macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. | ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. |
εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περι^φέρων οὕτω λα^λεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενεία_ς καὶ εὐτελεία_ς, τί^ς ἂ^ν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; | εἰ τοσαύτην κόπρον καὶ ἀηδίαν περιφέρων οὕτω λαλεῖ, εἰ ταύτης παντελῶς ἀπήλλακτο τῆς ἀσθενείας καὶ εὐτελείας, τίς ἂν αὐτὸν ἤνεγκεν ἐπαιρόμενον; |
τί^ ἀλαζονεύεται γῆ καὶ σποδός; | τί ἀλαζονεύεται γῆ καὶ σποδός; |
ἀλλὰ^ πά^λι^ν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλὰ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. |
ὁ θεὸς ἔκτι^σε τὸν ἄνθρωπον ἀ^πὸ χοός. | ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἀπὸ χοός. |
ἀλλ' οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγί_νετο. | ἀλλ' οὐκ εἶδεν ὁ ἄνθρωπος, ὅπως ἐγίνετο. |
διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλεια^ν. | διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν. |
ὁ θεὸς γά^ρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέρα_ν ἐποίησε τὴν ψυ_χὴν τοῦ σώμα^τος, ἵ^να_ μὴ βλέπῃ τὴν δημιουργίαν. | ὁ θεὸς γάρ, ὡς ἔφθην εἰπών, οὐ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος, ἵνα μὴ βλέπῃ τὴν δημιουργίαν. |
πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵα_ς ταπεινώσεως ἀ^νέστη, καὶ ὅτι^ αὐτὸν ὁ δημιουργὸς ἀ^πὸ γῆς ἔπλα^σεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ἵ^να_ πά^λι^ν τῆς ἑαυτοῦ ἀσθενεία_ς πειρα_θείς, ἐπιγνῷ καὶ τὴν ἀρχαία_ν εὐεργεσίαν καὶ τὴν μέλλουσα^ν φιλανθρωπίαν. | πλήν, ἐπειδήπερ ὅλως οὐκ οἶδεν ἐξ οἵας ταπεινώσεως ἀνέστη, καὶ ὅτι αὐτὸν ὁ δημιουργὸς ἀπὸ γῆς ἔπλασεν, ἀποστρέφει αὐτὸν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ἵνα πάλιν τῆς ἑαυτοῦ ἀσθενείας πειραθείς, ἐπιγνῷ καὶ τὴν ἀρχαίαν εὐεργεσίαν καὶ τὴν μέλλουσαν φιλανθρωπίαν. |
ὅτε μὲν γὰ^ρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι^ ἀ^πὸ τῆς γῆς ἐγένετο. | ὅτε μὲν γὰρ ἐπλάσθη, οὐκ εἶδεν ὅτι ἀπὸ τῆς γῆς ἐγένετο. |
πρόσεχε ἀ^κρι_βῶς, μή σε παραδράμῃ τὸ νόημα^. | πρόσεχε ἀκριβῶς, μή σε παραδράμῃ τὸ νόημα. |
ὅτε ἐπλάττετο ὁ ἀδάμ, οὐκ εἶδεν ὅτι^ ἀ^πὸ γῆς ἀ^νέστη· | ὅτε ἐπλάττετο ὁ ἀδάμ, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· |
ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀ^να^στά^σει, εἶδεν ὅτι^ χοῦν ἀποδυ_σά^μενος ἐγείρεται. | ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, εἶδεν ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. |
εἰ γὰ^ρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρός, ἀλλὰ^ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. | εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρός, ἀλλὰ τὸν πρὸ ἑαυτοῦ ὁρᾷ. |
βλέπομεν ἡμεῖς τοὺς τεθνηκότα^ς καὶ εἰς χοῦν ἀ^ναλυθέντας, καὶ δι' ὧν ὁρῶμεν παιδευόμεθα^. | βλέπομεν ἡμεῖς τοὺς τεθνηκότας καὶ εἰς χοῦν ἀναλυθέντας, καὶ δι' ὧν ὁρῶμεν παιδευόμεθα. |
οὐκ εἶδες πολλά^κι^ς θρα^σεῖς ἄ^νδρα^ς καὶ ὑπερηφά^νους, πῶς τα^πεινοὶ καὶ κατεσταλμένοι εἰσὶ^ν ἐν τοῖς θα^νά^τοις; | οὐκ εἶδες πολλάκις θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς ταπεινοὶ καὶ κατεσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; |
