρέψα^τε δι^ὰ^ πεύσεως καὶ ἀποκρίσεως σχηματίσαι τὸ προκείμενον.
καί μοι μικρὸν ἐπιτρέψατε διὰ πεύσεως καὶ ἀποκρίσεως σχηματίσαι τὸ προκείμενον.
ταῖς γὰ^ρ τοιαύταις ἀ^ντι^θέσεσι^ν εὐμαρεστέρα κα^θί^στα^ται τῶν ἀ^πορουμένων ἡ λύ^σι^ς.
ταῖς γὰρ τοιαύταις ἀντιθέσεσιν εὐμαρεστέρα καθίσταται τῶν ἀπορουμένων ἡ λύσις.
ἐρωτήσωμεν τοίνυ^ν·
ἐρωτήσωμεν τοίνυν·
ὁμολογοῦσι^ν ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησε δι^ὰ^ τῶν προφητῶν ἢ ἀπειθοῦσι^ν ἔτι^ καὶ ἀμφι^βά^λλουσι^ν;
ὁμολογοῦσιν ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ τῶν προφητῶν ἢ ἀπειθοῦσιν ἔτι καὶ ἀμφιβάλλουσιν;
εἰ μὲν ἀμφι^βά^λλουσι^, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μα^ρτυ^ρεῖ εκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^ καὶ προφητεύσουσι^.
εἰ μὲν ἀμφιβάλλουσι, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μαρτυρεῖ εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι.
τὸ πνεῦμα^ γά^ρ ἐστι^ τὸ ἐνεργοῦν τὴν προφητι^κὴν δύ^να^μι^ν.
τὸ πνεῦμα γάρ ἐστι τὸ ἐνεργοῦν τὴν προφητικὴν δύναμιν.
καὶ τίς δώσει πά^ντα^ τὸν λα_ὸν κυ_ρί^ου προφήτα_ς εἶναι, ἐν τῷ δοῦναι κύ_ρι^ον τὸ πνεῦμα^ αὐτοῦ τὸ ἅ^γι^ον ἐπ' αὐτούς;
καὶ τίς δώσει πάντα τὸν λαὸν κυρίου προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον ἐπ' αὐτούς;
εἰ δὲ ὁμολογοῦσιν ἀ^ληθῶς, ὥσπερ καὶ ἔστι^ν ἀ^ληθῶς, ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησεν ἐν τοῖς προφήταις, ἄ^κουε ὡς εὐλογητὸς κύ_ρι^ος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι^ ἐπεσκέψα^το καὶ ἐποίησε λύτρωσι^ν τῷ λα_ῷ αὐτοῦ·
εἰ δὲ ὁμολογοῦσιν ἀληθῶς, ὥσπερ καὶ ἔστιν ἀληθῶς, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν τοῖς προφήταις, ἄκουε ὡς εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ·
καὶ ἤγειρε κέρα^ς σωτηρί^α_ς ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ·
καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ·
κα^θὼς ἐλά^λησε δι^ὰ^ στόμα^τος τῶν ἁ^γί^ων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ.
καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ.
εἰ τοίνυ^ν λα^λήσα_ς δι^ὰ^ στόμα^τος τῶν προφητῶν θεός, ἐλά^λησε δὲ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐν τοῖς προφήταις, πνεῦμα^ γὰ^ρ κυ_ρί^ου ἐλά^λησεν ἐν εμοί.
εἰ τοίνυν λαλήσας διὰ στόματος τῶν προφητῶν θεός, ἐλάλησε δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, πνεῦμα γὰρ κυρίου ἐλάλησεν ἐν εμοί.
θεὸς ἄρα καὶ κύ_ρι^ος τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τὸ δι^ὰ^ τῶν προφητῶν φθεγξά^μενον.
θεὸς ἄρα καὶ κύριος τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν φθεγξάμενον.
λάβε δέ μοι σα^φῆ τῶν λεγομένων ἀ^πόδειξι^ν.
λάβε δέ μοι σαφῆ τῶν λεγομένων ἀπόδειξιν.
