macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἰ ἐπι^κατάρα_τος πᾶς ὁ κρεμά^μενος ἐπί^ ξύ^λου, πῶς εὐλογί^α_ ἀ^πὸ τοιούτου δοθήσεται τοῖς πιστεύουσι^ν εἰς αὑτὸν; | εἰ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπί ξύλου, πῶς εὐλογία ἀπὸ τοιούτου δοθήσεται τοῖς πιστεύουσιν εἰς αὑτὸν; |
ἀκήκοας ἤδη πολλά^κι^ς καὶ οὐ πιστεύεις, ὅτι^ εἰκὼν ἦν τῆς τοῦ χριστοῦ οἰκονομί^α_ς ὁ τύ^πος τοῦ ὄφεως κα^τὰ^ τόνδε τὸν λόγον· | ἀκήκοας ἤδη πολλάκις καὶ οὐ πιστεύεις, ὅτι εἰκὼν ἦν τῆς τοῦ χριστοῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως κατὰ τόνδε τὸν λόγον· |
ὥσπερ ἐκεῖνος ὁ τύ^πος τοῦ ὄφεως ἰ^όν τε καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτὴρ ἐν ὁμοιώμα^τι^ σαρκὸς ἁ^μαρτί^α_ς ἐπι^φανεὶς ἔξω ἦν πά_σης ἁ^μαρτί^α_ς κα^τα^κρί_νων τὴν ἁ^μαρτί^α_ν ἐν τῇ σαρκί^, τουτέστι^ τὸν δι^ά^βολον, ἁ^μαρτί^α_ν γὰ^ρ οὐκ ἐποίησεν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόμα^τι^ αὐτοῦ. | ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως ἰόν τε καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιφανεὶς ἔξω ἦν πάσης ἁμαρτίας κατακρίνων τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, τουτέστι τὸν διάβολον, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
καὶ καθάπερ ὁ χαλκοῦς ἐκεῖνος ὄφις εἰκόνα^ μὲν καὶ τύ^πον εἶχεν ὄφεως, ἰ^ὸν δὲ καὶ πονηρίαν οὐκ εἶχε καὶ ἄλλων ἰοβολούντων αὐτὸς ὑ^πὲρ τῶν δακνόντων ἐσταυροῦτο, ὁ μὴ δάκνων μη δὲ πλήξα_ς τι^νά^, οὕτως τῶν ἄλλων ἀνθρώπων ἁ^μα^ρτησά^ντων ὑ^πὲρ πάντων πάσχει ὁ ἀναμάρτητος ἰησοῦς, ὅπερ μετὰ^ τῶν ἄλλων ἀ^πὸ τῶν ἁμαρτι^ῶν το... | καὶ καθάπερ ὁ χαλκοῦς ἐκεῖνος ὄφις εἰκόνα μὲν καὶ τύπον εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχε καὶ ἄλλων ἰοβολούντων αὐτὸς ὑπὲρ τῶν δακνόντων ἐσταυροῦτο, ὁ μὴ δάκνων μη δὲ πλήξας τινά, οὕτως τῶν ἄλλων ἀνθρώπων ἁμαρτησάντων ὑπὲρ πάντων πάσχει ὁ ἀναμάρτητος ἰησοῦς, ὅπερ μετὰ τῶν ἄλλων ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰ... |
ἀναμηρύκισαι πάλιν τὸν λόγον. | ἀναμηρύκισαι πάλιν τὸν λόγον. |
ὥσπερ ἐκεῖ ἄλλοι οἱ ἐξ ἁμαρτι^ῶν δακνόμενοι καὶ θνήσκοντες καὶ ἄλλος ὁ ὑ^πὲρ αὐτῶν σταυρούμενος εἰς τὸ σῶσαι μὲν ἡμᾶς, ἀ^πολέσαι δὲ τοὺς καταφθείροντα^ς τὸ γένος ἡμῶν, καὶ ὥσπερ ἐκεῖ δύ^ο συνέβαινε τοὺς μὲν θανατοῦντα^ς κα^ταργεῖσθαι, τοὺς δὲ θνήσκοντα^ς ζωοποιεῖσθαι, οὕτως καὶ ἐνταῦθα^ ἡ τοῦ χριστοῦ νέκρωσι^ς γέγονε τ... | ὥσπερ ἐκεῖ ἄλλοι οἱ ἐξ ἁμαρτιῶν δακνόμενοι καὶ θνήσκοντες καὶ ἄλλος ὁ ὑπὲρ αὐτῶν σταυρούμενος εἰς τὸ σῶσαι μὲν ἡμᾶς, ἀπολέσαι δὲ τοὺς καταφθείροντας τὸ γένος ἡμῶν, καὶ ὥσπερ ἐκεῖ δύο συνέβαινε τοὺς μὲν θανατοῦντας καταργεῖσθαι, τοὺς δὲ θνήσκοντας ζωοποιεῖσθαι, οὕτως καὶ ἐνταῦθα ἡ τοῦ χριστοῦ νέκρωσις γέγονε τοῦ μὲν θαν... |
εἰ μὴ χριστὸς εἰς τὸν ἅιδην κα^τέδυ_σεν, εἰ μὴ ἡ ζωὴ διὰ τοῦ θνητοῦ ἐν θα^νά^τῳ γέγονεν, οὐκ ἂ^ν οἱ ἐν θα^νά^τῳ πρὸς ζωὴν ἐπανῆλθον. | εἰ μὴ χριστὸς εἰς τὸν ἅιδην κατέδυσεν, εἰ μὴ ἡ ζωὴ διὰ τοῦ θνητοῦ ἐν θανάτῳ γέγονεν, οὐκ ἂν οἱ ἐν θανάτῳ πρὸς ζωὴν ἐπανῆλθον. |