ἀπαγγέλλεται θά^να^τος καὶ πάντων ἡ κα^ρδί^α_ πτήσσει, πάντων ὑποπί^πτει τὸ φρόνημα^. | ἀπαγγέλλεται θάνατος καὶ πάντων ἡ καρδία πτήσσει, πάντων ὑποπίπτει τὸ φρόνημα. |
καὶ φι^λοσοφοῦμεν περὶ^ τὰ^ μνήμα^τα^, ὅτα^ν ἴ^δωμεν ὀστέα^ γυμνά^, καὶ τὴν ἀ^νθρωπί^νην φύ^σι^ν διαβεβρωμένην καὶ δι^α^λελυ^μένην κα^τα^νοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φι^λοσοφοῦμεν. | καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, ὅταν ἴδωμεν ὀστέα γυμνά, καὶ τὴν ἀνθρωπίνην φύσιν διαβεβρωμένην καὶ διαλελυμένην κατανοήσωμεν, εὐθέως πρὸς ἀλλήλους φιλοσοφοῦμεν. |
ἴδε τί^ γι_νόμεθα^ καὶ ποῦ ἀ^περχόμεθα^. | ἴδε τί γινόμεθα καὶ ποῦ ἀπερχόμεθα. |
καὶ φλυαροῦμεν· | καὶ φλυαροῦμεν· |
ἐξήλθομεν τῶν τά^φων, καὶ ἐπελαθόμεθα^ τῆς ταπεινώσεως. | ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. |
ἐν τῷ τά^φῳ πρὸς τὸν πλη σί^ον ἕκαστος ὧδέ πη φθέγγεται· | ἐν τῷ τάφῳ πρὸς τὸν πλη σίον ἕκαστος ὧδέ πη φθέγγεται· |
ὢ τῆς ταλαιπωρία_ς· | ὢ τῆς ταλαιπωρίας· |
ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· | ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς· |
ὅρα τί^ γι_νόμεθα^. | ὅρα τί γινόμεθα. |
καὶ ὅμως κ ἂ_ν φθεγγώμεθα^ καὶ ἁρπάζομέν τι^ καὶ βοῶμεν καὶ μνησικακοῦμεν. | καὶ ὅμως κ ἂν φθεγγώμεθα καὶ ἁρπάζομέν τι καὶ βοῶμεν καὶ μνησικακοῦμεν. |
καὶ ἕκαστος ἁπλῶς οὕτω φι^λοσοφεῖ, ὡς μέλλων πάντη τῇ κα^κί^ᾳ ἀποτάττεσθαι· | καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντη τῇ κακίᾳ ἀποτάττεσθαι· |
καὶ ἔσω μὲν λόγοις φι^λοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. | καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. |
διὰ τοῦτο ὁ θεὸς παντα^χοῦ πα^γῆναι τὰ^ μνήμα^τα^ πα^ρεσκεύα^σε, τὰ^ ὑπομιμνήσκοντα^ ἡμᾶς τὴν ἑαυτῶν ἀσθένεια^ν. | διὰ τοῦτο ὁ θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν. |
διὸ πᾶσα^ πόλι^ς, πᾶσα^ κώμη πρὸ τῶν εἰσόδων τά^φους ἔχει. | διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει. |
ἐπείγεταί τι^ς εἰσελθεῖν εἰς πόλι^ν βα^σι^λεύουσα^ν, καὶ κομῶσα^ν πλούτῳ καὶ δυ^να^στείᾳ καὶ τοῖς ἄλλοις ἀξι^ώμα^σι^. | ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι. |
καὶ πρὶ^ν ἴ^δῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γί_νεται. | καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. |
τά^φοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν. | τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν. |
παντα^χοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα^ πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ^ ἔσω φα^ντά^σμα^τα^. | πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα. |
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ^ καὶ μέλλοντες εἰσέρχεσθαι πολλά^κι^ς εἰς βί^ον κοινωνί^α_ν, τῆς φύ^σεως τὴν ἄ^κρα_ν παιδευόμεθα^ ταπείνωσι^ν. | καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίον κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. |
ἀνὴρ πολλά^κι^ς, ἐπειδὰ^ν γυ^ναῖκα^ θέλῃ λα^βεῖν, ὑ^παγορεύει τῷ νομογρά^φῳ τὰ^ προικῷα^. | ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. |
οὐδέπω συνάφεια^, καὶ θά^να^τος εὐθὺ^ς ἀναγρά^φεται· | οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· |