ἐὰ^ν πάντες προφητεύητε, εἰσέλθῃ δέ τι^ς ἰδι^ώτης ἢ ἄπι^στος, ἐλέγχεται ὑ^πὸ πάντων, ἀ^να^κρί_νεται ὑ^πὸ πάντων, τὰ^ κρυπτὰ^ τῆς κα^ρδί^α_ς αὐτοῦ φανερὰ^ γινεται·
ἐὰν πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἰδιώτης ἢ ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γινεται·
καὶ οὕτω πεσὼν ἐπὶ^ πρόσωπον αὐτοῦ προσκυ^νήσει, ἀ^πα^γγέλλων, ὅτι^ ὄντως ὁ θεὸς ἐν ὑ_μῖν ἐστι^ν.
καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ προσκυνήσει, ἀπαγγέλλων, ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
ὁρᾷς ὅτι^ τὸ ἐν τοῖς προφητεύουσι^ πνεῦμα^ θεὸν δι^αρρήδην ἀ^νηγόρευσεν ὁ τῆς εὐσεβεία_ς δι^δά^σκα^λος;
ὁρᾷς ὅτι τὸ ἐν τοῖς προφητεύουσι πνεῦμα θεὸν διαρρήδην ἀνηγόρευσεν ὁ τῆς εὐσεβείας διδάσκαλος;
τί τοίνυ^ν σκα^νδα^λί^ζῃ περὶ^ τὴν εὐσέβεια^ν, αἱρετι^κέ;
τί τοίνυν σκανδαλίζῃ περὶ τὴν εὐσέβειαν, αἱρετικέ;
τί συκοφαντεῖς τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν;
τί συκοφαντεῖς τοῦ πνεύματος τὴν ἀξίαν;
τί πα^ραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν;
τί παραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν;
ἀνάγνωθί σου τὰ_ς συ^νθήκα_ς ἐπὶ^ τῶν μυ^στηρί^ων, πῶς εἶπα^ς·
ἀνάγνωθί σου τὰς συνθήκας ἐπὶ τῶν μυστηρίων, πῶς εἶπας·
πιστεύω εἰς πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^.
πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.
ὃ ἐπί^στευσα^ς, ἀνεσκεύα^σα^ς;
ὃ ἐπίστευσας, ἀνεσκεύασας;
ὃ ὡμολόγησα^ς, ἀνέτρεψα^ς;
ὃ ὡμολόγησας, ἀνέτρεψας;
ὃ κα^θα^ρῶς διεσάφησα^ς, τοῦτο πά^λι^ν ἀσεβῶς ἐθόλωσα^ς;
ὃ καθαρῶς διεσάφησας, τοῦτο πάλιν ἀσεβῶς ἐθόλωσας;
πολεμεῖς τῇ εἰρήνῃ;
πολεμεῖς τῇ εἰρήνῃ;
μάχῃ σου ταῖς συνθήκαις;
μάχῃ σου ταῖς συνθήκαις;
ἀπηρνήσω τὴν πίστι^ν καὶ εἰσά^γεις ζητήσεις;
ἀπηρνήσω τὴν πίστιν καὶ εἰσάγεις ζητήσεις;
πιστεύοντι, ὁμολογοῦντί^ σοι πα^ρεδόθη τὸ δῶρον καὶ μετὰ^ τὸ δῶρον ἐξορίζεται πί^στι_ς καὶ εἰσάγεται δι^άλεξι^ς;
πιστεύοντι, ὁμολογοῦντί σοι παρεδόθη τὸ δῶρον καὶ μετὰ τὸ δῶρον ἐξορίζεται πίστις καὶ εἰσάγεται διάλεξις;
μὴ ὕβριζε τὴν ἀ^ξί^α_ν τῆς χά^ρι^τος.
μὴ ὕβριζε τὴν ἀξίαν τῆς χάριτος.
μὴ παραχάραττε τὰ_ς συ^νθήκα_ς τῆς φοβερᾶς ἐκείνης καὶ φρικώδους μυσταγωγία_ς.
μὴ παραχάραττε τὰς συνθήκας τῆς φοβερᾶς ἐκείνης καὶ φρικώδους μυσταγωγίας.
ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ὡμολόγησα^ς πιστεύειν·
ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὡμολόγησας πιστεύειν·
ἐβαπτίσθης ὁμοίως εἰς πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^.