φύσει γὰ^ρ τῆς φθορᾶς προσγενομένης ἐν ἡμῖν ἐκ τῆς πα^ρακοῆς ἀ^να^γκαῖον ἦν τὸν σῶσαι βουλόμενον αὐτὴν τὴν φθοροποιὸν οὐσί^α_ν ἀφα^νί^σαι· | φύσει γὰρ τῆς φθορᾶς προσγενομένης ἐν ἡμῖν ἐκ τῆς παρακοῆς ἀναγκαῖον ἦν τὸν σῶσαι βουλόμενον αὐτὴν τὴν φθοροποιὸν οὐσίαν ἀφανίσαι· |
τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μή περ ἡ κα^τὰ^ φύ^σι^ν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξα^μένῳ, ἀφα^νί^ζουσα^ μὲν τὴν φθοράν, ἀ_θά^να^τον δὲ αὐτὸν τοῦ λοιποῦ διὰ τῆς πρὸς τὸν θά^να^τον δι' αὐτοῦ συμπλοκῆς ἐν τῇ νεκρώσει τοῦ κα^τέχοντος αὐτὸν θα^νά^του ἀνασκευά^ζουσα^ παντοδυνάμως. | τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μή περ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ αὐτὸν τοῦ λοιποῦ διὰ τῆς πρὸς τὸν θάνατον δι' αὐτοῦ συμπλοκῆς ἐν τῇ νεκρώσει τοῦ κατέχοντος αὐτὸν θανάτου ἀνασκευάζουσα παντοδυνάμως. |
καὶ τοῦτο ἐλισσαῖος ἐν ἰορδάνῃ θαυμα^τουργῶν προεσήμανε διὰ τῶν ὑπερφυῶν σημείων, ἔνθα^ τῇ καταδύσει τοῦ ξύ^λου τὴν ἀνάρρησι^ν τοῦ σιδήρου ἐποιήσα^το. | καὶ τοῦτο ἐλισσαῖος ἐν ἰορδάνῃ θαυματουργῶν προεσήμανε διὰ τῶν ὑπερφυῶν σημείων, ἔνθα τῇ καταδύσει τοῦ ξύλου τὴν ἀνάρρησιν τοῦ σιδήρου ἐποιήσατο. |
ἀλλὰ γὰ^ρ ἀποδέδεικται σα^φῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμᾶς τὸ σχῆμα^ τοῦ σταυροῦ. | ἀλλὰ γὰρ ἀποδέδεικται σαφῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμᾶς τὸ σχῆμα τοῦ σταυροῦ. |
σὺ δέ, ὦ ἀ^γα^πητέ, ὅτα^ν ἀ^κούσῃς σταυρὸν καὶ σώμα^τος οἰκονομίαν, πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσί^α_ς ἀ^νά^γα^γέ σου τὴν δι^ά^νοια^ν καὶ μὴ τὸ σχῆμα^ τὸ διὰ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα^, ἀλλ' ἡ φι^λανθρωπί^α_ τοῦ σώσαντος ἀ^να^γα^γέτω σε. | σὺ δέ, ὦ ἀγαπητέ, ὅταν ἀκούσῃς σταυρὸν καὶ σώματος οἰκονομίαν, πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσίας ἀνάγαγέ σου τὴν διάνοιαν καὶ μὴ τὸ σχῆμα τὸ διὰ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα, ἀλλ' ἡ φιλανθρωπία τοῦ σώσαντος ἀναγαγέτω σε. |
σταυρὸς μὲν γὰ^ρ διὰ σέ, ἀ^ξί^α_ δὲ θεοῦ οὐ κα^θαιρεῖται λόγοις, ἀλλ' οἱ κα^θαιροῦντες ἑαυτῶν ἐργάζονται τὴν κα^θαίρεσι^ν καὶ οἱ ὑψοῦντες ἑαυτῶν τὴν εὐτέλεια^ν εἰς ὕψος ἀ^νά^γουσι^ν. | σταυρὸς μὲν γὰρ διὰ σέ, ἀξία δὲ θεοῦ οὐ καθαιρεῖται λόγοις, ἀλλ' οἱ καθαιροῦντες ἑαυτῶν ἐργάζονται τὴν καθαίρεσιν καὶ οἱ ὑψοῦντες ἑαυτῶν τὴν εὐτέλειαν εἰς ὕψος ἀνάγουσιν. |
δεῦτε τοίνυ^ν ἑορτάσωμεν κοινῇ τὴν τοῦ σταυροῦ ὕψωσι^ν· | δεῦτε τοίνυν ἑορτάσωμεν κοινῇ τὴν τοῦ σταυροῦ ὕψωσιν· |
ἀ^νεῴχθη γὰ^ρ ἡμῖν ὁ οὐρά^νι^ος θησαυρός, ἐφανερώθη τοῖς θνητοῖς τὸ ξύ^λον τῆς ζωῆς. | ἀνεῴχθη γὰρ ἡμῖν ὁ οὐράνιος θησαυρός, ἐφανερώθη τοῖς θνητοῖς τὸ ξύλον τῆς ζωῆς. |
βοήσωμεν καὶ ἡμεῖς· | βοήσωμεν καὶ ἡμεῖς· |
ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ. | ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ. |
ποίαν δὲ λέγω καύχησι^ν; | ποίαν δὲ λέγω καύχησιν; |
τὴν δι' αὐτοῦ πρὸς τὸν θεὸν ἡμῶν κα^ταλλαγήν, τὴν τοῦ θεοῦ δ αὐτοῦ πρὸς ἡμᾶς ἄφα^τον ἀγάπην καὶ φιλανθρωπίαν, ὅτι^ χά^ρι^ν ἀντὶ^ χά^ρι^τος δι ' αὐτοῦ ἀπειλήφα^μεν. | τὴν δι' αὐτοῦ πρὸς τὸν θεὸν ἡμῶν καταλλαγήν, τὴν τοῦ θεοῦ δ αὐτοῦ πρὸς ἡμᾶς ἄφατον ἀγάπην καὶ φιλανθρωπίαν, ὅτι χάριν ἀντὶ χάριτος δι ' αὐτοῦ ἀπειλήφαμεν. |
ἡ μὲν γὰ^ρ συ^ναγωγὴ θυ_μια_τήριον καὶ συνθέσεως θυ_μία_μα^ ἐν τοῖς ἐπερχομένοις ὑ^πὲρ τῆς τοῦ λα_οῦ σωτηρί^α_ς τῷ θεῷ πρεσβευτὴν ἐξέπεμπεν, ὅρκους πα^τέρων καὶ συ^νθήκα_ς ἀ^να^μι^μνήσκουσα^ τὸν μηδὲν λα^νθά^νοντα^, ἡ δὲ ἐκκλησί^α_ τὸν σταυρὸν τοῦ σωτῆρος θυ_μια_τήριον πρὸ προσώπου αὐτῆς τῷ θεῷ καὶ πατρὶ^ ἀ^να^τείνει, ... | ἡ μὲν γὰρ συναγωγὴ θυμιατήριον καὶ συνθέσεως θυμίαμα ἐν τοῖς ἐπερχομένοις ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας τῷ θεῷ πρεσβευτὴν ἐξέπεμπεν, ὅρκους πατέρων καὶ συνθήκας ἀναμιμνήσκουσα τὸν μηδὲν λανθάνοντα, ἡ δὲ ἐκκλησία τὸν σταυρὸν τοῦ σωτῆρος θυμιατήριον πρὸ προσώπου αὐτῆς τῷ θεῷ καὶ πατρὶ ἀνατείνει, οὐ συνθέτου θυμιάματος ἀτμίδ... |
οὐχ ὅρκους πα^τέρων καὶ συ^νθήκα_ς ἐπαναγινώσκουσα^, ἀλλὰ τῆς ἀγάπης αὐτοῦ, ἧς ἠγάπησεν ἡμᾶς, τὸ σημεῖον προτείνουσα^, δι' ἧς τὸν μονογενῆ αὐτοῦ υἱὸν δέδωκεν ὑ^πὲρ ἡμῶν, τῷ δὲ υἱῷ τῆς ἀφά^του συγκαταβάσεως καὶ τοῦ ἑκουσί^ου καὶ σωτηριώδους πά^θους ἐν τῇ οἰκείᾳ σαρκὶ^ τὸν σιγῶντα^ κήρυκα^ προσφέρουσα^ καὶ δι' αὐτοῦ ᾄδου... | οὐχ ὅρκους πατέρων καὶ συνθήκας ἐπαναγινώσκουσα, ἀλλὰ τῆς ἀγάπης αὐτοῦ, ἧς ἠγάπησεν ἡμᾶς, τὸ σημεῖον προτείνουσα, δι' ἧς τὸν μονογενῆ αὐτοῦ υἱὸν δέδωκεν ὑπὲρ ἡμῶν, τῷ δὲ υἱῷ τῆς ἀφάτου συγκαταβάσεως καὶ τοῦ ἑκουσίου καὶ σωτηριώδους πάθους ἐν τῇ οἰκείᾳ σαρκὶ τὸν σιγῶντα κήρυκα προσφέρουσα καὶ δι' αὐτοῦ ᾄδουσα· |
μνήσθητι^ τῶν οἰκτιρμῶν σου, κύ_ρι^ε· | μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε· |
μνήσθητι^, ὅτι^ ἔτι^ ἁμαρτωλῶν ἡμῶν ὄντων ὑ^πὲρ ἡμῶν ἀπέθα^νες· | μνήσθητι, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὑπὲρ ἡμῶν ἀπέθανες· |
μνήσθητι^ τοῦ ἐν τῷ σταυρῷ τοῦ δι^α^βόλου θριά^μβου· | μνήσθητι τοῦ ἐν τῷ σταυρῷ τοῦ διαβόλου θριάμβου· |
μνήσθητι^ τοῦ διὰ σταυροῦ ἐπ' ἐμὲ ῥαντισμοῦ, τοῦ ἁ^γί^ου καὶ τιμί^ου καὶ ζωοποιοῦ σου αἵμα^τος· | μνήσθητι τοῦ διὰ σταυροῦ ἐπ' ἐμὲ ῥαντισμοῦ, τοῦ ἁγίου καὶ τιμίου καὶ ζωοποιοῦ σου αἵματος· |
μνήσθητι^ τῆς ἐπ' αὐτῷ τοῦ χειρογρά^φου μου γρα^μμα_ τείου διαρρήξεως· | μνήσθητι τῆς ἐπ' αὐτῷ τοῦ χειρογράφου μου γραμμα τείου διαρρήξεως· |
μνήσθητι^ τῆς ἐπ' αὐτῷ ἐκτάσεως τῶν ἀχράντων σοὺ χειρῶν πρὸς τὸν πα^τέρα^ ὑ^πὲρ τῆς τοῦ κόσμου κα^ταλλαγῆς· | μνήσθητι τῆς ἐπ' αὐτῷ ἐκτάσεως τῶν ἀχράντων σοὺ χειρῶν πρὸς τὸν πατέρα ὑπὲρ τῆς τοῦ κόσμου καταλλαγῆς· |
μνήσθητι^ τῆς ἐπ' αὐτῷ ἐνδόξου καὶ πα^ντί_μου ὕβρεως· | μνήσθητι τῆς ἐπ' αὐτῷ ἐνδόξου καὶ παντίμου ὕβρεως· |
