macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἴ^δωμεν τοίνυ^ν τί σα^φέστερον τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ πνεύμα^τι^ κυ^βερνώμενος ἁ^γί^ῳ, περὶ^ αὐτῆς ὑποτί^θεται τῆς ζητήσεως. | ἴδωμεν τοίνυν τί σαφέστερον τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ πνεύματι κυβερνώμενος ἁγίῳ, περὶ αὐτῆς ὑποτίθεται τῆς ζητήσεως. |
ἑκάστῳ δί^δοται ἡ φα^νέρωσι^ς τοῦ πνεύμα^τος πρὸς τὸ συμφέρον. | ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. |
τῷ μὲν γὰ^ρ δί^δοται λόγος σοφί^α_ς κα^τὰ^ τὸ αὐτὸ πνεῦμα^· | τῷ μὲν γὰρ δίδοται λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα· |
ἑτέρῳ δὲ λόγος γνώσεως ἐν αὐτῷ τὸ πνεύμα^τι^; | ἑτέρῳ δὲ λόγος γνώσεως ἐν αὐτῷ τὸ πνεύματι; |
ἑτέρῳ δὲ χα^ρί^σμα^τα^ ἰαμά^των κατὰ τὸ αὐτὸ πνεῦμα^· | ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων κατὰ τὸ αὐτὸ πνεῦμα· |
ἑτέρῳ προφητεία_· | ἑτέρῳ προφητεία· |
ἄλλῳ δὲ ἑρμηνεία_ γλωσσῶν· | ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· |
ἄλλῳ πί^στι_ς· | ἄλλῳ πίστις· |
ἄλλῳ χα^ρί^σμα^τα^. | ἄλλῳ χαρίσματα. |
ταῦτα δὲ πά^ντα^. | ταῦτα δὲ πάντα. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
βλέπε λέξεως συμφωνίαν καὶ δυ^νά^μεως. | βλέπε λέξεως συμφωνίαν καὶ δυνάμεως. |
ὁ μὲν διὰ τῶν πρώτων εἰρηκώς· | ὁ μὲν διὰ τῶν πρώτων εἰρηκώς· |
ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ^ πά^ντα^ ἐν πᾶσι^ν, ἐλθὼν εἰς τὸ πνεῦμα^, ταύτην ἐπι^μαρτυρεῖ τῷ πνεύμα^τι^ τὴν δύ^να^μι^ν· | ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, ἐλθὼν εἰς τὸ πνεῦμα, ταύτην ἐπιμαρτυρεῖ τῷ πνεύματι τὴν δύναμιν· |
ταῦτα δὲ πά^ντα^ φησὶ^ν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ κα^θὼς βούλεται. | ταῦτα δὲ πάντα φησὶν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. |
οὕτως οὐ λύ_εται ἡ ἁρμονία_ τῆς δοξολογί^α_ς, ὅτα^ν τι^ τῶν ὀνομά^των τῆς ἁγί^α_ς τριά^δος, ἢ πρῶτον ἢ δεύτερον ἢ τρί^τον τί^θεται. | οὕτως οὐ λύεται ἡ ἁρμονία τῆς δοξολογίας, ὅταν τι τῶν ὀνομάτων τῆς ἁγίας τριάδος, ἢ πρῶτον ἢ δεύτερον ἢ τρίτον τίθεται. |
τὸ γὰ^ρ πρῶτον καὶ δεύτερον καὶ τρί^τον οὐ φύ^σεως ἐμφαίνει διαφοράν, ἀλλὰ θεολογί^α_ς ὁδὸν ἀσύγχυ^τον. | τὸ γὰρ πρῶτον καὶ δεύτερον καὶ τρίτον οὐ φύσεως ἐμφαίνει διαφοράν, ἀλλὰ θεολογίας ὁδὸν ἀσύγχυτον. |