ἐβαπτίσθης ὁμοίως εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.
ἡ εὐλογί^α_ ὁμοίως ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος.
ἡ εὐλογία ὁμοίως ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
ἡμῖν τὰ^ δῶρα^ πα^ρὰ^ τῆς χά^ρι^τος καὶ παρ' ὑ_μῶν ἡ βλα^σφημί^α_ τῇ χάριτι^;
ἡμῖν τὰ δῶρα παρὰ τῆς χάριτος καὶ παρ' ὑμῶν ἡ βλασφημία τῇ χάριτι;
παρὰ τοῦ ἁ^γί^ου πνεύμα^τος ἡμῖν ἐλευθερί^α_ καὶ παρ' ὑ_μῶν δουλεία_ τῷ πνεύμα^τι^;
παρὰ τοῦ ἁγίου πνεύματος ἡμῖν ἐλευθερία καὶ παρ' ὑμῶν δουλεία τῷ πνεύματι;
ὢ τῆς ἀπονοία_ς.
ὢ τῆς ἀπονοίας.
ὢ τῆς ἀγνωμοσύνης.
ὢ τῆς ἀγνωμοσύνης.
ἢ τὴν νέα_ν ἀ^πάρνησαι χά^ρι^ν ἢ τὴν πα^λαιὰ_ν αἰδέσθητι^ διαθήκην ἢ παντα^χοῦ πα^ρίστα τῆς ἁγί^α_ς τριά^δος τὴν ὁμοτιμίαν, ὡς πολλά^κι^ς δι^ὰ^ πολλῶν ὑ_μῖν ἐγγρά^φων μα^ρτυ^ρι^ῶν ἀπεδείξα^μεν.
ἢ τὴν νέαν ἀπάρνησαι χάριν ἢ τὴν παλαιὰν αἰδέσθητι διαθήκην ἢ πανταχοῦ παρίστα τῆς ἁγίας τριάδος τὴν ὁμοτιμίαν, ὡς πολλάκις διὰ πολλῶν ὑμῖν ἐγγράφων μαρτυριῶν ἀπεδείξαμεν.
αἷς καὶ ἑτέρα_ν βούλομαι προσθεῖναι πά^λι^ν ἀ^πόδειξι^ν.
αἷς καὶ ἑτέραν βούλομαι προσθεῖναι πάλιν ἀπόδειξιν.
προαναπεφώνηται γά^ρ, ὡς πολλά^κι^ς ἔφθην εἰπών, ἐν τῇ πα^λαιᾷ τὰ^ νέα_.
προαναπεφώνηται γάρ, ὡς πολλάκις ἔφθην εἰπών, ἐν τῇ παλαιᾷ τὰ νέα.
λάλησον τῷ ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ·
λάλησον τῷ ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ·
οὕτως εὐλογήσα^τε τοὺς υἱοὺς ἰσραήλ.
οὕτως εὐλογήσατε τοὺς υἱοὺς ἰσραήλ.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
ἵ^να_ μή τι^ς ἁπλῶς ὑ^πολα^βὼν νομίζῃ κα^λῶς ἔχειν, προσέταξε τὸ οὕτως, ἵ^να_ μηδεὶς κα^τὰ^ τὴν ἰ^δί^α_ν ἐξουσί^α_ν τὰ_ς εὐλογί^α_ς φέρῃ, ἀλλὰ^ κα^τὰ^ τὸν κανόνα^ τῆς γρα^φῆς τὰ^ πά^ντα^ ποιῇ.
ἵνα μή τις ἁπλῶς ὑπολαβὼν νομίζῃ καλῶς ἔχειν, προσέταξε τὸ οὕτως, ἵνα μηδεὶς κατὰ τὴν ἰδίαν ἐξουσίαν τὰς εὐλογίας φέρῃ, ἀλλὰ κατὰ τὸν κανόνα τῆς γραφῆς τὰ πάντα ποιῇ.
λέγει·
λέγει·
οὕτω φησὶ^ν εὐλογήσα^τε.
οὕτω φησὶν εὐλογήσατε.