μνήσθητι^, ὅτι^ δι' αὐτοῦ ὡς ἐν ἀγκίστρῳ ἐδελέασα^ς τὸν θά^να^τον λα^βεῖν σου τὸ σῶ^μα^ πρὸς κα^θαίρεσι^ν αὐτοῦ· | μνήσθητι, ὅτι δι' αὐτοῦ ὡς ἐν ἀγκίστρῳ ἐδελέασας τὸν θάνατον λαβεῖν σου τὸ σῶμα πρὸς καθαίρεσιν αὐτοῦ· |
μνήσθητι^, ὅτι^ ὡς ἀετὸς τὰ_ς πτέρυ^γά^ς σου ἐν αὐτῷ ἐφήπλωσα^ς ἡμῖν, ἵ^να_ ὑ^πὸ τὴν σκιὰν αὐτοῦ αὐλιζόμενοι μὴ φοβηθῶμεν ἀ^πὸ φόβου νυ^κτερι^νοῦ μη δὲ ἀ^πὸ βέλους πετομένου ἡμέρα_ς ἢ πρά_γμα^τος ἐν σκότει διαπορευομένου· | μνήσθητι, ὅτι ὡς ἀετὸς τὰς πτέρυγάς σου ἐν αὐτῷ ἐφήπλωσας ἡμῖν, ἵνα ὑπὸ τὴν σκιὰν αὐτοῦ αὐλιζόμενοι μὴ φοβηθῶμεν ἀπὸ φόβου νυκτερινοῦ μη δὲ ἀπὸ βέλους πετομένου ἡμέρας ἢ πράγματος ἐν σκότει διαπορευομένου· |
μνήσθητι^, ὅτι^ ἐν αὐτῷ ἐπι^βὰ_ς κατεπάτησα^ς ἀσπίδα καὶ βα^σι^λί^σκον καὶ λέοντα^ καὶ δράκοντα^, ὅπως διὰ σοῦ τοῦ δυ^να^τοῦ ἐν πᾶσι^ν ἀρχὴν λα^βόντες καταπατεῖσθαι δείσουσι^ καὶ τὴν τοῦ σταυροῦ σκιὰν ἐφ' ἡμῶν τῶν προσκυ^νούντων σὲ τυπουμένην κατ' αὐτῶν· | μνήσθητι, ὅτι ἐν αὐτῷ ἐπιβὰς κατεπάτησας ἀσπίδα καὶ βασιλίσκον καὶ λέοντα καὶ δράκοντα, ὅπως διὰ σοῦ τοῦ δυνατοῦ ἐν πᾶσιν ἀρχὴν λαβόντες καταπατεῖσθαι δείσουσι καὶ τὴν τοῦ σταυροῦ σκιὰν ἐφ' ἡμῶν τῶν προσκυνούντων σὲ τυπουμένην κατ' αὐτῶν· |
μνήσθητι^ ὁ ποιμὴν ὁ κα^λός, ὅτι^ ἐπ' αὐτῷ τέθεικα^ς τὴν ψυ_χήν σου ὑ^πὲρ τῆς ποίμνης σου, ἵ^να_ δι' αὐτοῦ ὡς διὰ ῥάβδου ἐξωθῶνται οἱ ψυ_χοφθόροι λύ^κοι ἀ^πὸ τῶν προβάτων σου. | μνήσθητι ὁ ποιμὴν ὁ καλός, ὅτι ἐπ' αὐτῷ τέθεικας τὴν ψυχήν σου ὑπὲρ τῆς ποίμνης σου, ἵνα δι' αὐτοῦ ὡς διὰ ῥάβδου ἐξωθῶνται οἱ ψυχοφθόροι λύκοι ἀπὸ τῶν προβάτων σου. |
ταῦτα^ ἐκδυσώπει ὑ^πὲρ ἡμῶν τὸν αὐτοπαράκλητον, τὸν ἕτοιμον εἰς οἰκτιρμούς, τὸν πρόχειρον εἰς συμπάθεια^ν. | ταῦτα ἐκδυσώπει ὑπὲρ ἡμῶν τὸν αὐτοπαράκλητον, τὸν ἕτοιμον εἰς οἰκτιρμούς, τὸν πρόχειρον εἰς συμπάθειαν. |
διὰ ταῦτα ἐγὼ χορεύω, ὅτι^ σταυρὸς ὑψώθη καὶ οἱ ὑψωθέντες καθ' ἡμῶν ἐταπεινώθησα^ν, ὅτι^ βα^σι^λι^κὴ παὶ ἀνεπιχείρητος σφρα_γὶς ἐδημοσιεύθη καὶ οἱ ἐπίβουλοι ἔφυ^γον, ὅτι^ τεῖχος ᾠκοδομήθη καὶ οἱ πολέμι^οι ἔπτηξα^ν, ὅτι^ τὸ φῶς ἔλαμψε καὶ τὸ σκότος ἐκποδὼν γέγονε καὶ ἢ ἐκκλησί^α_ δοξάζει τριάδα ἄκτιστον, ὁμότι_μον καὶ ὁ... | διὰ ταῦτα ἐγὼ χορεύω, ὅτι σταυρὸς ὑψώθη καὶ οἱ ὑψωθέντες καθ' ἡμῶν ἐταπεινώθησαν, ὅτι βασιλικὴ παὶ ἀνεπιχείρητος σφραγὶς ἐδημοσιεύθη καὶ οἱ ἐπίβουλοι ἔφυγον, ὅτι τεῖχος ᾠκοδομήθη καὶ οἱ πολέμιοι ἔπτηξαν, ὅτι τὸ φῶς ἔλαμψε καὶ τὸ σκότος ἐκποδὼν γέγονε καὶ ἢ ἐκκλησία δοξάζει τριάδα ἄκτιστον, ὁμότιμον καὶ ὁμοούσιον, ἀεισέ... |
ἀμήν. | ἀμήν. |
πᾶσα^ γρα^φὴ θεόπνευστος καὶ ὠφέλι^μος, ἀρχὴν ἔχουσα^ καὶ πηγὴν τῆς εὐσεβεία_ς τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς. | πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας τὸ πνεῦμα τῆς ἀληθείας. |
ἀ^πὸ γὰ^ρ τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος, ὥσπερ ἀ^πό τι^νος εὐθαλοῦς καὶ γονί^μου πηγῆς, πά^ντα^ πηγάζει τὰ^ θεῖα^ νά_μα^τα^. | ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θεῖα νάματα. |