οὐδέπω τῆς συμβιώσεως ἀπέλαυσε καὶ τοῦ γά^μου, καὶ τὸν θά^να^τον εὐθέως ὁρίζεται· | οὐδέπω τῆς συμβιώσεως ἀπέλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· |
οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θά^να^τον ψήφους καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης προϋποτίθεται, καὶ γρά^φει τοιαῦτα^· | οὐδέπω εἶδε τὴν γαμετήν, καὶ θάνατον ψήφους καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· |
ἐὰ^ν δὲ ἀποθά^νῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυ^νὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. | ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρός, τὸ καὶ τὸ διατυποῦται. |
οὕτως ἔπηξα^ν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι^ τῆς φύ^σεως τὰ^ ὑ^πομνήμα^τα^· | οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· |
καὶ οὐ μόνον περὶ^ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θα^νά^του τί^θενται ψῆφοι, ἀλλὰ^ καὶ κα^τὰ^ οὐδέπω γεγονότων. | καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ οὐδέπω γεγονότων. |
τί γά^ρ φησι^ν; | τί γάρ φησιν; |
ἐὰν δὲ τὸ τεχθησόμενον παιδί^ον ἀποθά^νῃ. | ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. |
οὔπω ὁ καρπός, καὶ ἡ ἀ^πόφα^σι^ς ἔδρα^μεν. | οὔπω ὁ καρπός, καὶ ἡ ἀπόφασις ἔδραμεν. |
εἶτα μὲν ἐν τοῖς γραμματείοις ἐπι^γινώσκει τὴν φύ^σι^ν· | εἶτα μὲν ἐν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· |
ἐὰν δέ τι^ τῶν κα^τὰ^ ἄνθρωπον πά^θῃ ἢ τὸ γύναιον ἀποθά^νῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα^ τραγῳδία_ς προφέρει ῥήμα^τα^. | ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. |
καὶ ταῦτά^ φησι^ν ἔδει με πα^θεῖν; | καὶ ταῦτά φησιν ἔδει με παθεῖν; |
ταῦτα^ ἐγὼ προσεδόκησα^ πάσχειν καὶ ἀποστερεῖσθαι τῆς συ^ζυ^γί^α_ς; | ταῦτα ἐγὼ προσεδόκησα πάσχειν καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; |
τί οὖν; | τί οὖν; |
ἐπελά^θου ὧν ἔγρα^ψα^ς καὶ ὅτε μὲν ἔξω ἦς τῶν πρα_γμά^των, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύ^σεως. | ἐπελάθου ὧν ἔγραψας καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως. |
ὅτε δὲ περι^έπεσα^ς τοῖς πά^θεσι^ν, ἐπελάθου τῶν νόμων τῆς φύ^σεως; | ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; |
ταῦτα^ λέγεται εἰς σωφρονισμὸν ἁ^πά^ντων, εἰς τὸ πά^ντα^ς πά^ντα^ φέρειν γενναίως τὰ^ προσπί_πτοντα^, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ^ τοῦ θεοῦ κρί^μα^τα^. | ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ θεοῦ κρίματα. |
μὴ φι^λοσόφει ἔξω τῶν πα^θῶν, ἀλλ' ὅτα^ν ἐντὸς γένῃ τῶν πα^θῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι. | μὴ φιλοσόφει ἔξω τῶν παθῶν, ἀλλ' ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι. |
ὅτα^ν λυ_πῇ, μνήσθητι^ τῶν λόγων, δι' ὧν παραμυθῇ τὸν λυ_πούμενον. | ὅταν λυπῇ, μνήσθητι τῶν λόγων, δι' ὧν παραμυθῇ τὸν λυπούμενον. |
τίσι κεχρήμεθα^ λόγοις πρὸς τοὺς λυπουμένους; | τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; |
οὐ ταῦτα^ πρὸς αὐτοὺς φι^λοσοφοῦμεν; | οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; |
ἀνθρώπινα ταῦτα^ τὰ^ τῶν συμφορῶν. | ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν. |
οὐ μόνος ὑ^πέστης τὴν συ^μφοράν· | οὐ μόνος ὑπέστης τὴν συμφοράν· |
οὐ μόνος τοῦ θα^νά^του τὴν βίαν ὑπέμεινα^ς· | οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· |