οὕτω·
οὕτω·
πῶς;
πῶς;
ευλογήσει σε κύ_ρι^ος καὶ φυ^λά^ξει σε.
ευλογήσει σε κύριος καὶ φυλάξει σε.
καὶ πρόσεχε πῶς παντα^χοῦ τὴν τριάδα μυ^στι^κῶς εἰσά^γει, δι' ἧς καὶ εὐλογί^αι τριπλασιάζονται·
καὶ πρόσεχε πῶς πανταχοῦ τὴν τριάδα μυστικῶς εἰσάγει, δι' ἧς καὶ εὐλογίαι τριπλασιάζονται·
εὐλογήσει σε κύ_ρι^ος καὶ φυ^λά^ξει σε.
εὐλογήσει σε κύριος καὶ φυλάξει σε.
ἐπιφανεῖ κύ_ρι^ος τὸ πρόσωπον αὐτοῦ ἐπὶ^ σὲ καὶ εὐλο γήσει σε.
ἐπιφανεῖ κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ εὐλο γήσει σε.
ἐπάρει κύ_ρι^ος τὸ πρόσωπον αὐτοῦ ἐπὶ^ σὲ καὶ δῴη σοι εἰρήνην.
ἐπάρει κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.
ὅρα_ τὴν τριάδα δι^αρρήδην ἀ^νυμνουμένην.
ὅρα τὴν τριάδα διαρρήδην ἀνυμνουμένην.
ποία χά^ρι^ς οὐκ ἀ^πὸ πνεύμα^τος ἁ^γί^ου;
ποία χάρις οὐκ ἀπὸ πνεύματος ἁγίου;
ποῖον δῶρον οὐκ ἐξ ἐκείνου;
ποῖον δῶρον οὐκ ἐξ ἐκείνου;
ποῖον ἀ^γα^θὸν ἄ^νευ ἐκείνου;
ποῖον ἀγαθὸν ἄνευ ἐκείνου;
τί δύ^να^ται καὶ ὑπερκόσμιον ἐπι^φανῆναι τοῖς ἀνθρώποις ἄ^νευ πνεύμα^τος ἁ^γί^ου;
τί δύναται καὶ ὑπερκόσμιον ἐπιφανῆναι τοῖς ἀνθρώποις ἄνευ πνεύματος ἁγίου;
ἐρευνᾶτε τὰ_ς γρα^φὰ_ς καὶ σκοπήσα^τε, ὡς, ὅτα^ν ἡ γρα^φὴ θέλῃ μηνῦσαί τι^ ἢ δεῖξαι τῶν ὑ^πὲρ φύ^σι^ν ἀποτελουμένων, τῇ τοῦ πνεύμα^τος αὐθεντίᾳ τὸ πᾶν ἐπιγρά^φει.
ἐρευνᾶτε τὰς γραφὰς καὶ σκοπήσατε, ὡς, ὅταν ἡ γραφὴ θέλῃ μηνῦσαί τι ἢ δεῖξαι τῶν ὑπὲρ φύσιν ἀποτελουμένων, τῇ τοῦ πνεύματος αὐθεντίᾳ τὸ πᾶν ἐπιγράφει.
οἷον, σαμψὼν τὸν γενναῖον ἐκεῖνον ἀριστέα^, ὅτε τὰ^ μεγά^λα_ ἐκεῖνα^ καὶ πα^ρά^δοξα^ τῆς ἀ^νδρεία_ς ἐνεδείκνυτο στρα^τηγήμα^τα^, ἡ γρα^φὴ παντα^χοῦ δεικνύ^ουσα^, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τῶν στρα^τηγημά^των προέταττεν.
οἷον, σαμψὼν τὸν γενναῖον ἐκεῖνον ἀριστέα, ὅτε τὰ μεγάλα ἐκεῖνα καὶ παράδοξα τῆς ἀνδρείας ἐνεδείκνυτο στρατηγήματα, ἡ γραφὴ πανταχοῦ δεικνύουσα, τὸ πνεῦμα τὸ ἅγιον τῶν στρατηγημάτων προέταττεν.