πά^λι^ν ὁ αὐτὸς ἀ^πόστολος, ἵ^να_ δείξῃ παντα^χοῦ ἀ^δι^α^φόρως ἑαυτὸν κεχρημένον ταῖς τῶν ὀνομά^των τά^ξεσι^ν, εὐτάκτως δὲ καὶ ἀ^σφα^λῶς προσι^όντα^ τῷ θείῳ κηρύγμα^τι^, αὐτὸς δὲ ὁ κύ_ρι^ος ἡμῶν ἰησοῦς χριστὸς καὶ ὁ θεὸς ὁ πα^τὴρ ἡμῶν. | πάλιν ὁ αὐτὸς ἀπόστολος, ἵνα δείξῃ πανταχοῦ ἀδιαφόρως ἑαυτὸν κεχρημένον ταῖς τῶν ὀνομάτων τάξεσιν, εὐτάκτως δὲ καὶ ἀσφαλῶς προσιόντα τῷ θείῳ κηρύγματι, αὐτὸς δὲ ὁ κύριος ἡμῶν ἰησοῦς χριστὸς καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν. |
πρῶτον, παῦλε, τὸν υἱὸν καὶ τότε τὸν πα^τέρα^ κηρύττεις; | πρῶτον, παῦλε, τὸν υἱὸν καὶ τότε τὸν πατέρα κηρύττεις; |
τὸ γὰ^ρ πρῶτόν φησι^ν εἰς τάξι^ν ἐξέβα^λες. | τὸ γὰρ πρῶτόν φησιν εἰς τάξιν ἐξέβαλες. |
ἐγὼ πρῶτον καὶ δεύτερον, ἐὰν εἴπω, τὴν φύ^σι^ν ἀμέρι^στον ὑ^πολα^μβά^νω. | ἐγὼ πρῶτον καὶ δεύτερον, ἐὰν εἴπω, τὴν φύσιν ἀμέριστον ὑπολαμβάνω. |
μᾶλλον δὲ οὐχ ὑ^πολα^μβά^νω, ἀλλ' ἀ^σφα^λῶς κηρύττω. | μᾶλλον δὲ οὐχ ὑπολαμβάνω, ἀλλ' ἀσφαλῶς κηρύττω. |
μὴ τοίνυ^ν ὕβριζε τὰ^ θεῖα^ λόγι^α^, μη δὲ συκοφά^ντει τὰ^ οὐρά^νι^α^ δόγμα^τα^. | μὴ τοίνυν ὕβριζε τὰ θεῖα λόγια, μη δὲ συκοφάντει τὰ οὐράνια δόγματα. |
εὑρίσκεις εἰκόνα^ τοιαύτην καὶ ἐν τῇ πα^λαιᾷ. | εὑρίσκεις εἰκόνα τοιαύτην καὶ ἐν τῇ παλαιᾷ. |
ὥσπερ γὰ^ρ ἐνταῦθα παῦλος ἀ^ρξά^μενος ἀ^πὸ τοῦ πνεύμα^τος, ἦλθεν εἰς τὸν υἱὸν καὶ ἀ^πὸ τὸν υἱὸν πάλιν εἰς τὸν πα^τέρα^ καὶ τὸ τρί^τον τῇ τάξει τῶν ὀνομά^των ἐποίησε πρῶτον, οὐ τὴν τοῦ κηρύγμα^τος τάξι^ν μετα^βα^λών, ἀλλὰ τὴν ἀ^δι^ά^φορον τῆς θεολογί^α_ς γνῶσι^ν ἐμφαίνων. | ὥσπερ γὰρ ἐνταῦθα παῦλος ἀρξάμενος ἀπὸ τοῦ πνεύματος, ἦλθεν εἰς τὸν υἱὸν καὶ ἀπὸ τὸν υἱὸν πάλιν εἰς τὸν πατέρα καὶ τὸ τρίτον τῇ τάξει τῶν ὀνομάτων ἐποίησε πρῶτον, οὐ τὴν τοῦ κηρύγματος τάξιν μεταβαλών, ἀλλὰ τὴν ἀδιάφορον τῆς θεολογίας γνῶσιν ἐμφαίνων. |
οὕτω καὶ ἐν τῇ πα^λαιᾷ τὸν αὐτὸν τύ^πον εὑρήσεις ὥσπερ ἐν εἰκόνι^ προλάμποντα^. | οὕτω καὶ ἐν τῇ παλαιᾷ τὸν αὐτὸν τύπον εὑρήσεις ὥσπερ ἐν εἰκόνι προλάμποντα. |
τίς οὐκ οἶδεν ἡμῶν, ἀ^δελφοί, ὅτι^ τὸν ἀβραὰμ πρῶτον τάττει ἡ γρα^φή, δεύτερον δὲ τὸν ἰσαὰκ καὶ τρί^τον τὸν ἰακώβ; | τίς οὐκ οἶδεν ἡμῶν, ἀδελφοί, ὅτι τὸν ἀβραὰμ πρῶτον τάττει ἡ γραφή, δεύτερον δὲ τὸν ἰσαὰκ καὶ τρίτον τὸν ἰακώβ; |
ἐγὼ γὰ^ρ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ. | ἐγὼ γὰρ ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ. |
καὶ εἰκότως ἡ γρα^φὴ κηρύττει πρῶτον τὸν γεννήσα^ντα^, εἶτα^ τὸν γεννηθέντα^, ἔπειτα^ τὸν ἐξ ἐκείνου. | καὶ εἰκότως ἡ γραφὴ κηρύττει πρῶτον τὸν γεννήσαντα, εἶτα τὸν γεννηθέντα, ἔπειτα τὸν ἐξ ἐκείνου. |