καὶ ὅσα^ ὁ νόμος δι^αγορεύει, ὅσα^ προφῆται θεσπίζουσι^ν, ὅσα^ ἀ^πόστολοι κηρύττουσι^, πά^ντα^ ταῦτα^ τῷ ἁ^γί^ῳ πνεύμα^τι^ ἀ^ληθι^νῶς ἀ^πεικάζεται καὶ ἐπιγρά^φεται. | καὶ ὅσα ὁ νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται. |
πά^ντα^ γὰ^ρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ, κα^θὼς βούλεται. | πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. |
δι^ὰ^ τοῦτο πά^ντα^ ἀ^παστρά^πτει τὰ^ κάλλη τῆς εὐσεβεία_ς, καὶ λά^μπουσι^ν οἱ λόγοι τῆς ἀ^ληθεία_ς, καὶ βρύ_ουσι^ θησαυροὶ τῆς ἐνθέου σοφί^α_ς· | διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· |
θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ' ἐν τῷ βά^θει τῆς εὐσεβεία_ς θεωρούμενοι· | θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ' ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· |
θησαυροὶ ψυ_χὰ_ς εὐφραίνοντες, ἐννοία_ς φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσα^ν τοῦ ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. | θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. |
ὥσπερ γὰ^ρ εἰς πολλὴν κατηνέχθη ταπείνωσι^ν τὸ πρωτότυ^πον κάλλος τῆς εὐσεβεία_ς ἀποδυ_σά^μενος, οὕτω δι^ὰ^ τῆς σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐπλουτίσθη. | ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐπλουτίσθη. |
εὐχαριστῶ τῷ θεῷ, ὅτι^ ἐν παντὶ^ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ^ λόγῳ καὶ πά^σῃ γνώσει. | εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. |
ὁ γὰ^ρ θεοῦ λόγον δεχόμενος πλουτεῖ· | ὁ γὰρ θεοῦ λόγον δεχόμενος πλουτεῖ· |
ὁ δὲ μὴ δεχόμενος θεοῦ λόγον, πτωχεύει. | ὁ δὲ μὴ δεχόμενος θεοῦ λόγον, πτωχεύει. |
καὶ εἶπον· | καὶ εἶπον· |
ἴσως πτωχοί εἰσι^, δι^ὰ^ τοῦτο οὐ δύ^να^νται ἀ^κούειν λόγον κυ_ρί^ου. | ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου. |
ἀλλ' ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀ^γά^λλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀ^ληθεία_ς, ὁ κομῶν ταῖς ἀ^ρεταῖς τῆς ἐγκάρπου φι^λοσοφί^α_ς· | ἀλλ' ὁ μὲν πτωχεύων ὀνειδίζεται, ὁ δὲ πλουτῶν ἀγάλλεται, ὁ πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, ὁ κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· |
ἐγὼ ὡσεὶ ἐλαία_ κα^τάκαρπος, ἐν τῷ οἴκῳ τοῦ θεοῦ· | ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ θεοῦ· |
ἐλαία_ κα^τάκαρπος, οὐ φύλλοις κομῶσα^, ἀλλὰ^ καρποῖς τῆς εὐσεβεία_ς βρίθουσα^. | ἐλαία κατάκαρπος, οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς τῆς εὐσεβείας βρίθουσα. |
ἔστι^ γὰ^ρ ψυ_χὴ πολλά^κι^ς κομῶσα^ μὲν τοῖς κλά^δοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα^, ἄμπελος εὐκληματοῦσα^ ὁ ἰσραήλ, εὐκληματοῦσα^, οὐκ εὐκαρποῦσα^. | ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ἄμπελος εὐκληματοῦσα ὁ ἰσραήλ, εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. |