ταῦτα^ καὶ βα^σι^λεῖς φέρουσι^ν, ἐζημιώθησα^ν πολλά^κι^ς ἄρχοντες, ζημιοῦνται καὶ δυ^νά^σται. | ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται. |
ἐπίγνωθι σεαυτοῦ τὴν φύ^σι^ν, ἄνθρωπος εἶ. | ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ. |
μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύ^σεως ἀπολαύεις νόμων. | μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων. |
ταῦτα καὶ τούτων πλείονα^ φθέγγῃ, ὅταν ἄλλον πα^ρα^κα^λῇς. | ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. |
ἢ γὰ^ρ ἄλλων μὲν δι^δά^σκα^λος γενναῖος εἶ, σεαυτῷ δὲ οὐ δὲ οἰκτρὸς μα^θητής; | ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐ δὲ οἰκτρὸς μαθητής; |
μεγάλης ἐστὶ^ καὶ γενναία_ς ψυ_χῆς τὸ ἐν τῇ ἀκμῇ τῶν πα^θῶν φι^λοσοφεῖν. | μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. |
εἴ τι^ς δύ^να^ται ἐφ' ἑκάστης συμφορᾶς ἢ λύ_πης ἢ ζημί^α_ς λέγειν· | εἴ τις δύναται ἐφ' ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν· |
δίκαιος εἶ, κύ_ρι^ε, καὶ εὐθεῖς αἱ κρί^σεις σου, ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφα^νοῦται δὲ ὡς φι^λόθεος. | δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου, ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. |
ὁ βί^ος, ἀ^δελφοί, πολλῆς γέμει δυσκολία_ς, καὶ δεῖ πάντως καὶ δί^καιον καὶ ἄδι^κον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλί_βεσθαι. | ὁ βίος, ἀδελφοί, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. |
ἀλλὰ πολλὴ ἡ διαφορά_· | ἀλλὰ πολλὴ ἡ διαφορά· |
ἄλλο γά^ρ ἐστι^ν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀ^λλότρι^ον μαστίζεσθαι. | ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. |
τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης. | τύπτεται υἱός, τύπτεται καὶ οἰκέτης. |
ἀλλ' ὁ μὲν ὡς δοῦλος ἁ^μα^ρτήσα_ς, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. | ἀλλ' ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος. |
οὐ ποιοῦσι^ν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. | οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. |
οὐκ ἐὰν πά^θῃ εὐσεβὴς ἃ^ πάσχει ἀσεβής, ὁμότι_μος γί_νεται τοῦ ἀσεβοῦς. | οὐκ ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβής, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς. |
ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία_ εἰς θλῖψι^ν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστι_γα^ς καὶ τι_μωρί^α_ν. | ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. |
διὰ τοῦτο ταύτα_ς τὰ_ς δυσκολία_ς εἰδὼς πολλαὶ αἱ θλίψεις τῶν δι^καίων. | διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς πολλαὶ αἱ θλίψεις τῶν δικαίων. |
ἀλλ' ὅρα τὸ ἐπα^γόμενον· | ἀλλ' ὅρα τὸ ἐπαγόμενον· |
καὶ ἐκ πα_σῶν αὐτῶν ῥύ_σεται αὐτοὺς ὁ κύ_ρι^ος. | καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. |
περὶ^ δὲ τῶν ἐνα^ντί^ων· | περὶ δὲ τῶν ἐναντίων· |
πολλαὶ αἱ μάστι_γες τοῦ ἁμαρτωλοῦ. | πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. |
καὶ οὐδὲν τὸ ἐπα^γόμενον. | καὶ οὐδὲν τὸ ἐπαγόμενον. |
τῶν δὲ δι^καίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πα_σῶν αὐτῶν ῥύ_σεται αὐτοὺς ὁ κύ_ρι^ος. | τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. |