ἀλλ' ἐπειδὴ ἡ φύ^σι^ς ἦν ἀμέρι^στος, εἰ καὶ τοῖς χρόνοις διετέμνετο διὰ τὴν ἀκολουθίαν, οὐκ ὤκνησεν ὁ θεὸς μετα^βα^λεῖν τὴν τάξι^ν, ἵ^να_ τὴν ὁμολογίαν ἀναδείξῃ. | ἀλλ' ἐπειδὴ ἡ φύσις ἦν ἀμέριστος, εἰ καὶ τοῖς χρόνοις διετέμνετο διὰ τὴν ἀκολουθίαν, οὐκ ὤκνησεν ὁ θεὸς μεταβαλεῖν τὴν τάξιν, ἵνα τὴν ὁμολογίαν ἀναδείξῃ. |
λέγει γὰ^ρ ἐν τῷ λέγω γὰ^ρ καὶ τὸν τόπον, ἵνα μὴ συκοφαντήσῃς τὰ^ λεγόμενα^. | λέγει γὰρ ἐν τῷ λέγω γὰρ καὶ τὸν τόπον, ἵνα μὴ συκοφαντήσῃς τὰ λεγόμενα. |
· | · |
ἐὰν δὲ ἁ^μά^ρτωσι^ν οἱ υἱοὶ ἰσραήλ, πα^ρα^δώσω αὐτοὺς εἰς ἔθνος ἀ^λλότρι^ον καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι^ θεοῖς ἑτέροις. | ἐὰν δὲ ἁμάρτωσιν οἱ υἱοὶ ἰσραήλ, παραδώσω αὐτοὺς εἰς ἔθνος ἀλλότριον καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. |
προμηνύων τὴν εἰς βαβυλῶνα αἰχμαλωσίαν φησί^· | προμηνύων τὴν εἰς βαβυλῶνα αἰχμαλωσίαν φησί· |
καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι^ θεοῖς ἑτέροις. | καὶ πορεύσονται ἐκεῖ καὶ λατρεύσουσι θεοῖς ἑτέροις. |
τότε αἰσχυνθήσεται ἡ κα^ρδί^α_ αὐτῶν ἡ ἀ^περίτμητος. | τότε αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος. |
καὶ μετὰ^ βρα^χέα^· | καὶ μετὰ βραχέα· |
καὶ μνησθήσονται τῆς διαθήκης ἰακὼβ καὶ τῆς διαθήκης ἰσαὰκ καὶ τῆς διαθήκης ἀβραάμ. | καὶ μνησθήσονται τῆς διαθήκης ἰακὼβ καὶ τῆς διαθήκης ἰσαὰκ καὶ τῆς διαθήκης ἀβραάμ. |
ἐπαναλήψομαι τὸ ῥῆμα^. | ἐπαναλήψομαι τὸ ῥῆμα. |
ὁ γὰ^ρ κρότος ἐκά^λυ^ψε τὴν ὑ^πόθεσι^ν. | ὁ γὰρ κρότος ἐκάλυψε τὴν ὑπόθεσιν. |
ἐκεῖ φησι^ν αἰσχυνθήσεται ἡ κα^ρδί^α_ αὐτῶν ἡ ἀ^περίτμητος καὶ ἐπιστρέψουσι^ πρός με καὶ ἰά_σομαι αὐτούς. | ἐκεῖ φησιν αἰσχυνθήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος καὶ ἐπιστρέψουσι πρός με καὶ ἰάσομαι αὐτούς. |
οὐδέπω ἀ^πειλὴ καὶ τὴν κα^ταλλαγὴν ἐπαγγέλλεται. | οὐδέπω ἀπειλὴ καὶ τὴν καταλλαγὴν ἐπαγγέλλεται. |
καὶ ἀ^νά^ξω αὐτοὺς εἰς τὴν γῆν τῶν πα^τέρων αὐτῶν καὶ μνησθήσομαι τῆς διαθήκης ἰακὼβ καὶ τῆς διαθήκης ἰσαὰκ καὶ τῆς διαθήκης ἀβραάμ. | καὶ ἀνάξω αὐτοὺς εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν καὶ μνησθήσομαι τῆς διαθήκης ἰακὼβ καὶ τῆς διαθήκης ἰσαὰκ καὶ τῆς διαθήκης ἀβραάμ. |
ὁρᾷς πῶς μετα^βά^λλει τὴν τάξι^ν, ἵνα δείξῃ τὴν ὁμοτιμίαν; | ὁρᾷς πῶς μεταβάλλει τὴν τάξιν, ἵνα δείξῃ τὴν ὁμοτιμίαν; |