ἦλθον, φησί^ν, ἀλλόφυ_λοι ἐπὶ^ τὸν σαμψὼν πολλοὶ καὶ ἀ^να^ρίθμητοι·
ἦλθον, φησίν, ἀλλόφυλοι ἐπὶ τὸν σαμψὼν πολλοὶ καὶ ἀναρίθμητοι·
καὶ μόνος ἦν ἐκεῖνος·
καὶ μόνος ἦν ἐκεῖνος·
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δεδεμένος.
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δεδεμένος.
τίς οὖν λύ^σι^ς τῷ δεδεμένῳ;
τίς οὖν λύσις τῷ δεδεμένῳ;
τίς σωτηρί^α_ τῷ ἀπειλημμένῳ;
τίς σωτηρία τῷ ἀπειλημμένῳ;
πῶς εἷς περι^γίνεται τῶν πολλων;
πῶς εἷς περιγίνεται τῶν πολλων;
πνεῦμα^ κυ_ρί^ου κα^τῆλθεν ἐπὶ^ σαμψὼν καὶ ἐφήλα^το ἐπὶ^ τοὺς ἀλλοφύ_λους καὶ εὑρὼν ὄνου σιαγόνα χι_λί^ους ἄ^νδρα^ς διεχειρίσατο.
πνεῦμα κυρίου κατῆλθεν ἐπὶ σαμψὼν καὶ ἐφήλατο ἐπὶ τοὺς ἀλλοφύλους καὶ εὑρὼν ὄνου σιαγόνα χιλίους ἄνδρας διεχειρίσατο.
καὶ ὅρα_ τῆς θεία_ς γρα^φῆς τὸ σοφόν.
καὶ ὅρα τῆς θείας γραφῆς τὸ σοφόν.
ἐπειδὴ τοῖς ἀ^πείροις τοῦ ἀνδρὸς ἄπι^στον ἦν τὸ ῥῆμα^, ὅτι^ ὁ δεδεμένος ἐνί_κησεν τοὺς λελυ^μένους καὶ ὁ μόνος τῶν πολλῶν περι^εγένετο, δι^ὸ προέταξε καλῶς·
ἐπειδὴ τοῖς ἀπείροις τοῦ ἀνδρὸς ἄπιστον ἦν τὸ ῥῆμα, ὅτι ὁ δεδεμένος ἐνίκησεν τοὺς λελυμένους καὶ ὁ μόνος τῶν πολλῶν περιεγένετο, διὸ προέταξε καλῶς·
καὶ πνεῦμα^ κυ_ρί^ου ἐπῆλθεν ἐπὶ^ σαμψὼν καὶ ἔλα^βε σιαγόνα ὄνου καὶ ἀ^νεῖλε χι_λί^ους, ἵν' ὅτα^ν ἀπιστηθῇ διὰ τὴν ἀ^νθρωπί^νην φύ^σι^ν, πιστευθῇ διὰ τὴν τοῦ πνεύμα^τος δύ^να^μι^ν.
καὶ πνεῦμα κυρίου ἐπῆλθεν ἐπὶ σαμψὼν καὶ ἔλαβε σιαγόνα ὄνου καὶ ἀνεῖλε χιλίους, ἵν' ὅταν ἀπιστηθῇ διὰ τὴν ἀνθρωπίνην φύσιν, πιστευθῇ διὰ τὴν τοῦ πνεύματος δύναμιν.
πῶς δι^ώξεται εἷς χι_λί^ους καὶ δύ^ο μετα^κινήσουσι^ μυ_ρι^ά^δα^ς, εἰ μὴ ὅτι^ κύ_ρι^ος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀ^πέδοτο αὐτούς;
πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὅτι κύριος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀπέδοτο αὐτούς;
ἀνάγνωθι τὰ_ς γρα^φὰ_ς καὶ εὑρήσεις ἐφ' ἑκάστου στρατηγήμα^τος προτεταγμένην τοῦ πνεύμα^τος τὴν αὐθεντίαν.
ἀνάγνωθι τὰς γραφὰς καὶ εὑρήσεις ἐφ' ἑκάστου στρατηγήματος προτεταγμένην τοῦ πνεύματος τὴν αὐθεντίαν.
ἦλθον οἱ ἀλλόφυ_λοι καὶ πνεῦμα^ κυ_ρί^ου κα^τῆλθεν ἐπὶ^ σαμψών.