ταῦτα δέ τι^ς ἀ^κούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μη δὲ λεγέτω· | ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μη δὲ λεγέτω· |
εἰ τοίνυ^ν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπί^δα^ μὴ ἔχων, ἄ^κα^ρπός μοι ἐστι^ν ἡ παιδεία_. | εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοι ἐστιν ἡ παιδεία. |
ἁμαρτωλὸν γὰ^ρ ἐκά^λεσε νῦν ἡ γρα^φή, οὐ τὸν πάντη τῆς εὐσεβεία_ς ἀ^λλότρι^ον, ἀλλὰ τὸν θλι_βόμενον, τὸν εὐσεβεία_ς μετέχοντα^, πρά_γμα^σι^ δὲ ἀ^νθρωπί^νοις ὀλισθαίνοντα^. | ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ γραφή, οὐ τὸν πάντη τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. |
ἐπεὶ ὅτι^ ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα^ γρα^φὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπία_ς. | ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ θεός, μεστὴ πᾶσα γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ θεοῦ φιλανθρωπίας. |
φησὶ γά^ρ· | φησὶ γάρ· |
ζῶ ἐγώ, λέγει κύ_ρι^ος, οὐ βούλομαι τὸν θά^να^τον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. | ζῶ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. |
ὄμνυσιν ὁ θεός, οὐχ ὡς ἑαυτῷ ἀ^πι^στῶν, ἀλλὰ τὴν ἡμετέρα_ν ἀ^πιστίαν εἰς πίστι^ν ἐκβιαζόμενος. | ὄμνυσιν ὁ θεός, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. |
λεγέτω τοίνυ^ν πᾶς ἅνθρωπος εἰς θλίψεις ἐξεταζόμενος· | λεγέτω τοίνυν πᾶς ἅνθρωπος εἰς θλίψεις ἐξεταζόμενος· |
δίκαιος εἶ, κύ_ρι^ε, καὶ εὐθεῖς αἱ κρί^σεις σου. | δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. |
καὶ ὁμοῦ καὶ τὴν γενναία_ν ἔδειξε ψυ_χήν, καὶ τὴν εὐσέβεια^ν οὐκ ἔλυ_σεν. | καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχήν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. |
οἷος ἦν ὁ μα^κά^ριος ἰώβ, ὁ στρα^τηγήσα_ς κα^τὰ^ πάντων τῶν πα^θῶν, ὁ πάντα νι_κήσα_ς τοῦ δι^α^βόλου τὰ^ φόβητρα^, ὁ πᾶσα^ν αὐτοῦ τὴν μανίαν ἐκλύ_σα_ς, ὁ τῇ στερρότητι^ τῆς γνώμης τὰ^ κύ_μα^τα^ τοῦ δι^α^βόλου δι^α^λύ_σα_ς, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύ_ρι^ον οὐκ ἀρνηθείς. | οἷος ἦν ὁ μακάριος ἰώβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στερρότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς καὶ τὸν πάντων κύριον οὐκ ἀρνηθείς. |
ἀλλὰ τὰ^ ἐκείνου στρα^τηγήμα^τα^ ἴ^δι^ον λήψεται λόγον. | ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον. |
καὶ γὰ^ρ ἀ^ληθῶς ἰ^δί^ου δεῖται καιροῦ πρὸς ἐξέτασι^ν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρί^σωμεν τὰ ἐκείνου παλαίσμα^τα^. | καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα. |
ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅ_περ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγα^ς ἀγωνιστής. | ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. |
ἐπειδὴ γὰ^ρ σφραγῖδα^ τοῖς εἰρημένοις ἐπά^γει, πάντων γυμνωθείς, ἑαυτὸν εὐσεβεία_ς οὐκ ἐγύμνωσεν, ἀλλά^ φησι^ν· | ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει, πάντων γυμνωθείς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν· |
ὁ κύ_ρι^ος ἔδωκεν, ὁ κύ_ρι^ος ἀ^φείλετο· | ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· |
ὡς τῷ κυ_ρί^ῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. | ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.