οὐ γὰ^ρ πρῶτον ἐποίησε τὸν ἰακὼβ τοῖς χρόνοις, ἀλλὰ τῇ ἀδιαφορίᾳ κατεχρήσατο, ἵνα δείξῃ τὴν ὁμοτιμίαν. | οὐ γὰρ πρῶτον ἐποίησε τὸν ἰακὼβ τοῖς χρόνοις, ἀλλὰ τῇ ἀδιαφορίᾳ κατεχρήσατο, ἵνα δείξῃ τὴν ὁμοτιμίαν. |
ἀλλ' ἐπὶ^ μὲν τῶν πα^τρι^α^ρχῶν χρόνος μερίζει τοὺς καρποὺς ἀ^πὸ τῆς ῥίζης. | ἀλλ' ἐπὶ μὲν τῶν πατριαρχῶν χρόνος μερίζει τοὺς καρποὺς ἀπὸ τῆς ῥίζης. |
θνητὴ γὰ^ρ ἡ φύ^σι^ς καὶ τῶν φύντων καὶ τῶν γεγεννηκότων. | θνητὴ γὰρ ἡ φύσις καὶ τῶν φύντων καὶ τῶν γεγεννηκότων. |
τῆς δὲ ἁγί^α_ς καὶ ἀ_θα^νά^του προσκυνητῆς τριά^δος τὴν φύ^σι^ν οὐ τέμνει λόγος, οὐ μερίζει χρόνος, οὐ δι^ι^στῶσι^ν αἰῶνες. | τῆς δὲ ἁγίας καὶ ἀθανάτου προσκυνητῆς τριάδος τὴν φύσιν οὐ τέμνει λόγος, οὐ μερίζει χρόνος, οὐ διιστῶσιν αἰῶνες. |
οὐδὲν γὰ^ρ μετα^ξὺ^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος. | οὐδὲν γὰρ μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. |
ποιητὴς τῶν αἰώνων ὁ μονογενής. | ποιητὴς τῶν αἰώνων ὁ μονογενής. |
πολυμερῶς καὶ πολυτρόπως πά^λαι ὁ θεὸς λα^λήσα_ς τοῖς πατρά^σι^ ἐν τοῖς προφήταις, ἐπ' ἐσχά^των τῶν ἡμερῶν τούτων ἐλά^λησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνα^ς ἐποίησεν. | πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσι ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. |
οὐδὲν τοίνυ^ν μετα^ξὺ^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύματος. | οὐδὲν τοίνυν μεταξὺ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. |
οὐδεὶς χρόνος ἢ δι^ά^στημα^ χρόνου. | οὐδεὶς χρόνος ἢ διάστημα χρόνου. |
πρὸ τῶν αἰώνων πα^τήρ, πρὸ τῶν αἰώνων υἱός. | πρὸ τῶν αἰώνων πατήρ, πρὸ τῶν αἰώνων υἱός. |
αὐτὸς γὰ^ρ ἐποίησε τοὺς αἰῶνα^ς. | αὐτὸς γὰρ ἐποίησε τοὺς αἰῶνας. |
πρὸ τῶν αἰώνων τὸ ἅ^γι^ον πνεῦμα^. | πρὸ τῶν αἰώνων τὸ ἅγιον πνεῦμα. |
οὐδα^μοῦ σχίζεται ἡ φύ^σι^ς· | οὐδαμοῦ σχίζεται ἡ φύσις· |
οὐδαμοῦ μερίζεται ἡ δύ^να^μι^ς. | οὐδαμοῦ μερίζεται ἡ δύναμις. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
βα^σι^λεύει ὁ πα^τήρ, βα^σι^λεύει ὁ υἱός, βασιλεύει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | βασιλεύει ὁ πατήρ, βασιλεύει ὁ υἱός, βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. |
οἶδα ταύτῃ χρησά^μενος τῇ ἀποδείξει. | οἶδα ταύτῃ χρησάμενος τῇ ἀποδείξει. |
ἀλλὰ τὰ^ αὐτὰ^ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑ_μῖν δὲ ἀ^σφα^λές. | ἀλλὰ τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. |
