macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
δι^ὰ^ τοῦτο ὁ πέτρος, ὁ μα^κά^ριος καὶ τί_μιος χριστοῦ ἀ^πόστολος, ἐλθὼν ἐκ τῆς ἰόππης, καὶ θεα_σά^μενος τοῦ θεοῦ τὴν χά^ρι^ν ἐκχυθεῖσα^ν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύ_λοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρί^σεως, λέγει·
διὰ τοῦτο ὁ πέτρος, ὁ μακάριος καὶ τίμιος χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς ἰόππης, καὶ θεασάμενος τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως, λέγει·
ἐπ' ἀ^ληθεία_ς κα^τα^λα^μβά^νομαι, ὅτι^ οὐκ ἔστι^ προσωπολήπτης ὁ θεός·
ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεός·
ἀλλ' ἐν παντὶ^ ἔθνει ὁ ποιῶν δι^καιοσύ^νην, δεκτὸς αὐτῷ ἐστί^ν.
ἀλλ' ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ἐν παντὶ^ ἔθνει ὁ ποιῶν δι^καιοσύ^νην σώζεται, ἀλλὰ^ δεκτός ἐστι^, τουτ έστι^ν, ἄ^ξι^ος γί_νεται τοῦ δεχθῆναι.
ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ δεκτός ἐστι, τουτ έστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι.
δεῖ τοίνυ^ν προλάμπειν τῶν ἔργων τὴν πίστι^ν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ^ ἔργα^.
δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα.
καὶ μή τι^ς τὴν πίστι^ν ὑβριζέτω δι' ἀκαρπίαν, μή τε τὰ^ ἔργα^ ὑβριζέτω τῇ ἀ^πι^στί^ᾳ.
καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι' ἀκαρπίαν, μή τε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ.
γενοῦ ἐλαία_ κα^τάκαρπος, ἀλλ' ἐν τῷ οἴκῳ τοῦ θεοῦ.
γενοῦ ἐλαία κατάκαρπος, ἀλλ' ἐν τῷ οἴκῳ τοῦ θεοῦ.
τὸ μὲν γὰ^ρ ἐλαίαν εἶναι κα^τάκαρπον ἑρμηνεύει καλὰ τὰ^ ἔργα^·
τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον ἑρμηνεύει καλὰ τὰ ἔργα·
τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστι^ν δείκνυ_σι^.
τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστιν δείκνυσι.
τίνα δὲ τὰ^ ἔργα^ τοῦ θεοῦ;
τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ;
ἅ^πα^ντες ἴσμεν, ἐὰ^ν ἐργάζεσθαι θέλωμεν.
ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν.
οὐδὲν γά^ρ ἐστι^ κρυπτόν.
οὐδὲν γάρ ἐστι κρυπτόν.
τὰ^ μὲν γὰ^ρ τῶν δογμά^των ἀμφι^βά^λλεται, τὰ^ δὲ τῶν ἔργων οὐ κέκρυπται.
τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται.
ἡ γὰ^ρ φύ^σι^ς ὑ^παγορεύει τοὺς νόμους.
ἡ γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους.
οἴδαμεν ἐξ ἑαυτῶν τί^ κα^λὸν καὶ τὶ^ πονηρόν.
οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τὶ πονηρόν.
ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύ^σει ἄ^γρα^φον, τὸν φωτίζοντα^ ἡμῶν τὰ_ς δι^α^νοία_ς.
ἔθηκεν ὁ θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας.
μηδεὶς λεγέτω·
μηδεὶς λεγέτω·
οὐκ ἀ^νέγνων νόμον·
οὐκ ἀνέγνων νόμον·
οὐκ οἶδα^ τὰ^ τοῦ νόμου.
οὐκ οἶδα τὰ τοῦ νόμου.
ἐὰ^ν ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύ^σεως νόμος.
ἐὰν ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε ὁ τῆς φύσεως νόμος.
θέλεις μα^θεῖν ὅτι^ ἐν τῇ φύ^σει ἔταξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντα^ς τί^ κα^λὸν καὶ τί^ πονηρόν;
θέλεις μαθεῖν ὅτι ἐν τῇ φύσει ἔταξεν ὁ θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν;
αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ^ κα^κὰ^ φεύγουσι^ν τῶν κα^κῶν τὴν προσηγορίαν.
αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσιν τῶν κακῶν τὴν προσηγορίαν.
καὶ ὅπως ἄ^κουε ὁ μοιχὸς μοιχεύει·
καὶ ὅπως ἄκουε ὁ μοιχὸς μοιχεύει·
μοιχὸς δὲ ἀ^κούων αἰσχύ_νεται.
μοιχὸς δὲ ἀκούων αἰσχύνεται.
εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ·
εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ·
μοιχέ, καὶ ὃ ποιῶν ἥδεται, ἀ^κούων αἰσχύ_νεται.
μοιχέ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται.
καίτοι εἰ κα^λὸν ἡγῇ τὴν ἁ^μαρτί^α_ν, τί^ φεύγεις τὴν προσηγορίαν;
καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν;
εἰπὲ τῷ ἐπι^όρκῳ·
εἰπὲ τῷ ἐπιόρκῳ·
ἐπίορκε, καὶ εἰς ὕβρι^ν λαμ βά^νει τὴν προσηγορίαν τῶν ἰ^δί^ων ἔργων.
ἐπίορκε, καὶ εἰς ὕβριν λαμ βάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων.
οὕτως αὐτὴ ἡ φύ^σι^ς κράζει, ὅτι^ τὸ φαῦλον ἀ^λλότρι^ον τοῦ ἔργου τοῦ θεοῦ.
οὕτως αὐτὴ ἡ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ.
καὶ ὃ ἐποίησεν ὁ θεὸς κα^λὸν καὶ κα^λὸν λί_α_ν, καὶ οὕτω κα^λόν, ὅτι^ καὶ τοῖς κα^κοῖς ἐμφύρεται, καὶ τὴν κα^κί^α_ν αἰσχύ_νεται.
καὶ ὃ ἐποίησεν ὁ θεὸς καλὸν καὶ καλὸν λίαν, καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται.
εἰπὲ τῷ σώφρονι^·
εἰπὲ τῷ σώφρονι·
σῶφρον·
σῶφρον·
καὶ ᾧ τῷ ἔργῳ ἥδεται, οὐ δὲ τὴν προσηγορίαν αἰσχύ_νεται.
καὶ ᾧ τῷ ἔργῳ ἥδεται, οὐ δὲ τὴν προσηγορίαν αἰσχύνεται.
κάλεσον τὸν δί^καιον δί^καιον, καὶ τῷ ἔργῳ στεφα^νοῦται, καὶ τῇ προσηγορί^ᾳ σεμνύνεται.
κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται.
κ ἂ_ν γὰ^ρ δι' εὐλάβεια^ν πα^ραιτήσηται τὸ ὄνομα^, ἀλλ' ἐν τῇ ψυ^χῇ δέχεται τὴν εὐφημίαν.
κ ἂν γὰρ δι' εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ' ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν.
ἐννόησον ὅση κα^κί^α_ ἐν κόσμῳ πολι_τεύεται καὶ πρόσωπον οὐκ ἔχει.
ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει.
καὶ πῶς οὐκ ἔχει πρόσωπον;
καὶ πῶς οὐκ ἔχει πρόσωπον;
ἐὰ^ν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμί^α^ν εὑρήσεις κα^κί^α_ν ἐξ οἰκείου προσώπου φαινομένην.
ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην.
ἀλλ' ἐὰ^ν μὴ δανείσηται πρόσωπον ἀ^ρετῆς, οὐ φαίνεται.
ἀλλ' ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται.
καὶ ὅπως ἄ^κουε.
καὶ ὅπως ἄκουε.
ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ' ἀ^ληθείᾳ ὑ^ποκρι_νόμενος ἀ^πα^τᾷ·
ὁ ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ' ἀληθείᾳ ὑποκρινόμενος ἀπατᾷ·
ὁ ἀδι^κῶν οὐ κηρύττει ὅ εστιν, ἀλλὰ^ σχηματίζεται ὃ μὴ ἔστι^, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται.