ἦλθον οἱ ἀλλόφυλοι καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπὶ σαμψών.
ἐπήδα λέων καὶ διεσπάραξε τὸν λέοντα^ ὡς ἔρι^φον.
ἐπήδα λέων καὶ διεσπάραξε τὸν λέοντα ὡς ἔριφον.
ἐδέθη σιδηραῖς ἁλύ^σεσι^ καὶ ἡ γυ^νὴ πρὸς αὐτόν·
ἐδέθη σιδηραῖς ἁλύσεσι καὶ ἡ γυνὴ πρὸς αὐτόν·
ἀλλόφυ_λοι ἐπὶ^ σαμψών.
ἀλλόφυλοι ἐπὶ σαμψών.
ἀλλὰ πά^λι^ν ἡ γρα^φή·
ἀλλὰ πάλιν ἡ γραφή·
καὶ πνεῦμα^ κυ_ρί^ου ἦλθεν ἐπὶ^ σαμψὼν καὶ δι^ελύ^θη τὰ^ δεσμά^, ὡς ὅτα^ν στυππί^ον ὀσφρανθῇ πυ_ρός.
καὶ πνεῦμα κυρίου ἦλθεν ἐπὶ σαμψὼν καὶ διελύθη τὰ δεσμά, ὡς ὅταν στυππίον ὀσφρανθῇ πυρός.
οὐδαμοῦ οὐδεμί^α^ν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύμα^τος τὴν ἐνέργεια^ν.
οὐδαμοῦ οὐδεμίαν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύματος τὴν ἐνέργειαν.
εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυ^νά^μεως, πρόσεχε ἀ^κρι_βῶς, τί παραδέδωκεν ἡ θεία_ γρα^φὴ παντα^χοῦ λέγουσα^ ὅτε ἐστρα^τήγει καὶ ἐνί_κα_, ὅτι^ πνεῦμα^ κυ_ρί^ου ἦλθεν ἐπὶ^ σαμψών.
εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυνάμεως, πρόσεχε ἀκριβῶς, τί παραδέδωκεν ἡ θεία γραφὴ πανταχοῦ λέγουσα ὅτε ἐστρατήγει καὶ ἐνίκα, ὅτι πνεῦμα κυρίου ἦλθεν ἐπὶ σαμψών.
ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χά^ρι^τος τὸ ἐνέχυ^ρον, εὐθέως ἔγρα^φε·
ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χάριτος τὸ ἐνέχυρον, εὐθέως ἔγραφε·
καὶ κύ_ρι^ος ἀπέστη ἀ^πὸ σαμψὼν..
καὶ κύριος ἀπέστη ἀπὸ σαμψὼν..
ὅτε οἱ ἀλλόφυλοι·
ὅτε οἱ ἀλλόφυλοι·
καὶ πνεῦμα κυ_ρί^ου κα^τῆλθεν ἐπ' αὐτόν.
καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπ' αὐτόν.
ὅτε ἀ^νεχώρει, λέγει·
ὅτε ἀνεχώρει, λέγει·
καὶ κύ_ρι^ος ἀπέστη ἀπ' αὐτοῦ.
καὶ κύριος ἀπέστη ἀπ' αὐτοῦ.
καὶ εἰκότως.
καὶ εἰκότως.
ὁ γὰ^ρ κύριος τὸ πνεῦμά^ εστιν.
ὁ γὰρ κύριος τὸ πνεῦμά εστιν.
οὐ μόνον δὲ ἐν τῇ πα^λαιᾷ ταύτην εὑρήσεις τὴν θεωρί^α_ν, ἀλλὰ καὶ ἐν τοῖς ἀ^ποστόλοις.
οὐ μόνον δὲ ἐν τῇ παλαιᾷ ταύτην εὑρήσεις τὴν θεωρίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀποστόλοις.
ὅταν τι^νὰ^ μεγά^λην καὶ ὑπερβά^λλουσν δύ^να^μι^ν κηρύττῃ τὰ^ θεῖα^ λόγι^α^, παντα^χοῦ τοῦ πνεύμα^τος τὴν αὐθεντίαν προτάττει.