ἀλλὰ^ ἐκείνη μὲν τοιαύτη· | ἀλλὰ ἐκείνη μὲν τοιαύτη· |
ἐγὼ ὡσεὶ ἐλαία_ κα^τάκαρπος, οὐκ ἐν τοῖς ἔξω κομῶσα^, ἀλλὰ^ τοῖς ἔσω βρύ_ουσα^, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία_ κα^τάκαρπος. | ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος, οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλὰ τοῖς ἔσω βρύουσα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος. |
οὐδὲ γά^ρ ἐστι^ κα^λὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολι_τεύεσθαι. | οὐδὲ γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολιτεύεσθαι. |
εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀ^ληθεία_ς ἔργοις ἀ^γα^θοῖς κα^τὰ^ τὸ φαινόμενον διαλάμποντα^ς· | εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· |
εὑρήσεις ἄ^νδρα^ς συ^μπα^θεῖς, ἐλεήμονα^ς, δι^καιοσύ^νῃ προσέχοντα^ς· | εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· |
ἀλλ' οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησα^ν τὸ ἔργον τῆς ἀ^ληθεία_ς. | ἀλλ' οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. |
κα^λὰ^ μὲν γὰ^ρ καὶ τὰ^ ἔργα^, ἀλλὰ^ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. | καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. |
καὶ γὰ^ρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύ_ρι^ον· | καὶ γὰρ ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον· |
τί^ ποιήσομεν, ἵ^να_ ἐργα^σώμεθα^ τὰ^ ἔργα^ τοῦ θεοῦ; | τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ; |
ἀ^πεκρί_να^το πρὸς αὐτούς· | ἀπεκρίνατο πρὸς αὐτούς· |
τοῦτό ἐστι^ τὸ ἔργον τοῦ θεοῦ, ἵ^να_ πιστεύσητε εἰς ὃν ἀ^πέστειλεν ἐκεῖνος. | τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. |
ὅρα_ πῶς τὴν πίστι^ν ἔργον ἐκά^λεσεν. | ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. |
οὐκοῦν ἅ^μα^ ἐπί^στευσα^ς, ἅ^μα^ τοῖς ἔργοις ἐκόμησα^ς, οὐχ ὅτι^ δὲ ἐλλείπῃ πρὸς τὰ^ ἔργα^, ἀλλ' ὅτι^ καθ' ἑαυτὴν πί^στι_ς πλήρης ἐστὶ^ν ἀ^γα^θῶν ἔργων. | οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα τοῖς ἔργοις ἐκόμησας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ' ὅτι καθ' ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. |
τὰ^ μὲν γὰ^ρ ἔργα^ εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων. | τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων. |
ἡ δὲ πί^στι_ς ἐξ ἀνθρώπων πρὸς θεόν· | ἡ δὲ πίστις ἐξ ἀνθρώπων πρὸς θεόν· |
ἡ πί^στι_ς τὸν ἐπιστρεφόμενον, πολίτην οὐρα^νῶν ἀποδείκνυ_σι^· | ἡ πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσι· |
ἡ πί^στι_ς τὸν ἀ^πὸ γῆς ἄνθρωπον, θεοῦ συ^νόμι_λον ἀ^περγάζεται· | ἡ πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, θεοῦ συνόμιλον ἀπεργάζεται· |
οὐδέν ἐστι^ν ἔξω πίστεως ἀ^γα^θόν. | οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν. |