ὁ ἀδικῶν οὐ κηρύττει ὅ εστιν, ἀλλὰ σχηματίζεται ὃ μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται.
ὁμοίως ὁ δόλι^ος οὐ δείκνυ_σι^ τὸν δόλον, ἀλλὰ^ σχηματίζεται τὴν φι^λί^α_ν, καὶ πραγματεύεται τὴν πονηρίαν·
ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν·
ὁ μοιχὸς οὐχ ὁμολογήσα_ς τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ^ πλάσμα^ σωφροσύνης ἐνδυ^όμενος εἰς τὸ στόμα^ ἐνυβρίζει τὰ^ θεῖα^.
ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα.
ὁρᾷς ὅτι^ οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κα^κί^ᾳ;
ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακίᾳ;
ὁμοίως καὶ ὁ συ_κοφά^ντης, ὅτα^ν εἰσέλθῃ εἰς δι^καστήριον, οὐ τοῦτο ὁμολογήσα_ς, ὅπερ ἐστί^ν, εἰσέρχεται, ἀλλὰ^ μάρτυρα^ ἀ^ληθεία_ς προστησάμενος τῷ σχήμα^τι^, δι^ὰ^ τοῦ ψεύδους τὸν μάρτυρα^ τῆς κα^κί^α_ς ἐνδείκνυται.
ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται.
οὕτω κα^κί^α_ πρόσωπον ἴ^δι^ον οὐκ ἔχει, ἐὰ^ν μὴ δανείσηται πρόσωπον ἀ^ρετῆς.
οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς.
δι^ὰ^ τοῦτο ὁ σωτήρ ἔλεγεν·
διὰ τοῦτο ὁ σωτήρ ἔλεγεν·
ἐλεύσονται πρὸς ὑ_μᾶς ἐν ἐνδύ_μα^σι^ προβάτων, ἔσωθεν δέ εἰσι^ λύ^κοι ἅ^ρπα^γες.
ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
θέλεις ἰ^δεῖν, ἀ^δελφέ, ὅσον δύ^να^ται ἔμφυ^τος νόμος;
θέλεις ἰδεῖν, ἀδελφέ, ὅσον δύναται ἔμφυτος νόμος;
καὶ ψυ_χὴ ἡ ἡμετέρα_, κ ἂ_ν ἐν κα^κί^αις ἐμφύρηται, τὸ ὄνομα^ τὸ ἀ^γα^θὸν ἀσπάζεται.
καὶ ψυχὴ ἡ ἡμετέρα, κ ἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται.
πολλοὶ πολλά^κι^ς δυ^νά^σται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται πα^ρά^ τι^νων ἢ ἀνιέναι τῷ πένητι^ τὴν ἐπικειμένην ἀ^νάγκην ἢ συγχωρῆσαί τι^ τοῦ χρέους ἢ μὴ ἀμύ_να^σθαι τοὺς λυπήσαντα^ς ἢ λυ_πεῖν νομισθέντας.
πολλοὶ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην ἢ συγχωρῆσαί τι τοῦ χρέους ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυπεῖν νομισθέντας.
καὶ ὁ ἐλθὼν κα^λῶς πρεσβεῦσαι πα^ρὰ^ ἀνδρὶ^ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀ^πὸ τῆς ἀ^ληθεία_ς ἄρχεται.
καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται.
οὐ λέγει αὐτῷ, ὅ εστιν, ἀλλὰ^ προστί^θησι^ν αὐτῷ ὄνομα^ ἀ^ρετῆς.
οὐ λέγει αὐτῷ, ὅ εστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς.
ἢ οὐκ οἶδα^ς πῶς ἀ^εὶ σχηματίζονται οἱ κα^λῶς πρεσβεύοντες;
ἢ οὐκ οἶδας πῶς ἀεὶ σχηματίζονται οἱ καλῶς πρεσβεύοντες;
ἀ^νὴρ εἶ, φησί^ν, ἀ^γα^θός·
ἀνὴρ εἶ, φησίν, ἀγαθός·
διαβεβόηταί σου τὸ ὄνομα^, πάντες σου τὰ_ς εὐπραγία_ς ᾄδουσι^.
διαβεβόηταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι.
καὶ πολλὰ^ τοιαῦτα^ συ^νάπτει τῇ παρακλήσει, ἵ^να_ καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύ^γῃ τὴν πονηρίαν.
καὶ πολλὰ τοιαῦτα συνάπτει τῇ παρακλήσει, ἵνα καμφθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν.
ὅρα_ πῶς ἡ κα^κί^α_ νι_κᾶται ταῖς εὐφημίαις τῆς ἀ^ρετῆς.
ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς.
οὐδεὶς κα^κὸς κα^κὸς ἀ^κούειν βούλεται.
οὐδεὶς κακὸς κακὸς ἀκούειν βούλεται.
ἡ γὰ^ρ φύ^σι^ς τὸ ἴ^δι^ον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσι^ς τό ἐνα^ντί^ον αἱρεῖται.
ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τό ἐναντίον αἱρεῖται.
γενώμεθα οὖν, ἀ^γα^πητοί, ἐλαία_ κα^τάκαρπος καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες.
γενώμεθα οὖν, ἀγαπητοί, ἐλαία κατάκαρπος καὶ ἔργοις καὶ καρποῖς καὶ φύλλοις κομῶντες.
φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολι_τεία_.
φύλλα ἡμῶν οἱ λόγοι, καρποὶ ἡ πολιτεία.
γενέσθω σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολι_τεία_ ἔγκαρπος.
γενέσθω σου καὶ ὁ λόγος σεμνὸς καὶ ἡ πολιτεία ἔγκαρπος.
πα^ρὰ^ γὰ^ρ τῷ εὐσεβεῖ οὐ δὲ τὸ φύλλον ἀπόβλητον.
παρὰ γὰρ τῷ εὐσεβεῖ οὐ δὲ τὸ φύλλον ἀπόβλητον.
τὸ γὰ^ρ φύλλον αὐτοῦ, φησὶ^ν ὁ δαυίδ, οὐκ ἀπορρυήσεται, καὶ πά^ντα^, ὅσα^ ἂ_ν ποιῇ κα^τευοδωθήσεται.
τὸ γὰρ φύλλον αὐτοῦ, φησὶν ὁ δαυίδ, οὐκ ἀπορρυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
ἀλλ' ὢ τοῦ θαύμα^τος.
ἀλλ' ὢ τοῦ θαύματος.
ἐνενόησα πῶς ὁ ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς δαυὶδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ.
ἐνενόησα πῶς ὁ ἀδὰμ γυμνὸς ἐξῆλθε τοῦ παραδείσου, καὶ πῶς δαυὶδ κομᾷ ἐν τῷ οἴκῳ τοῦ θεοῦ.
ὁ μὲν ἐξῆλθε γυμνὸς δι^ὰ^ τὴν παράβασι^ν, ὁ δὲ ἐνδυ_σά^μενος ἀρετᾶ_ς βοᾷ·
ὁ μὲν ἐξῆλθε γυμνὸς διὰ τὴν παράβασιν, ὁ δὲ ἐνδυσάμενος ἀρετᾶς βοᾷ·
ἐγὼ δὲ ὡσεὶ ἐλαία_ κα^τάκαρπος.
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος.
οὐδὲν ἡμᾶς οὕτως ἀποδύ^ει ὡς ἀκαρπία, καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύ^ει, ὡς καρποφορία δι' ἔργων χρηστῶν.
οὐδὲν ἡμᾶς οὕτως ἀποδύει ὡς ἀκαρπία, καὶ οὐδὲν ἡμᾶς οὕτως ἐνδύει, ὡς καρποφορία δι' ἔργων χρηστῶν.
ὁ ἀδὰμ ἐπλάσθη.
ὁ ἀδὰμ ἐπλάσθη.
δεῖ γὰ^ρ καὶ νῦν ἐπαναλαβεῖν τὰ^ εἰρημένα_, ἐπειδήπερ ἡ τῶν ἀ^γα^θῶν ἐπανάληψι^ς βεβαιοῖ ταῖς ψυ_χαῖς τὴν δι^δασκαλί^α_ν.