ὅταν τινὰ μεγάλην καὶ ὑπερβάλλουσν δύναμιν κηρύττῃ τὰ θεῖα λόγια, πανταχοῦ τοῦ πνεύματος τὴν αὐθεντίαν προτάττει.
εἰσάγει τὸν παῦλον ἐν τῇ κύπρῳ λόγῳ τι_μωρούμενον τὸν ἐπάρα_τον ἐκεῖνον ἐλύμαν τὸν μά^γον, τὸν κα^τὰ^ τῆς ἀ^ληθεία_ς στρα^τευόμενον καὶ ἐπειδὴ ἔμελλε πρᾶγμα^ δι^ηγεῖσθαι ξένον, ὅρα ὀφθαλμοὺς λόγῳ σβεννυμένους·
εἰσάγει τὸν παῦλον ἐν τῇ κύπρῳ λόγῳ τιμωρούμενον τὸν ἐπάρατον ἐκεῖνον ἐλύμαν τὸν μάγον, τὸν κατὰ τῆς ἀληθείας στρατευόμενον καὶ ἐπειδὴ ἔμελλε πρᾶγμα διηγεῖσθαι ξένον, ὅρα ὀφθαλμοὺς λόγῳ σβεννυμένους·
ἰδοὺ γά^ρ φησι^ χεὶρ κυ_ρί^ου ἐπὶ^ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλι^ον.
ἰδοὺ γάρ φησι χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον.
τοῦτο δὲ ὑπερέβαινε τὴν παύλου καὶ πάντων ἀνθρώπων φύ^σι^ν, λέγω δὴ τὸ ἀφα^νί^σαι ὀφθαλμοὺς λόγῳ ἀνθρώπου.
τοῦτο δὲ ὑπερέβαινε τὴν παύλου καὶ πάντων ἀνθρώπων φύσιν, λέγω δὴ τὸ ἀφανίσαι ὀφθαλμοὺς λόγῳ ἀνθρώπου.
λόγος οὖν ἀνθρώπου οὐ μετα^βά^λλει φύ^σι^ν οὐ δὲ τυφλοῖ τὴν ὄψι^ν.
λόγος οὖν ἀνθρώπου οὐ μεταβάλλει φύσιν οὐ δὲ τυφλοῖ τὴν ὄψιν.
ἵνα οὖν μὴ ἀποβλέψας εἰς τὰ^ ἀ^νθρώπι^να^ ῥήμα^τα^, ξενισθῇ περὶ^ τὰ^ πρά_γμα^τα^ καὶ νομί^σα_ς πεπλα^νημένον εἶναι τὸ ῥῆμα^, προτάττει πά^λι^ν ἡ γρα^φὴ τοῦ πνεύμα^τος τὴν αὐθεντίαν.
ἵνα οὖν μὴ ἀποβλέψας εἰς τὰ ἀνθρώπινα ῥήματα, ξενισθῇ περὶ τὰ πράγματα καὶ νομίσας πεπλανημένον εἶναι τὸ ῥῆμα, προτάττει πάλιν ἡ γραφὴ τοῦ πνεύματος τὴν αὐθεντίαν.
τότε δή φησι^ν ὁ παῦλος πνεύμα^τος ἁ^γί^ου πλησθεὶς εἶπε πρὸς αὐτόν.
τότε δή φησιν ὁ παῦλος πνεύματος ἁγίου πλησθεὶς εἶπε πρὸς αὐτόν.
ἔχεις καὶ ἑτέρα_ν ἀ^πόδειξι^ν πνεύμα^τος, ἐὰν ὑ^πὲρ δύ^να^μι^ν ἰδι^ώτης λα^λήσῃ.
ἔχεις καὶ ἑτέραν ἀπόδειξιν πνεύματος, ἐὰν ὑπὲρ δύναμιν ἰδιώτης λαλήσῃ.
ἀλλὰ πά^λι^ν ἡ γρα^φὴ τῷ πνεύμα^τι^ τὴν ἐνέργεια^ν ἐπιγρά^φει.
ἀλλὰ πάλιν ἡ γραφὴ τῷ πνεύματι τὴν ἐνέργειαν ἐπιγράφει.