ἐοίκασι δέ μοι, ἀ^δελφοί, ἵ^να_ εἰκόνι^ τι^νὶ^ χρήσωμαι τοῦ λόγου, ἐοίκα_σι^ν οἱ ἔργοις κομῶντες ἀ^γα^θοῖς καὶ τὸν θεὸν τῆς εὐσεβεία_ς ἀγνοήσαντες, λειψά^νοις νεκρῶν, κα^λὰ^ μὲν ἐνδεδυμένοις, αἴσθησι^ν δὲ τῶν κα^λῶν οὐκ ἔχουσι^. | ἐοίκασι δέ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς καὶ τὸν θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. |
τί^ γὰ^ρ ὄφελος ψυ_χῆς νεκρᾶς, τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀ^γα^θοῖς ἔργοις περι^βεβλημένης; | τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; |
τὰ^ ἔργα^ ἐπ' ἐλπί^δι^ γί_νεται ἀμοιβῆς καὶ στεφά^νων. | τὰ ἔργα ἐπ' ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. |
εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑ^πὲρ τί^νος ἀθλεῖς; | εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; |
οὐ δεῖ μὲν τὴν πίστι^ν γυμνὴν εἶναι τῶν ἔργων, ἵ^να_ μὴ ὑβρίζηται· | οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· |
πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πί^στι_ς. | πλὴν ἀνωτέρα τῶν ἔργων ἡ πίστις. |
ὥσπερ γὰ^ρ ἐν τι_μῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι τὸ γὰ^ρ συ^νέχον τὴν ζωὴν ἡμῶν, ἐστὶ^ν ἡ τροφή, οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς χριστὸν ἐλπί^δα^, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀ^γα^θοῖς. | ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν ἡ τροφή, οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις τοῖς ἀγαθοῖς. |
τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλά^κι^ς, τὸν δὲ μὴ ζῶντα^ οὐκ ἐγχωρεῖ τρέφεσθαι. | τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. |
ἐνήστευσε μωϋσῆς ἡμέρα_ς τεσσα^ρά^κοντα^, ἀλλ' ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα^ λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηί^νων ἔνδεια^. | ἐνήστευσε μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλ' ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν ἡ τῶν γηίνων ἔνδεια. |
οὕτω καὶ ἐπὶ^ τῆς κα^τὰ^ τὴν ψυ_χὴν καταστάσεως· | οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν καταστάσεως· |
δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστι^ν ἐνδύ^εσθαι· | δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· |
ἄ^νευ πίστεως τὸν ἐργαζόμενον ἔργα^ δι^καιοσύ^νης οὐ δύ_νῃ πα^ρα^στῆσαι ζήσαντα^ καὶ βα^σι^λεία_ς ἀ^ξι^ωθέντα^. | ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. |
οὐδεὶς ἄ^νευ πίστεως ἔζησεν· | οὐδεὶς ἄνευ πίστεως ἔζησεν· |
ὁ δὲ λῃστὴς πι^στεύσα_ς μόνον ἐδι^καιώθη. | ὁ δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη. |
καὶ μή μοι λέγε· | καὶ μή μοι λέγε· |
οὐκ ἔσχε καιρὸν πολι_τεύεσθαι· | οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· |
οὐ δὲ γὰ^ρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ' ἐκεῖνο πα^ρέστησα^, ὅτι^ ἡ πί^στι_ς καθ' ἑαυτὴν ἔσωσεν. | οὐ δὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ' ἐκεῖνο παρέστησα, ὅτι ἡ πίστις καθ' ἑαυτὴν ἔσωσεν. |