βασιλεύει πα^τὴρ κατὰ τὸ ὁ θεὸς ἡμῶν βα^σι^λεὺς εἰς τὸν αἰῶνα^. | βασιλεύει πατὴρ κατὰ τὸ ὁ θεὸς ἡμῶν βασιλεὺς εἰς τὸν αἰῶνα. |
βασιλεύει υἱός· | βασιλεύει υἱός· |
δώσει γὰ^ρ αὐτῷ κύ_ρι^ος τὸν θρόνον δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βα^σι^λεύσει ἐπὶ^ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνα^ς. | δώσει γὰρ αὐτῷ κύριος τὸν θρόνον δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας. |
βασιλεύει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | βασιλεύει τὸ πνεῦμα τὸ ἅγιον. |
καὶ τὸν βα^σι^λέα^ κύ_ρι^ον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου κα^θήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. | καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. |
καὶ εἶπε πρός με· | καὶ εἶπε πρός με· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούσητε καὶ οὐ μὴ συ^νῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴ^δητε, καὶ τὰ^ ἑξῆς. | ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε, καὶ τὰ ἑξῆς. |
ὁ δὲ ἀ^πόστολος εἰς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐκλαμβά^νει τὴν τοῦ προφήτου θεολογίαν. | ὁ δὲ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐκλαμβάνει τὴν τοῦ προφήτου θεολογίαν. |
εἶδον τὸν βα^σι^λέα^ κύ_ρι^ον σαβαὼθ καὶ εἶπέ μοι· | εἶδον τὸν βασιλέα κύριον σαβαὼθ καὶ εἶπέ μοι· |
πορεύθητι καὶ εἰπὲ τῷ λα_ῷ τούτῳ, καλῶς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον εἶπε πρὸς τοὺς πατέρας ἡμῶν διὰ τοῦ προφήτου ἡσαΐου λέγον· | πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ, καλῶς τὸ πνεῦμα τὸ ἅγιον εἶπε πρὸς τοὺς πατέρας ἡμῶν διὰ τοῦ προφήτου ἡσαΐου λέγον· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούσητε καὶ οὐ μὴ συ^νῆτε, καὶ τὰ^ ἑξῆς. | ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς. |
τὸν βα^σι^λέα^ σαβαὼθ εἶδον, καὶ εἶπε πρός με· | τὸν βασιλέα σαβαὼθ εἶδον, καὶ εἶπε πρός με· |
εἰπὸν τῷ λα_ῷ τούτῳ. | εἰπὸν τῷ λαῷ τούτῳ. |
καὶ ὁ παῦλος λέγων τῷ ἁ^γί^ῳ πνεύμα^τι^ ἀνέθηκε τὴν αὐθεντίαν. | καὶ ὁ παῦλος λέγων τῷ ἁγίῳ πνεύματι ἀνέθηκε τὴν αὐθεντίαν. |
οὐκοῦν βα^σι^λεὺς καὶ κύ_ρι^ος σαβαὼθ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τὸ εἰρηκὸς τῷ ἡσαΐᾳ· | οὐκοῦν βασιλεὺς καὶ κύριος σαβαὼθ τὸ πνεῦμα τὸ ἅγιον τὸ εἰρηκὸς τῷ ἡσαΐᾳ· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούσητε καὶ οὐ μὴ συ^νῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴ^δητε, καὶ τὰ^ ἑξῆς. | ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε, καὶ τὰ ἑξῆς. |