δεῖ γὰρ καὶ νῦν ἐπαναλαβεῖν τὰ εἰρημένα, ἐπειδήπερ ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοῖ ταῖς ψυχαῖς τὴν διδασκαλίαν.
ὥσπερ γὰ^ρ τὰ^ βαπτόμενα^ ἔρια^ συ^νεχῶς ταῖς βα^φαῖς ἐμβάλλεται, ἵ^να_ εἰς βά^θος διαδῷ τὴν οἰκεία_ν ἐνέργεια^ν ἡ βα^φή, οὕτω δεῖ καὶ τὰ_ς ἡμετέρα_ς ψυ_χὰ_ς συ^νεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵ^να_ ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυ_σώμεθα^ δὲ τὸ νέον κάλλος.
ὥσπερ γὰρ τὰ βαπτόμενα ἔρια συνεχῶς ταῖς βαφαῖς ἐμβάλλεται, ἵνα εἰς βάθος διαδῷ τὴν οἰκείαν ἐνέργειαν ἡ βαφή, οὕτω δεῖ καὶ τὰς ἡμετέρας ψυχὰς συνεχῶς τοῖς θείοις λόγοις ἐμβάλλεσθαι, ἵνα ἀποπλυνθῇ μὲν τὸ ἀρχαῖον ὄνειδος, ἐνδυσώμεθα δὲ τὸ νέον κάλλος.
καὶ γὰ^ρ ἐκεῖνα^ τὰ^ ἔρια^, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύ^σεως τὸ ὄνομα^, καὶ δέχεται τῆς βα^φῆς τὴν προσηγορίαν.
καὶ γὰρ ἐκεῖνα τὰ ἔρια, ἐπὰν δέξηται τὴν βαφήν, ἀποτίθεται τῆς φύσεως τὸ ὄνομα, καὶ δέχεται τῆς βαφῆς τὴν προσηγορίαν.
καὶ οὐκέτι^ κα^λεῖς ἐρέαν, ἀλλὰ^ πορφύρα_ν ἢ κόκκι^νον ἢ πρά^σι^νον ἤ τι^ τοιοῦτον, οἷον ἡ βα^φὴ πα^ρέσχε τῷ βαφέντι^ τὸ κάλλος.
καὶ οὐκέτι καλεῖς ἐρέαν, ἀλλὰ πορφύραν ἢ κόκκινον ἢ πράσινον ἤ τι τοιοῦτον, οἷον ἡ βαφὴ παρέσχε τῷ βαφέντι τὸ κάλλος.
εἰ οὖν ἡ βα^φὴ μετα^βά^λλει φύ^σεως ὄνομα^, θεοῦ φύ^σι^ς οὐ μετα^βά^λλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βα^φῆς εἶναι εἰκόνα^ χοϊκήν, μετὰ^ δὲ τὴν βαφὴν εἰκόνα^ λαμπρὰ_ν ἐπουρά^νι^ον;
εἰ οὖν ἡ βαφὴ μεταβάλλει φύσεως ὄνομα, θεοῦ φύσις οὐ μεταβάλλει τὸν ἄνθρωπον, ὥστε τὸν αὐτὸν πρὸ μὲν τῆς βαφῆς εἶναι εἰκόνα χοϊκήν, μετὰ δὲ τὴν βαφὴν εἰκόνα λαμπρὰν ἐπουράνιον;
ἐπλάσθη τοίνυ^ν ὁ ἀδὰμ πτωχὸς ἀ^πὸ γῆς·
ἐπλάσθη τοίνυν ὁ ἀδὰμ πτωχὸς ἀπὸ γῆς·
χοῦν γὰ^ρ λα^βὼν ὁ θεὸς ἔπλα^σεν αὐτόν.
χοῦν γὰρ λαβὼν ὁ θεὸς ἔπλασεν αὐτόν.
ἀλλ' οὐκ εἶδεν ὁ ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών·
ἀλλ' οὐκ εἶδεν ὁ ἀδὰμ πῶς ἐπλάσθη, ὡς ἔφθην εἰπών·
οὐ γὰ^ρ ἐχρῆν αὐτὸν μάρτυρα^ πα^ρεῖναι τῶν γι_νομένων, ἵ^να_ μὴ ἐπαίρηται κα^τὰ^ τοῦ θεοῦ.
οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ θεοῦ.
εἰ γὰ^ρ τοσαύτῃ ταπεινώσει περι^βεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὴν κτίσαντα^, καὶ ἀθετεῖ τὸν πλάσαντα^, εἰ ἔλα^βε τὸ ὑ^πὲρ τὴν φύ^σι^ν, τί^ς ἂ^ν ἐχώρησεν αὐτοῦ τῆς ὑ^περηφα_νί^α_ς τὴν ἀμετρίαν;
εἰ γὰρ τοσαύτῃ ταπεινώσει περιβεβλημένος ἐπαίρεται καὶ ἀγνοεῖ τὴν κτίσαντα, καὶ ἀθετεῖ τὸν πλάσαντα, εἰ ἔλαβε τὸ ὑπὲρ τὴν φύσιν, τίς ἂν ἐχώρησεν αὐτοῦ τῆς ὑπερηφανίας τὴν ἀμετρίαν;
δι^ὰ^ τοῦτο ὁ θεὸς πλά^σα_ς τὸν ἅνθρωπον, καὶ δυ^νά^μεις μεγά^λα_ς ἐνέθηκε τῷ πλάσμα^τι^ καὶ ταπεινώσεις πολλά_ς, ἵ^να_ δι^ὰ^ μὲν τῆς ἐγκειμένης δυ^νά^μεως ἡ χά^ρι^ς τοῦ τεχνί^του θαυμάζηται, δι^ὰ^ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα^ τὸ ἀ^νθρώπι^νον καταστέλληται.
διὰ τοῦτο ὁ θεὸς πλάσας τὸν ἅνθρωπον, καὶ δυνάμεις μεγάλας ἐνέθηκε τῷ πλάσματι καὶ ταπεινώσεις πολλάς, ἵνα διὰ μὲν τῆς ἐγκειμένης δυνάμεως ἡ χάρις τοῦ τεχνίτου θαυμάζηται, διὰ δὲ τῆς ταπεινώσεως τὸ φρόνημα τὸ ἀνθρώπινον καταστέλληται.
ἔδωκεν αὐτῷ γλῶττα^ν φθεγγομένην, θεὸν ὑμνοῦσα^ν, τὰ^ θεῖα^ ᾄδουσαν, ἑρμηνεύουσα^ν τὰ^ κάλλη τῆς κτίσεως.
ἔδωκεν αὐτῷ γλῶτταν φθεγγομένην, θεὸν ὑμνοῦσαν, τὰ θεῖα ᾄδουσαν, ἑρμηνεύουσαν τὰ κάλλη τῆς κτίσεως.
διαλέγεται περὶ^ οὐρα^νοῦ καὶ γῆς μικρὸν σαρκί^ον, ἡ γλῶσσα^, οὐ δὲ δύ^ο δα^κτύ^λων ἔχουσα^ μέτρον.
διαλέγεται περὶ οὐρανοῦ καὶ γῆς μικρὸν σαρκίον, ἡ γλῶσσα, οὐ δὲ δύο δακτύλων ἔχουσα μέτρον.
καὶ τί^ λέγω δα^κτύ^λων;
καὶ τί λέγω δακτύλων;
οὐ δὲ ἄκρον ὄνυχος·
οὐ δὲ ἄκρον ὄνυχος·
ἀλλὰ^ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ^ οὐρα^νοῦ καὶ γῆς.
ἀλλὰ τὸ ἄκρον ἐκεῖνο τὸ μικρὸν καὶ εὐτελὲς φθέγγεται περὶ οὐρανοῦ καὶ γῆς.
καὶ ἵ^να_ μὴ νομί^σῃ ὅτι^ μεγά^λη τι^ς ἐστὶ^ καὶ ὑ^πὲρ τὴν ἑαυτῆς φύ^σι^ν ἐπαίρηται, πολλά^κι^ς καὶ φύματα^ καὶ τραύμα^τα^ αὐτῇ περιπλέκεται, ἵ^να_ μά^θῃ ὅτι^ θνητὴ οὖσα^ περὶ^ τῶν ἀιδί^ων καὶ ἀ_θα^νά^των λα^λεῖ, καὶ ὀφείλει γνωρίζειν τί^ς μὲν ἡ τοῦ κηρυττομένου δύ^να^μι^ς, τί^ς ἡ ἀσθένεια^ τοῦ κηρύττοντος.
καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τις ἐστὶ καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ τῶν ἀιδίων καὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος.
ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μι_κρὰ_ν ἐκείνην κέγχρον.
ἔδωκεν αὐτῷ ὀφθαλμόν, τὴν μικρὰν ἐκείνην κέγχρον.
τὸ μέσον γά^ρ ἐστι^ τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον.
τὸ μέσον γάρ ἐστι τὸ βλέπον, τῆς κόρης τὸ μεσαίτατον.
καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου κα^θορᾷ πᾶσα^ν τὴν κτίσιν.
καὶ ὅμως διὰ τῆς μικρᾶς ἐκείνης κέγχρου καθορᾷ πᾶσαν τὴν κτίσιν.
καὶ ἵ^να_ μὴ περι^λαμβάνων τῇ ὄψει πᾶσα^ν τὴν κτίσιν, ἑπαίρηται, πολλά^κι^ς καὶ ὀφθαλμίαι, καὶ λῆμαι, καὶ δά^κρυ^α^, καὶ ὅσα^ θολοῖ τὴν ὄψι^ν, ἐπι^γεννᾶται, ἵ^να_ ἀ^πὸ μὲν τῆς ἀσθενεία_ς ἑαυτὸν γνωρί^σῃ, ἀ^πὸ δὲ τῆς δημιουργία_ς τὸν τεχνίτην ἐκθειάσῃ.
καὶ ἵνα μὴ περιλαμβάνων τῇ ὄψει πᾶσαν τὴν κτίσιν, ἑπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι, καὶ λῆμαι, καὶ δάκρυα, καὶ ὅσα θολοῖ τὴν ὄψιν, ἐπιγεννᾶται, ἵνα ἀπὸ μὲν τῆς ἀσθενείας ἑαυτὸν γνωρίσῃ, ἀπὸ δὲ τῆς δημιουργίας τὸν τεχνίτην ἐκθειάσῃ.
ἔδωκεν αὐτῷ καρδί^α_ν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν.
ἔδωκεν αὐτῷ καρδίαν λογιζομένην, ῥίζαν ἐνθυμημάτων, πηγὴν λογισμῶν.
ἀλλ' ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασι^ν, ἅ^τι^να^ καὶ κόπρων καὶ πά_σης ἄλλης ἀηδία_ς πληροῦται, δι' ὧν ὁ ἄνθρωπος ἐσθί^ει, ἵ^να_, ὅτα^ν ἐπαίρηται ἡ κα^ρδί^α_, καταστέλλῃ αὐτὴν ἡ γαστήρ·
ἀλλ' ἐν αὐτοῖς τοῖς τόποις ἐποίησε καὶ τὴν τῶν ἐντέρων διάπλασιν, ἅτινα καὶ κόπρων καὶ πάσης ἄλλης ἀηδίας πληροῦται, δι' ὧν ὁ ἄνθρωπος ἐσθίει, ἵνα, ὅταν ἐπαίρηται ἡ καρδία, καταστέλλῃ αὐτὴν ἡ γαστήρ·
ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀ^να^γκαία_ πρὸς παιδαγωγίαν.
ὥστε καὶ ἡ γαστὴρ καὶ ἡ κόπρος ἀναγκαία πρὸς παιδαγωγίαν.
εἰ γὰ^ρ κόπρον περι^φέρων ἅνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ^ καὶ κα^τὰ^ τοῦ θεοῦ, ὡς ἐτόλμησέ τι^ς βά^ρβα^ρος βα^σι^λεὺς εἰπεῖν·
εἰ γὰρ κόπρον περιφέρων ἅνθρωπος τολμᾷ θρασύνεσθαι, καὶ οὐχ ἁπλῶς θρασύνεσθαι, ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ, ὡς ἐτόλμησέ τις βάρβαρος βασιλεὺς εἰπεῖν·