εἰ γὰ^ρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρί^α_ς. | εἰ γὰρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. |
τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι^ καὶ ἡ πί^στι_ς καθ' ἑαυτὴν ἔσωσεν, ἔργα^ δὲ καθ' ἑαυτὰ^ οὐδα^μοῦ τοὺς ἐργά^τα_ς ἐδι^καίωσε. | τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ ἡ πίστις καθ' ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθ' ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε. |
καὶ θέλεις ἰ^δεῖν ἀ^κρι_βῶς, ὅτι^ ἔργα^ ἄ^νευ πίστεως οὐ ζωοποιεῖ; | καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ; |
μεμαρτύρητο κορνήλιος ἐπὶ^ ἐλεημοσύ^ναις καὶ προσευχαῖς· | μεμαρτύρητο κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· |
ἀλλὰ^ χριστὸν ἠγνόει, θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμα^θηκώς. | ἀλλὰ χριστὸν ἠγνόει, θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. |
καὶ ἐπειδὴ ἔργα^ ἦν κα^λὰ^ καὶ θαυμαστά^, ἤρεσκε μὲν τῷ τῶν ἀ^γα^θῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· | καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· |
ἀλλ' ἐπειδὴ εἶδεν ὁ τῆς δι^καιοσύ^νης καὶ τῆς ἀ^ληθεία_ς μέγα^ς ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δί^καιος κρι^τής, ὅτι^ κα^λὰ^ μὲν τὰ^ ἔργα^, νεκρὰ^ δέ ἐστι^ν οὐκ ἔχοντα^ πίστι^ν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα^ τοῖς ἔργοις, ὥστε τὸν κα^λῶς ἀθλοῦντα^ στεφα^νῶσαι τῇ πίστει· | ἀλλ' ἐπειδὴ εἶδεν ὁ τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ὁ ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· |
ὅς φησι^ πρὸς αὐτόν· | ὅς φησι πρὸς αὐτόν· |
κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύ^ναι σου ἀ^νέβησα^ν εἰς μνημόσυ^νον ἐνώπι^ον τοῦ θεοῦ. | κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. |
εἰ τοίνυ^ν εἰσηκούσθη ἡ δέησι^ς, φησί^, καὶ αἱ ἐλεημοσύ^ναι ἐδέχθησα^ν, τί^ μοι τὸ λεῖπον εἰς δι^καιοσύ^νην; | εἰ τοίνυν εἰσηκούσθη ἡ δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην; |
πέμψον οὖν εἰς ἰόππην φησὶ^ καὶ μετα^κάλεσαι σίμωνα τὸν ἐπι^καλούμενον πέτρον, ὃς ἐλθὼν λα^λήσει σοι ῥήμα^τα^, ἐν οἷς σωθήσῃ σὺ^ καὶ ὅλος ὁ οἶκός σου. | πέμψον οὖν εἰς ἰόππην φησὶ καὶ μετακάλεσαι σίμωνα τὸν ἐπικαλούμενον πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος ὁ οἶκός σου. |
οὐκοῦν οὐκ εἶχε τὰ^ ἔργα^ σωτηρί^α_ν. | οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. |
εἰ γὰ^ρ ἐξ ὧν κηρύττει πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρί^α_ν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πί^στι_ς. | εἰ γὰρ ἐξ ὧν κηρύττει πέτρος, σώζεται καὶ αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω ὁ κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν ἡ πίστις. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.