ἤκουσα γὰ^ρ φωνῆς κυ_ρί^ου λέγοντος· | ἤκουσα γὰρ φωνῆς κυρίου λέγοντος· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ. | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ. |
κύ_ρι^ος ὁ πα^τήρ, κύ_ρι^ος ὁ υἱός· | κύριος ὁ πατήρ, κύριος ὁ υἱός· |
εἶπε γὰ^ρ ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου· | εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου· |
κάθου ἐκ δεξι^ῶν μου. | κάθου ἐκ δεξιῶν μου. |
κύ_ρι^ον τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | κύριον τὸ πνεῦμα τὸ ἅγιον. |
ὁ γὰ^ρ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν· | ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· |
ὅπου δὲ τὸ πνεῦμα^ κυ_ρί^ου, ἐκεῖ ἐλευθερί^α_. | ὅπου δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. |
μή τι^ς νομίζῃ, ὅτι^ μεῖζόν ἐστι^ν ὄνομα^ τὸ πρῶτος θεός, τὸ δεύτερον δὲ ὄνομα^ τὸ κύ_ρι^ος. | μή τις νομίζῃ, ὅτι μεῖζόν ἐστιν ὄνομα τὸ πρῶτος θεός, τὸ δεύτερον δὲ ὄνομα τὸ κύριος. |
ἐπὶ γὰ^ρ τῆς ἀ_θα^νά^του φύ^σεως καὶ κύ_ρι^ος καὶ θεός, κ ἂ_ν μὴ τὴν αὐτὴν δύ^να^μι^ν ἔχῃ ἡ λέξι^ς, ἀλλὰ τὴν αὐτὴν ἀ^ξί^α_ν κηρύττει. | ἐπὶ γὰρ τῆς ἀθανάτου φύσεως καὶ κύριος καὶ θεός, κ ἂν μὴ τὴν αὐτὴν δύναμιν ἔχῃ ἡ λέξις, ἀλλὰ τὴν αὐτὴν ἀξίαν κηρύττει. |
τί γά^ρ; | τί γάρ; |
ὁ θεὸς ὄνομα^ πρῶτον; | ὁ θεὸς ὄνομα πρῶτον; |
εἰ δεύτερον δὲ τὸ κύ_ρι^ος, οὐκ ἂ^ν τῷ δευτέρῳ ὡς πρώτῳ κύ_ρι^ος ὁ θεός σου, κύ_ρι^ος εἷς ἐστι^ν. | εἰ δεύτερον δὲ τὸ κύριος, οὐκ ἂν τῷ δευτέρῳ ὡς πρώτῳ κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν. |
ἐχρῆν γά^ρ, εἰ ἄ^ρα^, τοῦ πρώτου πρῶτον ἐπιμνησθέντα^ εἰπεῖν· | ἐχρῆν γάρ, εἰ ἄρα, τοῦ πρώτου πρῶτον ἐπιμνησθέντα εἰπεῖν· |
ὁ θεός σου κύ_ρι^ος εἷς ἐστι^. | ὁ θεός σου κύριος εἷς ἐστι. |
ἀλλ' ἵνα δείξῃ τὸ ἀ^δι^ά^φορον τῶν ὀνομά^των κύ_ρι^ος εἶπε πρῶτον, εἶτα θεός. | ἀλλ' ἵνα δείξῃ τὸ ἀδιάφορον τῶν ὀνομάτων κύριος εἶπε πρῶτον, εἶτα θεός. |
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. |
ὁ δὲ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν. | ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. |
κύ_ρι^ος τοίνυ^ν ὁ πα^τήρ, ὁ υἱὸς κύ_ρι^ος, κύ_ρι^ος τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | κύριος τοίνυν ὁ πατήρ, ὁ υἱὸς κύριος, κύριος τὸ πνεῦμα τὸ ἅγιον. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.